Γλώσσαι/Π

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
<Πααμύλης>· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα-

σιν· ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης

<Παᾶπις>· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων

Φράτερσιν· ἀτὰρ ὦ Μεγάκλεες οἶσθ' ἃ τοῦ Παάπιδος· Ὑπέρβολος τἀκπώματα κατεδήδοκε

<παγαίη>· κύων. Σκυθιστί
<πάγανα>· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη
*<παγανός>· ἰδιώτης, ἄφρων
<παγάς>· γῆ τις ὑπὸ τῶν γεωργικῶν
<πάγασα>· θύρα. καὶ <παγασαί>
<Παγασίτης>· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θες-

σαλοῖς

<παγετός>· κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος]
<παγετῷ>· ψύχει. κρυμῷ
<πάγη>· παγίς. ποδάγρα. βρόχος
<πάγη δέ τις>· παγὶς δέ τις
<πάγην>· παγίδα. [ἢ ὑψηλὸν τόπον]
<παγῆναι>· στερεωθῆναι
[<παγγάς>· πλάνος]
<πάγιον>· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές
*<παγηνός>· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός
<παγκαρπία>· πανσπερμία
<παγκράδη>· ἀπὸ τῆς κράδης τῶν συκῶν
<παγκρατής>· Ζεύς. Ἀθηναῖοι
<παγκρατιάζειν> καὶ <παγκράτιον>· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν.

καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός

<παγκρατιασταί>· ἀθληταί, πύκται
<πάγκυφος>· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο-

πόλει

*<παγελός>· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος
<παγ.λάδια>· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ
<πάγον εὐτειχῆ>· τετειχισμένον ἐν ὄρει
<πάγοι>· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν
<πάγος>· ὄχθος. βουνός. ψῦχος
<παγούαιρ>· μάρμαρος. ἢ μικακύς
<πάγουρος>· εἶδος καρκίνου
<Παγχαῖος>· Ζεύς
<πάγχυ>· παντελῶς
*<παῖον>· ἀσφαλές, βέβαιον
<παγχυρισμός>· πολυσύγκριτος
<παγῶν>· πηγῶν
<παδησχέαι>· σχίζαι
*<παλλία>· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν
*<παθήματα>· συμφοραί
<παθαίνεσθαι>· δεινοπαθεῖν
<παθιώταρ>· συγγενοῦς. τελευταίου
<(π)άζιον>· λίθος πολύτιμος
<Παιὰν Ζεύς>· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς
<παιάναι>· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν,

ἢ αἰσχροῦ τινος

<παιᾶνας>· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν
<Παιανιέα>· ἀπὸ δήμου τῆς Ἀττικῆς
<παιᾶνι στυγνῷ>· θρηνητικῷ ὕμνῳ
<παιδαγωγία>· παιδεία, διδασκαλία
<παιδαγωγός>· παιδευτής. καὶ τὰ ὅμοια
[<παιδάκιμα>· μειράκια]
*<παῖδαι>· ἡμέραι τινές
*<παῖδα δέ μοι>· τὴν θυγατέρα δέ μοι
<παιδάρια>· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα
*<παιδαλήθριον>· παιδισκάριον
<παιδαριήματα>· παιδάρια
<παιδαριώδη>· ἀσύνετα
<παιδέρως>· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος
*<παιδεία>· ἀγωγὴ ὠφέλιμος. διδαχή
<παῖδες>· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ

τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι

<παιδεύειν>· τρέφειν, παιδοτροφεῖν
[<παιδεώτις>· παιδοκτόνος]
*<παιδεία>· πείρα. νουθεσία
<παιδικά>· τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας

συνουσίας

<παιδικέωρ>· ὁ ἐν γυμνασίῳ ὑπηρέτης
<παιδίνορ>· παιδίσκη
<παιδισκάριον>· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ

πρὸς ταλασιουργίαν χρῶνται

<παιδίσκοι>· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες
[<παῖδνες>· ἀλαλαγμοὶ ἐν πολέμῳ]
<παιδνός>· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι-

κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος <ἀντίπαις>. ἄφρων, νήπιος

<παιδοβάτιον>· εἶδος ἀμπέλου
<παιδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας
<παιδικομίας>· παιδοτροφίας
<παιδοκόμ[εν]ος>· ὁμοίως
<παιδοκόρης>· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις
<παιδολέτρια>· παιδοφόνος
<παιδολέτερον>· παιδοφόνον
<παιδονόμος>· ἀρχή τις παρὰ Λάκωσι
<παιδοπίπας>· ἀρσενοβάτης, ἀνδροβάτης
<παιδός>· ἀκμῆς
<παιδοτρίβαι>· ἀλεῖπται. γυμνασταί
<παιδοτριβοῦσι>· παιδεύουσι. καὶ τὰ ὅμοια
<παιδῶνας>· τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι
(*)<παιδονίκται>· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς
<παίει>· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει
<παιήονα>· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ

καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος]

*<πεζός>· τοῖς ποσί
<παιηοσύνη>· ἰατρεία
<παιητέον>· πληκτέον
<παιλαγρέται>· ἀρχή τις, ἐπὶ ἱππέων
<παιλλός>· ἄῤῥην, νήπιος
<παίμμα>· πλακούντια
<Παίονες>· ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί]
*<παῖον>· ἀσφαλές, βέβαιον
*<παιπάλλειν>· σείειν
<παιπαλᾶν>· περισκοπεῖν. ἐρευνᾶν
<παιπάλη>· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν
<παιπάλημα>· ποικίλος ἐν κακίᾳ
(*)<πάϊν>· παῖδα
<παιπαλόεσσαν>· ὑψηλήν·

ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν

<παιπαλόεντος>· τραχύν
<παιπάσσουσα>· παντὶ φαινομένη
<παῖς>· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ

<παρθένος>. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων

<παῖσαι>· ὃ ἡμεῖς <παῖξαι>
[<παισαρεύματα>· περικόμματα]
<παιρεύς>· παιρέτης
<παίσατε>· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν-

δοτε

<.παις θ' ἅμα>· [παίει ἅμα]
<παίσδῃ>· παιδαριεύῃ
<Παισός>· πόλις. καὶ ποταμός
[<παιτάσας>· ἁπλώσας
<παίταυρα>· σίγνα]
<παιφάσσειν>· πυκνὰ ἀπ' ἄλλου ἐπ' ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν,

σπεύδειν, θορυβεῖν, πηδᾶν

<παίω>· δέρω, τύπτω, πλήττω
*<παιώνιον>· φάρμακον καταπαῦον ὀδύνας
<Παίων>· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς <παιωνισμός>. γράφεται

δὲ καὶ <παιανισμός>

<Παιῶνες>· τὰ αὐτά
<παιώνια>· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι
<παιώνιον>· ἴασιν. θεραπείαν
<Παιώνιος>· Διόνυσος
<παιωνίσαντες>· ἀλαλάξαντες
<πακοτή>· ἀποσκότ..
<πακτά>· ἡρμοσμένα. πεπηγμένα
<Πακτωλός>· ὄνομα ποταμοῦ
<πάλα>· ζώνη
*<πάλαι>· ποτέ
<παλ[λ]άθη>· ἡ τῶν σύκων ἐπάλληλος θέσις
<παλάθαι>· σύκων μαζία
<παλαία>· ἀλφιτισμός. οἱ δὲ ποσισίτου
<παλαιγενεῖς>· πρεσβῦται
<παλαιθέου>· παλαιᾶς θεοῦ
*<παλαιοθέτης>· παλαιοπράγμων. δραστήριος
*<παλαιδέτης>· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής
*<παλαιόν>. ἀρχαῖον. σαθρόν
*<παλαιός>· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί-

θιος

<Παλαίμων>· ὁ Ἡρακλῆς
<παλαιόρ>· μωρός
<πάλαι πεπρωμένον αἴσῃ>· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι

μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου

<Παλαίπολις>· τὸ πάλαι[ὸν] Ἄργος
<πάλαισμα>· κακοτεχνία
<παλαισμοσύνη>· πάλη
<παλαιστή>· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή
<παλαίστρα>· ὅπου οἱ παῖδες ἀλείφονται
<παλαίτερον>· παλαιοτέρων ἱστοριῶν
<παλαιφάγου>· πάλαι ἐσθιομένης
<παλαίφατα>· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα.

οἱ δὲ πάλαι τέλος ἔχοντα

*<πάλη>· ἀγών
<παλαιῶς>· ῥάπισμα. [καὶ παλαιά
<παλαιῷ φωτί>· πρεσβύτῃ γεγονότι
<παλακῖνος>· πολεμιστήριος
<παλάμαι>· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι' αὐτῶν πολλὰ μαιόμεθα
<παλάμη>· τέχνη. χείρ
<παλαμήσας>· τεχνάσας. ἐργάσας
<παλαμήσασθαι>· τεχνάσασθαι. καὶ τὰ ὅμοια
<πάλαμις>· τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις
(*)<παλαμέων>· τεχνῶν
<παλαμναῖος>· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε-

λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ

[<πάλανον ἀφρόν>· πεπηγότα ἀφρόν]
<παλάξαι>· βρέξαι· ἔνθεν καὶ <πηλὸς> ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι,

συνθράσαι

*<παλάσσετο>· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα-

λάσσετο

<π(α)λάσια>· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ <θ> <π(α)λάθια> καὶ

<παλάθη>

<παλαστῶσαι>· χειροτονῆσαι
<παλάχη>· ἀρχή. λῆξις. μοῖρα. γενεά
<παλαχῆθεν>· ἐκ γενεᾶς. ἐκ παλαιοῦ
*<παλαίστρα>· ἀγωνία
<παλεύεται>· θηρεύεται, ἀγρεύεται
<παλεύσας>· τὰ αὐτά. καὶ ὑπαγαγόμενος·

παράνομον γάμον παλεύσας. μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ <παλεύτριαι> αὗται αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι

<παλευταί>· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται
<παλημάτιον>· τὸ λεπτὸν ἄλευρον
<πάλην>· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου
*<παλαμναῖος>· φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος
<παλήσειε>· διαφθαρείη
<παλιτούτη>· πλίνθος
<πάλθοις>· τόξοις. σφενδόναις
[<παλίβολος>· ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος]
<παλι(γ)γλώσσῳ>· βλασφήμῳ
<παλιγκάπηλος>· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν.

ὡς <παλίνδουλος> ὁ πολλάκις δουλεύσας

<παλίγκλαστον>· σκολιόν. αὐστηρόν. δύστροπον
<παλίγκοτα>· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια
<παλιγκώα>· πλάνη
<παλ(.)ίζεσθαι>· σφαιρίζειν
<Παλικοί>· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου-

σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες αὐτήν

<παλίλλογα>· παλινσύλλεκτα
<παλιλλογία>· ταυτολογία
<παλίμβιος>· ὡς ἐξ ἀναβιώσεως
<παλίμβολον κήρυκα>· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ-

μο(ν)α γὰρ δηλοῖ

<παλίμβολος>· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. <τρίπρατος>.

ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος, ἀκατάλληλος. ἀπ' ἄλλου εἰς ἄλλον μεταβαίνων

<παλίμβολος>· ἀδόκιμος, ἀνελεύθερος
<παλιμπετές>· εἰς τοὐπίσω πεπτωκός
<παλιμπετής>· ὀπισθόρμητος, ἢ ἐναντιοπετής
<πάλιμ πλαχθέντας>· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς

τοὐπίσω, ἢ πλανηθέντας

<παλιμπόρους βάκχους>
<παλιμπρυμνηδόν>· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ-

προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι

<παλιμπυγηδόν>· τὸ εἰς τοὐπίσω ἀναποδίζειν
<παλίμφημα>· κακόφημα, δύσφημα, βλάσφημα
<πάλιν>· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον <πάλιν> τοπικῶς χρῆσθαί

φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς

<παλινάγγελος>· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ

τούτου ἑτέραν φάσιν ἀποφέρῃ

<παλινάγρετα>· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν

ἀναλαμβανόμενα

<παλινάγρετον>· παλίλληπτον. μεταμελητόν
<παλιναίρετον>· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη-

μένον. παλισύῤῥαπτον

<παλινδαές>· παλίγγνωστον
<παλινδ[ε]ινία>· [πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων
<παλινδικεῖ>· ἐπισυνάπτει δίκην
<παλινδικία>· ἡ ἐξ ἀρχῆς δίκη
*<παλιγγενεσία>· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι
<παλινδίνητον>· συνεχές ......
<παλινδορία>· τὸ σκύτος. Πλάτων Σύρφακι·

σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω

<παλινδρομεῖ>· ἀνατρέχει. ὑποστρέφει
*<πάλιν ἐρέει>· ἐναντιωθήσεται. ἢ ἀντερεῖ
*<παλίνορσος>· ὀπισθόρμητος. πάλιν ὑποστρέψας
*<παλινδ(..)ία>· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη
<παλιμπλά(γ)κτοισι[ν]>. ὀπισθορμήτοις
<παλινοιωνίαι>· ἐκ δευτέρου μαντεῖαι
<παλίνπιττα>· ἑφθὴ πίττα
<παλινσάγης>· χήρα γυνή ........
<παλίνσκιος>· σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ <πάλιν> ἐνιαχοῦ

ἐπίτασιν δηλοῖ, ὡς <παλινκάπηλος παλίμπρα[κ]τος>

<παλίντιτα>· ὀπισθέκτι[ς]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα
<παλίντονα>· ὀπις(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα
<παλιντριβεῖ>· κακεντρεχεῖ
<παλιντροπά[ς]ασθαι>· εἰς τοὐπίσω τρέπεσθαι
*<παλινοστήσας>· εἰς τοὐπίσω ἐπανελθών
<παλινῳδίαν>· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον
[<παλίνωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις]
<παλινώρους>· ἄκοντας
<παλίνωρον>· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν <ἐκκοκκι-

ζομένων> ῥοιῶν

<παλίουρος>· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον
<παλιῤῥόθιον>· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω

φερόμενον

<παλίῤῥυτον>· εἰς τοὐπίσω ἑλκόμενον
<παλίσσυτοι>· ἀναχωρήσαντες
<παλίσσυτον>· ἐξ ὑποστροφῆς
<παλίωξις>· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα-

τον διῶκται γένωνται

<πάλκος>· πηλός
<πάλλα>· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη
<Παλλάδος πρόσωπον>· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω-

πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....

<παλλάκιον>· μειράκιον
<παλλακός>· ἐῤῥωμένος
<Παλλάντιος>· Ζεὺς ἐν Τραπεζοῦντι
<Παλλαντίς>· ἡ Τριτωνὶς λίμνη
<Παλλάς· Ἀθηνᾶ>, ἡ παίουσα τοὺς αὐλούς
[<παλ[λ]άσσειν>· ταράσσειν. βρέχειν. μολύνειν]
<παλλάχανον>· κρόμμυον. Ἀσκαλωνῖται
<πάλλε[ν]>· ἔβαλεν. ἐκράδαινεν
<πάλλει>· κινεῖται, ἅλλεται
<πάλλειν>· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν
*<πάλλεται>· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια
<πάλλεσθαι>· κληροῦσθαι. ἅλλεσθαι
<πάλλευκον>· εὐήμερον
<Παλληνί[α]ς>· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι
*<παλλία>· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί
<πάλληξ>· βούπαις
<παλλιχίαρ>· πεμμάτιόν τι παρὰ Λάκωσι
*<πάλλεται>· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει
*<πάλλον>· ἔσειον. καὶ τὰ ὅμοια
*<πάλλων>· κινῶν, ταράσσων
*<παλλομένων>· κληρουμένων
<παλλύτας>· ὄργανον βασανιστήριον
<πάλμη>· γέῤῥον
<παλμός>· τρόμος. σεισμός. καὶ τὰ ὅμοια
<παλμυός>· βασιλεύς. πατήρ. οἱ δὲ <πάλμυς>
[<Παλμύτης>· Αἰγύπτιος θεός]
[<πάλνης>· πλάνης. ἀπάτης]
*<παλλωΐα>· τὸ μὴ τυχεῖν βάλλοντα
<πάλ[λ]ος>· κλῆρος. ἀπὸ τοῦ <πάλλεσθαι>, πρὸς τὴν ἄρ[νη]σιν τοῦ

λαγχάνοντος. καὶ τό· κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες

<πάλ[λ]ος ἔζευξεν>· ......
[<παλλουμένων>· κληρουμένων]
[<πάλ<οις><αις>>, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια]
<παλτά>· ἀκόντια. λόγχαι
<πάλτο>· ἥλατο. ἀπέβη
<παλτόν>· κληρωτήν
<παλτῶν>· ἀκοντίων
<παλύνας>· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην <χυτήν>. εἴρηκε

δὲ ἀπὸ τοῦ ἀλεύρου· ἐπὶ δ' ἄλφιτα λευκὰ[νειν] παλύνειν πάσσει(ν)

<παμβῶτις τύχη>· ἐλπὶς παντοτρόφος
<Παμισός>· ποταμός
<παμμάκαρ>· κατὰ πάντα μακαριστός
<παμμέγεθες>· λίαν μέγα
<παμμελέσιν>· ἐνμελέσι. γλυκερέσιν
<παμμήστορα>· πάντων τεχνίτην
<πάμπαν>· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως
<Πάμπανον>· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ
<παμπήδην>· ὁλοσχερῶς. παντελῶς
<παμπης[ς]ία>· πᾶσα ἡ ὕπαρξις
<παμποίκιλος>· πολύτροπος
*<πάνπρωτον>· πάντων πρῶτον
<παμφάγος>· πάντα δαπανῶν
<παμφαές>· φαιδρότατον. πάντα φωτίζον
<παμφαίνειν>· λάμπειν, στίλβειν, ἀστράπτειν
<παμφαλύζει>· τρέμει
<παμφανάᾳ>· λάμπει
<παμφανόωντα>· λαμπρόν, πάντοθεν λάμποντα
<παμφαοῦς>· πάντα φωτιζούσης
<παμφθόγγῳ>· παμφώνῳ
<πάμφι>· παντάπασι
<Παμφίδες>· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι
<παμφόρῳ>· πάντα φέροντι
<παμ[μ]ωχίων>· κεκτημένος
<παμῶχος>· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι

τὰ παιδία [καὶ] τὸν πατέρα

<πᾶν>· ὅλον. <τὸ πᾶν>· τὸ ὅλον
<παναγῆ>· καθαρά. ἅγια
<παναγής>· καθαρός, κατὰ πᾶν ἁγνός
[<παναγιστίας>· παναγίας]
<πάναγρα>· [πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται
<πανάγρου>· τοῦ πάντα ἀγρεύοντος
<παναθήναια>· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών
<παναιεῖς>· Ἀθήνησιν ἱέρειαι
<παναίθῃσιν>· ὅλαις λαμπραῖς·

