Γλώσσαι/Φ
Από Βικιθήκη
- <Φᾶ>· εἰπέ, λέγε
- <φᾶν>· λέγειν
- <φάανθεν>· ἐφάνησαν
- <φαάνθη>· ἐφάνη
- <φαάντερον>· λαμπρότερον
- <φάβα>· μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον
- <φαβοτύπος>· εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου
- <φαβοκτόνος>· ἱερακοκτόνος
- <Φαβρίς>· νησίδιον πρὸ τῆς Ἀττικῆς
- <φαγανθρώπων>· ἀκαθάρτων
- <φάγαινα>· φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον
- <φαγέσωρ[ι]ον>· πολυφάγον
- <φάγιλος>· ἀμνός
- <φαγλαός>· χείμαῤῥος
- <φαγόνες>· σιαγόνες, γνάθοι
- <φάγυλοι>· μαστοί. μάρσιπποι
- <φάγωρος>· ἰχθῦς ποιός
- <φαδάσαι>· γνάψαι
- <φάεα>· ὀφθαλμοί
- <φαέθει>· καίει, λάμπει, φαίνει
- <φαέθοντα>· ἐπιφανῆ, λάμποντα
- <φα(έ)θοντα· τόκον> ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει
- <φαέθων>· φαίνων, λάμπων
- <φαεινή>· λαμπρά, φαιδρά
- <φάεν>· ἐπέστειλεν
- [<φαένθεν>· ἐφάνησαν]
- <φαεινόν>· λαμπρόν, φαιδρόν, ὡραῖον
- <φαέσασθαι>· ἰδεῖν, μαθεῖν
- <φαεσίμβροτος>· ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος
- <φαεσφόρος>· γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων
- [<φαζακηνίαις>· δειλίαις]
- <φαζάλη>· πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέου-
σιν
- <φάηκες>· ὀφθαλμοί
- <φάθι>· εἰπέ
- <φαῖ>· δῆμος
- <Φαίακες>· ἔθνος
- <Φαιάκων>· αὐτὰ τὰ ἔθνη
- <φαίδει>· ὄψει
- <Φαίδιμος>· ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος.
σπουδαῖος
- <φαιδρός>· καθαρός. γεγηθώς. φανερός
- <φαιδρυντής>· ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων
- <φαιδρωπόν>· χάριεν τὸ πρόσωπον
- <φαῖεν ἂν>· [φαίειν ἄν,] εἴποιεν ἄν
- <φαί(η)>· εἴ(ποι)
- <φαί(ην)>· εἴποιμι
- <φαίην ἄν>· εἴποιμι ἄν
- <φαίκανον>· πήγανον
- <φαικάσιον>· ὑποδήματος εἶδος γεωργικοῦ
- [<φαίκελον>· φορτίον]
- <φαικόν>· ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν
- <φαικῷ>· ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν
- <φαικῶς>· λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια
- [<φαιλόνης>· εἰλητάριον μεμβράϊ(ν)ον. ἢ γλωσσόκομον]
- <φαῖμεν>· εἴποιμεν. ὑπολάβοιμεν
- [<φαινακίζει>· πλανᾷ, ἀπατᾷ, χλευάζει
- <φαινακισθείς>· ἀπατηθείς
- <φαινακισμός>· τὰ ὅμοια]
- <φαίνει>· λάμπει, φαντάζει
- <φαίνεται>· δοκεῖ. καὶ ὅμοια
- <φαινόλα>· τὸ ὕφασμα οὕτως "ἔχουσα καινὰν φαινόλαν">
- <φαινόλις>· λαμπρά, φωσφόρος
- [<φαινόν>· φωτεινόν]
- <Φαινύλιος>· ὄνομα ἥρωος
- <φαίνων>· δεικνύων, δηλῶν
- <φαιόν>· μέλαν
- <φαιούς>· ἄρτους ῥυπαρούς
- <φαιρίδδειν>· σφαιρίζειν
- <φαιρωτήρ>· (ς)κύτος
- <Φαιστός>· πόλις Κρήτης
- <φάκελον>· φορτίον εὐάλωτον
- <φακέλους>· φόρτους
- <φάκελοι>· ὁμοίως
- <φακός>· βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος
τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος
- <φάκται>· ληνοί, σιπύαι, πύελοι
- *<Φακεέ>· διάνοιξις
- *<φρακτεῖν>· φράττειν. <Φρακτός> γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον
φάκτον
- <φάλαγγες>· πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ
τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα
- <φαλάγγια>· στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ <κόρακας>
- *<φαλαγγηδόν>· κατὰ τάξεις
- <φάλα(γ)ξ>· ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ <ὑφαίνειν> δοκεῖ
- <φαλάγγωμα>· πομπή τις ἐν τοῖς Διονυσίοις
- <φαλαγγῶσα>· τεθηριωμένη, ἠρεθισμένη
- <φάλαγξ>· πολεμιστῶν παράταξις
- <φάλαι>· ὅρα, σκόπει
- *<φαλαγγοστορύναι>· ὄργανα πολεμικά
- <Φαλάκραι>· τόπος τῆς Ἴδης, καὶ νύμφαι .......
- <Φαλάκρας>· ἄκρας τῆς Εὐβοίας
- <Φάλακρον>· ἀκρωτήριον Ἴδης
- [<φαλακτόνοιο>· εἶδος ἱέρακος]
- <φαλάνθη>· ἐριουργός
- <φάλανθον>· πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν
- *<φάλα>· ἡ μικρὰ κάρα
- <φάλαρα>· ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες.
χαλινοί, ἢ ἱπποκόσμια
- [<Φαλαρεῖς>· δῆμος τῆς Αἰαντίδος φυλῆς]
- [<φαλάρικα>· εἶδος λόγχης]
- <φαλαρόν>· λευκόν
- <φαλαρός>· φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον
- <φαλεριαῶ>· πέφρικα
- <φάληρα>· λευκά. ἀφρίζοντα, φρίσσοντα
- <Φαληρεύς>· πολίτης
- <Φαληρικαί>· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
- <φαληριόωντα>· λευκανθίζοντα, ἢ λευκαινόμενα
- <φαληρίς>· ὄρνις λιμναῖος. καὶ τὸ .......
- <Φάλης>· δερμάτινον καὶ ἀνδρεῖον
- <φαλίζει>· θέλει
- <φαλικρόν>· ἄκρατον
- <φαλιόν>· [λαμπρόν]
- *<φαλίς>· κάνναβις
- <φαλιόπουν>· λευκόπουν. <Φαλ[α]ιοὶ ταῦροι>· λευκομέτωποι
- <φαλίπτει>· μωραίνει
- <φαλίσσεται>· λευκαίνεται. ἀφρίζει
- <φάλκη>· ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς
- <φάλ(λ)αι>· φάλ(λ)αιναι
- *<φαρισαῖος>· ἀφωρισμένος, μεμερισμένος, καθαρός
- *<φαλλός>· τὸ ξύλινον αἰδοῖον ἀνδρικόν
- *<Φαραά>· διασκεδασμός. ἢ νόσος
- <φάλ(λ)αινα>· ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης
- [<φάλλα>· ἄκρα τῆς Εὐβοίας]
- <φάλλη>· ἡ πετομένη ψυχή
- <φα(λ)λικά>· ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλ(λ)οῦ ἀγομένου
- <φαλλικόν>· ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ
φαλ(λ)ῷ ᾀδομένην
- <φαλ[λ]ός>· λευκός. ἢ βόλος. καὶ [τὸ] φαλ[λ]ὸν τὸν ἐμμανῆ
- [<φαλλοαί>· πέφρικεν]
- <φαλόν>· τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν
- <φάλος>· ὁ λόφος τῆς περικεφαλαίας. καὶ <τρυφάλεια> ἡ τρεῖς κεφα-
λὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός
- <φαλύγματα>· ὑγράσματα
- <φαλύνει>· λαμπρύνει
- <φαλύσσεται>· καταῤῥήσσει. περιέρχεται
- <φαλωθείς>· παρατραπείς
- <φάμαν>· φήμην
- <φαμάξαι>· φάσεις
- [<φαμένων>· τετελευτηκότων
- <φαμελία>· ὁμόδου<λ>]
- *<φαμέν>· λέγομεν
- *<φάμενος>· εἰπών
- *<φάμην>· εἶπον
- <φάμμη>· ἄλφιτα
- <φαμμάστρια>· τὰ ψαιστά. καὶ ἑορτή τις
- <φᾶν>· [ὑπέλαβον] λέγειν
- <φάναι>· εἰπεῖν
- <Φαναῖος>· Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται
- <φανᾶν>· θέλειν
- <φάναοι>· ἄρνες
- <φάνας>· [ἐκλάμψας, ἢ] τὰς ἐκλάμψεις
- <φανόν>· τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ <λυχνοῦ-
χον> ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν
- <φάντα>· λάμποντα
- <φαντάζομαι>· συκοφαντοῦμαι
- <φαντάζου δόμων .....>· φαίνου
- <φαντάσας>· δείξας
- <φαντασία>· τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι
- <φάντι>· εἰπόντι
- <φαντίζοιτο>· φαίνοιτο
- <φάντος>· εἰπόντος. [ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά
- [<φανοτάτη>· φωτεινοτάτη
- <φαορκίς>· τρυγίς]
- <φάος>· φώς, ὄρθρου ἀνατολή
- <φάος ἠελίοιο>· ἡ αὐγή
- <Φάπην>· τὴν Παφίην
- <φαραγγαῖον>· τῆς φαρέτρας τὸ κάλυμμα
- <φάραγξ>· τάφρος, κοίλωμα
- <φάραγξι>· κοιλάσι
- <φάραι>· ὑφαίνειν, πλέκειν
- <φαραιδάκη>· μυρίκη
- <φάργμα>· φραγμός
- <φαρέτρα>· βελοθήκη
- <φαρετρεών>· τοξότης
- <φάρη>· ἱμάτια. νεφέλαι
- <φαρικόν>· φάρμακον σύνθετον θανάσιμον
- <φάριον>· τὸ(ν) ἐρεοῦν ......
