Γλώσσαι/Χ
- <Χαβόν>· καμπύλον. στενόν
- <χαβῶνες>· στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου
- <χαδέειν>· χωρῆσαι
- <χάδεν>· ἐχώρησεν
- <χάζει>· πρ(ος)δεῖται. χαλᾶται
- <χάζειν>· ἀναχωρεῖν. φυλάσσεσθαι
- <χάζεο τῆλε>· ἀναχώρει μακράν
- <χάζεσθαι>· ὑποχωρεῖν
- <χάζεται>· ἀναχωρεῖ
- <χάζετο>· ἀνεχώρει
- <χαζόμενον>· ἀναχωροῦντα
- <χάἱα>· ἀγαθή
- <χαίνας>· στέαρ
- <χαίνει>· ἀνοίγει τὸ στόμα
- <χάἱος>· ἀγαθός
- <χαίρετε>· θαῤῥεῖτε
- <χαίρειν>· ἐῤῥῶσθαι. <τὸ χαίρειν> ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι
δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις
- <χαίρειν θ' ἐᾶσαι>· καταφρονεῖν
- <χαίρειν>· φράσαντες. ἀποταξάμενοι ......
- <χαιρέτω ληρῶν>· ἐρυθριάτω ......
- <χαιρηδόνα>· τὴν χαράν
- <χαιροσύνη>· χαρά
- <χαιρωθῆναι>· ἐκπλαγῆναι
- <χαῖται>· αἱ κεχυμέναι τρίχες
- <χαιτήεντος>· κομήτου
- <χαίτη>· ἡ ἐπὶ τοῦ τραχήλου θρίξ
- <χαλαβεῖν>· φοβεῖν, θορυβεῖν
- *<χαλᾷ>· χαλάσσει, καὶ πόδαι
- [<χαλάδες>· τὰ ἔντερα. ἢ λιθώδεις
- <χαλάδος>· λιθώδης. ἐξέντερος]
- <χάλανδρον>· κράββατον
- <χάλαζα>· σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς
- *<χαλεπαίνει>· δυσχεραίνει, ἀγανακτεῖ
- <χαλαίρυπος>· ὁ τῶν πλυνομένων ἱματίων ῥύπος
- <χαλαρὰ ἅλυσις>· ........
- <Χαλάμβριοι ἵπποι>· ἀπὸ τόπου τῆς Λιβύης
- <χαλαργούς>· ........ τὰ ἄκρα τῶν ποδῶν (ἢ) τῶν ὀνύχων, οἷον πο-
δαργούς, ἢ ταχύποδας
- <χαλαρῶν>· ὡραίων
- <Χαλαστραίων συῶν>· [πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ
Χαλαστραῖον νίτρον γεγένηται
- <Χαλδαῖοι>· γένος μάγων πάντα γινωσκόντων
- <χαλεπὰ τὰ καλά>· ....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· <χαλεπὰ
τὰ καλά>· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφ' ἅπαντι ἀγαθὸν εἶναι
- <χαλεπήνας>· ἀγανακτήσας
- <χαλεπόν>· δύσεργον, σκληρόν, δεινόν
- <χαλεπήνῃ>· εἰς χαλεπότητα ἀγάγῃ
- <χαλέπ(τ)ει>· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς
χαλεπότητα ἄγει
- <χαλεπτύς>· χαλεπότης
- <χαλεπῶς>· δυσκόλως
- [<χαλέσιν>· ὄνυξι]
- <χαλεψάμενος>· χολωθείς
- [<χαλέρυπον>· τὸ ῥύμ(μ)α τὸ ἀπὸ τοῦ νίτρου γενόμενον, ὅ τινες <νί-
τρωμα> λέγουσι]
- <χαλία>· ἡσυχία
- <χαλίδιον>· πινάκιον
- <χάλικες>· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι
- <χαλίκρατον>· εὔκρατον, ἄκρατον
- <χάλιμα>· φαρμακός
- <χαλιμάδες>· ἀναίσχυντοι καὶ θρασεῖαι
- <χάλις>· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας
- <χαλιστόν>· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον
- <χαλίφρονας>· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς
καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ' ἡδονῆς
- <χαλιφροσύνη>· ἡ τῆς ψυχῆς ἄνεσις
- <χαλίφρων>· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος
- <χάλκεα>· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου
- <χάλκεα ἐπίσωτρα>· τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί
- <χαλκεγχέων>· πολεμιστῶν
- <χαλκεῖα>· ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως
- <χαλκεομήστορος>· ἰσχυρόφρονος
- [<χαλκεοπίσσωτρα>· ὁμοίως]
- <χάλκεον>· ὀχυρόν. σκληρόν. ἄλλοι <ὕπνον> [ἢ]· θάνατον
- <χάλκεος>· ἰσχυρός
- <χάλκεος κέραμος>· εἱρκτή. πίθος. καὶ ὄρος
- <χαλκεόφωνον>· ἰσχυρόφωνον
- <χαλκεύς>· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος
- <χαλκεῶνα>· ......
- <χάλκιον>· ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο
- <χάλκη>· πορφύρα
- <Χαλκηδών>· πόλις
- <χαλκῆ μυῖα>· εἶδός τι μυίας
- <χαλκήρεα>· χαλκῷ ἀρηρότα
- <χαλκήρεας>· χαλκῷ ἡρμοσμένους
- <χαλκήρη>· χαλκῷ ἡρμοσμένα
- <χαλκόστομα>· χαλκία κύμβαλα
- <Χαλκίδαι>· γένος
- <χαλκιδεύς>· δειλός
- [<Χαλκιδική>· Σκυθική. τὰ μέταλλα τοῦ σιδήρου ἐκεῖ πρῶτον εὑρε-
θέντα]
- <χαλκιδίζειν>· ἀπὸ τῶν κατ' Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ
τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρ' αὐτοῖς οἱ παιδικοὶ ἔρωτες
- <Χαλκιδικὸν δίωγμα>· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις
- <χαλκιδικὸς λειμών>· οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι..
λίμνη
- <χαλκιδίκων>· χαλκίς, ὁ ἰχθῦς
- <Χαλκιδικός>· εἶδος ἀλεκτρυόνος
- <Χαλκίναος>· Χαλκίοικος
- <χαλκίνδα>· τὸ εἰς χαλκὸν κυβεύειν
- <χαλκίον>· τὸ χαλκοῦν
- <χαλκίον μακρόν>· τὴν ἐλαιηρὰν ἐπίχυσιν
- <χαλκίς>· εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας
- <χαλκοβάρεια>· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα
- <χαλκοβαρής>· ὁ ἐκ τοῦ σιδήρου βαρούμενος
- <χαλκοβατές>· τὸ ἰσχυρῶς βεβηκός
- <χαλκόβατον>· ἰσχυρῶς βεβηκότα
- <χαλκογλώχινος>· χαλκὴν ἐπιδορατίδα ἐχούσης
- *<Χαλκηδάνη>· ταύτης ἱερὸν ἐν Σπάρτῃ
- <χαλκοδεσμωτήρ>· χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ <χαλκο-
δεσμήτωρ>
- <χαλκοκορυσταί>· χαλκῷ καθωπλισμένοι
- <χαλκοκνήμιδες>· οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι
- <χαλκοκορυστήν>· χαλκῷ ὡπλισμένον
- <χαλκοκράς>· τὸ χαλκόκρατον νόμισμα
- <χαλκόκροτος>· ἡ Ῥέα διὰ τὰ κύμβαλα
- <χαλκολογεῖ>· νουμία συλλέγει[ν]
- <χαλκό(ν .....) λόφον ἱππιοχαίτην>· τὸ ἐπανάστημα τῆς περικε-
φαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο ....