παναίθῃσι(ν) κορύθες(ς)ι

<πάναιθον>· λαμπρόν
<παναίθετος>· πάντα ἀπαραίτητος
<παναίγυλος>· πανκάκουργος
<παναιΐα>· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί
<Παναῖ[ν]οι>· ἔθνος Θρᾴκιον
<παναίολος>· παμποίκιλος
<πανάκεια>· θεραπεία
<πάν(ακ)ες>· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται
<Πάνακτος>· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ
<παναλκές>· ἰσχυρόν. παντοδύναμον
<πανάμερος>· δι' ὅλης ἡμέρας
<πανάμωμος>· ἀρεστός
<πανάποτμος>· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε-

λῶς κακόμορος

<παναρμόνιον>· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. <Ἁρμονία> γὰρ

ἡ εὔτακτος ἀκολουθία

*<πανάργυρον>· ὅλον ἀργυροῦν
<πανασκηθέα>· πάντα ὑγιῆ
<παναφήλικα>· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός
<Παναχαιῶν>· πάντων Ἑλλήνων
<παναώριον>· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον
<πανδαισία>· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ

πολυτελὴς τράπεζα

<πανδαισίαν>· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν
<πανδαμάτωρ>· ὁ πάντας δαμάζων
<πανδαμικοί>· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς
<πανδ[ε]ῖα>· ἑορτὴ Ἀθήνησι
<πανδερκεῖς>· πάντα ὁρῶντες
<πᾶν δ' ἦμαρ>· δι' ὅλης δὲ τῆς ἡμέρας
<πανδημεί>· σὺν παντὶ τῷ δήμῳ
<πανδήμιος>· ὁ καθ' ὅλον τὸν δῆμον ἀναστρεφόμενος
<πανδήμου>· δημοσίας, κοινῆς
<πανδοκ(ε)ῖον>· πανδοχ(ε)ῖον
<πάνδοξ>· ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν
<πανδοῦρα ἢ πανδουρίς>· ὄργανον μουσικόν. <Πάνδουρος> δὲ ὁ

μεταχειριζόμενος τὸ ὄργανον

<Πανδοσία>· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας
<πανδοχεύς>· ἐπιδέξιος, ὁ πάντας δεχόμενος
<πανδώρα>· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ' οὗ καὶ

<ζείδωρος> καὶ <ἀνησιδώρα>

<πάνεια>· κεχορτασμένη
<πανείπας>· ἀναιδής
<πανέξαλλον>· ἐν πᾶσιν ἀλλότριον
*<παναίολος>· παμποίκιλος
<πᾶνες>· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον
[<πανέψιον>· πᾶσι σύνοπτον]
<πανήγυρις>· ἔπαινος. ἑορτή. θέατρον
<πανημαδόν>· διὰ βίου
<πανημέριος>· οὐχ ὁ δι' ὅλης ἡμέρας, ἀλλ' ὁ ἀφ' οὗ τι(ς) ἂν ἄρξη-

ται μέρους· ἢ καὶ δι' ὅλης τῆς ἡμέρας, καταχρηστικῶς

<πανήρεα>· πᾶσιν ἀρέσκοντα
<πανήρεσι>· κατὰ πάντα ἡρμοσμέναις
<πανῆρες>· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον
*<πανήπορος>· πανάπορος, ἐνδεής
<πανθρ(ό)ῳ δήμῳ>· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε

μηδὲν ὑποστέλλεσθαι

<πάνθρυλ[ι]ον>· τὸ πάντα θρυλοῦν
<πανθύλην>· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις
<πανθυμαδόν>· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ
<πάνθ' ὑπὸ μηνιθμόν>· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον
<Πανία>· ἡ Πελοπόν(ν)ησος
<πανίας βήσσας>· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ

λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός

<πανικτόν>· Ἕρμιππος ἐν Στρατιώταις·

ὥρα τοίνυν μετ' ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα καὶ προσκεφάλαιον, ἵν' ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς. ἀλλ' οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου)

<πάνιον>· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν
<πανίῳ δαίμονι>· μανιώδει δαίμονι
<πανιώνιον>· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ
<πάγκαλος>· ἐξ ὅλου, κατὰ πάντα καλός
<πανκαρπία>· πανσπερμία
<πανκρατής>· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων
*<πάντα>· ὅλα
<παννόας>· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης
<παννυχίη>· δι' ὅλης τῆς νυκτός
<παννυχίς>· ἑορτὴ νυκτερινή
(<πανοικί>)· σὺν ὅλῳ τῷ οἴκῳ
<πανόλβιος>· παμμακάριστος
[<πάνομαλφαίῳ>]
<πανομφαῖον>· πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων
<πανομφαίῳ>· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη-

δών

<Πανόπη>· πόλις Φωκίδος
<πανόπτης>· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί
<πάνοπτος>· ὁ πανταχόθεν φαινόμενος
<πανορμίη>· ἐπίθετον Ἀπόλλωνος
<πανὸς σκῶλον>· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς

[ἄντρον τι λέγεται σχῆμα

<πανὸς σκότος>· οἷον νυκτερινὸς φαντασίας
<πανοσπρία>· σύνοδος
[<πανοστρία>· συμμιγὴς πληθύς. σύνοδος]
<πᾶν ὁτιοῦν>· οἷον δή ποτ' οὖν, πᾶν τὸ τυχόν
<πανοῦργος>· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος
<πανουλεύς>· ἐξώλης
<πανούριος>· πάντα οὔριος
<Πάνοψ>· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ

κρήνη

<πανόψιον>· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν
<πανσαγία>· πανοπλία
<πανσθενεστάτῳ>· ἰσχυροτάτῳ
<πανσυδίη>· ὁμοῦ πάντες
<πάντα κάλων σείει>· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων
<πάντα κινήσας πέτρον>· παροιμία
<πάντα λίθον κινεῖν>· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ

Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....

<παντάνα>· τρυβλίον
<πάντα δ' ἀπὸ (π)λευρῶν χρόα ἔργαθεν>· οὐ κατὰ βάθους ἔτρω-

σεν, ἀλλ' ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ

<παντάπασι>· παντελῶς. ὅλως
<πανταρκέα>· πᾶσι βοηθόν
<πανταρκής>· ὁ πᾶσιν αὐταρκῶν. [ὁ]
<παντάσκιος>· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων
<πανταχῶς>· πάντα τρόπον
<παντελές>· παντελῶς, ὁλοτελῶς
<παντελής>· ὁλοτελής. [καὶ]
<παντεπόπτης>· ὁ πάντα καθορῶν
<πάντες>· ἀντὶ τοῦ οἱ πλεῖστοι
<πάντες(ς)ιν>· ὑπὲρ πάντων
<παντευχία>· πανοπλία
<πάντη>· πάντως. πανταχοῦ, πάντοθεν
<πάντη τε>· πάντως
<πάντη>· πανταχοῦ (..) ἑκάστῳ (....)
<παντὶ σθένει>· ὅλῃ, πάσῃ δυνάμει
<παντίτῳ>· παντί τινι
<παντοδαποῖς>· διαφόροις
<παντοδαπός>· παντοῖος. σύμμικτος
<παντοδα(πῶν)>· παντοίων. καὶ διαφόρων
<πάντοθεν>· πανταχόθεν, ἐξ ἑκάστου τόπου
<παντόθι>· πανταχοῦ
<παντοίων>· πάντων. πολυτρόπων
<παντοκράτωρ>· ὁ θεός, πάντων κρατῶν
<παντομάντειραι>· μοῖραι
<πάντοσε>· εἰς πάντα τόπον. πανταχοῦ
<πάντοσ' ἐΐσην>· πανταχόσε στρογγύλην
<παντώνια>· παντοδαπά
*<πάντων>· πάντως
*<πάντων>· ὑπὲρ πάντας
*<πάντων ἐκπαγλότατε>· ὑπὲρ πάντας ἐκπληκτικώτατε
<πάντως>· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως
<πάντως θαρσαλέη>· κατὰ πάντα θρασεῖα
<πανυπερτάτη>· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων
<πανυπείροχον>· πάντων μέγιστον
<πάνυσσα>· (ς)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα-

λαμβάνουσι

<πανύστατον>· πάντων ἔσχατον
*<παννυχίους>· δι' ὅλης νυκτός
*<πάντη τε καὶ πάντως>· κατὰ λόγον καὶ τρόπον πάντα
<πανώλεθρον>· ἐξῶλες, πανῶλες
<πανώλης>· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος
<πάξ>· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν]
<Πάξοι>· νῆσοι κατὰ Ἰταλίαν
*<παππάζοιεν>· πατέρα καλοῖεν
[<παπαίδην>· παντελῶς]
*<πάπας>· πατρὸς ὑποκόρισμα
<πάππα>· προσφώνησις παι(δὸ)ς πρὸς πατέρα.
<παπαῖ>· σχετλιασμός
<παππ(ά)ζοιεν>· πατέρα καλοῖεν
<παππάζουσιν>· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ

τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα

<πάππος>· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων

ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν

<παπταίνειν>· περιβλέπειν πάντη
<παπταίνοντα>· ὁρῶντα
[<παπταιγγεῖ>· περισκοπεῖ]
<παπτήνας>· περισκοπήσας
<πάρα>· ἐγγύς. πάρεστι
<παραβαίνοντας>· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας
<παραβαλεῖς>· ἀπατήσεις. παραθήσεις. παραδώσεις
<παραβαλλόμεναι>· ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι
<παραβαλλόμενος>· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος
*<παράβολον>· παράδοξον
<παραβαλοῦ>· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά
<παραβαλῶ>· συγκρινῶ. παραθῶ, ὅμοιον
<παραβαλών>· ὁμοίως παραθείς
<παρ[α]βεβαῶτε[ς]>· παραβεβηκότες
<παραβλέπων>· στραβός
<παραβλήδην>· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ-

λοντες

<παραβληθησόμενος>· συγκριθησόμενος
<παραβλητικός>· παραβάλλων
<παραβλῶπας>· παρορῶντας
<παραβλῶπες>· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα-

ραβλέποντες

<παραβολή>· πραγμάτων ὁμοίωσις
<παραβουλευσάμενος>· εἰς θάνατον ἑαυτὸν ἐκδούς
<παραβραβευθείς>· καταῤῥαγείς. παραμεληθείς
<παραβραβεύων>· παρακρίνων
<παραβύουσαν>· παρακαμ(μ)ύουσαν
<παράβυστον>· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι-

κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω καλούμενον

[<παραγάγγας>· εἶδος μέτρου Περσικοῦ]
<παρ' ἀγαυοῦ Τιθωνοῖο>· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ
<πάρα γε>· ἐγγὺς δέ. ἢ κόψον
<παράγει>· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται
<παραγκωνίσασθαι>· ἀποστρέψαι
<παραγόρευσιν>· ἄρνησιν
<παραγράφεται>· ἐκβάλλεται
<παραγραφή>· ζημία
<παραγράψαι>· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα-

βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι

<παραγράψεται>· οὐ παραδέξεται
<παραγυμνῶσαι>· φανεροποιῆσαι
<παραγωγαί>· ἀπάται. χρήσεις
<παραγωγάς>· χιτὼν παρὰ Πάρθοις
<πάρα δέ>· ἐγγὺς δέ
<παραδέδρομα[ι]>· παρεμνήσθην
<παραδειχθέν>· φανερωθέν
<παράδειγμα>· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα
<παραδειχθῶ>· οὐ φαίνομαι
<παράδεισος>· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν.

ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα- τάλυσις

<πάρα δέ σοι>· πάρεστι δέ σοι
<παραδήμῳ>· ἐξακούστῳ
*<παραδειγματίσαι>· φανερῶσαι. θριαμβεῦσαι
<παρὰ δίκην>· παρὰ τὸ δίκαιον
<παρὰ δόξαν>· παρ' ἐλπίδα, παρὰ προσδοκίαν
<παράδοξον>· θαυμαστόν. ἀπροσδόκητον
<παράδοξος>· ὁ παρὰ δόκησιν λεγόμενος
<παράδοσις>· ἄγραφος διδασκαλία
<παραδόσεων>· διδασκαλιῶν
<παραδραθέειν>· παρακοιμηθῆναι
<παραζηλῶν>· παροξύνων, παρεξισῶν
<παραζωστρίς>· μικρὰ μάχαιρα
<παραθαλπόμενος>· παραθερμαινόμενος. παρακμάζων. παραμυθού-

μενος

<παραθεῖ>· παρατρέχει
<παράθεμα>· ἐπίθεμα
<παραθέουσι>· παρατρέχουσι
<παραθήγειν>· ἀκονᾶν, παροξύνειν
<παραθήκη>· παρακαταθήκη. [παράθου
<παραθῆται>· ἐκβάλλῃ
<παρὰ θῖνα>· παρὰ τὸν αἰγιαλόν
*<παραθέντες>· ἐκβληθέντες
<παράθρανος>· κώπη τις ἐν ταῖς παραθράνοις
<παρ[α]θρέξειας>· παραδράμοις
[<παραθῶτε>· ἐκβάλλει]
<παρα(ι)βάται>· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν

ἁρμάτων

<παρ' αἰγείρου θέα>· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς

θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα, ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ' αἷς ἐκαθέζοντο, πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον

*<παράδοξος>· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος
*<Παραίλεως>· ὄρος ἐγγὺς μ ρ θ ν<ο>
*<παραινεῖ>· συμβουλεύει
<παραιθένατα>· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν

ἐπὶ τὸν καρπόν

<παραικάτια>· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις
<παραίνεσις>· συμβουλή, νουθεσία, σωφρονισμός
<παραίπαιμα>· παρακοπή
<παραὶ ποσί>· παρὰ τοῖς ποσί
<παραιρεῖται>· ὀλίγα ἀφαιρεῖται
<παραιρήμ[μ]ατα>· παράρματα ἱματίων
<παραιροῦνται>· ἀφαιροῦνται
*<παραὶ ποσὶ κάππεσε θυμός>· ἠγωνίας(αν), καὶ κατέπεσαν τῇ

γνώμῃ [ἢ ποσίν]

<παραισαβάζειν>· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου
<παραίσι[μ]α>· ἀλλοῖα τῶν προσηκόντων
*<παρίσομαι>· ....
<παραΐσσοντα>· παρατρέχοντα
<παραίτησιν>· παράκλησιν
<παραίφασις>· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα-

ρηγορία. παραίνεσις

<παραιφάσσει>· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια
<παραιφηλούμεθα>· παραγόμεθα
<παρακαίρια>· παράκ(αι)ρα
<παρακαταθήκη>· ἐνέχυρον
<παρ[α]κατέλεκτο>· παρακατέκειτο
<παρακεκλημένοι>· παραμυθηθέντες, παρακληθέντες
<παρακεκόαται>· παρανοεῖ
<παρακεκομμένον>· ἄνανδρον
<παρακέκρουνται τῶν φρενῶν>· (παρ)ηλλάττοντο
<παρακελεύσεσθαι>· προτρέψασθαι
<παρακελεύουσιν>· ἐπιτρέπουσιν
<παρακεχόρδικεν>· παρήλλαχεν. παρήμαρτεν
<παρακεώμεθα>· ἐγκείμενοι ὦμεν
*<παράκλητον>· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό-

μενον

*<παρακλήτορες>· παραμυθηταί
*<παρακλιδόν>· ἕνα παρ' ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος·

"παρακλιδόν, οὐδ' ἀπατήσω"

*<παρὰ κληῖδος ἱμάντα>· παρὰ τοῦ τρυπήματος παραγομένου κλεί-

θρου, δι' οὗ τὸν ἱμάντα ἐνιᾶσι

<παρακοᾶν>· παρανοεῖν
<παρακοίτης>· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς <παράκοιτις>
<παρακονᾶν>· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς

παρειάς

<παρακόπτει>· μαίνεται
<παρακόρησον>· παρακάλλυνον
<παρακοττεῖ>· παραφρονεῖ
[<παράκρουσις>· ἀπάτη. [παρενεγκεῖν]
<παρακροτήσαντες>· παραθαρσύναντες
<παρακροτῶν>· παροξύνων
<παρακρούει>· πλανᾷ, ἐξαπατᾷ
<παρακρουσθέντες>· παραλογισθέντες
<παρακρουσιχοίνικος>· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ

οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν

<παράκρουστος>· μωρός
<παράκτης>· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων
<παρὰ κωφὸν ἀποπαρδεῖ>· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ

αἰτία

<παραλαλοῦντος>· ......
<παρὰ λαπάρη(ν)>· παρὰ τὴν λαγόνα
<παραλέ(λε)ξαι>· παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι

παραλέγειν

<παραληρούντων>· μωρὰ λαλούντων
<παραλία>· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς <πάραλος>
<παραλία> καὶ <πάραλος> καὶ <παράλιος>· παραθαλάσσιος
*<παραλαλεῖ>· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ
<παραλίτης>· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς
<παραλλαγῆς>· ἐναλλαγῆς, ἀλλοιώσεως
<παραλλάξαι>· * διάβηθι, πάρελθε
<παραλλάξας>· ἐνηλλαγμένως. παρελθών
<παρ' ἀλλήλαις>· ἐγγὺς ἀλλήλων
<παράλληλον>· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν
<παραλογισμός>· ἀπάτη λογισμοῦ
<παραλογιστής>· ἀπατεών
<παράλογον>· ἀλόγιστον
<πάραλ[ι]οι>· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς
<παραλουργεῖς>· οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· <πα-

ραβαφής>· <Ἁλουργὲς> γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος

<παραλούς>· παρακρατηθείς. συσχεθείς
<παραλυθῆναι>· ἀπολυθῆναι
(*)<παραλοῦμαι>· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες

παρελοῦντο

[<παραλώματα>· τὰ ἔξωθεν]
<παραλώματα>· τὰ ἔξωθεν τῶν <μ>ρών (ς)κεπασμάτων
<παραμαρτών>· ἀποτυχών
[<παραμήνας>· παραναγνούς
<παραμήξας>· παραλλάξας]
<παραμεῦσαι>· παραλλάξαι. ἐκτραπῆναι
<Παραμήνη>· ἡ τῶν θεῶν μήρα. Λυδοί
<παραμίξεται>· γειτνιάσει
<παρ' ἄμμι>· παρ' ἐμοί
[<παραμνείσω>· παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ-

ναμιν]

<παράμονος>· καρτερός
<παραμυθίαν>· παράκλησιν
<παραμυ(θή)σασθαι>· συμβουλεῦσαι
<παρὰ ναῦφιν>· παρὰ τῶν νεῶν
<παρὰ νῆας>· παρὰ τὰς ναῦς
<παρὰ νηυσί>· παρὰ τοῖς πλοίοις
<παράνοια>· ὑπερηφανία
<παράνομος>· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία
<πάραντα>· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα

τῆς εὐθείας ὁδοῦ

<παράνυμφος>· νυμφεύτρια
<παραξιφίς>· μάχαιρα
<παρ[αρ]άορος>· σειραφόρος
<παραός>· ἀετὸς ὑπὸ Μακεδόνων
<παράπαγος>· μάνδαλος θύρας
<παραπαίει>· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ
<παραπαιόντως>· ὁμοίως
<παράπαιστος>· παραπλήξ. ἢ παρειμένος
<παράπαν>· παντελῶς, καθόλου
<παρὰ πάντας>· ὑπὲρ πάντας
<παραπασσόμενος>· ἐπιβαλλόμενος
[<παραπείσῃ>· παραπαίξῃ]
<παραπέμποντες>· ἀπωθούμενοι
<παραπεπ[ε]ίθοιμι>· παραπείθοιμι
<παραπεπλεγμένως>· συμπεπλεγμένως
<παραπετάσματα>· παρακαλύμ(μ)ατα
<παράπηχυ[ν] ἱμάτιον>· τὸ παρ' ἑκάτερον [μέρον] μέρος ἔχον πορ-

φύραν

<παραπικραίνων>· παροργίζων
<παραπλαγιάσας>· πλαγιασάμενος
<παραπλάγξασα>· παρακρουσθῆναι ποιήσασα
<παραπλασμός>· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος
<παραπλέξαι>· ἐμπλέξαι
<παραπλάσματα>· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς

βιβλίοις

<παραπλῆγος>· μανιώδους
*<παραπλῆγας>· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ

<πέτρας>

<παραπλήγων>· μαινομένων
*<παραπληγία>· παρακοπή
<παραπλήξ>· παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα-

κόπτων, παραφρονῶν

<παραπληξία>· μανία
<παραπλήσιος>· ἐμφερής, ὅμοιος
<παραπλῆττον>· ἐκπλῆττον
<παραπλόκαμος>· ἡ παραπεπλεγμένη τὰς τρίχας
<παραπλομένοισι>· παροῦσι
[<παρὰ πλόνεσι>· παρὰ πολλοῖς]
<παραπλώζειν>· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι
<παρὰ πόδα>· εὐθέως. ἐγγύθεν
<παρὰ ποδί>· παρὰ τοῖς ποσί
<παρὰ πολύ>· πολύ
<παραποιεῖν>· παραπράττειν
<παραποιήσασθαι>· παρασφραγίσαι
<παραπρονοῆσαι>· ἐνθυμηθῆναι, νοῆσαι
<παραπομπή>· μετακομιδή
<παραρεῖν>· φληναφεῖν
<παρα(ῤ)ῥητοί>· παραινετικοί, σύμβουλοι, παραμυθητικοί
<παρα(ῤ)ῥητοῖσι>· παραμυθηταῖς
<παραῤ(ῥ)ύματα>· δέῤῥεις
<παραρτίζεσθαι>· παρασκευάζεσθαι
<παραρυῇς>· μετεωρισθῇς, παραπέσῃς
<παράρυμα>· Σοφοκλῆς Πολυξένῃ <παράρυμα ποδός>, ὡς κρεμαμέ-

νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα

<παραρυμίς>· τὸ παρὰ τὸν ῥυμόν
<παραρυτεῖν>· παρέχειν
*<παραρυῶμεν>· ἐξολισθῶμεν
*<παραρυόμενον>· παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν
<παρασάγγας>· εἶδος μέτρου Περσικοῦ
<παρασαγγιλόγω>· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι
<παρασάγγης>· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον
<παρασαρῶσαι>· ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ

κόρηθρον καλεῖται

<παρασεσυρμένοι>· παρελκυσμένοι, ὑπεσκελισμένοι
<παράσημα>· τεράστια
<παρασημαίνει>· παραχαράττει. παραδηλοῖ
<παράσημον>· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα

<παράσημα> λέγεται

<παράσιτοι>· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......
<παράσιτος>· κοσσοτράπεζος
<παρασιωπῶν>· μακροθυμῶν
<παρασκευάζεται>· εὐτρεπίζεται, ἑτοιμάζετο
<παρασπάς>· φυτὸν ἀπεσπασμένον
<παρασπάσησθε>· ἀφέλησθε
<παρασπίζουσα>· σύνους(α). συνοικοῦσα
<παρασπιστής>· παρεστώς. ὁπλίτης
<παρασπονδήσας>· παραβὰς τὰς συνθήκας
<παρασπονδοῦντες>· ἐχθραίνοντες. πολεμοῦντες
<παρασπῶν>· συλῶν
<παραστάδες>· οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες
<παρασταδόν>· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ

κατὰ τρόπον, ἢ κατὰ τὸ δέον

<παρασταθμίδες>· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι
<παράστανον>· λόγχη
<παράστασις>· φυγή. καὶ τὸ φυγαδεῦσαι <παραστήσασθαι>
<παραστάται>· τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας

στήμονες

<παραστάτην>· προστάτην
<παραστάτησον>· παραστάτης γενοῦ. νίκησον
<παραστατίς>· ἀγγεῖον θερμαντικόν
<παραστέλλεται>· ἀναστέλλεται
<παραστέλλων>· ἀναστέλλων
<παραστησάμενος>· μετακαλεσάμενος
<παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς>]· ἐπ(ε)ὶ τῶν

[ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου- μένη

<παραστόρνυται>· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον
*<παρασυνεβλήθη>· ὡμοιώθη
<παρασύρει>· χαυνοῖ. παρατρέπει
<παρασυρέντες>· παρατραπέντες
<παρασυρῶ>· παρατρέψω, καὶ τὰ ὅμοια
<παρά σφιν ἢ παρά σφισιν>· παρ' [ἑ]αὐτοῖς
*<παράχασον>· ἀναχώρησον
<παρασχεδιαζομένη>· παραχαραττομένη
<παράταξις>· πόλεμος. φάλαγξ. καὶ ὄνομα
<παρατάσσεται>· ἐν πολέμῳ ἀνθίσταται
<παρατατικός>· ἐκτεταμένος
<παρατέθηγμαι>· παρηκόνημαι. παρωξύνθην
<παρατεθηγμένος>· ἠκονημένος
<παρατείνει>· παρέλκει. πλατύνει
<παρατεκτήναιτο>· παρὰ τὰ ὄντα κατασκευάσειεν
<παρατενεῖς>· ἀπολεῖς
<παρατέτακται>· ἡτοίμασται
<παρατηρημάτων>· ἐπιτηρήσεων, παραφυλάξεων
[*<παρατούριον>· ἀντίπανον. κράσπεδον
*<παραχαράκτης>· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων
<παρατηρημάτων>· ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων
<παρατρέπει>· παραγορεῖ
<παρατρέχει>· παρέρχεται
*<παρὰ τὸ εἰκός>· παρὰ τὸ δέον
<παρατρέψαι>· παρενέγκαι. πορθῆσαι
<παρατρέψας>· παρελάσας
<παρατροπαῖς>· μεταβολαῖς
<παρατροπέων>· παρατρωπῶν. παραλογιζόμενος
<παρατρύζει>· παραφωνεῖ. γογγύζει
<παρατρύζουσι>· γογγύζουσι. καὶ τὰ ὅμοια
<παρατρωπῶσ'>· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς
<παρατ[ρ]υχών>· παρών
<παραύδα>· παραφώνει, παρηγόρει
<παραύλια>· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα
<πάραυλος>·

πάραυλος Ἑλλησποντίς, ὡραία θέρους, ἡ κατὰ τὸ θέρος ἀκμάζουσα

<παραυτά>· παραχρῆμα, εὐθέως, παραυτίκα
<παρ' αὐτόφι>· παρ' αὐτῷ
<παραυχενίζων>· παρακλίνων
<παράφημι>· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω
<παραφθαίησι>· παραδράμοι
<παράφορα>· παρατετραμμένα
<παραφορμά>· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ
<παράφορος>· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς
<παράφρων>· ἀνόητος
<παραχαράσσον>· παραλλάσσον, παρασημαῖνον
<παρὰ χεῖρα>· μετὰ χεῖρα, ἐν χερσί
<παραχρᾶται>· κακῶς λέγει
<παραχρῆμα>· παραυτίκα. [ἀθρόως.] εὐθέως
<παραχωρημάτων>· ἐκβολῶν
[<παραψίδες>· τὰ μεγάλα τρύβλια]
<παραψυχή>· παραμυθία
<παρδακῶν>· διύγρων
<παρδαλέην>· παρδάλεως δοράν
<πάρδαλις>· ποιὸς ὄρνις
<πὰρ δέ>· παρὰ δέ
<πάρδικος>· ἡ οἰκοδομὴ τῆς καθέδρας
<παρεᾶσαι>· πλαγιάσαι
<παρέβασκε>· παρεβάτει
[<παρεβλήδην>· ἐρεθιστικῶς]
<παρεγγεγραμμένος>· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος.

δημοποίητος [παῖς]

<παρέγγ[έγ]ραπτος>· νόθος. παρεγγεγραμμένος
<παρεγγραφέντων>· ῥᾳδιουργηθέντων
<παρεγγυᾷ>· παραγγέλλει. διαδίδωσιν
<παρεγγυᾶται>· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει.

προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ <παρεγγυᾷ>

<παρεγγυήσαντος>· παρασχόντος
<παρεγχρίψεται>· ἐγγίσει, προσπελάσει
*<παρ' αἰδοίῃσι>· παρὰ ταῖς αἰδοῦς ἀξίαις
<πάρεδρον>· παρακαθήμενον. παραμένον. σύνθρονος
<πάρεδρος>· ἀρχή τις "καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι

ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι"

<παρέζεο>· παρακαθέζου
<παρεζόμενος>· παρακαθήμενος
<παρεθείς>· ἐκβληθείς. ἢ ἐάσας
<παρεθεωροῦντο>· κατεφρονοῦντο
<παρεθήγοντο>· παρωξύνοντο
<παρειά>· γνάθος
*<πάρει>· ἦλθες
<παρεῖαι ὄφεις>· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι-

στα δάκνει ἀνθρώπους

<παρείθη>· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη
[<παρείεμαι>· παραλέλυμαι]
<παρεικάθῃ>· παρέλθῃ. [παρελύθη]
<παρείκαμεν>· παρεπέμψαμεν
<παρείκει>· παρέρχεται
[<παρείκουλον>· ἀπόφασις ἄρχοντα]
<παρεῖμαι>· παραλέλυμαι, ἐκλέλυμαι
<παρειμένος>· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος.

τετελευτηκώς. ἢ καταπεφρονημένος

<παρειμένως>· καταφρονητικῶς, ὁμοίως
<πάρειμι>· ἐῶ. ἢ παραλελυμένος
[<παρείμην>· εὑρέθην. ὑπῆρχον]
<παρεῖναι>· ἐᾶσαι
<παρεῖξαι>· παραχωρῆσαι
<παρείπῃ>· παραλογίσηται
<παρειπεῖν>· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί-

σασθαι

*<παρειμένων>· παρεωραμένων
[<παρεῖρξαν>· ἐκώλυσαν]
<παρείς>· ἐάσας, ἀφείς, καταλιπών
<παρείσακτον>· ἀλλότριον
<παρείσανον>· κράσπεδον, ἀκρωτήριον
[<παρείση>· παραστίκης]
<παρείσθωσαν>· παραλυέσθωσαν
<πάρεισιν>· εἰσίν
<παρεισκρίνεται>· παρεισέρχεται. παρεισβάλλει
<παρεισρέων>· παρεισερχόμενος
<πάρ[ε]ιτε>· παρέλθετε
<παρεκίρνα>· παρέμισγε
<παρεκλήθη>· παρεμυθή(θη)
<παρέκλησε>· παρῆλθεν
<παρὲκ νόον ἤγαγέ [μου]>· τὸν νοῦν παρελογίσατό μου
<παρὲκ μίτον>· παρὰ τὸ(ν) μίτον
<παρεκναμε[νο]ῦντο>· παρεπ[ιπ]ορεύοντο ἐπιπόνως
<παρεκρότει>· παρώξυνεν
<παρεκρούσατο>· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν
<παρεκτικόν>· παρεχόμενον
<παρεκόπτου>· ἠφάνιζες
<παρέλαβες>· ἐπαιδεύθης
<παρελάσας>· παραδραμών
<παρελέγετο>· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν
<παρελέξατο>· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα-

πλέξαι τινὲς <παραλέξασθαι> καὶ <λέξασθαι> λέγουσιν

<παρελεύσεαι>· παραδραμεῖς· καὶ παραλογίσῃ
<παρελεύσεται>· παραδράμῃ, παρέλθῃ
<παρεληλυθότας>· παραβαίνοντας
<παρελθόντων>· εἰσελθόντων
<παρέλκεται>· διατρίβει
<παρέλκον>· περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον
<παρέλκυσις>· βράδος, βραδυτής
<παρελογίσασθε>· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε
<παρελύθησαν>· ἠσθένησαν
<παρέλυσε>· καθεῖλεν, ἐξέβαλεν
<παρεμβαλεῖ>· παρεντίθησιν
<παρεμβαλεῖ>· ἐπισκέπει
<παρεμβάλ[λ]οιτο κλῆρον>· συγκληρώσαιτο
*<παρεμβολή>· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος.

ἢ οἴκησιν. ἢ κάστρον

<παρεμπίνειν>· τὸ ἐκτὸς λόγου πίνειν
<παρ' ἔμοιγε>· πάρεισι γάρ μοι
<παρεμφάρακτος>· ἀσελγής. πέρπερος
<παρεμφαίνεσθαι>· παραδηλοῦσθαι
<παρεμφερές>· ὅμοιον
<παρ' ἕν>· κατὰ τὸ ἑξῆς
<παρενδοθῇ>· παρατεθῇ
*<παραίνεσις>· συμβουλία. διδασκαλία
<παρενεγκεῖν>· παραθεῖναι. παραβαλεῖν
<παρενήνεον>· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον
<παρένθετος>· παρείσακτος
<παρενθῆκαι>· μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων

ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι- κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν- τίθενται καὶ λεπτά

<παρέντες>· παραλείψαντες, ἐάσαντες
<πάρεξ>· χωρίς, ἐκτός
<παρεξειρεσίαν>· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι

τις, πάρεξ τῆς εἰρεσίας

*<παρελέξατο>· παρεκοιμήθη
<παρεξηυλημένος>· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ-

δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται

<παρὲξ ὁδοῦ>· ἔξω τῆς ὁδοῦ
<παρὲξ εἴποιμι>· παρὰ τὴν ἀλήθειαν εἴποιμι
<πάρεξ τὸ θεῖον χρῆμα>· ἔξω τῆς μίξεως
<παρεοικώς>· παρόμοιος
<παρεόντα>· παρόντα
<παρέπαφεν>· παρέπεισεν
<παρεπίδημος>· πάροικος
<παρεπλάγχθη>· παρεκρούσθη
<παρεπτάμενα>· περιττά
<παρεπτάμενον>· περιττόν
<πάρεργον>· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων
[<παρεργότατα>· κατεῤῥογότατα]
<παρέργως>· ἀκαίρως. ῥᾳθύμως
[<παρενεῖται>· ὀλίγα ἀφαιρεῖται]
<παρ' ἐρινεόν>· παρὰ τὴν ἀγρίαν συκῆν
<παρερέωσαν>· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ

τῶν ῥεῶν

<παρεῤ(ῥ)υπωμένα βιβλία>· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ

ζητῆσαί τινα

<παρέρχεται>· ὑπερβάλλε[τα]ι
<παρεῤῥωγότα>· κατεῤῥωγότα
*<παρεσταμένη γῆ>· ἐφ' ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη

ἐπὶ γεωργίᾳ

<πάρεσαν>· παρῆσαν
<παρεσθίε[τα]ι>· παραβιβρώσκεται
*<πάρεσιν>· ἄφε[ω]σιν, συγχώρησιν
[<παρέσεσται>· πάρεσται]
<παρέσμεθα>· ἤλθομεν
<πάρεσο>· παραγενοῦ
<παρεσόμεθα>· [παρεγενόμεθα
<παρεσόμεθα>· παρεῖναι μέλλων
<παρέσσυα>· παρόρμησα. παραγινομένη
<παρέσσεται>· παρέσχεται
*<παρεσπονδημένοι>· ἔκθεσμοι. παρηνομένοι
<παρεστέλλετο>· παρεγίνετο
<παρέστη[σε]>· παρεγένετο. ἐπέστη
<πάρεστιν>· ἐστὶν ἐγγύς
*<παρέσφηλεν>· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν
<παρέσφαλεν>· ὁμοίως
<παρέσχεν>· ἔδωκεν
<παρετάξατο>· ἐν πολέμῳ τέθνηκεν
<παρετάξαντο>· ἐπολέμησαν
<παρέτμηξεν>· ἐξηφάνισεν
<πάρετος>· παραλελυμένος
<παρετρώπασκε>· παρετρέπετο
<παρευημερεῖσθαι>· νικᾶσθαι
<παρευημερηθείς>· παροραθείς
<παρευθύνουσι>· βιάζονται. παραφέρουσιν
<παρευθύνωσιν>· ὁμοίως
<παρευνάζων>· παρακοιτάζων
[<παρεφάσεις>· παραινέσεις
<παρεφασίῃσι>· παραμυθίαις]
<παρεφέρετο>· ἐδαιμονίζετο
<παρέφησε>· παρεγράψατο. ἠπάτησεν
<παρεχάσσατο>· παρεχώρησεν
<παρέχει>· δίδωσι, χορηγεῖ
<παρῇ>· ἔλθῃ
<πάρηβον>· παρὰ Κτησί(ᾳ), ξύλον τι
<παρήγαγεν>· ἤνεγκεν. ἢ ἠπάτησεν
<παρηγοναῖς>· παραγώγως. ἀπάταις
<παρηγορεῖ>· παρακαλεῖ, παραμυθεῖ(ται)
<παρηέρθη>· παρηνέχθη
[<παρήθη>· ἐάθη]
<παρήϊξαν>· ἐκώλυον
<παρήϊον>· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν

ἵππων παρὰ γνάθον

<παρῆκεν>· ἀφῆκεν, εἴασεν, ἔλειπεν
[<παρήκτης>· πάντα πράττων ἐπὶ κακῷ
<παρήθρει>· παρῃωρεῖτο
<παρῆκεν>· εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν
<παρήλασα>· παρεφθεγξάμην. παρέβην
<παρήλατοι>· παραμύθιοι
<παρῆλθε>· ἧκεν. εἰσελήλυθεν
<παρήμενος>· παρακαθήμενος. ἔκλυτος
<παρημένων>· παρενηνεγμένων
[<παρημοσύνη>· θεραπεία]
<παρηνέχθη>· παρεκρεμάσθη
<παρῇξαν>· ἐκώλυσαν
<παρήορος>· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ

ἐκτὸς τοῦ ἅρματος τρέχων

<παρήπαφεν>· ἠπάτησεν. ἐξέστησεν
<παρηρία>· μωρία
*<πάρερος>· ὁ μωρός
<παρήσει μοι>· δοκῶ
[<πάρησιν>· χαύνωσιν]
<παρήσομεν>· ἐάσομεν. παράσχωμεν
<παρήτασεν>· ἐξήτασεν
<παρηυμάρησαν>· κατεφρόνησαν
<παρθέμενοι>· παραθέμενοι, παραβάλλοντες

σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς

<παρθενίας>· ἀβυρτακῶδές τι πέμμα
<παρθενική>· παρθένος
<παρθένιοι>· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ

τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς Παφλαγονίας <Παρθένιος>

*<παρθενοπίπας>· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ

ἀπατῶν

<Παρθένοι>· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....
<Παρθένου Παλληνίδος>· [ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς

ἐν Παλληνίδι

<παριαμβίδες>· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε-

ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν

<Παριανός>· ἐξ ἐπιθέτου Πρίαπος
<παριαύων>· παρακοιμώμενος
<παριδρύσαντες>· παρακαθίσαντες
<παρίεται>· ἐᾷ, παραπέμπεται
<παρίημι>· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι
<παρίησιν>· ἀφίησι, συγχωροῦσιν
<παρικτόν>· παρερχόμενον
*<Πάροικοι>· γένος τι Ἀθήνῃσιν
<παριλλαίνουσα>· παρεμβλέπουσα. <ἴλλοι> γὰρ οἱ ὀφθαλμοί
[<πάριον>· πιστόν. κάτοχον]
<Πάριος>· Πάριδος. [πιστός. κάτοχος]
<παριππεύει>· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο-

λουθεῖ

<παρ' ἵππων>· παρὰ τῶν ἵππων
<παρίσθμια>· τὰ περὶ τὸν φάρυγγα
<παρίστασθαι>· τὸ ἁρπάζειν τοὺς παῖδας
<παρισώματα>· ὁμοιοειδῆ
*<παρίστατο>· παρέστηκεν
*<παριστῶ>· ἀποδείκνυμι
<πάριτε>· ἔλθετε
<παρκατέλεκτο>· παρεκοιμᾶτο
<παρμέμβλωκε>· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν
<πάρμη>· Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ
<Παρνάσιος Φωκεύς>· .......
<Παρνασός>· ὄρος Φωκίδος
<Πάρνηθος ὄχθος>· ὄρος τὸ αὐτό
<Παρνησός>· τὸ αὐτὸ ὄρος
<πάρνοπες>· ἀκρίδες
<Παρνόπη>· Καλλίστρατος Ἀθηναῖος
<πὰρ ξίφεος>· παρὰ τὴν τοῦ ξίφους (θήκην)
<παροδικός>· παρόδῳ χρώμενος
<πάροδος>· μέρος τι τῆς νεώς
<παροδούμενον>· παροιμιαζόμενον. ᾀδόμενον
<παρόδους>· διαβάσεις
<πάροιθεν>· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου
<πάροικοι>· ξένοι, παρεπίδημοι
<παροιμίαι>· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ

παθῶν ἐπανόρθωσιν

<παροιμία>· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία.

<οἷμος> γὰρ ἡ ὁδός

<παρ' οἷμον>· παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ <πάροιμος> ὁ γείτων
<παροιμώσαντες>· ἐκτραπέντες τῆς ὁδοῦ
<παροινία>· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία
<παροινίαι>· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου
<παροινιάσαι>· ὑβρίσαι, λοιδορῆσαι
<πάροινος>· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος
[<πάροιος>· πρᾷος
<παροῖραι>· ἡγούμεναι, πρότεραι]
<παροισθέντι>· παρενεχθέντι
<παροίσομεν>· παρενέγκωμεν. παρακομίσομεν
<παροιστρῆσαι>· παροξῦναι, ἐρεθίσαι
<παροιστρήσουσι>· μαίνονται
<παροιστρῶσαι>· ἐρεθίζουσαι. ἐξεστηκυῖαι
<παροίτεροι>· μᾶλλον ἔμπροσθεν προάγοντες
<παροκλάζοντες>· γονατίζοντες
<παρολκή>· ὑπέρθεσις
<παρομαρτεῖ>· παρακολουθεῖ
(<παρομαρτοῦν>· παρεισόμενον)
<παρόν>· ὑπάρχον. συνόν
<παρόντα>· προκείμενα
<παροξυνταί>· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί
<παροπαιδία>· εἶδός τι πήρας
<παροπαίδιον>· μικρὰ μάχαιρα
<παρορμᾷ>· προτρέπεται. διεγείρει. παροξύνει
<παρ' ὅρμον>· παρὰ τὸν λιμένα
<πάρος>· ἔμπροσθεν. πρότερον
<πάρος γε>· πρώην. καὶ τὰ ὅμοια
<παροτρύνει>· διεγείρει
<παρ' οὐδέν>· εὔκολον. εὐχερές
<παρουσία>· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή-

ποτε ἡ <παρά> πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ

<παρουφά>· ἡ ἐν τῷ χιτῶνι πορφύρα
<παροχετεύει>· παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα-

φέρει. παρορμᾷ

[<.παρυστρίδες>· αἱ τὸ ἔλαιον χέουσαι]
<πάροχοι>· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην

ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι

<πάροχος>· παράνυμφος
<παροχῶν>· δωρημάτων, χαρισμάτων
<παροψίς>· ὀξυβάφιον, ἢ ἐμβάφιον
<πάρπαγος>· ὁ ἄνω τῆς θύρας μάνδαλος
<Πάρπαρος>· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο
<παρπεπιθόντες>· παραπείσαντες, παραλογισάμενοι
<πὰρ πυλεῶνα>· παρὰ πυλεῶνα
<πὰρ πυμάτην>· παρὰ τὴν ἐσχάτην
<Παῤῥασίη>· πόλις Ἀρκαδίας
<Παῤῥάσιον>· ὄρος Ἀρκαδίας
<παῤῥέκτης>· πάντα πράττων ἐπὶ κακῷ
<παῤῥησία>· ἐξουσία. ἄδεια
<παρσουλακίρ>· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος
<παρτάδες>· ἄμπελοι
<πάρταξον>· ὕγρανον. Λάκωνες
<παρτέλλεται>· παραινεῖται
<παρτετύμβει>· παραφρονεῖ. ἡμάρτηκεν
<πάρ τοι>· πάρεστί σοι
<παρτομίς>· μικρὸν τῷ μήκει βιβλίδιον
<παρυφή>· ὕφασμα
<παρυφίς>· Μένανδρος ἐν Ὑμνίδι
<παρφάμεν>· παραβῆναι ἅπαντα
<παρφάμενος>· παραπείσας. εἰπών. παρηγορήσας
<πάρφασις>· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη
<παρφυσίδες>· βάτραχοι
<παρῶ>· παραλείπω. ἢ συνῶ
<παρωάς>· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί
<παρῳδοῦντες>· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες
<παρωθοῦντες>· ἐκβάλλοντες
<παρώκλασεν>· ἐγονάτισεν
<παρωλένια>· τῶν χειρῶν τὰ ὄπισθεν
<παρώλισθεν>· ὠλίσθησεν, ἐξέπεσεν
<παρώλοφα>· τὰ ἀπὸ τῶν τενόντων μέρη
<παρώμφημα>· παρωνυμίασμα
<παρώνυμον>· ἐκ τοῦ συμβεβηκότος καλούμενον
<πάρωος>· εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου
[<παρώπαλα>· τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας
[<παρόπανος>· ἐμβρόντητος]
<παρώπια>· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες <ἀνθή-

λια> λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς

<παρῶπται>· παρεώραται
<παρῶπτο>· παρεώρατο
<πάρωρον>· παράκαιρον
<παρωσάμενος>· ἀπωθήσας. ἀποβαλών
<παρώσας>· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών
<παρώσατο>· ὤσατο. καὶ ὤθησεν
<παρωσμένων>· δεδιω(γ)μένων
<παρώτρυναν>· παρώξυναν
<παρῴχετο>· παρῆλθεν. ἐπορεύετο
<παρωχετεύων>· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς

ἄλλον ὑδρα(γω)γόν

<παρῳχημένας>· παρελθούσας
<πᾶς>· ὅλος. ἕκαστος
<πᾶσαι>· ὅλαι
<πας[ς]άμενος>· γευσάμενος. κτησάμενος
<πασάμην>· ἐδεξάμην
<πᾶσαν ἐπ' αἶαν>· πᾶσαν τὴν γῆν
<πάς[ς]ανος>· ἀρτοπώλης, ἢ ἀρτόπτης
<πάς[ς]ασθαι>· γεύσασθαι
<πάσατο>· ἐγεύσατο. ἐκτήσατο
<πασάτω>· ῥανάτω
<πᾶσι δέ κεν>· περὶ πάντων δέ
<πᾶσις>· κτῆσις
<πάσκος>· πηλός
<πάσμα>· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν

ἐρίου

<πάσορ>· πάθος. Λάκωνες
<πασπάλη>· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα
<Πασπάριος>· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς
<πασσακίζουσα>· πασσαλεύουσα
<πασσακίῳ>· πασσάλῳ
<πάσσακον>· πάσσαλον
<πάσσαλερ>· σφῆνας. (Λάκωνες)
<πασσάλιον>· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον
<πασσαλόφιν>· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος
<πασσάριος>· σταυρός
<πάσσε>· συνήθως ἡμῖν·

πάσσε δ' ἁλὸς θείοιο κρατευτάων καὶ ἐνεποίκιλλε· πολέας δ' ἐνέπασσεν ἀέθλους ἔνθεν καὶ <παστὸς> τὸ γαμικὸν ποίκιλμα

<πάσσεται>· ἐσθίει
<Πάσσιρος>· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη

καὶ Πελαγοῦ(ς)σα

<πάσσονα>· παχύτερον, ἢ πλατύτερον. καὶ <πάσσους> εἶναι
<πάσσοντος>· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος
<πασσυδίᾳ>· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί
<πασσυδίῃ>· ὁμοίως
<πασσύριον>· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν-

των γένος

<πασσύρως>· ἄρδην. πανοικί
<πάσσων>· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων
<πάστα>· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα-

ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον

<παστάδες>· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι,

ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάς[ς]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ- μένοι οἶκοι· <πάσαι> γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον

<παστάξ>· πάσσαλος
<παστάς>· στοά. προστάς. <παστάδας>· νυμφῶν(ας)
<παστήρια>· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία
<παστοφόριον>· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ

ναὸς εὐανθής

[<πασχαλκεύς>· πολύτεχνος]
<πασχητιᾷ>· πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς

ἡττᾶται

<παταγεῖ>· ψοφεῖ. κτυπεῖ
<πάταγος>· ψόφος, κτύπος
<Πάταικοι>· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν
<παττάλους>· πασσάλους
<πάτανα>· τρύβλια
<πατάνια>· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο-

τήρια, ἃ <πέδαχνα> καλοῦσι. τινὲς δὲ διὰ τοῦ <β> <βατάνια> λέ- γουσιν

<παταπῶ>· πάλαι ποτέ
<Παταρ(η)ίς>· πόλις, καὶ ὄρος Λυκίας
<πάτασσε>· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο
<πατάσσει>· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα-

τάξαι

<πατάσσω>· ἠχῶ. δέρω, πλήσσω
<πάταχνον>· σκεῦος λοπαδίῳ ἐμφερές
<πατεῖσθε>· ἐσθίετε
<πατεῖν>· πορεύ[ς]εσθαι
<πατέοντο>· ἐγεύοντο
<πατέουσι>· καταπατοῦσι
[<πατεύσουσι>· καταφρονήσουσιν
<πατερῆται>· ἐσθίουσι]
<πατέρες>· πλούσιοι. ἢ πρόγονοι
[<πατευτικόν>· θηρευτικόν]
<πατηνόν>· πεπατημένον. κοινόν
<πατήρ>· ὁ φύσας
[<πατήρια>· ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά]
<πατηταί>· οἱ τραπηταί
[<πατίαι>· χώραι]
*<πάτησαν>· κατεπάτησαν
<πατνή>· καλὴ ὑπὸ Πάρθων
<πατνώματα>· στεγάσματα οἴκου
<πάτον>· ὁδὸν πεπατημένην
<πάτος>· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ

κόπρος

<πατράδελφος>· θεῖος πρὸς πατρός
*<Παῦλος>· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος
<πατραλοίας>· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ <μητρα-

λοίας> (οὕτω) συντίθεται

*<Πάτραι>· πόλις τῆς Ἑλλάδος
[<πατρέμβατοι>· ὑψηλοί]
<πάτρην>· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.
<πάτρης>· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ-

νεσιν

<πατριαί>· φυλαί
<πατρίδι>· πατρῴᾳ
<πατρίδα γαῖαν>· πατρῴαν γῆν
<πατρίδος αἴης>· πατρῴας γῆς
[<πάτριον>· τὴν πομπήν
<πατρίς>· φυλίς. πατρίδος]
<πατριώτης>· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης
<πατρόθεν πορδακίδαι>· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι
<πατροκασιγνήτῳ>· τῷ τοῦ πατρὸς ἀδελφῷ
<πατρόπολις>· ἡ πατρῴα οἰκία
<πατρῴζουσαι>· τὰ τοῦ πατρὸς φρονοῦσαι
<πατρώϊον>· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων
<πατρώϊος>· πατρικός
[<πατρωλοίας>· ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων]
<πάτρωνες>· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ

Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι

<πατρῷος Ζεύς>·

ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία καὶ ἄλλοι πολλοί

<πατώσας>· διατριβούσας
<παύεται>· ἥσυχος γίνεται
<παῦλα>· ἄνεσις, ἀνάπαυσις
<παυνί>· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν
<παῦνις>· ἀπόχρεως
<παῦνον>· μέγα
<παῦρα>· ὀλίγα, εὐ(α)ρίθμητα
<παυράκις>· ὀλιγάκις, ἢ οὐδὲν ὅλως
<παυρακίς>· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν
<παῦροι>· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι
<παυσιβάκτρων>· ἰσχυρῶν βακτηρίων χρωμένων
*<παύσειεν>· καταπαύσειεν
<παυσικάπη>· μηχάνημα τροχῷ ἐοικός, δι' οὗ τὸν τράχηλον εἶρον, ὡς

μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....

<Παυστήρια>· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή-

ματα, ἢ φράγματα

<παυσωλή>· ἀνάπαυσις. τελευτή. κατάληξις
<Παφλαγόνες>· ἔθνος
<παφλάζει>· βράζει, ἀναζεῖ
<παφλάζοντα>· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα
<παφών>· κτείνας
<παχείᾳ δραχμῆ>· τὸ δίδραχμον. Ἀχαῖος
<παχείῃ χειρί>· τῇ ἰσχυρᾷ
<πάχετον>· παχύτ(ε)ρον
<πάχητες>· πλούσιοι. παχεῖς
<πάχνη>· ἡ ψυχρότης· ἀπὸ τοῦ <πήσσειν>. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό-

σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους

<παχνουμένης>· ἀνιωμένης
<παχνοῦται>· θυμοῦται. πήσσεται· παρὰ τὴν <πάχνην>. φρίσσει. λυ-

πεῖται, ἀνιᾶται

*<παχήμερον>· τὸ Μενδήσιον λεγόμενον
<παχυμερῶς>· ἁδρῶς, παχέως
<παχύνοοι>· παχὺν νοῦν ἔχοντες, ἀνόητοι
<παχύποδα>· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα
<παχύτερον>· ἁδρότερον. οὐκ ἀκριβῶς
<π[ρ]αῶται>· συγγενεῖς. οἰκεῖοι. Λάκωνες
<πέαρ>· Γλαυκίας λιπάρον
<πέδα>· μετά. ἢ γῆ
<πεδάγρετον>· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον
<πέδαι>· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη-

δαλίοις καὶ τῷ ἱστῷ

<πέδαλα>· ποικίλα
<πεδαλευόμενος>· μεταμελόμενος. μεταδιωκόμενος
<πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ>· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ

βεβαίῳ

<πεδανός>· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός
<πεδάρς[ε]ιον>· μετέωρον. ὑψοῦ
<πέδαχνα>· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια
<πεδαχνοῦται>· ἐξυπτίωται. καὶ τρυφᾷ
<πεδαοριστής>· ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής
<πέδειλα>· ὑποδήματα
<πέδελθε>· ἱκέτευσον. μέτελθε
<πεδέλθῃ>· ἱκετεύῃ. μετέρχηται
<πέδευρα>· ὕστερα. Λάκωνες
<πέδευρον>· ὕστερον. πάλιν. ὀπίσω
<πέδη>· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός
<πέδησεν>· ὑποχείριον ἐποίησεν
<πεδῆται>· πεπεδημένοι
<πεδιάδα γῆν>· τὴν Φωκίδα
<πεδιᾶλαι>· μεταπέμψασθαι. μεταβαλεῖν
<πεδιακὰ πρόβατα>· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος
<πεδιάτιδες πύλαι>· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς

τινες <Ἐπιχηλὰς> καλοῦσι

<πέδιλα>· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα
<πεδόθεν>· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων
<πεδοίκους>· μετοίκους
<πεδοίκου χελιδόνος>· συνοίκου. Αἰσχύλος Τροφοῖς
<πέδον>· γῆ, ἔδαφος
[<πέδουρος>· μετέωρος]
<πέδο(ρ)τα>· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή
<Πεδώ>· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει
<πέζα>· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα

ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη

<πεζὰς μόσχους>· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς

ὀργάνου

<πεζεταίροις>· τοῖς περὶ τὸν βασιλέα δορυφόροις
<πεζὴ λέξις>· κοινὴ λέξις
<πεζήν>· τὴν συνήθη, ἢ κοινήν
<πεζός>· κοινός. ταπεινός. <Πεζοῖς> δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν
<πεζοφόροις ζώμασιν>· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων

τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. <Ζῶμα> δὲ τὸ ἔνδυμα

<πεζῶν>· τῶν ὁδευόντων
<πεζῷ γόῳ>· τῷ ψιλῷ. καὶ <πεζὰς ἑταίρας> ἔλεγον τὰς μισθαρνούσας