- <Φᾶρις>· ὄνομα πόλεως
- <φαρκάζει>· κλέπτει
- <φαρκιδούμενοι>· στυγνάζοντες
- <φαρκίς>· ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦ-
σα. [ἢ στολίς
- <Φαρκίδων>· ῥυτίδων. ἢ πόλις
- <φάρκες>· νεοσσοί
- <φάρκτου>· φυλακὴν σκεύαζε
- <φάρμακα>· βοτάναι. χρώματα. καὶ πᾶσα πόα
- <φαρμακεύεται>· σκευάζεται, ἀρτύεται
- <φαρμακίτης>· ἀδ[δ]ηφάγος
- <φαρμακίς>· ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς
- <φαρμακοί>· καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή
- <φαρμακή>· ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις
- <φάρμακον>· ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν
ζώων
- <φαρμακῶνες>· τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι
- <φαρμάξαι>· ὀξῦναι. βάψαι
- <φαρμάξασα>· ἀπατήσασα
- <φαρμάσσει>· [φαρμακεύεται,] θεραπεύει, φαρμακεύει
- <φαρμάσσων>· βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων
- <φαρματτόμενος>· κολακευόμενος. ἀλειφόμενος
- <Φάρος>· ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ
- <φάρος στέλ(λ)ων>· τὸ περιβόλαιον στέλ(λ)ων, ἢ τὸ ἅρμενον
- <φαροῦν>· ἀροτριᾶν
- <φάρσος>· τρύφος, κλάσμα. πτερύγιον. [ἀκρωτήριον]
- <φαρύγεθρον>· ὁ κατὰ τὰ παρίς(θ)μια τόπος
- <φαρυγίνδην>· ἀντὶ τοῦ (κατὰ) γαστριμαργίαν
- <φάρυγξ>· λάρυγξ, βρό(γ)χος, στόμα
- <φαρυμός>· τολμηρός, θρασύς
- <φαρβό>· ὁμοίως
- <φαρύνει>· λαμπρύνει
- <φαρῶσαι>· ἀρόσαι, νεῶσαι. λαμπρῦν[θῆν]αι
- <φάς>· εἰπών
- <φάσακες>· συκοφάνται
- *<φάσγανον>· ξίφος, παρὰ τὸ <φάσαι>, ὅ ἐστιν ἀνελεῖν
- <φασγάνεται>· ξίφει ἀναιρεῖται
- <φασγανιῶσαν>· ἐξιφισμένην
- <φασγανίων>· ἐξιφισμένων
- <φάσεις>· ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι
- <φάσθαι>· λέγειν
- <Φασιανοί>· ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν
- <Φᾶσις>· ποταμὸς Κόλχων
- <φασκάδες>· ὄρνεις ποιοί
- *<φασί>· λέγουσι
- <φάσκει>· λέγει
- <φάσκοντα>· λέγοντα
- <φάσκος>· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
- <φασκώλιον>· βαλάντιον δερμάτινον. <Φάσκωλος> δὲ τὸ μέγα, εἰς ὁ
τὰ ἱμάτια ἐμβάλλεται
- *<φάσκω>· λέγω
- <φάσμα>· φάντασμα. σημεῖον, τέρας
- <φασσοφόνῳ>· τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ
τὴν τρυγόνα
- <φάτε>· εἴπατε
- <φατέ>· λέγετε
- <φατίζει>· λέγει. χωρίζει
- <φατιρίς>· εἶδος ὀρχήσεως
- <φάτης>· ψεύστης
- <φάτις>· φήμη. δόξα. λόγος. κλῃδών
- <φάτνη>· καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων
- <φατνώματα>· σανιδώματα
- <φατνωτῶν>· σανιδωτῶν
- <φάτο>· εἶπε. διενοήθη, ὑπέλαβεν
- <φατοί>· τεθνεῶτες. ῥητοί
- <φατός>· ὁμοίως
- <φατόν>· τεθνηκός. ῥητόν
- <φατός>· στοίβη. φήμη
- <φᾶτραι>· σύστημα
- <φατρία>· σύνταγμα, σύστημα
- <φάτριν>· τόπον ὕπαιθρον, ἐρείπιον, φάνα
- <φατῶσαν>· γνῶθι
- <Φαῦδα(ι)>· γένη Σκύθαι
- <φαύειν>· ποιεῖν .....
- <φαύζειν>· φρύγειν
- <φαῦλα>· κακά. δόλια. εὐτελῆ
- <φαυλία>· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας
- <φαύλια>· μῆλα τὰ μεγάλα
- [<φαύλιον>· ἁδρόν, καλόν]
- <φαύλιξ>· ὀρθός
- <Φαῦνος>· Ἰταλικὸς θεός
- <φαυλίστρια>· ἡ καταγελῶσα
- <φαῦλον>· ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν
- <φαῦλος>· κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος
- <φαύλως>· ὁλοσχερῶς, καὶ τὰ ὅμοια
- <φαῦνος>· φαίνων αὑτόν
- <φαυόν>· ἀκανθῶδες φυτόν
- <φαυόφοροι>· Αἰολεῖς, ἱέρειαι
- <φαῦρος>· κοῦφος
- <φαύσιγγες>· αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ
τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας. δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταί- νας καὶ λαμπηδόνας
- <φαῦσις>· φῶς, φέγγος, φωταυγία
- <φαῦσμα>· σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμ-
μάτων
- <Φαῶν>· εὐμόρφων, ἐγένετο ἠρέσθην
- [<Φέακες>· ἔθνος Φεάκων]
- <φέβεσθαι>· φεύγειν
- <φέβομαι>· φεύγω, φοβοῦμαι
- <φέβοντο>· ἐφοβοῦντο, ἔφευγον
- *<φοβεῖ>· διώκει, φεύγει
- *<φοβψίς>· λαμπρὸν φαίνουσα
- <φέγγουσαν>· λαμπρύνουσαν
- <φέγγος>· φῶς ἡμέρας, φέγγος σελήνης
- <Φειά>· πόλις Θεσσαλίας
- <φειδαλφιτῆσαι>· φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι
- <φείδεσθαι>· ἐλεεῖν
- [<φειδικόμισος>· ἡ διὰ μαρτύρων πίστις]
- <φειδός>· φειδωλός
- <φειδοῦς>· φειδωλίας
- <φειδώ>· τὸ φείδεσθαι
- <φειδώλιον>· δίφρος, σφέλας. χόρτος
- <φειδωλός>· φειδόμενος δαπάνης, σκνιφός
- <Φείδων>· ὄνομα κύριον
- *<Φεισών>· ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ
δὲ Ἕλλησι Γάγ(γ)ης
- *<φεῖσαι>· ῥῦσαι, σῶσαι
- <φελγύνει>· ἀσυνετεῖ, ληρεῖ
- <φελλά[ν]τας>· λίθος σκληρὸς ἀπὸ τόπου
- <φελλεῦον>· ἐπιπλέον
- <φελλεύς>· τὸ δυσεργὲς χωρίον
- <φελλίνιοι>· ὀροβάκχαι
- <φελλίνας>· κοῦφος, ἀπὸ τοῦ φελλοῦ
- <φελλός>· [σκληρὸς τόπος καὶ δυσεργής, καὶ ἐξ ἐπιπολῆς πετρώδης. καὶ]
φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν. [τὸ δὲ αὐτὸ καὶ <φελλεύς.>] [καὶ τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα.] [καὶ ἀλαζών]
- <φένακας>· ἀπατεῶνας
- <φέναξ>· χλευαστής, ἀπατεών, ψεύστης, πλάνος
- <Φενεός>· [Φενέα] πόλις Ἀρκαδίας
- [<φεννίδα>· παιδιὰν σφαίρας]
- <φεννίον>· μηδικὴ ὁδός. Παμφύλιοι
- [<φεννίς>· εἶδος παιδιᾶς μετὰ σφαίρας]
- <φέννος>· θάνατος. ἐνιαυτός
- <Φέραι>· πόλις τῆς Ἠλείας
- <Φεραία>· Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην
- <φεραυγές>· κατάλαμπρον
- <φέρβειν>· τρέφειν, βόσκειν
- <φέρβεται>· τρέφεται
- <φέρβητας>· νομεῖς
- <φερβόμενος>· τρεφόμενος
- [<φερέγγους>· φέρων τὸ βιβλίον, ἢ τῇ βίβλῳ ἐμφερομένους]
- <φερέγγυος>· ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. <Ἔγγυος> βέβαιος
- <φερέγγυον>· βέβαιον, δυνατόν
- <φέρειν>· λαμβάνειν. βαστάζειν. ὑπομένειν
- <Φερεκλέα>· τὸν Ἄδωνιν
- [<φερεντάριοι>· τάγμα στρατιωτικόν]
- <φερέοικος>· ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γα[λ]λῇ ὑπὸ δ(ρ)υσὶ καὶ
ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον
- <φερέσβιος>· ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός
- <φέρεσκον>· ἔφερον
- <Φέρητος>· ὄνομα κύριον
- [<φέρι>· ἄγριε ἢ ἄγριαι]
- <φέριστε>· βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ. [καλλίον. μείζον]
- <φ(έ)ρμια>· ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ
ἀγγεῖα, οἷον σπυρίδια
- <φερνάς>· προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα
τὰ φερόμενα
- <φερνή>· προίξ, δῶρα νυμφικά
- <φέροντο>· προσεφέροντο
- <φεῤῥεύει>· ἀποφέρει
- <Φερ(ρ)εφάττιον>· τόπος ἐν ἀγορᾷ
- <Φερσεφόνεια>· ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, του-
τέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, (ἢ) ἀπὸ τοῦ φέρειν ὄ(ν)ησιν
- <φερτάζει>· φέρει
- <φέρτατος>· ἀγαθώτατος
- <φέρτε>· φέρετε, κατὰ συγκοπήν
- *<φέρτατον>· κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον
- <φέρτερον>· κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον
- <φέρτρον>· φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη
- <φέρτρυς>· ἆθλος. Θούριοι
- <φέρων>· λαμβάνων
- <φερώνυμος>· ἀληθεύων τῷ ὀνόματι
- <φετμαῖς>· ἐντολαῖς, παραγγελίαις
- <φεῦ>· σχετλιασμοῦ ἐπίῤῥημα
- <φεύγει>· ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς
ἢ μοιχείας φαμέν
- <φευκτά>· φεύξιμα
- <φευκταῖοι>· ἀποτρόπαιοι
- <φεύξεσθαι>· φεύγεσθαι
- <φεῦ φεῦ>· ἴσον τῷ οἴμοι
- <φεψάλυξ>· φέψελος, σπινθήρ, ἄνθραξ
- <Φηγαιεύς>· δῆμος Αἰγηΐδος
- <φήγινος>· δρύϊνος
- <φηγός>· ἡ δρῦς
- <φηδαινής>· ἀφρενής
- [<φηδῶσαι>· ἀπατῆσαι. φθεῖραι, ἀπολέσαι]
- <φηληκόθρεπτον>· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
- <φήληξ>· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
- *<φῆ>· εἶπεν, ἔλεγεν
- <φηλήτῃσι>· λῃσταῖς
- <φῆλον>· ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον
- <φηλωθείς>· ἀπατηθείς
- <φηλωθεῖσα>· ἀπατηθεῖσα
- <φηλώσωμεν>· ἀντὶ τοῦ βοήσωμεν
- <φήματα>· ῥήματα. φάσματα
- <φημασι.μεν>· βοήσωμεν
- <φήμη>· ἀκοή, ὀνομασία
- <φημί>· λέγω. ὑπολαμβάνω
- <φημίζεται>· μαντεύεται. λέγει
- <φῆμις>· φήμη, κλῃδών, φωνή, λόγος
- <φῆν>· εἶπον, λέγων
- <φήνας>· δείξας
- <φηνάσης>· δειξάσης
- <φήνη>· ἀετοῦ εἶδος
- <φηνόν>· λαμπρόν
- <φήνωσι>· δείξωσι
- <φῆρα>· θῆρα. εἶπεν
- <Φῆρες>· οἱ Κένταυροι, Αἰολικῶς
- <φηρία>· θηρία. Αἰολεῖς
- <φῆρον>· ἡ τῶν ἀρχαίων θεῶν τροφή
- <φῄς>· λέγεις. ὑπολαμβάνεις
- <φῆσθα>· λέγεις. ἔφησθα
- <φήσομαι>· λέξομαι, βοήσομαι
- [<φητώ>· στρόφιγξ]
- <φθαίημεν>· φθάσωμεν
- <φθάν>· ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί
- <φθάνει>· καταλαμβάνει, προλαμβάνει
- <φθατήση>· φθάσῃ
- <φθεί(ει)>· θνήσκει
- *<φθαρτόν>· θνητόν
- <Φθειάδος>· Θετταλικῆς
- [<φθειμένων>· ἀποθανόντων]
- *<φθάνει>· ἀναλίσκεται
- [<φθεινόπωρον>· τροπὴ κατὰ τὸ θέρος. ἢ νόσος]
- <φθείρ>· ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ
ἰχθῦς τις
- <φθεῖρα>· φθειρίασις
- <φθείρεται>· πλανᾶται. ἀπόλλυται
- <φθειροκομίδης>· φθειρῶν γέμων
- *<φθείης>· φθαρείης
- <φθειρῶν ὄρος>· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυς[ι].
τῶν γὰρ στροβίλων τὰ ἐντὸς <φθεῖρας> καλεῖσθαι
- *<Φηρσί>· Κενταύροις
- <φθείσονται>· διαφθαρήσονται
- <φθῆ>· ἔφθασεν
- <φθήῃ>· φθάσῃ πρότερος
- <φθῆναι>· φθάσαι, προλαβεῖν. [δεῖξαι]
- <φθήσεται>· καταλήψεται. φθάσει [καὶ
- <Φθία>· πόλις Θεσσαλίας
- <φθιακόν>· τμητικόν
- <φθιεῖ>· φθίσει
- <φθίμενοι>· θανόντες
- <φθίμενος>· φθαρείς, θανών
- <φθίνα>· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
- <φθινὰς ἁμέρα>· τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει
- <φθινάσμασι>· φθίσεσι
- *<φθίναντος>· λήγοντος, παυομένου, ἀναλισκομένου
- <φθίνοντος μηνός>· λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ
ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκά- δος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης
- <φθινόντων>· φθειρομένων
- <φθινόπωρον>· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς
πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγού- στου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
- <φθινύθειν>· φθείρεσθαι, τήκεσθαι
- <φθινύθουσιν>· εἰς φθίσιν ἄγουσιν
- <φθινύουσι>· φθείρονται
- <φθίνουσαν>· ἐλαττουμένην
- <Φθῖοι>· οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι
- <φθίρ>· ὁ τῆς πίτυος καρπός
- <φθῖσα>· ἡ λεπτὴ ἀπὸ φθίσεως
- <φθίσεσθαι>· θανεῖν
- <φθισήνορα>· ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν
- [<φθισκός>]· φθισικός
- *<φθίσει>· ἀπολέσει
- *<φθίσθαι>· ὀλές(θ)αι
- <φθισίμβροτος>· ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας
- <φθίσων>· εἰς φθίσιν ἄξων, [καὶ φθέρσων] καὶ φθερῶν
- <φθ[ίνο]ῖτο>· θάνοι[το] ἢ ἔθανεν
- <φθιτοί>· φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα
- <Φθιώταν>· Θετταλικήν
- <φθογγή>· φθέγμα, ἢ φωνή
- <φθόγγος>· φθογγή, φωνή, καὶ τὰ ὅμοια
- <φθόη>· φθίσις, φθορά, λύμη
- *<φθοατήσει>· φθάσει <κτήσασθαι>
- <φθόϊς>· πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον
ψῆγμα τοῦ χρυσίου
- <φθονεῖς>· ζηλοῖς, βασκαίνεις
- <φθονερός>· ζηλωτής, ζηλότυπος
- <φθόνος>· πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ
- <φθορά>· ὄλεθρος
- <φθόσις>· φθίσις
- *<φθίδιον>· ὀλιγοχρόνιον, ὀλίγον
- *<φθήρεται>· ὀδύρεται
- <φία>· πιονία
- <φιαρόν>· λαμπρόν, καθαρόν
- <φιαρύνει>· λαμπρύνει
- <φιβάλεως>· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
- [<φίβλα>· πόρπη], φικίον [περόνη]
- <Φῖγα>· φῖκα. σφίγγα
- <Φιγάλ(ε)ια>· ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων
- <φιδάκνη>· π[ε]ιθάριον μικρὸν στενόν
- <φιδίτια>· συσσίτια
- [<Φιδίαι>· λιθοξόοι]
- [<φίδωλος>· ἐπιθυμητός]
- <φίδνα>· ῥίζα ἡ Ἀχίλλειος καλουμένη
- [<φιδρόν>· καθαρόν, λαμπρόν, ἁγνόν, ἱλαρόν]
- <Φίκιον>· ὄρος Θηβῶν
- <φίλα>· προσφιλέστατα
- <φῖλαι>· φίλησον
- <φιλαίμων>· φιλῶν τὸ αἷμα
- <φιλαίτατος>· φίλος σφόδρα
- <φιλαίτιοι>· μεμψίμοιροι
- <φιλαίτιος>· μεμψίμοιρος
- <φιλακριβοῦντες>· μετ' ἀκριβείας διαχωρίζοντες
- <φιλακροάμονας>· .......