- <χαλκός>· ὁ σίδηρος. καὶ νόμος ἀκίνητος
- <χαλκοπαρείη>· χαλκᾶς παρειὰς ἐχούσης
- <χαλκόποδας>· ἰσχυρόποδας
- <χαλκοῦν πινάκιον>· Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπι-
γεγραμμένον τὸ ὄνομα [τοῦ] αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν
- *<χαλκοτύπους>· χαλκοπλήκτους
- <χαλκοῦς>· τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον
- <χαλκοχιτώνων>· χαλκοθωράκων, ἢ ἰσχυροθωράκων
- <χαλκώδοντας στόλους>· χαλκοῦς ὀδόντας ἔχοντας. <Ὀδόντας> δὲ
ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια
- <χαλκώνητος>· ἠγορασμένος
- <χαλκωτῆρα>· κέραμός τις
- <Χάλυβοι>· ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται
- <Χαλυβδική>· τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα
- <Χαλυβώνιος>· εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας
- [<χαλυνέοντα>· λύραις]
- [<χαλοπὴ κιθάρα>· ἀπὸ γὰρ ὀστράκων χελώνης ἡ κιθάρα γίνεται]
- <χαλῶσα>· χάσκουσα
- <χαμα(ι)δύται>· κοχλίαι
- *<χαμᾶζε>· χαμαί, χαμάδες
- *<χαμάδις>· τὰ αὐτά
- *<χαμά[ι]δις χέει[ν]>· χαμαὶ καταβάλλει[ν]
- <χαμαιευνάδες>· οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ
γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες
- [<χαμῶνας>· στέαρ, ἢ τὰ ἐκ στέατος τικτόμενα]
- <χαμαίζηλα>· ταπεινά, γήϊνα
- <χαμαίζηλοι>· εὐτελεῖς
- <χαμαιλέων>· ζῶον ὠοτόκον καὶ πεζόν
- <χαμαιπετεῖ>· ταπεινῷ, ἢ χαμαὶ κειμένῳ
- <χαμαιπετῶς>· ὥστε [μὴ] εἰς τοὔδαφος ῥῖψαι
- <χαμαιρεπῶς>· χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων
- <χαμαιτύπη>· πόρνη ἄδοξος
- <χαμαιτυπιῶν>· τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων
- <χαμερπής>· γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος
- <χαμεταιρίς>· ἡ πόρνη
- <χάμευνα>· ταπεινά
- <χαμευνεῖ>· χαμαικοιτεῖ
- <χαμεύνη>· στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ <χαμεύνης>· ὁ χαμαὶ κοι-
μώμενος
- <χαμεύνιον>· κλινίδιον πενιχρόν
- <χαμηλόν>· χαμαίζηλον
- <χαμόθεν>· ἐκ τῶν χαμαί
- <χαμόκοιτος>· ὁ εἰς τὴν γῆν κοιμώμενος
- <χαμόν>· καμπύλον
- <χανά>· κόσμησις
- <χαναβίς>· ἄλης
- [<χάναι>· ἀνοῖξαι στόμα]
- *<Χαναάμ>· σάλος
- <χανακές>· ἐπιεικές
- <χανάκτιον>· τὸ μωρόν. Δωριεῖς
- <χαμᾶσθαι>· χασμᾶσθαι
- <χανδάνειν>· χωρεῖν, δέχεσθαι
- <χανδόν>· πολύ[ν], καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι
πλατύ
- <χανδὸν πιεῖν>· κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι
- <χανεῖ>· φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ
- <χανητός>· τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα
- <χάνοι>· χάσμα ποιήσαι
- <χάνοι εὐρεῖα χθών>· εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ
- <χά(ν)οιμι>· εἴποιμι
- <χάνος>· στόμα
- <χανών>· ἀνοίγων στόμα
- <χανύειν>· βοᾶν
- <χανύσσει>· βία καλεῖ
- <χάος>· χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος
- <χαρά>· ἡδονή, ἀγαλλίασις, εὐφροσύνη
- <χαράβδη>· λύμη σίτου
- <χαράδρα>· χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύ-
ματι, καὶ κατασύρει
- <χαράδραι>· αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν
καταφερομένων ὀμβρίων ὑδάτων
- <χαραδριός>· εἶδος ὀρνέου
- <χάρακες>· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι
- <χαρακίαι>· οἱ ἐν τοῖς χάραξι διατρίβοντες
- <χαράκια>· ὑποστηρίγματα
- <χαρακίζειν>· σπαίρειν. μετεωρίζειν. διαιρεῖν
- *<χαρακτηρίζει>· σημαίνει τοὺς χαρακτῆρας
- *<χαρακτηριστικόν>· σημεῖον δηλοῦν τοὺς χαρακτῆρας
- *<χαρακτήρ>· ὁμοίωσις
- <χαρακίας>· τιθύμαλλος
- <χαραμός>· ἡ τῆς γῆς διάστασις, οἷον χηραμός
- *<χάρακα>· χαράκωμα, περίφραγμα
- <χάραξ>· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχό-
μενος)
- <χάραξ τὴν ἄμπελον>· παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον
ἀπατηθῇ
- <χαράξαι>· κόψαι. κοιλᾶναι. τυπῶσαι
- <χαρή>· χαρά
- <χαρείη>· τερφθείη
- <χαρία>· βουνός
- <Χαρίδαι>· γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ
- <χαρίεν>· καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον
- <χαρίεντα>· καλά, κεχαριτωμένα
- <χαρίζεσθαι>· τὸ δρᾶν τὰ κεχαρισμένα
- *<χαρίεια>· φίλτρα
- [<χάριξον>· ἐπισκεύασον]
- <χάρις>· δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς
δὲ πλακούντων εἴδη, καὶ <ἀρτοχάριτας> καλεῖσθαι. καὶ ἀμοιβὴ κατὰ εὐεργεσίαν
- *<χάρισμα>· δῶρον
- <χαριστήρια>· χαρίεντα δῶρα
- <χαρίσιον>· εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων
- <χαρίσασθαι>· παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι
πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι .....