χωρὶς ὀργάνου

*<πιθανότης>· πιστότης
<πειθαρχήσαντες>· πεισθέντες
<πείθεο>· πείθου
<πείθεσθε>· πείσθητε
<πειθήνιοι>· ὑπήκοοι, πειθόμενοι
[<πειθήσας>· πεισθείς]
[<πειθή>· πεισμονή, πίστις]
<πείθονται>· πειθήνιοί εἰσιν
<πειθώ>· ἡ ὀγδοάς
<πεικαμμαῖς>· ὀξείαις, καὶ λεπταῖς
<πείκειν>· ξαίνειν
<πεῖκος>· ἔριον. ξάμμα
<πεικόν>· πικρόν, πευκεδανόν
[<πειλός>· πᾶν τὸ πεπιλωμένον]
<πεινέων>· πεινῶν
<πειναρόν>· ῥυπαρόν
<πεινῆν>· πεινᾶν
[<πείρω>· πέρας]
<πειράζων>· ἐνεδρεύων. λῃστεύων
*<Πειραΐδαο>· Πειραίου παιδός
*<πειδαίρουσα>· δέρουσα
<πεῖραι>· πειρατ(ε)ῖαι. δόλοι
<πειρᾶν>· πειράζειν ......
<πεῖραν ποιούμενος>· πειράζων
<πείραντες>· ἐκκεντήσαντες
<πείρατα>· πέρατα. τέλος
<πειραταί>· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι
<πειρᾶται>· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται
<πειρατήριον>· τόπος λῃστῶν
<πειρεᾶσθε>· πειράσθητε
<πείρησαι>· πείρασον
<πειρήθη[ξαι]>· πεῖραν λαμβάνει
<πειρῆσθαι>· ἔσθ' ὅτε λῃστεῦσαι
<πειρήσομαι>· πειράσομαι
<πειρήσοντα[ι]>· διάπειραν ληψόμενον
<πειρήτιζε>· πείραζε
<πειρητίζειν>· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι
<Πειριεῖς>· νῆσος. καὶ Ἀστερία
<Πείρηθοι>· νύμφαι ἐν Κύπρῳ
<πείρινθος>· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε-

νον τῇ ἁμάξῃ τετράγωνον

<πειρῶ>· σπεῦδε. πείραζε
<πειρώμενος>· πειράζων
<πειρῶν τὴν παῖδα>· πειράζων. διαφθείρων
<πείσαντες>· ποτίσαντες, ὑγρά[ί]ναντες
<πείς[ς]εα>· λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι
<πείς[ς]εα[σ] ποιήεντα>· τοὺς διύγρους τόπους καὶ βοτανώδεις
<πείσεν>· πείσει, ἔπεισεν
<πείσεσθαι>· παθεῖν
<πείσεται>· ὑπομενεῖ
<πείσῃ>· πείσματι. καὶ χώρᾳ·

τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε

<πείσματα>· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια
<πεισόμενον>· παθεῖν μέλλοντα
<πείσονται>· πάθωσι
<πείχισον>· δοκίμασον
<πεκούλιον>· (βαλάντιον)
<πεκτεῖ>· κτενίζει. τίλλει. κείρει. ξαίνει
<πεκτοῦμαι>· τρίχομαι. τίλλομαι
<πεκτούμενον>· τιλλόμενον. τίλλοντα. <Πεκτεῖν> γὰρ τὸ κείρειν
<πελάγια>· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία
<πελαγίζειν>· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ

ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα

<πέλαγος>· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης
<πελάζειν>· ἐγγίζειν, πλησιάζειν
<πελαζόμενοι>· ἐγγιζόμενοι
<πέλαιτον>· τὸ ἐφικτόν. μέγιστον
<πέλαινα>· πόπανα, μειλίγματα
<Πελάνα>· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω

(ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα

<πέλανοι>· πέμματα εἰς θυσίας ἐπιτήδεια
<πέλανον>· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν-

τῶδες

<πέλανος>· πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα.

οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι ἀφρόν

<πέλανορ>· τὸ τετράχαλκον. Λάκωνες
<πελαργικοὶ νόμοι>· τὸ ἀντι[ς]τρέφειν τοὺς γονεῖς.
<Πελαργικόν>· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι-

κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά

<πελαργός>· ἄγγος τι κεράμεον
<πέλας>· γείτων, ἐγγύς, πλησίον
<πελάσαι>· ἐγγίσαι, πλησιάσαι
<πελάσαιμι>· προσεγγίσω
<Πελασγοί>· οἱ Θεσσαλοί. καὶ <Πελασγικὸν Ἄργος> ἡ Θεσσαλία νῦν.

καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό- μενον πολυπλάνητον

<πέλασε>· προσήγγισεν
<πέλασσεν>· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν
[<πελαστικόν>· τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι-

σάντων]

<πελάται>· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς

μίσθαρνοι· ἀπὸ τοῦ <πέλας>. ἢ θρέμματα

<πελάχνιν>· τρύβλιον ἐκπέταλον
<πελδασταί>· οἱ τὰ ἀσπιδίσκια ἔχοντες
<πελεθοβάψ>· Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο.

τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι

<πελεθρίσματα>· δρομήμα(τα)
<πέλεθρον>· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα-

δίου[ς] ἕκ[α]τον

<Πελεθρόνιον>· πολυφάρμακον
<Πελεθρόνιος>· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ

πολυφάρμακος

<πέλει>· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται
<πέλειαι>· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις
<πελειοθρέμμονα νῆσον>· [Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς

καὶ πελειάς

<πελείους>· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ-

τιδας ......

<πελεκάν>· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα
<πελέκεα>· πέλεκυν δίστομον
<πέλεκκος>· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό-

μενον

<πέλεκρα>· ἀξίνη
<πέλεκυς>· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ

[δω]δεκαμνιαῖον

<πελεκύστερον>· τὸ στελεόν
<πελεμίζειν>· σείειν, κραδαίνειν
<πελεμίχθη>· διεσείσθη
<πέλεν>· ἦν, ὑπῆρχεν
<πελένα>· ζεῦγος βοῶν
<Πελεός>· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ' Ὁμήρῳ Πτελεόν. δύ-

ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν

<Πελεστόθρην>· νῆσον τὴν Σαλαμινίαν
<πελεσσύδραι>· συ[ν]στρέμματα ὑδάτων
<πέλεται>· ὑπάρχει, γίνεται
<πελήαρ>· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες
*<πέληται>· γένηται
<πέλη[τ]ος>· γέρων
*<πελειάδες>· περιστεραί
<πελιαί>· μέλαιναι. [περιστεραί. φάσσαι]
[<πελιανόν>· μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν]
<πελιγᾶνες>· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί
<πελίγξαι>· ἐπιδραμεῖν
<πελιδνόν>· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον
<πελίκαν>· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη

λεκάνη

<πελιοί>· μέλανες, ὡς ὠχροί, ἢ χλωροί
<Πελινναῖος>· ὁ Ζεὺς ἐν Χίῳ
<πελιτνόν>· πελ[ε]ιόν
<πέλλα>· λίθος
<πέλλαι>· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες

οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται

<Πελλαῖον>· [φαιόν. καὶ] Μακεδονικόν
<πελλάνιος>· Ποσειδῶν ἐν Κυρήνῃ
<πελλαντῆρα>· ἀμολγέα
<πελλᾶς>· πέλ[λ]η[τ]ος. πρεσβύτης
<πέλλας> καὶ <πέλλαι>· ποιμενικὰ ἀγγεῖα
[<πελλασταί>· ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά,

ἵνα μὴ ἔξω στρέφηται]

*<πελλαιχρὸν ἢ πελλαιχνόν>· πυῤῥόν
<πελλήν>· κούφην, καὶ φαιὰν τῷ χρώματι
<Πελλήνη>· πόλις ἐν Ἄργει
<Πελλ(ην)ικαὶ χλαῖναι>· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό-

μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι

<πέλληον>· στέψον
<πελλη(τή)ρ>· πολυφάγος. ἀμολγός
<πελλητῆρες>· ὁμοίως
<πελλία>· σπέλεθοι
<πέλλιξ>· κράνος
<πελλίς [ἢ πελλάς>]· λεκάνη
<πελλόν>· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ
<πελλοπλαύραστον>· ὀξύθυμον. ἢ ἔκλιμον
[<πελλύρον>· μετέωρον]
<πέλλυτρα>· οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους

τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(ς)τραφῆναι

[<πελλύτα> καὶ <πελλύτεμα>. δεσμός]
<πέλμα>· τὸ κάτω τοῦ ποδός
<Πελοπίδαι>· Ἀγαμέμνων <γέ><ν>
<Πελοπόννησος>· πόλις τοῦ Ἄργους
<πέλος>· μέγα. τεράστιον
<πέλτη>· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα
<πέλτη>· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον
<πέλτης>· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου
<πέλω>· εἰμί, δίδωμι, γίνομαι
<πέλωρ>· μέγα. ὑπερφυές
<πέλωρα>· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα
<πελωρεύει>· φανερῶς ποιεῖ
<πελώρης>· τινὲς εἱμαρμένης
<πελώρια>· μεγάλα, τεράστια
<πελώριος>· μέγας δεινός
<πελώρου>· θηρίου
<πέμμα>· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον
<πέμματα>· ποικίλα ἐδέσματα πλακουντικά
<πεμπά[υ]δος>· πεντάδος
<πεμπαζόμενοι>· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες
<πεμπάς>· τριακάς
<πεμπάσασα>· ἐξαριθμήσασα
<πε(μ)πάσσεται>· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς

<πέμπε> λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει

<πέμπε>· Αἰολεῖς πέντε
<πέμπελον>· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον
<πέμποι>· ἀναπέμποι
<πέμπουσιν>· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν
<πεμπωβόλους>· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι-

νοειδῶς

<πέμφελα>· δύσκολα. τραχέα. βαθέα
<πεμφίδες>· πομφόλυγες. καὶ πτηνῶν ψυχαί
<πεμφιδώδεις πυρετοί>· φλυκταινώδεις. πνευματίαι
<πέμφιξ>· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες
<πέμψις>· ἐνεχυρασμός
<πενεῖν>· πενητεύειν
*<πενία>· ἀχρημοσύνη, ἀπορία
*<πένεται>· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει
<πενέσται>· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ

οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι

*<πενειαδεῖν>· κατεπιστατεῖν
<πένης>· ὁ αὐτοδιάκονος
<πένησσα>· πτωχή
<πενθέριον>· τὴν προῖκα. Θάς[ς]ιοι
<πενθερός>· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ <πενθερὰ> ἡ μήτηρ.

τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ

<πένθος>· συμφορά. θρῆνος, λύπη
[<πέννα>· πτερά
<πενόν>· μεμελανωμένον
<πένοντο>· ἐνήργουν
<πενταέτηρον>· πέντε ἐτῶν]
<πεντάσχοινον>· στάδιον
<πεντάχα>· ἡ χείρ. ἢ πέντε μέρη
<πένταχος>· τὴν τάλαρον. Βοιωτοί
<πεντεκτενῆ>· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα
<πέντε κριταί>· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν,

ἀλλὰ καὶ ἐν Σικελίᾳ

<Πεντέλεια>· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται
[<πεντεστατήριον>· πενταετῆ]
<πεντεσύριγγον ξύλον>· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον·

τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι' ἧς ὁ τράχηλος

<πεντετηρίς>· πενταετηρίς
<πεντηκοντόγυον>· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε-

θρον

<πεντηκοντομέσοδμον>· πολύστεγον. αἱ γὰρ <μέσοδμαι> στέγαι
<πεντηκοντόστολον>· ὅπου οἱ δραπέται ἀνάγονται
<πέντοζος>· χείρ
<πεντόροβον>· ἡ γλυκυσίδη
<πέξαι>· κεῖραι, κτενίσαι
<πεξαμένη>· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα
<πέξις>· ψίλωσις, κουρά, ξύρησις
<πεπάγουσα>· ἁπαλή
<πεπαιδεῦσθαι>· πεπαιδοποιῆσθαι
<πέπαικεν>· ἐπάταξεν
<πεπαίνεται>· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται.

πραΰνεται

<πεπαλαγμένον>· μεμολυσμένον <αἵματι καὶ λύθρῳ>. ἢ λελευκα-

μένον

<πεπαληκέναι>· ἐκπεσεῖν
<πεπαλημέναι>· βεβλα(μ)μέναι
<πεπαλ(.)μένος>· βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς
[<πεπαλόεντος>· τραχέος
<πεπαλόεσσα>· τραχεῖα]
<πεπαμένος>· κεκτημένος
<πέπανα>· πλακούντια
<πεπᾶναι>· πραῧναι
<πεπανός>· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι
<πεπαρεύσιμον>· εὔφραστον, σαφές
<πεπαρεῖν>· ἐνδεῖξαι, σημῆναι
<πεπάρθαι>· παρακεῖσθαι
<πέπαρμαι>· δι' ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι
<πεπαρμένον>· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ-

νον. ἐμπεπηγός. διαπεπερονημένον

<πεπαρῳνηκότων>· ἀτακτησάντων. ὑβρισάντων. <Παροινία> γὰρ ἡ

ὕβρις

<πεπᾶσθαι>· κεκτῆσθαι
*<πεπάσωται>· πιότητος γέμει
<πέπα[υ]στο[ι]>· ἐγέγευστο. ἐπεπλήρωτο
<πέπαυται>· πεπράϋνται
<πεπαχυμμέναις>· πεπυκνωμέναις
<πεπεδημένος>· δεδεμένος
<πεπ[ε]ίθοιμεν>· πείσοιμεν
<πεπ[ε]ιθοῦσα>· πείθουσα
<πέπειρα>· γραῖα
<πεπειρῆσθαι>· γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι
<πέπειρον>· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον
<πεπείρους>· ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς
<πέπεισμαι>· ἤλπισα. θαῤῥῶ
<πεπεμμένην>· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην
[<πεπένεται>· μαλάσσεται. καὶ τὰ ὅμοια]
<πεπεραγκέναι>· ἠνεγκέναι
<πεπερασμένος>· πεπληρωμένος
<πεπερημένος>· ὁ πεπεραιωμένος
<πέπευται>· πέπεικται
<πεπιεσμένος>· τεθλιμμένος
<πεπ(.)λαγμένον>· μεμολυσμένον
<πεπλαδηκώς>· σεσηπώς. ὑγρανθείς
<πεπλασμένον>· μὴ ἀληθές, ψεῦδος
[<πέπλαται>· ἥπλωται]
<πέπληγε>· πέπληκται
<πεπλεγμένον>· (κε)κοσμημένον. ἐκτενισμένον
<πέπληγον>· ἔτυπτον. ἐκρότουν
<πεπληγυῖα>· πλήξασα
<πεπληγώς>· πλήσσων
<πέπλη[κ]ται>· κύει
<πέπλον ἢ πέπλος>· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον
[<πεπνοιῶν>· ἐνεργῶν, θεραπεύων]
<πεπνυμένοι>· σώφρονες, συνετοί
<πεπνυμένον στόμα>· σεσωφρονισμένον. σιγηλόν
<πεπνυμένος>· φρόνιμος, συνετός
<πέπνυσαι>· συνετὸς εἶ
<πέπνυται>· συνετός ἐστι
<πεποδήγημαι>· δεδίδαγμαι. ὡδήγημαι
[<πεποιημένον>· ποιότητα ἔχον]
<πεποίηται>· πέπρακται
<πέποιθας>· θαῤῥεῖς
<πεποίθασιν>· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν
<πεποιθήσεις>· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις
<πεποίθῃς>· θαῤῥήσῃς
<πεποιθίαν(?)>· ἐλπίδα. προσδοκίαν
<πεποιθότατε>· προσφιλέστατε. φίλε
<πεποιθώς>· ἐλπίσας. πιστεύσας
<πεποίωται>· ὅπου τις ῥέπει
<πεποιωμένον>· ποιότητα ἔχον, ἢ περιδραξάμενον
<πεπόλιστο>· ἔκτιστο
<πέπομφα>· ἔπεμψα
<πέπον>· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ
<πέπονθα>· ἔπαθον
<πεπορασμένος>· φανερός
<πεπορεῖν>· δοῦναι
<πεπορθῆσθαι>· ἀπολωλέναι. συν(τε)τελέσθαι
<πεπορπημένη>· τῇ περόνῃ συνεχομένη
[<πεπορωμένοι>· τετυφλωμένοι]
<πέποσθε>· πεπόνθατε
<πέποσμαι>· ἀκήκοα. [ἥπταμαι
<πεποτήαται>· ἵπτανται
<πεπραδῖλαι>· εἶδος ἰχθύων
<πεπρημένος>· πεφυσημένος
*<πεπράχαμεν>· ἐπράξαμεν
*<πεπράτορα>· θαυμασία
<πεπρίλος>· ἰχθῦς ποιός
[<πεπρυμένοι>· συνετοί]
*<πεπρωμένη>· εἱμαρμένη
*<πεπρωμένον>· μεμοιραμένον
*<πέπρωται>· τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει]
<πεπρυτανευκώς>· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς
<πέπτασθαι>· ἀνεῷχθαι. περιέχειν
<πέπταται>· ἥπλωται
<πέπτει>· πραΰνεται τὴν τροφήν
<πεπτέον>· φυλακτέον. εὐρυτέον
<πεπτήνας>· περιβλεψάμενος
<πεπτηώς>· δι' ἀσθένειαν καὶ δειλίαν πεπτωκώς
[<πεπ.γμένοι>· μαθόντες, ἢ εἰδότες]
<πεπύθωνται>· ἀκούσωσιν. Ἀττικῶς
<πεπυκασμένα>· ἐσκεπασμένα, περικεκαλυμμένα
<πεπυρακτωμένα>· πεπυρωμένα
<πέπυσμαι>· ἀκήκοα. ἔμαθον, (ε)ἶδον
<πεπύσμεθα>· ἠκούσαμεν. καὶ τὰ ὅμοια
<πεπυσμένος>· ἰδών. καὶ τὰ ὅμοια
<πέπυστο>· ἠκηκόει
<πεπωγμένον>· κεκλασμένον
<πέπωκα>· ἔπια
<πέπων>· ἔκλυτος. ἀσθενής
<πεπωρωμένοι>· ἐσκληρωμένοι. τετυφλωμένοι
<πέρα>· πλέον. ἐπέκεινα. ὑπεράνω
*<περάαν>· διαπερᾶν
*<Περαιβοί>· ἔθνος Θεσσαλικόν
<περάγην>· διέῤῥωγα. Ῥίνθων
<περαίνει>· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει
<περαίνειν>· ἐξανύειν. ἀποπληροῦν
<πέραινον>· οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς
<περαίτατον>· ποῤῥώτατον
<περαιτέρω>· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο
<περαιωθῆναι>· τελειωθῆναι
<πέρα λόγου>· ὑπὲρ λόγον
<πέρας>· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας
<περᾶσαι>· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας

διελθεῖν

*<πέρατα>· τὰ τέλη
<πέρασας>· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας
<περατεύει>· ὁρ[γ]ίζει. στέλλει. λέγει
<περατουμένην>· ἐκπληρουμένην
*<περγάμιον>· δήμιον
*<Πέργαμα[ς]>· ἡ ἀκρόπολις τῆς Ἰλίου
<Περγαία θεός>· ἡ Ἄρτεμις
<περγοῦλον>· ὀρνιθάριον Ἀργειλέγω
<πέργουν>· πρέσβεις. οἱ αὐτοί
<Πέρδικος καπηλεῖον>· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν

παροιμίαν φασὶ διαδοθῆναι

*<περιδώμεθα>· συνθήκην παράσχωμεν
[<περεούμενοι>· τελειούμενοι
<περεοῦσθαι>· διαπερᾶν πλοίῳ ἐπιβάντα]
<περέτισαν>· ἐτίμησαν
<περ(ῆ)σαι>· διαπερᾶσαι
*<περάτρια>· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις
<πέρθαι>· πορθηθῆναι
<πέρθετο>· ἐπορθεῖτο
<πέρι>· περισσόν. περίεστι
<περιαγ[κάμψ]αῖς>· καμπαῖς
<περιαγγέλλειν>· τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ-

τηκότων

<περιάγει>· περιφέρει. ἢ κάμπτει
<περιάγνυται>· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ
<περιάγνυτο>· περιεκλᾶτο. καὶ τὰ ὅμοια
<περιαγόραιος>· περίλογος. περιαγορευτής
<περιαδεῖς>· περίῤῥυτοι. περίπνοοι
<περιαθρεῖν>· περισκοπεῖν
<περιαίνυτο>· περιελάμβανεν. περιεῖχεν
<περίαλλος>· τὸ ἰσχίον [ὅταν εἰλεῖν
<περιαμησάμενος>· θερίσας
<περιαμμάτων>· περιάπτων
<περιάοιδος>· ἡ ἐγκύκλιος ᾠδή
<περίαπτα>· περιάμματα
<περιαυθαδίζεται>· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ
<περιαυτίζεσθαι>· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ
<περιαυτίζεται>· μεγαλοφρονεῖ
<περὶ αὐτόν>· πρὸς αὐτόν
<περιβάλλειν>· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι
<περιβάλλουσαν>· ὁμοίως
<περιβάλλεσθαι>· ὑπερβάλλεσθαι
<περίβαρα>· ὑποδήματα
<περιβαρίδες>· ὑποδημάτων εἶδος γυναικεῖον
<Περιβασώ>· ἡ Ἀφροδίτη
<περιβεβυσμένος>· περιπεφραγμένος
<περιβῆναι>· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι
<περίβησαν>· ὑπερήσπισαν. καὶ τὰ ὅμοια
<περιβλέπεται>· περισκοπεῖ
<περίβλεπτος>· ἔξοχος. [περιβόητος
<περιβόητος>· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων
<περιβολή>· περίβοιος. περιδέρματος. ὑπέρτιμος
<περίβολοι>· τείχη πόλεων, ἢ περίδρομοι
<περιβομβεῖσθαι>· περιηχεῖσθαι
<πέρι γάρ>· περισσῶς γὰρ
<περιγηθής>· περιχαρής
*<περίγειος>· πρὸς τὴν γῆν
<περιγίνεται>· περιοικεῖ. περιττεύει
<περιγλαγέας>· γεγαλακτωμένας
<περιγλαγές>· περίπλεω(ν) γάλακτος
<περιγράφει>· περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ

συλλαμβάνεται

<περιγραφήν>· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι
<περίγραφον>· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι-

έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν

<περιγυρίδας>· περιφερείας
<περὶ δ' ἄλλων>· ὑπὲρ τοὺς ἄλλους
<περιδαρδάπτεσθαι>· κατεσθίεσθαι
<περιδαρδάπτειν>· κατεσθίειν
<περὶ δ' ἐδρύφθη>· περιεξέσθη
<περιδεής>· περίφοβος
<περιδείδιθι>· φοβοῦ
<περιδεινεῖσθαι>· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι.

περιέρχεσθαι

<περιδεινηθήτην>· περιεστρέφοντο. ὅμοιον
<περιδεινήσεως>· περιόδου. καὶ τὰ ὅμοια
<περιδεινηταί>· περικινηταί. καὶ τὰ ὅμοια
<περίδεινον>· πειρατήν
<περιδεινός>· περιπαθής
<περιδεινοῦσι>· περιστρέφουσιν
<περιδεινοῦντα>· περιοδεύοντα
<περίδειρον>· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου
(<περιδείσασα>)· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα
<περιδεῖσθαι>· συντείνεσθαι
<περὶ (δὲ) κλισιὼν θέε πάντη>· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ

περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα βαθροειδὲς ἔχειν

<περιδέξιον>· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε-

ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς χερσὶν ὡς τῇ δεξιᾷ βάλλων

<περὶ (δὲ) πνοή>· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ
<περιδέραια>· περιτραχήλια. ἢ ἐνώτια
<περὶ δ' ἐστέ>· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε
<περιδευκές>· περισσῶς πεποικιλμένον
<περιδεῶν>· ἐμφόβων
<περίδηλον>· περιφανές. καλόν
[<περιδῆσαι>· περιδύνασθαι]
<περίδοσιν>· συνθήκην
<περιδοῦ>· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης

θέσιν

<περὶ δουρί>· περὶ τῷ δόρατι
<περίδρομοι>· τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ

κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς, στρογγύλοι

<περιδρόμους τείχους>· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ
<περιδρύφῃ>· περιξέῃ
<περιδύεται>· περιβάλλεται. κρύπτεται. εἰσδύεται
<περιδῦσαι>· περιδύνασαι
<περίδυσε>· ἀπέδυσε
<περιδύω>· ὅμοιον
<περιδώμεθα>· συνθώμεθα
*<περιβάλλων>· ἐκύκλωσαν
<περιδώσομαι>· συνθηκοποιήσομαι
<περι(έ)γραψε>· περιεγένετο
<περιεδίνε(ι)>· περιεκύκλευεν
<περιεδρύ(φ)θη>· περιεξέσθη
<περιεζόμενον>· περιεχόμενον
<περιέθει>· περιέτρεχεν
<περιειλημμένως>· περιεκτικῶς
<περιείληπτο>· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι
<περιεῖναι>· περιττεύειν
<περιεῖπεν>· ἐτημέλει
<περιείργασμαι>· περιττὸν ἐποίησα[ν]
<περιεκωκύετο>· περιηχεῖτο
<περιεκτικόν>· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε-

ριβάλλειν. [ἢ ὑπερέχον]

<περιεκτικώταται>· ὁμοίως
<περιεκτικώτερον>· γενικώτερον
<περίελε>· κόψον. ἔπαρον. ἀφελοῦ
<περιελόμενος>· ἐπάρας
<περιελιχμήσατο>· τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν
<περὶ ἐμέ>· πρός με
<περιέπει>· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει
<περιέπειραν>· ἔπηξαν
<περιεπτισμένη>· περιεξεσμένη. περικεκαθαρμένη
<περιέπων>· ἐνεργῶν
<περιεργάς[ς]ει>· πράξει(ς) περισσά
<περίεργον>· περιττόν. ἢ στρεβλόν
[<περιερεία>· καθαρσία]
<περιερέττων>· κωπηλατῶν
<περίς[ς]ομαι>· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ-

λοντες περιγενέσθαι

<περιεσπάσθη>· ἐσείσθη. περιδέδεται
*<περιεσκεμμένος>· (ἠκριβωμένος)
[<περιε(..)σσων>· κωπηλατῶν]
<περιέσται>· περιγενή(σε)ται. νικήσει
<περιεστήξει>· περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει
<περιεστοιχισμένοι>· οἱ περιέχοντες. καὶ περιεχόμενοι
<περιετέμοντο>· περιήλασαν
<περιετίθουν>· ἐκρέμων
<περιέτυχον>· συνέτυχον
[<περιευτίζεσθαι>· ἀποδοῦναι αὐτῷ]
<περιέφραξαν>· ἐσκέπασαν. ἐφύλαξαν
<περιέχομαί σου>· ἀντιποιοῦμαί σου
*<περίζωμα>· περιβόλαιον
<περιέχοντες>· περιλαβόντες. καὶ τὰ ὅμοια
<περίζυξ>· ὁμόζυγος, σύζυγος
<περιηγές>· κυκλοτερές, περιφερές
*<περιήγει>· ἐζωγράφει
<περιήγητος>· ὁ περιπόρφυρος χιτών
<περιηγμένα>· περιφερόμενα
<περιῄεσαν>· περιήρχοντο
<περιήθελεν>· ἠγάπα
[<περιήθλουν>· ἀγα]
<περιηθέλησεν>· ἠγάπησεν
<περιήκασε>· περιώρυξεν. περιέγραψεν
<περιήκοντα>· [περιέγραψαν. ὤρυξαν
<περιήλυσις>· περίοδος
<περιημεκτεῖ>· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει
<περιῆν>· ὑπῆρχεν. ἐπλεόναζεν
<περιῃρημένον>· κεκομμένον
<περιῆῤῥον>· περιῄεσαν
[<περιήσω>· περιδώσω]
<περιηχήθη>· περιεψιθυρίσθη
[<περιθείης>· <μα><θ> πειραθείς]
<περιθείς>· κύκλῳ θείς, περισσότερον [λαβεῖς
<περὶ θεόν>· πρὸς θεόν
<περιθειῶσαι>· περικαθᾶραι, κυρίως θείῳ
<περιθέσθαι>· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι
<Περιθοῖδαι>· δῆμος φυλῆς τῆς Οἰνηΐδος
<περιθραυσθέντα>· περιπεσόντα. ῥαγέντα
<περιθρεκτέον>· περιδραμητέον
<περιθυρεῖν>· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι
<περιΐδμεναι>· περισσῶς εἰδέναι
<περιϊόντας>· περιερχομένους
<περιϊππεύοντας>· περιτρέχοντας
[<περι.ίσσεται ὥρα[ς]>· περιέρχεται [τὰς] ὥρα[ς]
<περιϊστάμενος>· κυκλεύσας
<περιΐστασο>· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε
*<περιστοιχείωσαι>· περίελθε
<περιϊών>· περιερχόμενος
<περικάθαρμα>·
<περικαθαίρων>· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον
<περικαλλές>· λίαν καλόν
<περικαλλέος>· περισσῶς καλοῦ
<περικάμπτεται>· περικιρεῖται
<περὶ καπνῷ>· περὶ τὸν καπνόν
<περικάρδιος ὑμήν>· ὁ ἐπὶ τῇ καρδίᾳ
<περικάρπιον>· τὸ λέπυρον, σκέπασμα
<περικεφαλαία>· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς

νεώς. ἢ κάς(ς)ις

<περικέχυται>· περιείληφεν
<περικήδεο>· φείδου φροντίζων
<περίκηλα>· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα
<περὶ κῆρι>· κατὰ ψυχήν
*<περικλυτῷ>· σφόδρα ἐνδόξῳ
<περικλῃζόμενος>· δοξαζόμενος λίαν
<περικλύμ(εν)ος>· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος
<περικλυτός>· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην
<περικνημίς>· σκεπαστήριον τῆς κνήμης
<περικόπται>· κλῶπες. λῃσταί
<περίκουροι>· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις
<περικτίονες>· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες
<περικτιόνες(ς)ι>· περιοίκοις
<περίκυκλον>· ἵνα ὑπερεφῆ
*<περὶ κῶμα>· κοίμημα
<περικωδωνίσαι>· περιβομβῆσαι
<περικωνῆσαι>· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά-

κωνες

<περιλαβεῖν>· περιβαλεῖν. καὶ τὰ ὅμοια
<περιλέγειν>· τὰ περισσὰ φράζειν
<περιλεγνές>· περιποίκιλον
<περιλεσχήνευτος>· περιβόητος. περιλάλητος
<περιληπτικόν>· ἐφαπτόμενον
<περιλῆσαι>· περι(ς)τρέψαι
<περιλιχμήσασα>· περιλείξασα
<περιλυγίζεσθαι>· περιστ(ρ)έφεσθαι
<περιμάχητον>· ὑψηλόν, μέγα, ἰσχυρόν
<περὶ μέν>· περισσῶς μέν
<πέρι μὲν φάσθαι>· διαφερόντως λέγειν
<περίμετρον>· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον
<περιμήκεος>· μακροτάτου
<περίμηκες>· ὑπερμέγεθες
<περιμήκετος>· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν·

εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον

<περιμήκεϊ ῥάβδῳ>· ἁλιευτικῷ καλάμῳ
<περίνα>· περίναιον. τὸ αἰδοῖον. ἀφ' οὗ καὶ τὸ <περαίνεσθαι>
[<περ[ι]νάμενα>· πιπρασκόμενα]
*<περίνης[σαι]α>· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται
<περίνεως>· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη
<περίνησον>· ἱμάτιον ἔχον πορφύραν κύκλῳ
<περινοεῖ>· περισσῶς νοεῖ
<περίνοια>· μηχανή. τέχνη
<περινομαί[α]>· περιφορα(ί)
<περίνος>· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα,

ἤγουν ὁ ταῦρος

<περινοστεῖ>· περιέρχεται
<περινοστήσαντες>· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες
<περινοστοῦντι>· περιστρεφομένῳ
<πέριξ>· κύκλῳ
<περίοδος>· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος.

ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ- νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με- τάλλων

<περιόδων>· χρόνων. κύκλων
<περιόδῳ>· κυκλώσει
<περιοίκιον>· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί-

βολον

<περιοίσει>· ἀνοίσει ἐκ τῆς νόσου
<περιοκωχή>· (περιοχή)
*<περιωπή>· ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός
<περίοπτον>· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον
<περιορᾶν>· ὑπερορᾶν
<περιόρια>· ἑορτὴ ἐν Κύπρῳ
<περιοργῶς>· ὑπεροργόντως. καὶ παρωρμημένως
<περιοριζόμενοι>· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες
<περιορίσαι>· περινοῆσαι
<περιορισθῆναι>· γνωρισθῆναι. ἐξορισθῆναι
<περιοριστόν>· περιγραπτόν
<περιουσία>· πορισμός. πλῆθος
<περιουσιασμοῦ>· πλήθους
<περιούσιον>· πολύ, περισσόν. περιποιητόν
<περιούσιος>· πλούσιος. πολύς
<περιοχή>· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν-

των] πολιορκία

<περιοχῆς>· τετειχισμένης
<περιόψεται>· καταφρονήσει
<περιπαθῶς>· συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς
<περιπαλαχθῆναι>· περιπλακῆναι
<περὶ πάντων>· ὑπὲρ πάντας τοὺς ἄλλους
<περίπατοι>· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων
<περὶ πέζαν>· τὰ περὶ τοὺς πόδας
<περιπεζία>· ταπείνωσις
<περιπείρῃ>· περικεντήσῃ
<περιπέπληκα>· περιπεπόληκα. περιπέπληγμαι
(*)<περιπετάσας>· περιβαλών
<περιπεπλιγμένα>· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ

βῆμα <πλίγμα> λέγουσιν

<περίπε[μ]πτον>· τὸ περιπεπεμμένον
<περι[πετάσθαι] πετάσας>· περι(α)πλώσας
(*)<περιπεπλίχθαι>· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως
<περιπέτεια>· ὑπόθεσις. σύμπτωσις. σύμβασις
<περιπετεῖς>· περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες
<περιπετρίζεσθαι>· περικρούεσθαι
[<περίπετρον>· πανταχόθεν ἐξέχον]
<περιπευκὲς [ἢ περίπευκος>]· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι·

πικρὰ γὰρ ἡ πεύκη

<περιπῆγις>· πόρνος. μάχλος
<περιπηγής>· περιπαγείς, ἐμπαγείς
[<περιπλη..] περιπλίγδην>· περιβάδην
<περιπλίξ>· περιειληφώς
*<περιπλέες>· λίαν, πλεονάκις
<περιπλομένων>· περιπολουμένων, ἤγουν περιερχομένων
<περίπλους>· περιόδους
<περὶ πόδα>· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ-

μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς

<περὶ ποδός>· ἀντὶ τοῦ ἁρμόζον. καὶ <περὶ πόδα>· τὸ ἡρμοσμένον,

ἀπὸ τῶν ὑποδημάτων

<περιποιεῖται>· προξενεῖ. ζωοποιεῖ
<περιποίησις>· πλεονασμός, κτῆσις
<περιποιητικός>· διοικητής
<περιπολεῖ>· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι-

πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια

<περίπολος>· φρουρός, ἔφορος
<περὶ πολλοῦ ποιοῦ>· τίμα, θεράπευε
<περιπόνηρος Ἀρτέμων>· παρὰ τὴν παροιμίαν τὴν <περιφόρητος>

<Ἀρτέμων>. εἰσὶ δὲ Ἀρτέμωνες δύο

*<περι[ι]ππεύει>· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει
<περιπρωκτιῶσα>· τρυφερευομένη ἐπὶ τῇ πυγῇ
<περιπτύσσομαι>· καταφιλῶ
*<περίπτερα>· οἱ ἀποσπινθηρισμοί
*<περίπτερον>· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν
[<περιπτεύσαντες>· περιδραμόντες]
<περιπτυχαί>· περίβολοι
*<περιπτύσσει>· καταφιλεῖ
<περίπυστα>· διαβόητα
<περιραίνεσθαι>· περιραντίζεσθαι. ῥαντίζεσθαι
<περιρέζειν>· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν
*<περιρεμβαῦσαι>· περιφθαρῆναι
*<περὶ ῥίον>· περὶ τὸ ἀκρωτήριον
<περὶ ῥέθεσι>· περὶ ταῖς παρειαῖς
<περιῤῥηδής>· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος.