- <φιλαλήθης>· ὁ τὴν ἀλήθειαν φιλῶν
- <φιλαλληλίαν>· οἱ φιλοῦντες ἀλλήλους
- <φίλαξ>· δρῦς, νέος. Ἠλεῖοι
- <φιλαπεχθημόνως>· φιλομίσως, φιλοῦντα μισεῖσθαι
- <φιλαργυρία>· φιλοχρηματία
- <φίλατο>· ἐφίλησεν, ἠγάπησεν
- [<φιλαυρᾶ>· τὰ κακά, τὰ ἄτοπα]
- <φιλαυτία>· τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν
- <φίλαυτοι>· οἱ ἑαυτοὺς φιλοῦντες
- <φιλεῖ>· εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ
- *<φιλέεσκεν>· ἐξένισεν
- [<φιλεκήδωτον>· κηδεμονικόν]
- <φιλένδοτος>· ἐλεήμων
- <φιλεόντων>· φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν
- <φιλέουσα>· φιλοῦσα
- <φιλεργήσασι>·
- <φιλεργοί>· οἱ τὸ ἔργον φιλοῦντες
- <φιλέριδες>· οἱ ἀγαπῶντες ἐρίσασθαι
- <φιλέταιρος>· πεφιλημένος
- <φιλέψιος>· φιλοπαίγμων. φιλοπάλαιστρος
- <φίλη σχίνου>· παραφυάς
- <φίληθεν>· ἐφιλήθησαν
- <φιλήμης>· φιλίας
- <φίλην>· φιλίαν, ἢ τὴν προσφιλεστάτην
- <φιλήρετμοι>· φιλόκωποι, φιλοναῦται
- <φίλησα>· ἐξένισα, ἠγάπησα
- <φιλήσια>· φιλοτήσια, προσφιλῆ
- <φιλησίαις>· κλεψοσύναις
- <φιλήτης>· κλέπτης, λῃστής
- <φιλήτωρ>· ἐραστής
- <φιλητῶν γένος>· κλεπτῶν
- <φίλια>· προσφιλέστατα
- [<φιλιάζετο>· ἐχωρίσθη αὐτῶν]
- [<φιλίδα>· σύριγγα]
- <φιλιός>· ὁ ἀποτρόπαιος, κατ' εὐφημισμ[έν]όν
- <φίλιπποι>· μοιχοί
- <Φιλιστίδ(ε)ιον>· νόμισμά τι
- <φιλίων>· ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ
μέτρον, ὡς τὸ καλλίων· ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα
- <φιλόδικος>· φιλοπράγμων
- [<φιλοδοτεῖν>· λεπίδας ἔχοντι]
- <φιλόθακος>· ἀργή
- <φιλοθεάμων>· φιλοθεωρητής
- <φιλοθεάμοσι>· φιλοθεωρηταῖς
- <Φιλοθερς(ε)ίδης>· Φιλοθέρσου παῖς
- <φίλοιφος>· πασχητής
- *<φίλοι>· προσφιλέστατοι
- *<φιλοκαλία>· [φιλοῦσα τὰ σπάστρα
- *<φιλοΐστωρ>· φιλῶν ἱστορεῖν
- <φιλόκαλος>· φιλόκοσμος
- <φιλοκέρτομε>· φιλῶν σκώπτειν
- <φιλοκηδής>· ὁ κηδεμονικός
- <φιλοκνήμιδες>· φίλοπλοι
- <φιλοκρινεῖν>· διαιρεῖν
- <φιλοκτέανος>· φιλοκτήμων, φιλοχρήματος
- <φιλοκτεανώτατε>· φιλοχρηματώτατε
- <φιλοκτήμων>· φιλοχρήματος
- <φιλολάμπαδος>· ἡ Ἄρτεμις
- <φιλολόγος>· ἀσκητής. πολυλάλος
- <φιλολόγος>· λαλιός, λάλος
- <φιλομειδής>· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά
- <Φιλομηλείδης>· οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ
τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης
- [<φιλομύθω>· πεπλασμένω λόγω]
- <φίλον>· προσφιλές
- <φιλόνεικος>· μάχιμος, φίλερις. <Φιλονεικία> γὰρ ἡ μάχη
- <φιλοπευστεῖν>· ἀκούειν. μανθάνειν. ἐρωτᾶν
- <φιλοπευστοῦντα>· ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα
- <φιλοποιός>· φιλεργός
- <φιλοπονία(ι)>· σπουδαῖα ἔργα
- <φιλοπόνος>· φιλεργός, σπουδαῖος
- <φιλόπυστος>· φιλοπράγμων
- <φιλόσοφος>· ὁ πάντων πειραθείς, φιλομαθής
- <φιλόστοργος>· φιλότεκνος. [<Φιλοσόφους> τέ φασι Λυδούς, τοὺς
κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς [καὶ φιλοσόφους] καὶ σοφιστὰς ἔλεγον
- <φιλόστροφος>· εὐμετάβολος
- <φιλό[σύμ]μαχος>· φιλολοίδορος, μάχιμος
- <φίλος>· ὁ προσφιλής
- <φιλότης>· φιλία, ἡ συνουσία
- <φιλοτησία>· πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας
- <φιλοτήσια ἔργα>· ἀφροδίσια, τὰ συνουσιαστικά
- <φιλοτιμεῖται>· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ
- <φιλοτιμία>· δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη
- <φιλότιμος>· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι
- <φιλοτιμούμενοι>· δαψιλῶς τιμῶντες
- <φιλοτίμως>· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς
- <φιλοφρονοῦμαι>· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι
- <φιλοφροσύνη>· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα
ἢ φίλια φρονεῖν
- <φιλοχωρῶν>· τὴν χώραν ἀγαπῶν
- <φιλοψεύστης>· ὁ τὸ ψεῦδος φιλῶν
- <φιλόψυχον>· ἄψυχον
- <φίλτατα>· τὰ ὄμματα καὶ προσφιλέστατα
- <φίλτατοι>· φιλικώτατοι
- <φίλτρον>· φιλία
- <φίλυδρα>· (ἃ) φιλεῖ τὸ ὕδωρ
- <φιλύρινον>· ἀσθενές
- <φιλυρόν>· εὐῶδες. [ἐλαφρόν
- <Φιλωνίδας>· ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης
- <φίλως>· ἡδέως
- <φίλως χ' ὁρόῳτε>· ἡδέως ἂν βλέποιτε
- <Φιλώψ>· κρήνη. ἢ φίλος
- <φιλωτερίς>· κασταναία
- *<φιλώτατα>· φίλτατα
- *<φιλώτατος>· φίλτατος
- <φίμα>· κημός, παραστόμιον, φιμός
- <φιμοῖ>· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει
- <φιμοῖ>· δεσμοῖ
- <φιμοῦν>· δεσμεύειν, καὶ τὰ ὅμοια
- <φίν>· αὐτοῖς, ἢ αὐταῖς
- <φίνακα>· δρῦν
- <φίνηται>· συντιθῇ
- <φίσκος>· δημόσιον, ταμεῖον πολύχρημον
- <φισκοσυνήγορος>· ὁ ταμιείων συνήγορος
- <φίτρον>· μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον.
καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι
- <φῖτυ>· φυτόν, φύτευμα
- <φίτυμα>· τέκνον, γέννημα
- <φιτύσατο>· ἐγέννησεν
- <φλᾷ>· θλᾷ, μαλάττει, συντρίβει
- <φλαδιᾶν>· θλαδιᾶν, μαλάττειν, τύπτειν
- <φλᾶν>· μαλάσσειν πληγαῖς
- <φλανύσσει>· φλυαρεῖ, ληρεῖ
- *<φλασμός>· τῦφος
- <..φλασμένος>· τετυφωμένος
- <φλάσας>· θλάσας
- <φ(λ)αυρικῶς>· ἀηδῶς
- <φ(λ)αῦρα>· φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ
- <φλέβαι>· νεῦρά τινα αἵματος δεκτικά
- *<φίλιππος>· στόμα χειρῶν, ἢ λαμπάδος
- <φλέγει>· καίει. λαμπρύνει
- [<Φλέγεια>· ἡ νῦν Πελλήνη]
- <φλέγεται>· καίεται. λαμπρύνεται
- <φλέγμα>· φλόξ, καῦσος, παρὰ τὸ φλέγειν
- <φλεγμαίνει>· ὀγκοῦται, φυσοῦται
- <φλεγματίς>· ἡ φλέγματα ἔχουσα
- <φλεγματόεν ἔκρηγμα>· τῆς φλογός
- <φλεγμός>· τὸ αἷμα
- <φλέγος>· τὸ φλέγμα
- <Φλεγύαι>· ἔθνος ὑβριστικὸν καὶ ἀσεβές
- <φλεγύας>· ἀετὸς ξανθός, ὀξύς
- *<φλέγωμεν>· καίωμεν. λαμπρύνωμεν
- <φλεγυρά>· ὑβριστική. λαμπρά
- *<φλέγουσι>· βλάπτουσι
- <φλεγυροῦ>· βλαβεροῦ
- <φλεδονεῖ>· ἀναισθητεῖ, φλυαρεῖ. καὶ <φλεδονεύεσθαι> τὰ αὐτά
- <φλεδονώδη>· φλύαρα, ληρώδη
- <φλέδων>· φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης
- <φλεῖ>· γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ
- *<φλέβηα>· φλυαρία
- <φλέξαι>· κατακαῦσαι
- <φλεξεντιής>· ἱππικὴ τάξις παρὰ Ῥωμαίοις
- <φλέοντας>· φιλοῦντας, ἢ φλυαροῦντας
- <φλεός>· βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός
- <φλέψ>· μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι
- <Φλέω(ς)>· Διονύσου <ἱερόν>
- <φληδῶντα>· ληροῦντα
- <φληναφᾷ>· φλυαρεῖ, μωρολογεῖ
- <φληναφοι>· μωρολόγοι
- <φλήναφος>· φλύαρος, λῆρος, μωρολόγος
- <φληναφῶντα>· φλυαροῦντα
- [<φλῆφος>· φλύαρος]
- <φλιαρά>· χλιαρά
- <φλιᾶς>· τῆς θύρας παραστάδος
- *<Φλίαισμος
- <φλιδᾶν>· σήπεσθαι
- <φλιδάνει>· διαπίπτει, διαῤῥεῖ
- <φλιδιόωντο>· διε(ς)πῶντο. ἐτέμνοντο
- <φλιδόνες>· τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ
σφυγμοί
- <φλιδόωσα>· ῥηγνυμένη
- <φλίεθος>· καρποφόρος
- <φλίη>· πρόθυρον, ἢ παραστὰς τῆς θύρας
- <φλιοῦς>· ἡ τῶν καρπῶν ἔκχυσις
- <φλίψεται>· ἀποθλιβήσεται
- <φλῖψις>· θλῖψις
- <φλόγα>· φλογερόν
- <φλογερόν>· θερμόν, λαμπρόν
- <(φ)λόγε(α)>· λαμπρά, φλογώδη
- <φλογίδες>· κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι
- *<φλεγμονή>· ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος
τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός
- <φλογίδια>· αἱ κεγχρίδες δι' ἐλαίου σκευαζόμεναι
- <φλογίνη>· καυστική
- <φλογίσει>· καύσει
- <φλογμός>· καῦσος, [βρασμός,] καύσων, φλογισμός
- <φλογμῷ>· κατακαύσει, καταφλέξει
- <φλογόδερπνοι>· ἄνθρακες
- <φλογῶδες>· καυστικόν
- <φλογόλευκον>· ἐρυθρόλευκον
- <φλογώματα>· τῶν ἄρτων τὰ ἐπικεκαυμένα
- <Φλοιά>· τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες
- <φλοιδιᾶν>· πεπρῆσθαι
- <φλοιδούμενος>· ταραττόμενος
- <φλοινόν>· φλοιόν
- <φλοιόν>· τὸ λέπος τοῦ ξύλου
- <φλοῖ(ς)βος>· τάραχος. ἀφρός. ταραχή
- <φλόμος>· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ
<θρυαλλίς>
- <φλονίδες>· λεπίδες
- <φλόξ>· ἡ τοῦ πυρός. καὶ ἄνθος τι
- <φλουάζει>· φλυαρεῖ, ληρεῖ
- <φλοῦκτος>· εἶδος ῥοφήματος
- <φλοῦς>· φλοιός, λεπύχανον, λεπυρόν
- [<φλυάκια>· τὰ ψυδράκια]
- <φλύαξ>· μέθυσος, μεθυ[α]στής. γελοιαστής
- <φλύαρος>· φαῦλος, εὐήθης
- <φλυάσσει>· φλυαρεῖ. φλύει
- <φλυδᾶν>· διαχεῖσθαι
- <Φλυεῖς>· δῆμος τῆς Πτολεμαΐδος φυλῆς
- <φλύζει>· ἀναζεῖ
- <φλύζειν>· ἀναζεῖν, φλύζεσθαι
- <Φλυήσιος>· ὁ Ἑρμῆς. καὶ μήν τις
- <φλυκτά>· κακά, σχέτλια
- <φλύκταινα>· τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι
- <φλύον>· βιβλίον. καθαρόν
- <φλύσει>· ἀποβαλεῖ. ἐμέσει. ζέσει
- <φλυσός>· στυβή. οἱ δὲ φλοιός
- <φλύσσει>· ἐρυγγάνει
- <φλυς(ς)ῶσα>· μαινομένη
- *<φοβεῖται>· φεύγει. κνίζεται
- <φόα>· ἐξανθήματα ἐν τῷ σώματι
- <φοβεῖ>· κνίζει. διώκει
- <φοβερόν>· δειλόν, ἔμφοβον
- <φοβερόν>· δηλητήριον
- <φοβεύμενος>· διωκόμενος
- <φόβη>· κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι
καθαροῦ
- <φοβῆσαι>· ῥῖψαι
- *<φόβος>· φυγή
- <φοβήσας>· ἔνθουν ποιήσας
- <φοβηθείς>· εἰς φυγὴν τραπείς
- <φοίβα>· ἀγὼν δρόμου
- <φοιβάζει>· μαντεύεται
- <φοιβαζόντων>· προλεγόντων
- <φοιβᾶναι>· λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι.
καὶ <φοιβάσαι> ὁμοίως
- <φοιβᾶσθαι>· καθαίρε[ῖ]σθαι
- <φοιβητεύειν>· χρησμῳδεῖν
- <φοιβήτρια>· καθάρτρια
- <φοῖβοι>· Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς
- <φοῖβος>· καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος
- <φοίνια>· πυῤῥά
- <φοινιά(ς)>· ἐρυσίβη
- *<φοίνικι>· ἐρυθρῷ βάμματι
- <Φοινικελίκτην καὶ λόγων ἀλαζόνα>· ἀπατηλὸν καὶ κάπηλον
- <Φοινικίοις γράμμασι>· Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος
αὐτὰ ἐκ Φοινίκης κεκομικέναι
- [<Φοινικήϊ(α) γράμματα>· ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνο-
μάσθαι αὐτά
- *<φοιν(ή)εντα>· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν
τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν
- <φοινικάδες>· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
- <Φοίνικες>· γένος τι Ἀθήνησιν
- <Φοινικκία>· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ......