- <χάρμα>· ἡδονή, χαρά
- <χάρματος>· χαρᾶς
- <χάρμη>· ἡ μετὰ χαρᾶς μάχη
- <χάρμης>· μάχης
- *<χαρά>· ὀργή, ἢ ὀργίλος
- <χαρμονή>· χαρά. συλλογή
- <χαρμόσυνα>· ἑορταὶ Ἀθήνησι. καὶ <χαρμόσυνα
- χαρμοσύνη>· ὀνομασία
- <Χαρμόφρων>· ὁ Ἑρμῆς
- [<χαρόνη>· χαρῖνος ἄμπελος]
- <χαροπός>· περιχαρής. γλαυκός. ξανθός. φοβερός
- <χαρτός>· χαρᾶς ἄξιος. ἢ βακτηρία
- <χάρυβδις>· χάσμα θαλάσσης. ἢ καταιγίς
- <χάρυβδις ὠμόβροτος>· ἡ ἀναπινομένη θάλασσα
- <χάρων>· ὁ λέων, ἀπὸ τῆς χαροπότητος
- *<χαροπόν>· ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ[ν]
- <Χαρών(ε)ιον>· θύρα μία τοῦ νομοφυλακίου, δι' ἧς οἱ κατάδικοι τὴν ἐπὶ
θανάτῳ ἐξήγοντο
- *<χαρά>· ὀργίλον, ἢ ὀργή
- *<χάσις>· διάκρισις, χώρησις
- <χάσιος>· ἀγαθός, χρηστός
- <χάσκοντες>· ἀνοίγοντες
- <χασκωρεῖν>· περιβλέπειν
- <χάσμα>· στόμα ἢ σχίσμα γῆς
- <χάσμα θηρός>· ὄψις θηρός. [ἢ θαλάσσης πρόσωπον
- <χασμᾶται>· ἀνοίγεται
- <χασσάμενος>· ἀναχωρήσας
- <χάσσασθαι>· ἀναχωρῆσαι, χωρῆσαι
- <χάσσεται>· χωρήσει, ἀναχωρήσει
- <Χαστιᾶ>· τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος
- <Χαστιεῖς>· ὄνομα δήμου
- <χαστηρίᾳ>· τῇ ἀνειργούσῃ
- *<χατέ(ων)>· χρείαν ἔχων
- <χατέοντα>· δεόμενον, χρῄζοντα
- <χατέοντί περ>· καίπερ χρῄζοντι
- <χατεύει>· χατίζει. ἐπιθυμεῖ
- <χατεύουσα>· χρῄζουσα, δεομένη
- <χᾶτις>· ἐπιθυμία. χρῆσις
- <χαυλιόδοντα>· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν
ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας
- <χαυλίξυν>· ἀλαζόνα
- <χαυνάκων>· χαυνοποιῶν, οἱ δὲ χαυνολόγων
- <χαυνιάζει>· πλανᾷ
- <χαυνῶσαι>· τὸ φυσῆσαι
- *<χαυνῶνες>· ἄρτοι ἐλαίῳ ἀναφυραθέντες
- <χεδροπά>· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν
- <χέδροψ>· πᾶν ὄσπριον. σπέρμα
- <χει>· ἐπὶ τῶν χ[ε]ιλ(ι)ῶν δραχμῶν τοῦτο ἐχάραττον
- <χειά>· ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων
- <χειαί>· ὁμοίως
- <χειδροπῶν>· ὀσπρίων
- <χειλεύει στρατόν>· σιτοδοτεῖ στρατόν, τρέφει
- *<χείλει ἄκρῳ>· ......
- <χειλαί>· αἱ συμπτώσεις τῶν βλεφάρων
- <χειλιοστύες>· αἱ φυλαί
- <χειλός>· τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα
- <χειλοῦται>· μεγαλύνεται, αὔξεται
- <χειλοῦσθαι>· παχύνεσθαι. σιτίζεσθαι
- <χειλῶνες>· τῶν ἀλεκτρυόνων τινές
- <χεῖμα[ν]>· χειμῶνα
- <χειμάδα>· ἱμάτιον χειμερινόν
- <χειμάδιον>· εἰς τὸ χειμάζειν
- <χειμάμυνα>· ἣν Ὅμηρος <ἀλεξάνεμον> λέγει
- <χειμάῤῥοι>· [οἱ ἐν τῷ χειμῶνι γενόμενοι ἔριφοι.] καὶ οἱ ποταμοί, καὶ
ῥύακες
- <χειμάς>· χειμών
- <χειμασία>· ζάλη. ταραχή
- <χείμαστρον>· χειμερινὸν ἱμάτιον
- [<χείμεθλον>· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος]
- <χειμέρας>· χειμερινάς
- <χειμεριοῦντας>· διαχειμάσοντας
- <χειμεῶ>· ῥιγῶ χειωσάμενος
- <χειμήβοτος>· χειμερινὴ ὥρα
- <χειμών>· ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός
- <χειμῶντα>· ῥιγοῦντα
- <χείρ>· ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος
- [<χειράδες>· αἱ μετὰ λίθων καὶ ὅπλων βολαί
- <χειραδίαι>· τῶν χειμάῤῥων αἱ λιθώδεις ἀθροίσεις]
- <χ[ε]ιράδας>· τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας
- <χεῖρε>· τὰς χεῖρας, δυϊκῶς
- <χειραγωγῶ>· τῇ χειρὶ ἄγω
- <χείριον>· ὑποχείριον, τιθασόν
- <χειρίζειν>· διοικεῖν
- <χείριον>· ὑποχείριον, χειροήθη
- *<χεμβρῶν>· ζυγή. ἡ ἑταιρεία
- <χείριος>· χρήσιμος. ὑποχείριος
- *<χειρίων>· ἐλάττων, χείρων
- <χείριστα>· δεινά, κάκιστα
- <χειροβοσκόν>· τὸν διὰ χειρῶν ζῶντα
- <χειροβρῶτι δεσμῷ>· τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας δια-
κόπτειν καὶ ἀναλίσκειν
- <χειροβλήματα>· δράγματα· οἱ δὲ <χειρόβλητα>
- <χειρογάστορες>· οἱ διὰ τῶν χειρῶν ζῶντες
- <Χειρογονία>· ἡ Περσεφόνη
- <χειρόγραφον>· συμβόλαιον. γραμματεῖον
- <χειρόδοτον>· ἀχρημάτιστον δάνειον
- <χειροέρκτης>· χειρουργός
- <χειροήθεις>· πρᾶοι, ἥμεροι
- <χειρόηθες>· πρᾶον, ἥμερον
- *<χειροθετεῖ>· χεῖρας ἐπιτίθησι
- <χειρόκμητα>· χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα
- <χειρομάντεις>· οἱ ἀπὸ χερῶν μαντευόμενοι
- *<χειρόμακτρον [ἢ χειρόμαστρον]>· μανδήλιον
- <χεῖρον>· κάκιστον. ἔλαττον
- <χείρονα>· ὅμοια
- [<χειρονάκτας>· χειροτέχνας]
- <χειρονόμος>· ὀρχηστής
- <χείρονος>· ἐλάττονος
- <χειροπόνια>· ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν
- <χειροπόδες>· ῥαγοπόδες
- <χειροτέρη>· ἐλάττων
- <χειρότερον>· χείρονα
- <χειροτονεῖν>· καθιστᾶν. ψηφίζειν
- <χειροτονία>· ἐκλογή .....
- <χειρουργεῖ>· χερσὶν ἐργάζεται
- <Χείρων>· Κρόνου καὶ Φιλύρας υἱός
- <χειρωνάκτας>· χειροτέχνας
- <χειρῶναξ λεώς>· ὁ χειροτέχνης
- <χειρωσάμενοι>· καταγωνισάμενοι
- <χειρώσασθαι>· ὑποτάξαι. φονεῦσαι
- <χειρωτόν>· εὐάλωτον. καταγωνίσασθαι
- [<χειτών>· ἔνδυμα, περιβόλαιον]
- <χείσεται>· χωρήσει
- <χελεῦ χελώνη
- χελεύς>· κιθάρα
- <χελεάρ>· χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός
- *<χελιδών>· τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ
ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς
- <χελιδονισταί>· οἱ τῇ χελιδόνι ἀγείροντες
- <χελιδόνος δίκην>· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν
ἀσύνθετον λαλιάν
- <χελιδόνων φάρμακον>
- <χελιδόνων μουσεῖον>· ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τρα-
γικῶν
- <χελιδόνεως>· εἶδος ἰσχάδων
- <χέλ.ιον>· τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρα-
κώδης
- <χελούειν>· βήσσειν. καὶ <χελούσειν> ὁμοίως
- <χέλους>· μουσικὸν ὄργανον
- (*)<χελλών>· ἰχθῦς ποιός
- <χέλυν>· [χεῖλος. καὶ] μέρος τῶν ἱερείων
- <χελῦναι>· χῆλαι
- <χέλυν ἔν τ' ἀλύροις .....· χέλυς> ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου
χελώνης κιθάρα γίνεται
- <χελυνέων>· χημῶν
- <χελύνη>· τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν.