ἢ ὑπτιασμένος

<περισαίνοντες>· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν

(οὐρὰν) κινούντων

<περὶ σέ>· περὶ σοῦ, ἐγγύς σου, <γνησίως διάκειμαι>
<περὶ σεῖο>· περὶ σοῦ. καὶ <περιέσσιον>· περὶ σοῦ
<περισείρια>· τὰ πλάγια τῆς γλώττης
<περίσημον>· διαβόητον
[<περισιγᾶν>· ἀφέλκειν τοῦ προκειμένου]
<περισκαίρουσι>· περισκαρίζουσι
<περισκελές>· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν
<περισκέπτῳ>· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε

ἀπ' αὐτοῦ περισκέψασθαι

<περίσκεψις>· βάσανος
<περισκήπτειν>· περιθλίβειν
<περισοβεῖν>· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν
*<περισσομένη>· πορθουμένη
[<περίσονται>· περιποιήσονται]
*<περισσοεπήσει>· περισσολογήσει
<περισπάσασθαι>· περιποιήσασθαι
<περισπέ.του βοῆς>· ὑπερεπειγούσης
<περισπερχής>· περιώδυνος
*<περισκέλια>· βρακκία, φεμινάλια
<περὶ σπονδῶν>· περὶ εἰρήνης
<περισταδόν>· περιστάντες
*<Περιστενός>· οὕτω δράκων καλεῖται
<περισταλείς>· κοσμηθείς. ἤτοι ταφείς
<περισταλαδόν>· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ
[<περιστατήρια>· σπλάγχνα]
<περιστατόν>· τὸ ἀνάστατον
<περίστασις>· θλῖψις, ἀνάγκη, μέριμνα
<περιστεγανόν>· περισσῶς στεγανόν
<περιστένειν>· ἔκθυμον εἶναι
<περιστείληται>· περικαλύψηται
<περίστειλον>· συγκάλυψον. συνάγαγε
<περιστέλλει>· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι-

βάλλει

<περιστελοῦμεν>· τὰ αὐτά
<περιστένεται>· πάνυ στενοχωρεῖ
<περιστήθιον>· ἱερατικὸν ἔνδυμα
<περιστέρια>· κοσμάρια ποιά
<περιστίαρχος>· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν
*<περιστ(.)ῖξαι>· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ

στ(ε)ίχειν

<περίστιον>· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα-

θάρσιον ποιήσωσιν

<περιστλεγγίσαι>· περιξύσαι· <στλεγγὶς> γὰρ ἡ ξύστρα
<περιστοιχίσαντες>· περιλαβόντες
<περιστολή>· περιβολή. ἔνδυμα
<περιστόμιον>· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ
[<περιστόων>· περιστύλων]
<περίστροφος>· ὁ τῆς ὑποσφραγίδος τόπος
<περίστῳον>· περίστυλον
<περισύρει>· σύρει
<περίσφατα>· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω-

νήσεως ἄξια

<περισφάτως>· περιωδύνως. περιβοήτως
<περισχαδόν>· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί-

μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας

<περισχελές>· δυσχερές
<περίσχεο>· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ

ὑπερμάχησαι

<περισχέσθαι>· ἀγαπῆσαι
<περίσχετο>· ἠγάπησεν. ἐφείσατο
<περισχιδεῖς>· εἶδος ὑποδήματος εὐτελές
<περισχόμεθα>· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα
<περισχών>· περιτείνας. ἢ ἐπισχών
<περιτάμνεσθαι>· περιορίσαι τι διὰ τῆς αὔλακος
<περιταμνόμενον>· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων
<περί τ' ἀμφί>· κύκλῳ, πέριξ
<πε[ρι]ρίτ' εἰμί>· ὑπερέχω. ὑπερφρονῶ
<περιτελλομένων>· πληρουμένων. περιερχομένων
<περὶ τέρμα βαλούσας>· περιελ(ας)άσας τὸν καμπτῆρα
<περιτετάσθαι>· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη
<περιτεύξεται>· συντύχῃ. ἢ περιπεσεῖται
<περιτευξοίμεθα>· περιτύχοιμεν
<περιτευξόμενος>· περιτυχεῖν μέλλων
<περιτεύοντες>· συλ[λ]ῶντες
<περὶ τὴν λέξιν>· ἐν αὐτῇ τῇ λέξει
<περί[πε]τ[ε]ια> καὶ <περιῆτες>· περιῆτες μὲν οἱ φύλακες, περί[πε]-

τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή

<περιτίθεται>· περιβάλλεται
<περιτομίς>· μέρος τι τῆς νεώς
<περιτόναιον>· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον
<περιτρέπεται>· ε(ἰ)λιγγιᾷ
<περιτρέφετο>· περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον
<περιτριβομένων>· παρεσομένων
<περίτριμμα> .....· τετριμμένον
<περιτροπέων>· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος
<περιτρόπου>· ἴλιγγος
<περὶ τρόπιος>· ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς.
<περιτροπόωντες>· περιχωροῦντες
<περίτροχον>· στρογγύλον
<περιττοί>· περισσοί, περίεργοι
<περιφαλλία>· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν
<περιφάνεια>· λαμπρότης, δόξα
<περιφανέστερον>· ἐμφανέστερον
<περιφέρεια>· διαστροφή. κύκλος
<περιφερές>· στρογγύλον
<περιφέρεται>· πλανᾶται
<περιφερόμενα>· λαλούμενα
<περίφημος>· ὀνομαστός
<Περιφήτης>· ὁ κορυνήτης
<περιφθείρεται>· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται
<περιφοιτῶντα>· περιερχόμενον. περιγινόμενον
<περιφορά>· ἡ κατὰ κύκλον κίνησις
<περιφοραί>· ὁμοίως
<περιφορᾶς>· περισπασμοῦ. πλάνης
<περιφραδέως>· περιπεφρασμένως. ἐμπείρως
<περιφραστικῶς>· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα
<περιφρονεῖς>· περισσοφρονεῖς, ὑπερφρονεῖς
<περίφρων>· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος
<περιφ[ρ]ῦναι>· περιλαβεῖν, περιπλακῆν(αι)
<περιχαρής>· χαιρόμενος (sic). γελωτοποιός
<περιχάσκειν>· ἀνοῖξαι τὸ στόμα
<περιχεύας χρυσόν>· περιπάσας χρυσίῳ
<περιχ[ε]ιλοῦντες>· ἀντὶ τοῦ ἄδην κορεσθέντες
<περιχλ(ι)ανίζεται>· περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ-

γεύεται]

<περιχόραι>· περιχορεῖαι
<περιχορίζειν>· ἐνόπλως, συντόνως ὀρχεῖσθαι
<περὶ χροΐ>· περὶ τῷ σώματι
<περὶ χροῒ ἕσσατο>· περιεβάλλετο
<περιχωρεῖ>· συμμίσγεται
<περιχώρησον>· μέτρησον. περίστησον
<περίψημα>· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη

πάντων]

<περίψυκτος>· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος
<περιώγανα>· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς

ἁμάξαις

<περιώκαλα>· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά
<περιωπή>· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ-

ρεια

<περιωπῆς>· προσόψεως
<περιώσας>· ὠθήσας. ζώσας
<περιῶσιν>· ζῶσιν. ὑπάρχωσιν
<περιώς[ς]ιον>· περιως[ς]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ
<περκάζει>· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται
<περκαίνειν>· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια
<πέρκανα>· τὰ ἱστοῦ περιπλέγματα
<περκνόν>· μελανόν. ποικίλον
<περκνός>· γλαυκός. μέλας. καὶ τὰ ὅμοια
<περκώματα>· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα
<Περκώς(ι)ος> καὶ <Περκώτη>· πόλις
<Περμησός>· ποταμός
<πέρναται>· πωλεῖται
<περνάμενα>· πωλούμενα
<περνᾷς>· πωλεῖς
<πέρναξ>· θρίδαξ
<Πέρνη>· ἔνιοι μετὰ τοῦ <τ> Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί-

νης οὕτω προσαγορευόμενον

<περνῆν>· ἐμπωλεῖν
<πέρνησον>· πώλησον
<περομνύναι>· ἐλέγχεσθαι
<περόναι>· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ
<περόνη>· ῥαφίς
<περονήσατο>· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο
<περόσχια>· τὰ ῥάκη
<πέρπερα>· προπετῆ
<περπερεύεται>· κατεπαίρεται
<πέρπερος>· μετὰ βλακίας ἐπαιρόμενος
*<περὶ πολλοῦ ποιεῖται>· τιμᾷ, θεραπεύεται
<Πέῤῤαμος>· βασιλεύς
<πεῤῤεθήκατο>· περιεθήκατο
<Πεῤῥεύς>· ἥρως Ἀθήνησι τιμᾶται
<πεῤῤέχειν>· ὑπερέχειν
<πεῤῥησιππίαν>· τὴν ἀνατρέπουσαν ἵππον
<Πεῤῥίδαι>· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις
<πέρ σε>· πρός σε
*<πέρσαντες>· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες
*<πέρσας>· τὰ αὐτά. [καὶ τὸ ἔθνος
<Πέρσης>· κυβευτικοῦ βόλου ὄνομα
<Περσίδα>· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα
<περσιθέα>· ἡ Ἀφροδίτη
<περσικά>· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι.

καὶ ὄρχησις Περσική

<περσικὸς ὄρνις>· ὁ ἀλεκτρυών
<πέρσος>· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος
<περ(υ)σινόν>· ἔφηβον. τὸν ἐξ ἐφήβων
<πέρυσι>· ὁ παρεληλυθὼς χρόνος
<Πέρφερες>· θεωροί
<Περφίλα>· Σωσίβιος. κύριον ὄνομα
<περώσιον>· μέγα
<πεσέεσθαι>· πεσεῖσθαι
<πέσημα>· πτῶμα
<πεσκέων>· δερμάτων
<πέσκον>· πικρόν. ἢ κώδιον, ἢ δέρμα
<πέσμα>· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται
*<πεσέονται>· πεσοῦσιν
<πέσσαι>· πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ
<πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς>· Σοφοκλῆς Ναυ-

πλίῳ Πυρκαεῖ. παρ' ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι

<πέσσει>· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει
<πες(ς)έμεν>· πές(ς)ειν
<πέσσεται>· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει
<πεσσεύων μετατίθεσο>· τὴν γνώμην πρὸς τὸ κρεῖσσον
<πες[ς]ήματα>· πτώσεις
<πες[ς]ήματος>· πτώσεως, πτώματος
<πεσσοῖς>· πεττοῖς. βολίοις, κύβοις
<πές(ς)ον>· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές
<πεσσός>· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν

κόρην μέλαν τοῦ ὀφθαλμοῦ

*<πεσσοῖσι>· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς
*<πέσσω>· ὀπτήσω ἄρτον
<πεσσύγγιον>· σκυτ(ε)ῖον
<πεσσύπτη>· σκυτεύρια
<πέσσυρα>· πίσυρα. τέσσαρα
<πέσσυρες>· τέσσαρες. Αἰολεῖς
<πεσών>· πάσχων
<πέτα>· πτῶσις. στάχυα
<πετάζει>· ἁπλοῖ. σκεπάζει
<πεταιτά>· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες
<πετάλα>· ὀνόματα θήλεια. καὶ βοῦς
<πέταλ[λ]α>, οὐδετέρως· τὰ φύλλα
<πεταλίζειν>· βλαστεῖν. φυλλολογεῖν
<πετ[τ]αλισμός>· ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος
<πέταλ[λ]ον>· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα
<πεταλωτόν>· ἀκμαιότατον. εὐειδέστατον
<πεταλίδων ὑ[ι]ῶν μεταίη>· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ-

γονται

[<πεταλοῦνται>· ἐξυπτιῶνται. τρυφῶσιν
<πέτακνον>· ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον]
<πετάσας>· ἁπλώσας. τανύσας
*<πετᾶσθαι γαμβραί>· κεκτῆσθαι
<πετάσειεν>· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω
<πέτασος>· τὸ τῶν ἐφήβων φόρημα
<πέταυρα>· τίγνα
<πέταυρον>· εἶδος παγίδος
<πετελκές>· καμπύλον
*<πετεηνῶν>· πετεινῶν
*<πετέσθην>· ἐπέτοντο. δυϊκῶς
<πέτευρον>· σανίς, ἐφ' ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς

τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. <Πέτευρον> λέγεται, ἢ καὶ <πέντευρον>

<Πετε[υ]ών>· πόλις
<πετήλας>· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας
<πετηλίς>· ἀκρίς
<πετηνίς>· κόρις
<πέτραι ἠλίβατοι>· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι
[<πετρέμβατοι>· ὑψηλοὶ κρημνοί]
[<πετραδεῖλαι>· οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων
<πετρεφράμη>· θρασεῖα. θερμή
<πέτρη τ' Ὠλενίη>· πόλις
<πέτρον>· λίθον
*<πετειᾷ>· παίζει
<πεττεία>· διὰ κύβων παιδιά
<πεττείαις>· κύβοις, τάβλαις, παιδι[λ]αῖς
<πεττεύει>· διαπαίζει. μεταστρέφει. κυβᾷ
*<Πέτρος>· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ

Συμεὼν ἐλέγετο

<πεττοί>· βόλια, ἐν οἷς ταυλίζουσι
<πεττεύουσι>· κυβεύουσιν
<πέττουσιν>· ἑψοῦσιν
<πευδρία>· ἀρτοθήκη
<πεύθεται>· πυνθάνεται. ἀκούει
<πεύθετο>· ἤκουεν. ἐπυνθάνετο
<πεύθη>· πεῦσις. ἐρώτησις
<πευθῆνες>· πιστοί. περίεργοι
<πευθείς>· ἑψηθείς
<πευΐδας>· λαμπάδας
<πευκαλεῖται>· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας
<πευκαλέον>· ξηρόν. ἀγγεῖον
<πευκαλίμαις>· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς
<πευκαλίμη>· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα
<πευκαλίμῃσι>· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια
<πευκάνα>· [πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι]
<πευκεδανόν>· πευκές. πικρόν
<Πευκέτιοι>· οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες
<πεύκινο(ν) δάκρυ[ν]>· πίσσαν
<πεύκλα>· ἁματροχιαί
<πεῦσις>· ἐρώτησις. ἀπόκρισις
<πεύσομαι>· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω
<πευστός>· ὑπήκοος
<πέφανται>· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν
<πεφάσθαι>· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ <φάσγανον>
<πεφασμένον>· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον
[<πεφάσσουσα>· ἐνθουσιωδῶς ὁρμῶσα]
<πέφαται>· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται
<πεφαύλικεν>· ἤμβλυκεν
<πεφαυλισμένον>· ἀποδεδοκιμασμένον
<πεφένακ(ικ)εν>· ἠπάτησεν
<πεφενακισμένος>· ἐξηπατημένος
<πέφη>· ἐφάνη ἢ πεφύκασι
[<πεφήμωσο>· παῦσον. φιμώθητι]
[<πεφήνακεν>· ἠπάτησεν]
<πέφηνεν>· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν
<πεφηνώς>· ἕτοιμος. φανερός
<πεφήσεαι>· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ
<πεφήσεται>· φανεροποιήσεται
<πεφιδέσθαι>· φείσασθαι
<πεφλάζει>· βράζει
<πεφλοιδώς>· τὸν φλοιὸν ἀποβαλών
<πεφλοιδέναι>· φλυκταινοῦσθαι
<πέφνειν>· κτείνειν
<πέφνεν>· ἀνεῖλεν, ἐφόνευσεν
<πεφοβημένοι>· εἰς φυγὴν τετραμμένοι
<πεφοβῆσθαι>· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι
<πεφοινιγμένη>· ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος
<πεφοιτηκότες>· παραγενόμενοι
<πεφορημένα>· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα
<πεφορύνθαι>· μεμιάνθαι, μεμολύνθαι
<πέφραδεν>· εἶπεν. ἐσήμηνεν
<πεφράδοι>· διασημήνειε. εἴποι
<πεφρασμένος>· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων

δύναμιν

<πεφρίκασι>· δεδοίκασι
<πεφρικέναι>· δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι]
<πεφρυγμένον>· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα]
<πεφυγμένος>· πεφευγώς
<πεφυζότες>· μετὰ δέους φεύγοντες
<πεφύκαμεν>· ἐσμέν, ὑπάρχομεν
<πέφυκεν>· ὑπάρχει. ἐγένετο
<πεφυκώς>· ὑπάρχων
<πεφυραμένους>· μεμιγμένους
<πεφυρμένοι>· μεμιασμένοι
<πέφυρται>· μεμία(ν)ται
<πεφυσιγγωμένοι>· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις <φυσίγγων>, ὅπερ

ἐστὶν ἐντεριών(ων)

<πεφυσιωμένους>· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους
<πεφωρημένα>· ἐληλεγμένα, κατειλημμένα. <Φωρᾶσαι> γὰ τὸ θεά-

σασθαι

<πέχαρι>· ἔλαφος. Ἀμερίας
<πέψαι>· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι
<πέψις>· ἀρτοποιία
<πῇ>· ποῖ, πῶς, εἰς τίνα τόπον
<πηγάδα>· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη-

ρὰν καὶ πεπηγυῖαν

<πηγάζει>· ἀναβλύζει
<πηγαί>· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί
<πηγαῖον>· τὸ ὄστρακον, ὃ καὶ <ἀρδάνιον> ὁμοίως λέγεται
<πηγαῖον ὕδωρ>· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ-

νων, ὅτε ἐξεκόμιζον

<πηγεσιμάλλῳ>· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· <πηγὸν> γὰρ

τὸ εὐτραφές. τινὲς δὲ λευκὸν <τὸ πηγόν>· οἱ δὲ μέλαν

<πηγόν>· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα
<πηγυλίς>· ψυχρά, παγετώδης
<Πήδαιον>· πόλις. καὶ ὄνομα κύριον
<πηδάλια>· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες
<πηδαλίοις>· οἴαξιν
<πηδαλιο(υ)χούμενοι>· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν

αὐχήν

<Πήδασος>· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ

ἵππου

<πῇ δὴ ἄρα>· πῶ(ς), ποῖ δή
<πῆδον>· πηδάλιον
<πῆδος>· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ <παίειν>. οἱ δὲ <πήδινον>

εἶναι <ξύλον> εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ καὶ ἐν ἐκείνῳ· μέγα δ' ἔβραχε πήδινος [τε] καὶ ἡ ἀγρία ἄμπελος

[<πηδύειν>· νάειν. βλύζειν. βρύειν
<πηδύειν>· πηγάζειν. ὀμβροῦν. ἱδροῦν
<πηδυλίς>· πέτρα, ἐξ ἧς ὕδωρ ῥέει]
<πηδῷ>· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου
[<πήθων>· πίθηκος]
<πῆι>· πόκα
<πηκτὰ δάκρυα>· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα
<πηκταὶ θύραι> καὶ <εὔπηκτοι [εὔ]θύραι>
<πηκτίδες> καὶ <σύριγγες>· ὄργανα μουσικά
<πηκτίδος>· πανδουρίου
<πηκτίς>· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον
<πηκτόν>· ἐκ πολλῶν ξύλων πεπηγμένον
<πηκτὸν ἄροτρον>· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα
<πηκτὸς θάνατος>· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ

ξίφει ἐπιπεσὼν ἀπέθανεν

<Πηλαγόνες>· γέροντες, παλαιοί, γηγενεῖς
<πῆλαι>· κραδᾶ[ί]ναι, σεῖσαι
<πηλαμύς>· διὰ τοῦ <υ> ἰχθῦς ἐν Πόντῳ
<πῆλεν>· ἔπαλ(λ)εν
<Πηλέως μάχαιρα>· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά-

φει οὕτω· <μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ>. ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....

