Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 1

Από Βικιθήκη


Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 1



Ὁ μέγας λογοθέτης τῷ πατριάρχῃ

Ἐγὼ δὲ ᾐσχυνόμην ἐπιδείξειν καὶ σφόδρα γε λαθεῖν ἔσπευδον ὁμολογῶν σου τυγχάνειν πάντα ἡττημένος. Τοῖς ἄλλοις δὲ οὐκ ἀποκρύψομαι καὶ ἠγάπων ἐμφανίζειν καὶ προτιθεὶς εἰς ἀκρόασιν ἐπεθάρρουν ὡς καλῷ πεποιημένῳ μοι τῷ λόγῳ, κἀκεῖνοι δὲ ἐπευφημοῦντες ἐθαύμαζον. Νῦν δὲ πεισθεὶς κελεύοντι ἐκπέμπω, ἀγωνιῶ δὲ ὅμως οἵαν τὴν ψῆφον μοι ἐποίσεις. Οἶδα δὲ ὅτι ἀληθῆ καὶ οὐ πρὸς χάριν· ἢ γοῦν ἐπαινέσας ὡς ἐπὶ καλῷ τῷ λόγῳ βεβαιώσεις μοι τὴν δόξαν ἢ μεμψάμενος δικαίως διορθοῦν αὐτίκα πείσεις ἐν ὁπόσοις τοῦ καλοῦ παρεσφάλην.