καὶ ὄργανον πολεμιστήριον
- <χελυνάζειν>· χλευάζειν
- <χελύνιον>· χελώνιον
- <χέλυς>· χελώνη. λύρα. μηχάνημα
- <χέλυσμα>· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν
τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα
- <χελύσσεται>· βήσσει
- <χελώνη>· τὸ ὑποπόδιον. καὶ (νόμισμα) Πελοποννησιακόν. καὶ ἡ τρόπις
τῆς νεὼς διὰ τὸ ἐπικαμπές
- <χελωνίας>· ἡ ποικίλη κανθαρίς
- <χελωνίδος>· οὐδὸς τῆς θύρας τῆς σκηνῆς
- <χελωνός>· τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην
ἄραχνον
- <χελωνοφάγοι>· ἀετοί τινες
- <χεννίον>· ὀρνιθάριόν τι κατ' Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος
- [<χέραβος>· χάσμα γῆς]
- [<χεράδες>· αἱ τῶν χειμάῤῥων ποταμῶν λιθώδεις ἀθροίσεις]
- <χέραδος>· ἡ μετ' ὀστράκων καὶ λίθων ὕλη
- [<χεράς>· τὸ ἀπὸ θαλάσσης καὶ ποταμῶν λιθῶδες. ἢ ὁ σωρὸς τῶν λίθων]
- [<χερδαμός>· λίθος πληρῶν τὴν χεῖρα]
- <χερεῖον>· χείρονα. ἐλάττονα. χεῖρον
- <χέρηϊ>· χείρονι, ἥττονι, ἢ ἥσσονι
- <χέρμα>· ποίημα. χάλιξ
- [<χερμάδιος>· χειροπλήθης λίθος. καὶ ὁ ἀκροβολισμός]
- <χερμαδίῳ>· χειροπλήθει λίθῳ
- [<χερμάδος>· λίθος πληρῶν χεῖρα]
- <χερμάς>· λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύ-
ναταί τις
- <χερματιστής>· λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος
- <χερνής>· πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ...
<χερνήτης· χέρνα> γὰρ ἡ πενία
- <χερνῆτις>· ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα
- <χέρνιβα>· τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ
- <χερνιβ(ε)ῖον>· [τὸ ἁγνισθῆναι δι' ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας
- <χέρνιβος>· τοῦ προχεομένου ὕδατος
- <χερνιψάμενος>· τὰς χεῖρας νιψάμενος
- <χέῤῥον[α]>· τὴν χέρσον γῆν. Λάκωνες
- <χεῤῥονησία γῆ>· ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν
- <χερσεύει>· Σοφοκλῆς Ἴωνι· <κείμενος μὲν βουστάδας αὐλὰς>
ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει
- <χερσεία>· ἐρημία
- <χερσόνησος>· γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θά-
λασσα .....
- <χέρσος>· ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέρ-
- γαστος
- <χερσωθήσονται>· ἐρημωθήσονται
- <χερωίς>· εἶδος δρυός
- <χεῦαι>· ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων
- <χευάμεναι>· περιβαλόμεναι
- <χεύει>· ῥεῖ
- <χεῦμα>· ῥεῦμα, ὕδωρ
- <χεύμασι>· [προχόη. [ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν]
- <χεύωσι>· χ[ε]ύσωσι, χώσωσιν
- [<χῆ>· ἔθος. ἀπορία
- <χηΐωνος>· οἶκος]
- <χηλᾶς>· ῥάπτης, πλέκτης ἢ τροφεύς
- <χηλεύει>· ῥάπτει, πλέκει
- <χηλευ[μα]τὰ κράνη>· τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς
- <χηλή>· ὁπλή, ὄνυξ βοός. γνάθος
- (*)<χηλεύσεις>· πλέξεις. <Χηλεύματα> γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς
πλέκουσιν ἢ ῥάπτουσιν
- <χήλινον>· πλεκτόν
- <χηλοδευσεῖν>· ἀδολεσχεῖν. οἱ δὲ τρίβειν
- <χηλός>· κιβωτός
- <χηλῶι[ος]>· ὅμοιον
- <χήλωμα>· γλυφίς
- [<χηλώνη>· μηχανὴ πολέμου]
- <χηλώτια>· αἱ ῥαφίδες τῶν δικτυοπλόκων
- <χήμη>· χάσμη. χηραμ[β]ίς. λεία
- <χην(ά)λοπες>· ὄρνεα ποιά. ὅπερ ἔνιοι <χηναλώπεκες
- χῆνα ὀμνύειν>· ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς
- <χήνημα>· καταμώκημα
- <χηνῆσαι>· καταμωκήσασθαι
- <χηνοβοσία>· χηνοβοσκία
- <χηνύστρα>· αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι
- <χηνυστρᾶσθαι>· χα(ς)μᾶσθαι
- <χηνυστ(ρ)εῖς>· βοᾷς, κέκραγας. ἐνίοτε στραγ(γ)εύῃ
- <χήπτη>· ἐν σπάνει καὶ χρείᾳ ἐστίν
- <χήρ>· ἐχῖνος
- <χήρα>· ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα
γυνή
- <χῆραι>· αἱ μὴ ἔχουσαι ἄνδρας
- <χηράμβη[ς]>· χηρῶν οἴκημα
- <χηραμοί>· οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ
πέτραι κοῖλαι
- *<χῆροι>· ἄνδρες μὴ ἔχοντες γυναῖκας
- <χηραμύδες>· τὰ κοῖλα καὶ ἔχοντα κενώματα
- <χήρατο>· ἐχάρη
- <χηρεύει>· ἐνδεής ἐστιν, ἢ ἔρημος
- <χηρήϊον οἶκον>· παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον
- <χῆρον>· τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός
- <χηροπτάζουσα>· διὰ χειρὸς ἔχουσα
- [<χηροσταί>· οἱ μακρόθεν κατὰ γένος, προσήκοντες δέ, καὶ οἱ χηρεύον-
τος τοῦ οἴκου τῶν ἀγχιστέων κληρονομούντων ......]