- [<φοινικέγκτον>· ἀπατηλόν]
- <φοινικήϊον>· πυῤῥόν
- <φοινικ[η]ίδες>· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
- <φοινικιστής>· παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· "<ἀπέκτεινεν
ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον>"
- (*)<φοίνια>· κύναρος πυῤῥά
- *<φοίνικι φαεινόν>· φοινικίνῳ χρώματι λελαμπρυσμένον
- *<φοινικολόφοιο>· ξανθο[ῦ]λόφου
- *<φοίνικος ἔρνος>· περιφραστικῶς τὸν φοίνικα
- *<φοινικῆς>· ὅπλον ἐρυθρόν
- <φοινικοβάλανα>· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου
- <φοινικόεσσα>· πυῤῥὰ τῷ χρώματι, ἐρυθρά
- <φοινικόλεγνον>· Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον
ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει
- <φοινικοῦν>· πυῤῥόν, κόκκινον, αἱματῶδες
- <φοινίκουρος>· ὄρνις ποιός, καὶ ὁ ἐρίθακος
- <φοινικοῦς μάστιγας>· διὰ τὸ τὰ νῶτα φοινίσσειν
- <φοινικόχλοος>· ξανθόχλοος
- <φοῖνιξ>· τὸ δένδρον
"φοίνικος νέον ἔρνος" καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι
- <φοινίξαι>· αἱμάξαι. βάψαι
- <φοίνιον>· φο(ι)νόν, δεινόν. ἐρυθρόν
- <φοίνισσα>· εἶδος ἀμπέλου
- <φοινίσσων>· βάπτων, ἐρυθρῶν
- <φοίνικες>· γλυφαί
- <φοινιχθέντων>· αἱμαχθέντων, αἱματωθέντων
- <φοινόν>· πυῤῥόν
- <φοιτᾷ>· ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται,
παραγίνεται
- <φοιταλέος>· παράκοπος, μανιώδης
- <φοίτης>· ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ
- <φοιτήσας>· παραγενόμενος
- <φοιτητής>· μαθητής
- <φοῖτος>· μανία, λύσσα
- <φοιτῶν>· ἀναστρεφόμενος
- <φοιτῶντα ἄνδρα μανιάσι>· λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν
<φοῖτον> ἔλεγον, τουτέστι τὸν μεθ' ὁρμῆς μεμηνότα
- <(Φο)λέγανδρος>· νῆσος ἐρήμη
- <φολιά>· πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ
- <φολίδες>· αἱ λεπίδες τοῦ ὄφεως
- <φολίς>· λεπίς. καὶ σύριγξ πολυκάλαμος
- <φολκός>· στραβός. οἱ δὲ λιπόδερμον
- <φόλυες κύνες>· οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς
- <φολύνει>· μολύνει, καταπ(ί)μπλησιν
- <φοναί>· οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται
- <φονᾶν>· τὸ ἐπὶ φόνον μαίνεσθαι
- <φονίαις>· φονοκτόνοις
- [<φονίς>· ἰχθῦς ποιός]
- <φόνος>· ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα
- <φονώντων>· πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων
- <φονῶσα>· φόνου ἐπιθυμοῦσα
- <φοξός>· λιπόδερμος. ὀξυκέφαλος
- <φορά>· πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή
- <φοράδες>· αἱ θήλειαι ἵπποι
- <φοράδην>· ὁ φερόμενος βασταγμῷ
- <φοράν>· τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν
- <φορβάδες>· νομάδες. φοιτάδες. βοσκήματα
- <φορβάδην>· πάντα φερόμενον. νομάδων, βοσκημάτων
- <φόρβαντα>· ἰατρικὰ φάρμακα
- <Φόρβας>· Ἀττικὸς ἥρως
- <φορβε(ι)ά>· ἕλκυστρον, περιστόμιον, καπίστριον
- <φορβειά>· ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ
- <φορβή>· βορά, τροφή, βοτάνη, βρῶσις
- [<φορβαίαν>· περιστόμιον, καπίστριον]
- <φόρβια>· φάρμακα. οἱ δὲ <φόρβα
- φορβώμενος>· τρεφόμενος
- <φόρβον>· ἀπάνονα
- <φόρβυ>· τὰ οὖλα. Ἠλεῖοι
- <φοργάνη>· ἡ ἀραιότης
- <φορέεσκον>· ἔφερον, ἐβάσταζον, ἐφόρουν
- <φορεήσεται>· οἴσεται
- <φορεῖς>· οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν
ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες
- <φορε(ῖ)σθαι>· φέρεσθαι
- <φορεύμενα>· φορούμενα
- <φορεύουσι>· φοροῦσιν
- <φορῆες>· οἱ βαστάζοντες ἢ φέροντές τι
- <φορητά>· ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν
- <φορητούς>· ἐνεχθέντας βαστάκτως
- [<φορί>· τὸν ὑπὲρ τοῦ ἀγροῦ σῖτον]
- <φόριμος>· λυσιτελής
- <φορίνη>· ἡ παρ' ἐνίοις πυρίνη
- <φόριγγες>· τὰ ὕδνα
- <φόρκες>· χάρακες
- <Φορκίς>· μονόφθαλμος
- <φορκόν>· λευκόν, πολιόν. ῥυσόν
- *<φόρμικι>· τῇ κιθάρᾳ
- *<φορμίζειν>· κιθαρίζειν
- *<φόρμιξ>· κιθάρα ἡ τοῖς ὤμοις φερομένη
- <φόρμικα>· μύρμηκα
- <φορμίς>· σπυρίς
- <Φορμίων>· οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν
- <φορμίον>· πλέγμα ψιαθῶδες, φορμίδιον
- <φορμός>· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
- <φορμο(ρ)ραφούμεθα>· ὡς φόρμοι κατα(ρ)ραπτόμεθα
- <φορμοσίκων>· παχύς
- <φόροι>· δημόσιοι ἀπαιτήσεις
- <φορολογῆσαι>· φόρους συνάξαι
- <φορολόγητοι>· ὑποτελεῖς, λειτουργοί
- <φορολόγος>· ἐξάκτωρ. ὁ ἀπα(ι)τῶν τοὺς φόρους
- <φόρος>· ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα
- [<φοροτόν>· ὠγκώμενον, βαρύ]
- <φορτικά>· τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα
- <φορτικόν>· ὅμοιον
- <φορτίς>· φορτηγὸς ναῦς, πλοῖον
- <φόρτος>· φορτίον
- <φορύκαια>· δένδρον ποιόν
- <φορύνει>· φυρᾷ, μολύνει, συγχεῖ
- <φορύνετο>· ἐμολύνετο
- <φορύξαι>· συγχέαι, φυράσαι
- <φορύξαντες>· συγχέαντες, μολύναντες
- <φόρυς>· δακτύλιος ὁ κατὰ τὴν ἕδραν
- <φορυσσέμεναι>· μολύνειν
- <φορυτόν>· ἄχυρα, φρύγανα
- <φορυτός>· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρ-
τος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία
- <Φορωνεύς>· ὄνομα βασιλικόν
- *<φοροστά>· κιθαριστά
- [<φόσσατον>· ὄρυγμα]
- <φουάδδει>· σωμασκεῖ
- <φούαξιρ>· ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι
- <φοῦἱξ>· φῦσιγξ
- <φοῦσκος>· ὀξυκέφαλος
- <φοῦαι>· ἀλώπεκες
- <φουλίδερ>· παρθένων χορός. [δωρι]
- *<φυλλόμενοι>· τιλλόμενοι. Δωριεῖς
- <φ(ο)ύρκορ>· ὀχύρωμα
- <φόως>· φῶς. χαρά. σωτηρία
- <φόως ἐρέουσα>· τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα
- <φράγματα>· καταστρώματα
- <φραγμός>· τριγχός. ἢ καὶ ὁ νόμος
- [<φρᾶ>· φρένας]
- <φράδεν>· ἔλεγεν
- <φραδάον>· ἑρμηνεῦον
- <φραδέος>· συνετοῦ
- <φραδαῖσι>· βουλαῖς
- <φραδεύουσι>· λέγουσιν
- <φράδμονες>· ἔμπειροι, συνετοί
- <φραδῇ· [φράζε>· λέγει]
- φρονήσει, συνέσει
- <φραδμοσύνη>· σκέψις, βουλή, νόησις
- <φραδῶς>· φραστικῶς, φανερῶς
- <φράζει>· δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται
- <φράζεο>· λέγε, καὶ τὰ ὅμοια
- <φράζεται>· φραζόμενος, φράζουσιν>· ὁμοίως
- <φρανίζειν>· σωφρονίζειν
- <φραξάμενος>· κλείσας. ὁπλισάμενος
- <φράσαι>· διανοήθητι, σκέψαι
- <φράσαντας>· εἰπόντας. δείξαντας. λέξαντας.
- <φράσας ἢ φράσει>· τὰ αὐτά
- <φρασθέν>· λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια
- <φρασίζωον>· διασκεπτόμενον εἰς ζωήν
- *<φράσμων>· προσέχων
- *<φράσασθαι>· φρασθῆναι, συνιέναι
- <φράσις>· λέξις. διάλογος. ἑρμηνεία. <Φράσις> δὲ γένος Ἀθήνησι
- <φρασσάμενος>· σκεψάμενος, νοήσας, λογισάμενος
- <φράσσεται>· ἀσφαλίζεται. πληροῦται. ἀντέχεται
- <φράσον>· εἰπέ, λέξον. ἑρμήνευσον
- <φρασσόμεθα>· βουλευόμεθα. εἴπομεν
- <φραστῆρες>· μηνυταί
- <φραστύς>· σκέψις, ἔννοια. βουλή. φράσις. [καὶ <φράτωρ>· ἀδελφός]
- <φράτορας>· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς
- <φράτορσιν>· ἑταίροις, συμμάχοις
- <φραχθέντες>· ἀσφαλισάμενοι ἑαυτούς
- <φρέαρ>· πηγή, λάκκος
- <φρέαρ ὀρύττειν>· σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι
τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων
- <Φρεάριοι>· δῆμος τῆς Λεοντίδος φυλῆς
- <φρεάτεια>· τὰ βαθέα ὀρύγματα
- <φρεατοτύπανα>· ὄργανά τινα παρὰ Πολυβίῳ
- <φρείατα>· φρέατα
- *<φρεναπατᾷ>· χλευάζει
- <φρεναρτίους>· φρενήρεις
- [<φρέναι>· ἔννοιαι, φρονήσεις]
- *<φρένας ἐΐσας>· ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους
- [<φρενεῖν>· φρονεῖν διδάσκειν]
- <φρεμπάρωσις>· βλαψίφρων
- <φρένες>· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διά-
φραγμα τοῦ στήθους
- <φρενήρης>· ἀ(ρ)τίφρων
- <φρενοβλάβεια>· ἡ τῶν φρενῶν βλάβη
- <φρενί>· διανοίᾳ
- <φρενοκλοπεῖ>· ἐξαπατᾷ
- <φρενὸς ἔκστασις>· ὁ εἰς ἑαυτὸν μὴ ὤν ....
- <φρενοῦν>· φρονεῖν διδάσκειν, νουθετεῖν
- <φρενοῦται>· νουθετεῖται
- <φρενώσας>· παραλογισάμενος, ἀπατήσας
- <φρενώσει>· νουθετήσει
- <φρενωτήριον>· παραίνεσις
- <φρεσί>· διανοίαις
- <φρεσὶν ὁρμαίνοντα>· διανοούμενον
- <Φρεωρύχοι>· γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες
- *<φριμεῖται>· φριμάσσεται
- *<φρίν>· φρένα, διάνοιαν, γνώμην
- *<φρίζει>· φοβεῖται
- <φρήτηρ>· ἀδελφός
- <φρητία>· στόμα φρέατος
- <φρήτρα> καὶ <φρήτρη>· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβά-
δες. καὶ συσσίτια
- <φρίκα>· λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος
- <φρίκες>· χάρακες
- <φρίκη>· ψῦχος, τρόμος
- <φρικνόν>· φρικαλέον, δεινόν, φοβερόν
- <φρικτόν>· φρικῶδες, φοβερόν, πάνυ δεινόν
- <φρικωδέστερον>· φοβερώτερον
- <φριμάσσεται>· σκιρτᾷ. ἐπεγείρεται
- *<φρυᾶται>· βριμμένα
- <φρίξ>· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι
ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν
- <φρίξας εὐλόφῳ ς(φ)ηκώματι>· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος
- <φρῖξαν ἔθειραν>· ὀρθὴν ἔστησαν τὴν τρίχα
- <φριξολόφος>· ὀρθοχαίτης
- <φρίσσει>· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει
- <φρίσσει νῶτον>· τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει
- <φρίσσει>· φοβεῖται, δέδοικεν
- <φροίμια>· προοίμια, προῤῥήσεις. Ἀττικοί
- <φρόκλος>· περίπολος
- <φρονεῖν>· νοεῖν, διανοεῖσθαι
- <φρονέω>· φρονῶ, διανοοῦμαι
- <φρονέων>· φρονῶν, διανοούμενος
- <φρόνημα>· βούλημα, θέλημα
- <φρόνιμος>· σοφός, διανοητής
- <φρονηματισθείς>· ἐπαρθεὶς τῷ φρονήματι
- <φρόνιν>· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες
- <φρόνις>· φρόνησις. βουλή. διάνοια
- *<φρόνησις ἀκριβής>· νοῦς πράττων καλῶς
- <φροντίζει>· μεριμνᾷ
- <Φρόντις>· ὄνομα τοῦ κυβερνήτου Μενελάου·
Φρόντιν Ὀνητορίδην
- <φροντισταί>· φιλόσοφοι
- <φροντιστήριον>· διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχο-
λ(ε)ῖον. καὶ μοναστήριον
- <φρονῶ>· σωφρονῶ
- <φροῦδα>· ἀφανῆ, ἄφαντα. [φρυγανώδη]
- <φροῦδος>· πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς,
ἔκδημος, ἀφανής
- <φροῦδον>· ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον
- <φροῦδον>· τὰ αὐτὰ ........
- <φρουρά>· φυλακή. στρατός
- <φρουρεῖ>· φυλάττει, ἢ προφυλάττει
- <φρούριον>· προφύλαγμα, προφυλακτήριον
- <φρουρός>· φύλαξ, σωματοφύλαξ
- <φρύαγμα>· ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια
- <φρυάσσεται>· ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ
- <φρυάττεται>· ἐπαίρεται
- <φρύγανα>· ὕλη λεπτὴ καὶ ξηρά
- <φρύγετρον>· ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς
- <φρυγία>· ἡ φρύγουσα
- <φρυγίνδα>· παιδιᾶς εἶδος διὰ κυάμων
- <φρύγιον>· ξύλον ξηρόν
- <Φρύγιον ἱστόρησον>· πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώ-
μενος
- <φρύγιος>· ξηρός
- <φρυκτά>· ξηρὰ ἰχθύδια εὐτελῆ
- <φρυκτός>· μάντις. κλῆρος, σύμβολον. πυρσός
- <φρυκτὸς δελφίς>· κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν
Ὀλυμπίᾳ
- <φρυκτωρία>· πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις
- <Φρυνίχου πάλαισμα· ἐκφεύγειν τὰ Φρυνίχου κακά>
- <φρῦνος>· βάτραχος ἢ παχύς
- <Φρυνώνδας>· πονηρούς
- <Φρύξ ἢ Φρύγιος>· ἀπὸ Φρυγίας ἐθνικόν
- *<φρουρεῖ>· στρατεύεται
- *<φρυγά>· φυγή, τροπὴ εἰς φυγάς
- <φρῶν ἢ φρονοερῶν>, γυναικῶν
- <φῦ>· ἔφυ. ἐφήψατο
- *<φυγάς>· ἐξορίας
- <φυαῖς>· φύσεσι
- <φυγήν>· φεῦξιν
- *<φρυγμόν>· καῦσιν
- <φυγόσκειν>· φεύγειν
- <φύει>· γεννᾷ
- <φύεσθαι>· βλαστάνειν
- <φύζα>· φυγή. φόβος, ἀθυμία, δειλία
- <φυζακινή>· δειλή
- <φυζακινός>· δειλός. φυγάς. [δειλός]
- <φυζάναι>· φυγεῖν, δειλιάσαι
- <φύζηλος>· δειλός, φυγάς
- <φυή>· φύσις σώματος, ἡλικία
- [<φύημα>· κόπρος]
- <φυῆς>· φύσεως. [καὶ ἡ τοῦ σώματος ὑπόστασις
- <φύκα>· σχέτλια, οὐκ ἀνεκτά
- <φύκει>· εἶδος κομμωτικὸν γυναικεῖον
- <φυκία>· θαλάττια βρύα
- <φυκιόεν>· φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ
- <φυκιοχαίτην>· ψαφαροχαίτην
- <φῦκος>· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ
πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά.
- <φυκτά>· φευκτά
- [<φυκτῆρες>· φύλακες]
- *<Φυλιστιείμ>· πίπτον ποτίματι, ἤγουν μέθῃ
- <Φυκοῦντα>· Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πο-
λίχνιον ὁμώνυμον
- <Φυλάδα>· ἡ Ἑκάτη
- *<φῦλα>· ἔθνη. συγγενικὰ γένη
- *<φῦλα θεοῦ>· ἔθνη θεοῦ
- <Φυλακή>· φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτό-
νως δὲ ἀγρυπνία
- <φύλαξ>· φυλακτήρ
- <φυλακτῆρες>· φύλακες
- <φυλακτηρία>· παννυχίς
- <φυλαρχία>· πομπή τις
- <φύλαρχος>· φυλῆς ἄρχων
- <φύλαρχον>· χορήγιον
- <φυλάς>· τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα
- <Φυλάσιοι>· οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις
- <φυλάσσειν>· ἐπιτηρεῖν. ἄλλοι <δῶμα φυλασσέμεναι>
- <φυλατός>· ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν
- <φυλέτης>· ἐκ τῆς (αὐτῆς) φυλῆς, ὅ ἐστιν ὁμόφυλος
- <Φυλείδης>· Φυλέως παῖς ὁ Μέγης
- <φυλ[ε]ίης>· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος
δένδρου ὅμοιον πρίνῳ
- <Φυλή>· τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος
- *<φυλίη>· ἀγριελαία
- <φυλή>· τάγμα, μέρος πόλεως
- <φύλλα>· τὰ τῶν δένδρων
- <φυλλάδες>· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
- <φυλλάς>· ξηρὰ δάφνη ἔχουσα φύλλα
- <φυλλεῖα>· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ
φαῦλα
- <φυλλιᾶν>· τοπάζειν
- <φυλλιάς>· ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ <θρῖα>
- <Φυλλί[α]δαι>· γένος ἰθαγενῶν
- *<φύλλιον>· πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη
- *<φυλλεῖν>· ἀδολεσχεῖν
- *<φύλλες>· ἀλώπεκες
- <φυλλίδες>· τὰ τῶν ἀνθῶν, ἅ τινα <φύλλα> ἐκάλουν
- <φυλλίναι>· ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι.