- <χηρῶσαι>· ἐρημῶσαι
- <χήρωσας>· χήραν (ε)ἴασας
- <χήρωσε>· ἔξανδρον ἐποίησεν
- <χηρωσταί>· οἱ μακρόθεν συγγενεῖς
- <χήτεϊ>· στερήσει, ἐνδείᾳ, σπάνει
- *<χήτει ἐνευναίων>· ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων
- <χητεία>· χ[η]ρεία
- <χῆτος>· ἔνδεια, στέρησις
- <χθαμαλός>· ταπεινός. ἴσος, ὁμαλός. κοῖλος
- <χθαμαλώτερος>· κατὰ σύγκρισιν
- <χθές>· χθιζόν, ἐχθές
- <χθεσιφωνῶν>· κακολογῶν
- <χθιζά>· τὰ χθὲς καὶ πρώην
- <χθιζά (τε) καὶ πρωϊζά>· χθὲς καὶ πρωΐ
- <χθιζοί>· χθεσινοί
- <χθιζός>· χθεσινός
- <χθόα>· σῶμα
- [<χ[θ]όϊνος> καὶ <χθόνιος>· γήϊνος, ἐπίγειος]
- *<Χθόνιος Ζεύς>· ὁ Ἅιδης
- <χθόνια>· ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα
- *<χθονίην>· νεκρικεν
- (*)<χθόνια λουτρά>· τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ
τοὺς τάφους λουτρά
- <χθονήρεις>· χθονίους
- <χθονίαν λώβαν>· ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην
- <χθόνιον>· μέγα
- <χθονίους Ἰναχίδας>· αὐτόχθονας καὶ οὐκ ἐπήλυδας
- <χθονίων>· ἐπιγείων
- <χθονόπαιδα Ὥραν>· καθ' ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα
Ἡλίου, καθ' ἱστορίαν
- <χθονός>· γῆς
- <χθών>· ἡ γῆ ἀπὸ τῆς χύσεως
- <χιάζειν (καὶ) σιφνιάζειν>· ......
- <χῖαι>· ὑποδήματος ἀνδρείου εἶδο[υ]ς
- [<χιαρόν>· χλιαρόν, θερμόν]
- <χιαστὶ τίλλειν>· ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων
- [<χιδά>· φρικτή]
- <χιδαλέον>· τυφλόν. ἄγαμον. πεφρικός
- <χίδαδον>· τὸ παιδίον
- <χίδαι>· ἀντὶ τοῦ Κρῆτες
- <χιδᾶν>· χ(ε)ιμάζεσθαι. δειλιᾶν
- *<χίδρα>· στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος
φ(ρ)υττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα
- <χίδρυ>· ὄνομα δειλόν
- *<χίδρων>· νέων καρπῶν. καὶ θερμῶν
- <χιλ[α]άγρα>· ζωύφιόν τι
- <χιλίαρχος>· χιλίων ἄρχων
- <χιλιοστή>· τέλος ἀπὸ τῆς θυσίας
- <χιλός>· ἡ τροφή. καὶ <χιλὸν> τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων.
[καὶ τοῦτο ζήτει εἰς τὸ χιλωθῆναι χιλίας]
- [<χεῖ>]
- [<χειλεύει>]
- <χιλοῦσθαι>· παχύνεσθαι. σιτίζεσθαι
- <χιλ(.)ωθῆναι>· χιλίας δραχμὰς ζημιωθῆναι
- <χιλωτήρ>· τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ
τροφή
- [<χιμαδίῳ>· ....... χειμῶνος
- <χιμάζειν>· τὸν χειμῶνα διάγειν
- <χιμάζω>· παραχειμάζω]
- <Χίμαιρα>· τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα,
ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ δράκοντος ἔχον κεφαλήν
- <χιμᾶν>· ῥιγοῦν
- <Χιμαρίδαι>· γένος τι Ἀθήνησιν
- <χίμαροι>· αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι. [ῥύακες, ποταμοὶ ἐξ
ὄμβρων]
- <χίμετλον>· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους
- [<χειμαίῤῥαν>· αἶγαν ἀγρίαν]
- <Χίοις>· τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα
- <χιονέα>· λευκά[ν]. ἢ φωτώδη
- <χιονίζει>· λευκαίνει
- <Χῖον [ὁ] ἐκ Λακαίνης>· ἐκ κύλικος Λακαίνης οἶνον
- <χιονολόφον>· τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον
- <χίραι>· αἱ ἐν ταῖς πτέρναις ῥαγάδες
- <χιραλέους>· τοὺς πόδας κατειργασμένους
- <χιτών>· ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν
- [<χιωνοθήσονται>· λευκανθήσονται. λαμπρυνθήσονται]
- <χλαβόν>· εὐτραφές
- <χλαῖνα>· χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ <χλιαίνειν>, ὅ ἐστι
θερμαίνειν
- *<χλανίαι>· περιβολαί
- *<χλανίτιδες>· αἱ ὅρμοι παρθένων
- <χλαμυρίς>· πόα, ὁ κυρίως βρόμος
- <χλαμύς>· πορφύρα ἢ χιτών
- *<χλαμός>· χλαῖνα
- *<χλαμυραί>· τρυφῶσαι. γρυπῶσαι
- <χλανίδες>· λεπτὰ ἱμάτια
- <χλανίδιον>· ἱμάτιον λεπτόν
- <χλάνος>· τὸ περὶ τοὺς τραχήλους δάσος
- <χλαρόν>· κόχλαξ
- <χλαρά>· ψαιστὰ ἐν ἐλαίῳ
- <χλαρόν>· ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν
- <χλαρόν>· ἐλαιηρὸς κώθων
- <χλεμερόν>· χλιαρόν. θερμόν
- <χλεμύρα>· χλοανθοῦντα
- *<χλεαίεται>· θερμαίνεται
- <χλευάζει>· ἐμπαίζει, γελᾷ
- *<χλεύη>· γέλως
- <χλευασμός>· ἐμπαιγμός
- <χλευδόν>· χύδην. σωρηδόν. πληθύοντα
- <χλῆδος>· ὁ σωρὸς τῶν λίθων
- *<χλήδης>· σπάδων, θλαδίας, εὐνοῦχος
- <χλιδᾷ>· φρίκη, ῥῖγος. τρυφᾷ
- <χλιδαί>· ἀγλαΐσματα, τρυφαί
- <χλιδανή>· τρυφηλή
- <χλιδανόν>· τρυφερὸν ὁμοίως
- <χλιδή>· τρυφή. ἱμάτιον χειμερινόν
- <χλιδός>· σακκοπάθνιον
- <χλίδωνες>· κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν
καὶ τοὺς τραχήλους
- <χλιδωνό[ς]πουν>· χλίδωνας περὶ τοὺς πόδας ἔχοντα[ς], τουτέστι
περισκελίδας
- <χλιδώσαις>· τρυφώσαις
- <χλίει>· θρύπτει
- <χλιερόν>· τὸ ἔνθερμον
- <χλιήνας>· χλιάνας
- <χλιοῦται>· σχίζεται
- <χλόα>· βοτάνη
- <χλοάζει>· ἀνθηρός ἐστιν, ἀνθηρεύεται
- <χλοάζεσθαι>· γαστρίζεσθαι
- <χλοανθεῖν>· χλωρὸν ἀνθεῖν
- [<χλοάνοις>· τοῖς κοιλώμασιν, ἐν οἷς ἀναχεῖται τὰ χωνευόμενα]
- <χλοάσουσι>· βλαστήσουσιν
- <χλόδη>· ἔκλυσις καὶ μαλακία
- <χλοερόν>· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν
- <χλόη>· βοτάνη. φύλλα
- <χλοιά>· ἑορτὴ ἀπὸ τῶν κάλπων
- <χλοιδᾶν>· διέλκεσθαι καὶ τρυφᾶν
- <χλοιδέσκουσαι>· γαστρίζουσαι
- <χλοιδῶσι>· θρύπτονται
- <χλόος>· χλωρίασις, ὠχρότης
- <χλοσσός>· ἰχθῦς ὑπὸ Ἰώνων
- <χλουνάζειν>· κινύρεσθαι
- <χλοῦναι>· λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι
- <χλούνην>· τὸν τῇ χλόῃ εὐναζόμενον
- <χλουνός>· χρυσός
- <χλοῦς>· ὠχρότης
- <χλωραί>· συκαῖ
- *<χλωρός>· τυρός
- <χλωρεύς>· ὀρνιθάριον χλωρόν
- <χλωρηῒς ἀηδών>· ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ
χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα
- <χλωροί>· οἱ φάσηλοι. μήποτε δὲ <ὦχροι> γραπτέον
- <χλωροκυρτίδες>· εἶδος καρίδων
- <χλωρόν>· ὑγρόν. δεινόν, χαλεπόν
- <χλωρὸν δέος>· τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως
ποιητικός
- <χλωρόν τε καὶ βλέπον(τα)>· ἀντὶ τοῦ ζῶντα
- <χλωρὸν τυρόν>· ἁπαλόν
- <χλωρός>· ὠχρός
- <χλωρῷ πέδῳ>· νεαρῷ
- [<χμαίνει>· ἱμείρει]
- [<χλιάσαι>· φονεῦσαι]
- <χναύει>· λαμβάνει. κνίζει
- <χναύεται>· περικνίζεται. λαμβάνει
- <χναῦμα>· τὸ βρῶμα
- <χναύματα>· τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα
- <χναύων>· περικνίζων. περιτίλλων
- [<χνεμύρεται>· κισύρεται]
- *<χνισμός>· νῆστις
- <χνιαρωτέρα>· χνοω(δες)τέρα
- <χνίει>· ψακάζει. θρύττει
- <χνόαι>· αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες
- <χνόην>· τὸν τῶν ποδῶν ψόφον
- <χνόο(ς)>· ὁ χνοῦ(ς) τοῦ γεν(ε)ιᾶν ἀρξαμένου
- <χνόος>· ξυσμός. ψόφος, φθόγγος
- <χνοῦς>· τὰ λεπτὰ τῶν ἀχύρων
- <χοᾶ>· χοῦν. μέτρον ὑγρῶν
- <χοαί[ξ]>· θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον
- <χοανεῦσαι>· χωνεῦσαι
- <χοάνη>· χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον
- <χοάνοις>· τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται
τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις
- <χοάρβηνα>· τὰ γράμματα
- <χοάς>· τὰς σπονδὰς τῶν νεκρῶν
- <χοᾶσθαι>· καυχᾶσθαι
- <χοάς[ς]ομαι>· ἐπίξομαι
- <Χοάσπης>· ποταμὸς Ἰνδίας
- <χοδιτεύειν>· ἀποπατεῖν
- <χόδανον>· τὴν ἕδραν
- <χόες>· χῶναι
- <χοΐ>· χώματι
- [<χόϊνον>· ποτήριον χαλκοῦν]
- <χοΐας>· τὸ ἀθροῖσθαι
- <χοϊκός>· πήλινος, γήϊνος
- <χοίνικες>· αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί
- <χοινίκη>· τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων
- <χοῖνιξ>· μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ
- <χοιράδες>· αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν
- <χοιρίημα>· τὸ χοιρίδιον
- <χοιρῖναι>· αἱ θαλάσσιαι ψῆφοι
- <χοιρογρύλλιον>· ὁ ἐχῖνος
- <χοιροκομεῖον>· λεπτόν τι πλεκτὸν ὡς ὀρνι(θ)οτροφεῖον
- *<χοῖροι>· ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι
- <χοῖρος>· χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο
- <χοιροσφάγος>· θύτης
- <χοιροτροφεῖον>· περίζωμα γυναικεῖον. καὶ συφεόν
- <χοιροφόρημα>· χοιρίδιον
- <χολάδες>· τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι
- <χολαδία>· τὸ σχολάζειν
- [<χολάοντα>· ἀνθοῦντα]
- <Χολαργῆς>· δῆμος φυλῆς Ἀκαμαντίδος
- <Χολάς>· ἑορτὴ Διονύσου
- <χολέρα>· ἔκ(κ)ρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος,
ἐμετός
- [<χολεσέμεν>· ὀργισθησόμεθα]
- <χολέρα>· σωλήν, δι' οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φ(έρ)εται ἐξακον-
τιζόμενον
- <χολή>· μανία πικρά
- <χόλικες>· αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα
- <χόλιξι>· κοιλίαις
- <χολόβαφα>· τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
- <χολοβάφι(ν)ον>· τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ
βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
- <χολόεν>· πικρόν, χολοποιόν
- <χόλος>· ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις
- <χολοῦται>· πικραίνεται, θυμοῦται
- <χολωθείς>· ὀργισθείς, εἰς χόλον ἀχθείς
- <χονδράς>· χορδάς
- <χονδρίον>· πίναξ. κέραμος
- <χονδρεύει>· σεμίδαλιν ποιεῖ
- <χονδρίλη>· ἄγριόν τι λάχανον
- <χονδρίτης>· σεμίδαλις
- <χονδριτῶν>· παχεῖα σεμίδαλις .....
- <χονδροκοπ(ε)ῖα>· μύλων ὅπου ὁ χόνδρος κόπτεται
- <χόνδρον>· σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα
- <χόνδρος>· τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός
- <χόνδροι ἁλῶν>· παχεῖς ἅλες
- <χόν(ν)ος>· ποτήριον χάλκε[ῖ]ον
- <χοραγ(ε)ίων>· διδασκαλείων
- <χοραγός>· διδάσκαλος. ἔξαρχος
- <χορδαψός>· πάθος ἐντέρων
- <χορδή>· νευρὰ κιθάρας
- <χορδεῦσαι>· κακοποιῆσαι. τεμεῖν
- <χορεῖον>· [διδασκαλεῖον. καὶ βωμός τις.] καὶ αὔλημά τι. καὶ μέρος
τι [<χωρίον>· καὶ τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας]
- <χορεύει>· μελῳδεῖ. βακχεύει. ὀρχεῖται
- <χορηγία>· δόσις
- <χορηγεῖ>· παρέχει, δίδωσιν
- <χορηγόν>· παιδίον
- <χορηγός>· διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων
- <χόρια>· τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γά-
λακτος γενόμενα βρώματα
- <Χορίλα Ἐκφαντίδες>· Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν
τὸν Χορίλλον
- <χορὸν δίδωμι>· παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων
- <χορός>· κύκλος. στέφανος
- <χοροστασία>· χορός
- <χοροστατῶν>· χοροῦ κατάρχων
- <χοροῦ ἡγεῖται>· χορὸν τρέφει
- <χορταῖος>· δασὺς χιτών, οἷος τῶν Σειληνῶν
- <χορταιόβαμος>· ὁ Σειληνός
- <χορταιοβάμων>· χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ
- <χόρτον οὐρανοῦ>· τὸ περιόρισμα
- <χόρτος>· ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό·
αὐλῆς ἐν χόρτῳ οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον τὸν ἐκ γαίων, ὡς ἐν τῷ· σύγχορταναίω πεδία
- <χορῷ καλή>· καλῶς χορεύουσα
- <χοῦαι>· αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι
- <χουμόν>· χυλόν
- <χοῦς>· ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον
κοτυλῶν. καὶ ἐρ(ε)ίπιον
- [<χοώμενος>· λυπούμενος. ὀργιζόμενος]
- <χρᾷ>· χρῄζει. θεσπίζει
- [<χραίει>· κελεύει]
- <χραίνει>· μολύνει. σαίνει. χρίει
- [<χραιματίσαι>· κρᾶξαι ὡς ἵππος]
- [<χραιματισμός>· ἡ τῶν ἵππων φωνή]
- <χραίνειν>· μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν
- <χραισμεῖν>· βοηθεῖν
- <χραισμῆσαι>· βοηθῆσαι
- <χραισμήσουσι>· βοηθήσουσιν
- <χραισμῶσι>· βοηθῶσιν
- <χρᾷν>· χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια
- [<χαραμβαλιαστύς>· γέλως ὁ μετὰ παιδιᾶς]
- [<χραμαδοῖλαι>· γελῶναι. καὶ αἱ νωθρόταται τῶν κυνῶν. οἱ δὲ τοὺς
κοχλίας]
- <χρᾶναι>· χρῶσαι. καὶ τὰ ὅμοια
- <χράνας>· μιάνας
- <χρανθείς>· μιανθείς
- <χρανιεῖσθαι>· χραν(θ)ήσεσθαι. ἐπικαυθήσεσθαι
- <χρᾶται>· μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται
- <χραῦσαι>· καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν
- <χραύσῃ>· καταξύσῃ. πλήξῃ
- <χραῦσις>· ἄγκυρα μονόβολος
- <χρέα>· δάνεια. μαντεύματα
- [<χρεῖ>· δεῖ]
- *<χρεῖαι>· ἔνδει[ν]αι
- <χρεαγωγός>· ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων
- *<χρέος>· ὄφλημα. χρεία
- <χρει.>, τὴν ἔνδειαν. [ποτὲ δὲ καὶ τῷ χρέει
- <χρειώ>· χρέα. χρεία
- <χρείων>· χρησμῳδῶν, χρησμολογῶν
- <χρείως>· δέησις
- <χρεῖος>· ὀφείλημα, χρέος
- <χρεμέδα>· ἡγῆ ὡς Καλλίμαχος
- <χρεμετίζει>· κιχλίζει ὡς ἵππος
- <Χρεμετίς>· ὄνομα ποταμοῦ
- <χρεμετισμός>· ἡ φωνὴ τῶν ἵππων
- <χρεμετᾷ>· ἠχεῖ
- <χρεμίς>· χρεμετίς
- <χρεμύς>· ὁ ὀνίσκος ἰχθῦς
- <χρεμψιθέατρον>· οἱ εἰσιόντες εἰς θέατρον .....
- <χρέοντες>· προφητεύοντες
- <χρεολυτήσων>· χρεοδοτήσων
- <χρεῦμα>· ῥεῦμα
- <χρεώ>· χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον
- <χρεώμενος>· χρώμενος
- <χρεῶν>· ὀφειλομένων. ἢ χρησμολόγων
- <χρεῶν ἀποκοπαί>· ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλου-
σίοις ἀκυρῆται
- <χρέως>· χρέος, ὄφλημα
- <χρεωφειλέτης>· ὁ τὸ χρῆμα ὀφείλων
- <χρή>· δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ
- <χρήδανα>· τὰ ὅπλα τοῦ ἱστοῦ
- *<χρῆμα>· πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα
- *<χρήματα>· οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα
- <χρήϊα>· πενία. ἢ χρήματα
- <χρηΐζοντα>· ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα
- <χρῆϊς>· πονηρός
- <χρηματιεῖ>· ποιεῖ
- <χρηματίζει>· ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει
- <χρηματίσασθαι>· πραγματεύσασθαι
- *<χρηματισμός>· ὀπτασία(ς) νομοθεσία
- [<χρήμπτει>· ἐγγίζει
- <χρημφθῆναι>· προσπελάσαι, ἐγγίσαι. ἐνορμῆσαι]
- <χρῆναι>· δέον εἶναι
- <χρῇς>· θέλεις. χρῄζεις
- <χρῆσαι>· θεσπίσαι
- <χρῆσθαι>· καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι
- <χρησθήσεται>· χρησιμεύσει
- *<χρησμός>· τιμωρία
- <χρῆσις>· ἐνέργεια
- <χρησμολογεῖ>· προφητεύει, μαντεύεται
- <χρησμόν>· κλῃδόνα
- <χρησμός>· προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ
μαντεία
- <χρησμῴδημα>· τὰ αὐτά
- <χρησμῳδία>· μάντευμα, μαντεία, προλεγόμενον
- <χρησμῳδούμενα>· τὰ αὐτά
- <χρηστὰ ποιεῖν>· τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα
- <χρήστης>· ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής
- <χρηστήριον>· μαντεῖον
- <χρηστοί>· οἱ καταδεδικασμένοι. χρήσιμοι
- <χρηστός>· χρήσιμος
- <χρηστῶν>· χρησίμων
- <χρήστωρ>· μάντις
- <χρῆται>· χρᾶται
- <χρῖ>· χρίει
- [<χρία>· μυρμήκων κοίτη]
- <χρί(μ)πτεσθαι>· ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν.
ἀλείφειν. προσπελάζειν
- <χρίμπτεται>· προσεγγίζει, καὶ τὰ ὅμοια
- <χριμφθῆναι>· ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι
- <χρίμψαι>· πελάσαι
- <χρόα>· τὸ σῶμα. ἢ χρῶτα
- <χροανθές>· εὐφεγγές
- <χροΐ>· σώματι. ἐπιφανείᾳ
- <χροιά>· ἐπιφάνεια
- <χροϊζόμενον>· λαμπρυνόμενον
- <χρόμαδος>· κρότος, ψόφος
- <χρόμη>· φρυαγμός. ὁρμή. θράσος
- <χρόμις>· εἶδος ἰχθύος
- <Χρόμιος>· ὄνομα κύριον
- <χρόμοις>· χρεμετισμοῖς
- <χρόμος>· ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός
- <χρονίζει>· διατρίβει
- <χρόνιον>· ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον
- <χρονιώτερον>· ὑπερχρονίζον
- <χρόος>· χρώς, καὶ τὸ <εις> ἀπὸ τοῦ σώματος διῆλθεν
- [<χροσάμενος>· τοῦ σώματος κορεσθείς]
- <χροὸς ἆσαι>· τοῦ χρωτὸς κορέσαι
- <χροιά>· μακρά
- <χρυνάζει>· καλεῖ
- <χρυσαΐζεται>· κοσμεῖται
- <χρυσαλλίς>· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα
λέγουσιν
- <χρυσαμοιβός>· ἀργυρογνώμων
- <χρυσάμπυκας>· χρυσοχαλίνους. χρυσομίτρους
- <χρυσάμπυκες>· χρυσόδεσμοι
- <χρυσάμπυκος>· χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς
ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνά- ληψις
- <χρυσάνθεμον>· πόα. ἢ καὶ <χρυσάνθιμον>
- <χρυσάορον>· χρυσο(ῦ)ν ξίφος ἔχοντα
- <χρυσαόρου>· χρυς(οῦν) ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιρα(ν),