καὶ εἶδός τι κυκεῶν(ος)
- <Φυλλίς>· ἡ Σάμος τὸ πάλαι
- <φυλ[λ]οβασιλεῖς>· ἐκ τῶν φυλ[λ]ῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτε-
λοῦντες
- <φυλ[λ]οκρινεῖν>· τὰς φυλὰς διακρίνειν
- <φυλοκρινο(ῦ)μαι>· ἐν τῇ φυλῇ διακρίνομαι
- <φῦλον>· ἔθνος, γένος
- <φύλοπις>· πόλεμος, μάχη
- <φῦμα>· ψώρα, ἢ ἕτερον φῦμα
- <φύματα>· ψυδράκια, ψῶραι
- <φύντων>· γεννηθέντων
- <φύξαι>· φύξειν. φυγεῖν
- <φύξηλιν>· φυγάδα, δειλόν, φυγοπόλεμον
- <φυξήλιδας>· δειλούς
- <φυξήλιον>· φυγαδικὸν <βίον>
- *<φυξῆ>· φυγῆ
- <φυξίμηλα>· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν
βοσκημάτων
- <φύξις>· φυγή
- <φυομένας>· γεννωμένας
- <φύος>· φύτευμα, γέννημα
- <φύππαξ>· ὅπερ ἡμεῖς <βόμβαξ>
- <φύραμα>· ζύμη. σπέρμα. ἢ ζημία
- <φυρᾶν>· ζυμοῦν. ταράσσειν τὰ ἄλευρα
- <φυραυτίς>· ὃ ἡμεῖς φύραν
- <φυρδήσκια>· σκωλήκια
- <φύρδην>· ἀτάκτως, συγκεχυμένως, ἀναμίξ
- <φύρει>· μολύνει. μαλάσσει. μιγνύει
- <φύρεσθαι>· μίγνυσθαι
- <φυρκηλίτοι>· τειχήρεις
- <φύρκος>· τεῖχος
- <φῦρμα>· κόπρος, ῥύπος
- <φυρμᾶται>· πτάρνυται
- <φυρμός>· μολυσμός, ῥύπος, μίασμα
- <φυροῖ>· μολύνει, ῥυποῖ
- *<φύρακες>· ἐλαφροί
- <φύρσω>· μολυνῶ
- <φυρτήτης>· οἶνος
- <φυρτίζεσθαι>· τὸ παίζειν συνεστραμ(μ)ένοις φυροῖς τοῖς ἱματίοις
- <φυρτοῖσιν>· εἰκαίοις, συμπεφυραμένοις. [οἱ δὲ ἄλφιτα οἴνῳ δεδευμένα].
συμπεφυρμένοις
- <φύς>· γεννηθείς. βλαστήσας
- <φῦσα>· φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ
πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός
- <φυσᾷ>· πέπρηται. ἐπήρτηται
- <φυσακτήρ>· ἄρτος ποιός τις ποπανώδης
- <φυσαλλίδες>· φυσητήρια. αὐλοί
- <φύσας>· γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας
- <φύσασθαι>· γεννῆσαι
- [<φυσγετός>· συρμός.] [φύσει δὲ σκληρόν]
- <φύσει>· βλαστήσει, ἀληθῶς φύει
- <φυς[ς]ητήρ>· ὁ τῶν κητωδῶν ἰχθύων αὐλός
- <φύσιγγος>· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [καὶ οἱ
πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα
- <φυσίζοος>· (ἡ τὰ) πρὸς τὸ ζῆν φύουσα
- <φυσικῇ ποιότητι>
- *<φυσίωσις>· ἔπαρσις, ὑψηλοφροσύνη
- <φυσιολογεῖ>· περὶ φύσεως διαλέγεται
- <φυσιολογία>· λόγοι φύσεως ἐξαγγελτικοί
- <φυσίον>· τὸ καθήλιον
- <φυσιούμεθα>· ἐπαιρόμεθα, τυφούμεθα
- <φυσιόων>· φυσιῶν, ἀσθμαίνων, πνευστιῶν
- <φύσις>· γένος. οὐσία. προαίρεσις
- <φυσίφρονες>· πεφυσημένοι τὰς φρένας, μάταιοι
- <φύσκων>· γάστρων, παχύς
- <φύσκη>· κοιλία, καὶ τὸ παχὺ ἔντερον
- <φυστὴ μᾶζα>· ἄτριπτος
- <φυταλιαῖς>· κήποις. [ἢ ταῖς γονίμαις καὶ φυτευτικαῖς]
- <Φυταλίδαι>· γένος παρὰ Ἀθηναίοις
- <φυταλίζειν>· φυτεύειν. πλησιάζειν
- <φυταλιῆς>· κήπου, δενδροφόρου γῆς
- <φυταλμίοις>· φυτευτικοῖς, γονίμοις
- <φυτάλμιος Ζεύς>· συγγενής, ἢ ζωογόνος
- <φυτάλμιοι>· ὁμοίως πληθυντικῶς
- <φυτεύει>· κατασκευάζει. γεννᾷ
- <φυτηκόμος>· σύνδε(ν)δρος τόπος
- <Φύτιος>· ἥλιος. ἢ Ζεύς
- <φύτλη>· γέννα, γένεσις, γένος
- <φύτορες>· γεννήτορες
- <φυτοσμῶν>· φεύγων
- <φυτοῦ>· φύματος
- <φύτρα>· φύσις. οἱ δὲ φυτήρια
- <φῦ χειρί>· ἐμπεφυκότως λαβοῦσα τῇ χειρί
- *<φύ.νται>· γεννῶνται
- <φυῶς>· φύσει
- <φῶ>· εἴπω
- <φώγειν>· φρύγειν
- <Φῶγος>· ......
- <φωΐδες>· τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς
φλυκταίνας
- <φώκη>· ζῶον θαλάσσιον
- <Φωκαεῖς>· ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον
- <φωκίων>· ὄρνις ποιός
- <φῶκος>· κῆπος θαλάσσιος ὅμοιος δελφῖνι
- <φωλάδες>· ἐμφωλεύουσαι
- <φωλάδι>· ἐμφωλευούσῃ
- <φωλάζει>· ἐμφωλεύει
- <φωλαΐδες>· ὀστράκινά τινα βρωμώδη
- <φωλεόν>· διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ
διδάσκουσιν. οἱ δὲ σπήλαιον
- <φωλεύει>· οἰκουρεῖ, κρύπτε(τα)ι
- <φωλητηρίοις· φωλητήρια> καὶ <φωλεαὶ> τῶν θ[ε]ιας(ωτ]ῶν καὶ
συνόδων οἶκοι
- <φωλητήρ>· ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί
- <φωλίς>· ἰχθῦς ποιός
- <φῶμεν>· εἴπωμεν
- <φωνασκεῖ>· φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ
- <φωνεῖ>· λέγει
- <φωνή>· ἡ τοῦ ἀνθρώπου
- <φωνήεις>· λαλῆσαι δυνάμενος
- <φωνήσας>· εἰπών, λέξας
- *<φωνεῖ>· λαλεῖ, λέγει
- <φῶντα>· λάμποντα
- <φώρ> καὶ <φῶρας>· κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ
ἑνικῶς
- <φωρά>· κλοπή
- <φωρᾷ>· ζητεῖ
- <φωραθείς>· εὑρεθείς, φανείς
- <φωραθῆναι>· γνωσθῆναι, (ἐ)λε(γ)χθῆναι
- <φωρᾶν>· τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ <φωριᾶν. Φώρην> δὲ τὴν
ἔρευναν
- <φωράσαντες>· εὑρόντες <τὰ καλά
- φωράσας>· ἐλέγξας
- <φωρά(σε)σθαι>· ἐλεγχθήσεσθαι
- <φωριαμός>· κιβωτός. "<(φ)ωριαμῶν> ......."
- <φώριον>· κλέμμα. καὶ θρόνου εἶδος
- <φώριος>· εἶδος μελίσσης
- <φῶρος>· κατάσκοπος
- <φωρυτόν>· συρφε[ρ]τόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρ-
σία. καὶ χόρτος τῆς γῆς
- <φῶς>· τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ
ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος
- <φῶσαι>· φῶξαι, φρύξαι, θάλψαι
- <φώσκει>· διαφαύει
- <φωστήρ>· θυρίς
- <φωσφόρεια>· ἑορτή
- <φωσφόρος>· φωτοδότης, λαμπρὸς ἀστήρ
- <φώς[ς]ων>· τὸ λινοῦν ἅρμενον
- <φῶτα>· ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες
- <φωταγωγός>· ὁ τὸ φῶς φέρων
- <φῶτας>· ἄνδρας, ἀνθρώπους
- <φῶτας ἐννέα>· ἄνδρας ἐννέα
- <φῶτε>· ἄνδρες, δυϊκῶς
- <φωτί>· ἀνδρί
- <φῶτες>· ἄνθρωποι, ἄνδρες
- <φωτεύει>· γεννᾷ
- <φωτία>· λαμπρία. καὶ ὄμματα
- <φῶτιγξ>· [αὐγή.] σῦριγξ. λώτινος αὐλός, [ὡς] εἶδος σάλπιγγος
- <φώτιον>· προσφιλές, ἡδύ
- <φωτισμός>· αὐγὴ [τηλαυγές, καταυγάζον
- <φωτολόγιον>· τυφλόν. νεκρόν
- <φωτῶν>· ἀνδρῶν
- <φωτός>· ἀνδρός
- <φωτός>· ἡμέρας
- <φώψ>· φάος