σπάθην
- [<χρυσατήρια>· τὰ χωρία εἰς ἃ φοιτῶντες ἐλάμβανον ἱερεῖα καὶ
χρησμούς]
- <χρυσαυγοῦντα>· ἀστράπτοντα, ἡ στίλβοντα
- <χρυσάωρ>· χρυσόηλ[ι]ος. χρυσοκίθαρις. ἢ καλλιόμιλος
- [<χρυσέντευκτος>· ἐκ χρυσοῦ κατεσκευασμένος]
- <χρύς(ε)ο(ν) σκῆπτρον ἔχων>· ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περι-
φραστικῶς
- <χρυσεοπή(νητος)>· ἡ διὰ χρυσοῦ εἰργασμένη
- <χρυσέῳ>· τῷ χρυσῷ. ἢ λαμπρῷ
- <χρυσῆ>· ἐπὶ τῆς Ἀφροδίτης
- <χρυσηλάκατος>· καλλίτοξος· <ἠλακάτη> γὰρ ὁ τοξικὸς κάλαμος
- <χρυσήλατος>· χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος
- <χρυσήνιος>· χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος
- <χρυσῆς Ἀφροδίτης>· τῆς καλῆς
- <χρυσία>· ὁ χρυσός
- [<χρυσίδα>· τὴν χρυσῆν φιάλην]
- [<χρυσοπήνη>· τὴν διὰ χρυσοῦ εἰργασμένην]
- *<χρῶ>· μολυσμῷ
- <χρυσίς>· ποτήριον. οἱ δὲ φιάλη χρυσῆ
- <χρυσίον>· τὸ τῶν παιδίων αἰδοῖον
- <χρυσῖτις λίθος>· ἡ καλουμένη βάσανος ἢ Λυδία
- <χρυσοκόλλα>· βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι
χλωρόν
- <χρυσοκόλ(λ)ητος σφραγίς>· χρυσοδακτύλιος
- <χρυσόλοφοι δράκοντες>· χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες
- <χρυσορανίς>· ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν
- *<χρυσόθρονος>· καλλίθρονος
- *<χρυσόρ(ρ)απις>· ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος
- <χρυσοραγές>· χρυσοβαφές
- <χρυσορ(ρ)αγὲς ἔρνος>· ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ
δένδρου
- <χρυσότευκτος>· ἐκ χρυσίου κατασκευασθείς
- <χρυσοτόρευτα>· χρυσόγλυφα
- <χρυσοῦς>· Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττι-
κοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς
- <Χρύσω>· δαίμων
- <χρώζει>· προσάπτει. ψηλαφᾷ
- <χρῶμα>· φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά
- <χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ>· ἀντὶ τοῦ χρωτισθείς
- <χρῶσαι>· χρωματίσαι. μολῦναι
- *<χρώσω σῶμα>· μολυνῶ σῶμα
- *<χρωσθῆναι>· μολύνεσθαι
- <χρώσειν>· μολυνεῖν
- *<χρὼς ζῶν>· σῶμα ζῶν
- *<χρῶμαι>· μολύνομαι
- <χρωτός>· σώματος
- <χύδην>· κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς
- <χυλός>· πεμμάτων ὑγρῶν ἐκπίεσμα
- <χύμα>· ῥεῦμα. πλῆθος
- <χύματα>· τὰ ἐπὶ τοῖς τάφοις χεόμενα
- <χυμοί>· γεύσεις
- <χυμός>· σίελος. [ἢ τάφου χῶμα
- <χυμῶν>· πηγμάτων ὑγρῶν]
- <χύνιν>· τὴν χεῖρα
- <χύντο>· ἐξεχύθησαν
- <χύῤῥα>· οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι
- <χυῤῥάβιο>· δεσμοὶ συῶν
- <χύῤῥαβος>· ὄρνις τις ποιός
- <χυῤῥοίδια>· τὰ ζῶα τὰ χυ<οι>ῤῥοίδια
- <χυῤῥ(ε)ῖον>· στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον
- *<χυρβιάσαι>· σκιρτῆσαι
- <χυτά>· χωστά
- <χυτή>· χωστή
- <χυτή>· ἡ ἐπὶ τοῦ τύμβου χων(ν)υμένη γῆ
- (*)<χυτοί· οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι>
- <χυτόν>· χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος
- <χύτλα>· τὰ μετ' ἐλαίου καὶ ὕδατος ἀλείμματα
- <χυτλάζει>· κλυδάζεται
- <χύτλα>· τὸ ἐφ' ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας [ω] δι' ὕδατος
καὶ ἐλαίου
- <χυτλάσαι>· τρυφῆσαι. διαχέαι, ὑγρᾶναι
- <χύτλασον>· ὕγρα[ι]νον
- <χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν>· ἐσπαρμένος εἰκῆ καὶ
οὐκ ἐν τάξει μένουσιν
- <χυτλῶσαι>· μετ' ἐλαίου λούσασθαι
- <χυτλώσαιτο>· ἀλείψαιτο μετὰ τὸ λούσασθαι
- <χύτραι>· τὰ χυτροπώλια
- <χύτραις λημᾶν>· μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν
λημᾶν
- <χυτρεοῦν>· ὀστράκινον
- <χυτρεῖα>· τὰ τῶν χυτρῶν ὀστράκια
- <χυτρίδιον>· μέτρον τι
- *<χυτρίου>· τοῦ κρανίου
- <χυτρίνδα>· παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ
περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περι- στρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ ληφθείς
- *<χυτρίζειν>· ἐν χύτρᾳ (ἐκ)τιθέναι
- <χυτρῖνοι>· τὰ κοῖλα τῆς γῆς, δι' ὧν αἱ πηγαὶ ἀνίενται
- <χυτρισμός>· ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις
- <χώεσθαι>· συγχεῖσθαι. χολοῦσθαι
- <χώεται>· θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια
- <χωΐδα>· τροφὴν
- <χωλάβει>· θορυβεῖ
- <χωλεύει>· νοσεῖ. σκάζει
- [<χωλότοισιν>· ὀργίλοις]
- [<χωλοθείς>· ὀργισθείς]
- <χώλοθρον>· ἡ κοιλασία
- <χῶμα>· ὕψωμα γῆς, ὄχθη
- <χωματεπέκτης>· τοῖς χώμασιν ἐπικείμενος
- <χωνευτήριον>· χων(ε)ῖον
- *<χῶμος>· χῶμα, σωρός.
- <Χωνήν>· τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξε-
νόφα... ἐν τῷ περὶ Ἰταλίας
- <χῶνος>· βουνός. [τόπος.] βόθυνος
- <χωόμενος>· λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος
- <χώρει>· πορεύου
- <χωρεῖν>· ἀπελθεῖν
- <χώρησαν>· ἀνεχώρησαν
- <χωρήσαντα>· καταβληθέντα. ὁρμήσαντα
- [<χωριάζεσθαι>· λέγειν]
- <χωρίον>· δοχεῖον. κόπτρον. [καὶ ὄρνις ποιός]
- [<χωριαμός>· κίστη.]
- <χωρίς>· δίχα. ἰδιαζόντως
- <χωρίτης>· ἀγρότης, ἄγροικ[τ]ος. ἄλλοι τὸν ὁδηγόν
- <χωροβατεῖ>· ἐν τῇ χώρᾳ περιπατεῖ
- [<χωρονομεῖ>· ὀργίζεται]
- <χῶρος>· τόπος, ἀγρός. ἄν(εμ)ος. ἢ χωρίον
- <χωσάμενος>· χολωσάμενος
- <χώσασθαι>· συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι
- <χωσθῆναι>· τὰ αὐτά