<Πηλ(η)ιάδεω>· τοῦ Πηλέως παιδός
[<πηληκίσματα>· φενακίσματα]
<Πήληξ>· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος
<Πηλιάδα (μελιήν>)· τὸ δόρυ
<Πηλιάς>· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν
<πηλιδνόν>· πελιδνόν
<πηλίκον>· οἷον, ὁποῖον, ποταπόν. διάφορον
<πηλίκοις>· διαφόροις. καὶ τὰ ὅμοια
<πηλίναις>· χοϊκαῖς
<πήλινος>· ἐκ πηλοῦ, χοϊκός
<Πήλιον>· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον
<πηλός>· οἶνος. Ἴωνες, ἔνθεν καὶ <κάπηλος> ὁ τὸν οἶνον πωλῶν
<πηλὸς ἀϊδνός>· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα

ὠκεανόν

<πήλυξ>· ῥαγάς
<πῆμα>· βλάβη. ἀναπημονή
<πημαίνει>· βλάπτει, κακοποιεῖ
<πημαινούσης>· κακούσης. καὶ τὰ ὅμοια
<πήμασι>· κακοῖς. [πήμασι] βλάβαις
<πῇ μέματον>· ποῦ προθυμεῖσθε
<πῆμος>· πηνίκα
<πῆν· πῆ καὶ πῆν> ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν
<πήνα>· ἀπήνη
<Πηνειός>· ποταμὸς ἐν Θεσσαλίᾳ
<Πηνελόπη>· ὄνομα κύριον
<πηνέλοψ>· ὄρνις ποιός
<πηνηκίζειν>· ἀπατᾶν
<πηνηκισμάτων>· φενακισμάτων
<πήνην>· [τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία
<πηνία>· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ

καὶ προσόμοια τοῖς πηνίοις ὄντως

<πηνίκα>· πότε. [ἢ τότε]
<πηνίκα δέ>· [ὅτε δὲ] ἢ πότε δέ
<πηνίκη>· θρίξ. ἐμπλοκή
<πηνίον>· [πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη
[<Πηνιός>· ποταμός]
<πῆνος>· ὕφασμα
<πηνώμενον>· πηνιζόμενον. τριβόμενον
<πῆξαι>· κατασκευάσαι. στῆσαι
<πήξας>· στήσας. βαλών. κατασκευάσας
<πῆξε θυμόν>· ἔπληξε τὴν ψυχήν
<πηοί>· συγγενεῖς, οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι
<πήραξον>· ἀφόδευσον
<Πηρεφόνεια>· Περσεφόνεια. Λάκωνες
<πηρία>· Ἀ(ς)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ
<Πηρίη>· πόλις ἐν Θεσσαλίᾳ
<πῆριξ>· πέρδιξ. Κρῆτες
<πηρίς>· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία
<πηροῖς>· βλάπτοις
<πηρόν>· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ-

νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω- μένως δὲ τὸν τυφλόν

<πηρόν>· τὸν παντάπασι μὴ ὁρῶντα
<πήρωσις>· βλάβη. λύπη. τύφλωσις
<πήσασθαι>· μέμψασθαι
<πήτεα>· πίτυρα
<πητ[ε]ῖται>· πιτύρινοι ἄρτοι. Λάκωνες
<πήχεων>· πηχῶν
<πῆχυς>· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. <κιθάρας> δὲ

<πῆχυς> ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς

<πηῶν>· φίλων. συγγενῶν
<πιαζόμενος>· θλιβόμενος
<πιαίνει>· σιτεύει. λιπαίνει
*<πιανάτω>· λιπανάτω
<πιαινέτω>· λιπαινέτω
<πιαλέον>· λιπαρόν
[<πιανεῖ στυγνῷ>· τῷ θρηνητικῷ ὕμνῳ]
<πίαλον>· παράλευκον
<πῖαρ>· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν
<πιάτοις>· τὸ ἄσημον ἀργύριον
<πίγγαλος>· σαῦρος ὁ καλούμενος χαλκίς
<πίγγαν>· νεόσσιον. Ἀμερίας. γλαυκόν
<πίδακες>· σταγόνες. πήγξ
<πιδακοέσσης>· καθύγρου
<πῖδαξ>· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος
<πίδαξι>· πηγαῖς
<πιδηέσσης>· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς <πιδᾶν> λέγομεν τὸ

ἀναβάλλειν ὑγρόν

[<πίδναται>· προσπελάζει]
<Πιδώ>· δῆμος [ἐν τῇ θάκῃ
<πιέειν>· πιεῖν
<πιέζειν>· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν
<πιερά>· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ <πιείρῃ
<Πιερία>· ὄρος. [ἢ λιπαρά]
<Πιερίδες>· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ
<Πιέρι..>· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους
<πιέσαι>· πιάσαι
<πιεσθείς>· δαμασθείς
<πιῆναι>· ὠφελῆσαι. αὐξῆσαι
<πιθάκναι> καὶ <πιθάκνια>· οἱ μικροὶ πίθοι. καὶ σιπύαι
<πιθανάς>· εὐπίστους
<πιθανολογία>· διάλεξις ἀληθής
<πιθανόν>· ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές
[<Πιθήνης> πόλις]
<πιθήσας>· πιστεύσας. πισθείς. πιστωθείς
[*<πιθάρχει>· πίσθητι]
[<πιθοῖ>· πισμονή, πίστις]
<πιθοίγια>· ἑορτὴ Ἀθήνησι
[<πιθραύσκεται>· φανεροῦται]
<πιθών>· π(ε)ίσας
<πικα(ῖ)σι>· πικραῖς
[<πικέλα>· πίσσα, Ῥωμαῖοι]
<πίκειν>· ξαίνειν
<πίκεται>· κτενίζεται
<πικόν>· πικρόν. Χαλδαῖοι
<πικρόν>· χαλεπόν. ἀργαλέον
<πικρῶς>· κατακόρως. ἀκρατῶς
<πίλημα>· ζώνη. μίτρα
<πιλιπαγμός>· ποιά τις φωνή
<πίλνα>· προσήγγιζε
<πίλναι>· προσεγγίσαι
<πίλναται>· προσπελάζει
<πιλνάμενον>· ἐμπελαζόμενον, πηγνύμενον
<(π)ίλνασθαι>· ἐγγίζειν, πλησιάζειν, προσάγειν
<πίλνατο>· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια
<πιλνόν>· φαιόν. Κύπριοι
<πίλοις>· πιλωτοῖς
<πιλός>· κοχλιός
<πῖλος χαλκοῦς>· εἶδος περικεφαλαίας
<πιμελή>· στέαρ, πιότης, λίπος
<πιμελής>· εὐτραφής. λιπαρός
[<πιμέντα>· φάρμακα
<πιμεντάριος>· φαρμακὸς καὶ μυρεψός]
<πίμπλαμαι>· πληροῦμαι
<πίμπλαντο>· ἐπληροῦντο
<πίμπλαται>· πληροῦται
<πιμπρᾶν>· ἐμπυρίζειν φυσᾶν. καίειν
<πίμπρασθαι>· ......
<πίμπραται>· .......
*<πεμφθοί>· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι
<πῖνα>· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον
<πίνακας>· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ

τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ ἄκρα τῶν ξύλων

<πίνακες>· ἀναγραφαί. εἰκόνες
<πινακίδο[ῦ]ς>· ὄρχησις ποιά
<πινάκιον>· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν
<πίνακι πτυκτῷ>· δέλτῳ
<πινακίρ>· πινακίσκος
<πίνακος κουρά>· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων
<πινακοπώλης>· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ

πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες

<πίναξ>· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή
<πιναρά>· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά
<πιναρός>· ῥυπαρός. εὐτελής, ἐλάχιστος
*<πίνος>· ῥύπος. καὶ τὰ ὅμοια
<πινόεν>· ῥυπαρόν. πιναρόν
<πινοτήρης>· πινοφύλαξ λεγόμενος. <Πῖνα> δὲ εἶδος ὀστρέου
<πινυμένην>· συνετήν
<πίνυσις>· σύνεσις
<πινυτή>· σύνεσις, φρόνησις
<πινυτήν>· σωφροσύνην
<πινυτός>· σώφρων, συνετός
<πινυτόφρων>· σωφρονέστατος. συνετώτατος
<πινυτῶς>· οὕτως φρονῶν
<πινῶδες>· ῥυπαρόν. ξηρόν
<πινωδία>· ἀκαθαρσία
<πιόμενα>· ποτιζόμενα
<πίονα>· λιπαρά. πλούσια
<πίονα ἔργα>· νῦν τὰ γεωργικά, κατ' ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα
*<πίος>· εὐσεβής
<πίονες>· στεατῖται πλακοῦντες
<πίονος>· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου
<πιότατον>· λιπαρώτατον
<πιπαλίς>· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα
<'πιπάλ(λ)ων>· κραδαίνων, πάλλων
[<πίπαν>· τὸν ἀκριβῆ τοξότην]
<πιπίζειν>· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς.

λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν

<Πίπλ(ε)ιαι>· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι-

πλείας

<πιπλῶν>· πληρῶν
<πίπον>· ἄκρον
<πιπράσκει>· πωλεῖ
<πίπτωσι>· φονεύωνται
<πιπώ>· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ
[<πῖραρ ἐπαλλάξαντες>· ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος

εἰς πέρας

<πιπνύοντα>· σχολεύοντα
<πίρινθα>· βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον]
<πιρίσσας>· ἐλέφας
<Πῖσα[ι]>· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται
<πῖσαι>· ποτίσαι
<πισάκιον>· περιστόμιον
<πισάκνα>· πιθάκνη
<πίσεα>· κάθυγρος καὶ ποώδης γῆ
<πίσεα π(ο)ιήεντα>· διύγρους τόπους
[<πίσῃ>· π(ε)ίσματι]
<πίσιρα>· πίτυρα. Ἀχαιοί
<πισιρῖται>· πιτύρινοι ἄρτοι
[<πίσιρα>]· [ἀγγεῖα
[<πίσματα>· τὰ ἀγκύραια σχοινία]
<πισμός>· πιστήρ. ποτίστρα. ληνός.
<πισόμενον>· γενησόμενον. παθησόμενον
<πίσορ>· πίθος. Λάκωνες
<πισσᾶται>· οἱ τὴν λευκὴν ἔχοντες λέπραν
<πισσοκωνίας>· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ

χρίεσθαι

<πισσοκωνήτῳ πυρί>· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. <Κω-

νῆσαι> δέ ἐστι τὸ περιενεγκεῖν

<πιστά>· βέβαια
<Πίστα>· Πίστειρα πόλις. οὕτως εἶπεν
<πιστὴν γνώμην>· βεβαίαν
[<πιστήρ>· ληνός]
<πίστις>· ἀπόδειξις
<πιστήριον>· ποτιστήριον. <πῖσαι> γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο-

τίστραι

<πιστός>· εὐπειθής
<πιστούμεος>· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν
<πισύγγιον>· σκυτ(ε)ῖον
<πισύγγων>· σκυτέων
<πίσυνοι>· πεποιθότες, πεπιστευκότες
<πίσυνος>· πεποιθώς, πιστεύων, θαῤῥῶν
<πίσυρας>· τέσσαρας
<πισύρων>· τὸ αὐτό
[<πίσω>· πράξω]
*<πιστώσαντο [στῶ]>· πίστεις ἀλλήλοις ἔδοσαν
<Πιτανάτης στρατός>· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν

Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι- τάνη φυλή

<Πιτανάτης>· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη-

θείαις. <Πιτανάτῃ> δὲ <ἀγῶ(νι)> γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ

<'πιτίμια>· τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν
<πιτνάς>· ἐκτείνων. [τίμιά φασι]
<πίτνει>· πίπτει. [ἐκτείνει]
<πίττῃ>· πίσσῃ
<πιτυδάνη>· ἀσκὸς μικρός
<Πιτύ(ε)ια>· πόλις Θρᾴκης
<πιτύλοιν>· ταῖς καταφοραῖς τῶν τειχέων
<πιτύλοιν>· [ψόφοις ὑδάτων]
<πιτύλοις>· ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις

τῶν ὑδάτων

<πίτυλος>· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι-

κρῶς ἐπιφέρηται

<πιτύλους>· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ

ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι

[<πιτύνη>· κνῆκας, ὁ τὸν τυρὸν πογρίων]
<πίτυρα>· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά
<πίτυς>· δένδρον, ἐμφερὲς πεύκῃ
<πιφαλλίς>· πίφιγξ
<πιφαύσκεο>· φαῖνε λέγων
<πιφαύσκεται>· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ
<πιφαυσκόμενος>· σημαίνων, λέγων
<πιφαύσκω>· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω
<πιφαύσκων>· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια
<πίφιγξ>· κορυδαλός
*[<πιφραύσκων>]· πιφαύσκων. λέγων, ἐμφανίζων
<'πίχειρον>· ἀνταπόδοσις
[<πίχυς>· βραχεῖον μέτρον]
<πίων>· λιπαρῶν
<πλαγάν>· πληγήν
[<Πλάγας>· τὰς Συμπληγάδας πέτρας]
<πλαγγόνιον>· μύρον τι παρὰ Ἀθηναίοις
<πλαγγών>· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ <πλαγγό-

νες> κεκρύφαλοι

<πλαγιάσαι>· παραλογίσασθαι. πλανῆσαι
<πλάγιοι>· δόλιοι
<πλαγίως>· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς
<πλαγκτά>· καμπτά. [πλαγκτά]
<Πλαγκταί>· οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ-

τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν

<πλαγκτέ>· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν
<πλαγκ(τ)όν>· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον
<πλαγχθέντες>· πληγέντες. πλανηθέντες
<πλάγχθη>· ἐστράφη. καὶ τὰ ὅμοια
<πλαδαρόν>· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν
<πλαδαρώτερος>· ἐκλυτώτερος. καὶ τὰ ὅμοια
<πλα(δ)διῇ>· ματαΐζει. σοβαρεύεται
<πλαδῶσαν>· ὑγράν
<πλαδῶσιν>· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι
<πλάζεσθαι>· πλανᾶσθαι, ἀποσφάλλεσθαι
<πλαζόμενος>· ἐγγίσας. ἢ πλανώμενος
<πλάζουσι>· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι
<πλάζον>· πλανῶν
<πλάθανον>· κύκλον, ἐφ' οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας
<πλα[ς]θείς>· προσπελασθείς. δοθείς
<πλαθεῖσα>· τὰ αὐτά
<πλάθεται>· παραγίνεται, προσπελάζει
<πλάθους>· πλήθους
<πλαῖσι>· κλῆσι
<πλαίσια>· πλινθία
<πλαίσιον>· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ

πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα

<πλαίτερ>· πέτραι. οἱ δὲ <πάτερ>
<πλάκα ἡλιακήν>· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. <Πλάκα> καὶ

τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν

<πλάκας>· δέλτους
[<πλακάτην>· ἐριουργικὸν ἐργαλεῖον]
<Πλακία>· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη-

ναῖοι

[<πλακίησιν>· ἁμαρτίαις]
<πλακίς>· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα-

θηναίων

<Πλάκος>· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν
<πλακοῦς>· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας

μαλάχης

<πλακτήρ>· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον
<πλᾶκτρον>· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον
[<πλάκτος>· παράφρων. πεπλανημένος]
*<πλανίς>· τὸ τῆς νύμφης χρυσοῦν διάδημα
<πλάνα>· τριακάς
<πλάνη>· ἀπάτη
<πλανῆται>· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι
<πλάνος>· πλανήτης, ἀπατεών
[<πλάντων>· ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα]
<πλανύττων>· πλανῶν
<πλάξ>· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν.

καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ

<πλαριᾶν>· μίγνυσθαι
<πλάσμα>· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα
<πλασταρεύοντες>· πλάσσοντες
<π[λ]αστηρία>· (ς)πλάγχνια
<πλάστιγγι>· [ἰσχία
<πλάστιγξ>· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον

<λίτρα>. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα

<πλαστουργήσαντα>· πλάσαντα, ποιήσαντα
<πλάστρα>· ἐνώτια. καὶ θεῶν τύποι
<πλα[ς]τά>· προσπελαστά
<πλαταγώνιον>· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον
<πλαταγωνίσας>· ἀποληκυθίσας, καὶ ψοφήσας
*<πλαταγεῖν>· κροτεῖν
<πλάται>· τῶν σπαθῶν τὰ πλατέα
<πλαταΐσαι>· τὸ ὠμοθετῆσαι
<πλαταμών>· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία.

οἱ δὲ ὀλισθηρὰ πέτρα

<πλάταν>· [πληγήν. ἢ] πλοῖον
<πλατάνιστον>· πλάτανον
<πλάτανος>· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι

ἐξετίθεσαν

<πλατέα>· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα
<πλατεάζειν>· ἀλαζονεύεσθαι. φενακίζειν
<πλατεῖα>· κόσμος τις
[<πλατειάδδοντες>· οἱ γυμναζόμενοι τοῖς ἐφήβοις]
<πλατεῖαι>· καρποὶ τῶν χειρῶν
<πλατείαις>· ῥύμαις, ἀγοραῖς
[<πλατῆορ>]· τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι
<πλάτιγξ>· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ
<πλάτη>· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασς(ί)α
<πλᾶτιν>· γυναῖκα. ἢ τὴν ἄθροισιν
<πλατίς>· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα
<πλατίστακος>· (γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός
<πλατορόα>· θυσία. Λίνδιοι
<πλατυγίζειν>· καταλαζονεύεσθαι. ἀπὸ τῶν <πλατῶν> τῶν ἐν ταῖς

κώπαις καὶ τῆς θαλάσσης

<πλατύνειν>· μηρύειν
*<πλατύ>· μέγα. εὐρύ. ἁλμυρόν
<πλατὺν Ἑλλήσποντον>· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν-

του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων

[<πλατύ>· μέγα, εὐρύ. ἁλμυρόν]
<πλατὺ ὕδωρ>· τὸ ἁλμυρόν
<πλάτων>· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπής-

(ς)ωσιν

[<πλάχθη>· ἐπλανήθη]
<πλέα>· πλείη
*<πλατύρ>· δοῦλος. ἢ δῆμος
*<πλάτυς>· ἡ τῶν λοχώντων ἄθροισις
<πλέαι>· πλεῖαι, πλήρεις
<πλεγματεύεσθαι>· ἐμπλέκεσθαι
<πλέθρα>· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους
*<πλεῖαι>· [ἢ πλείη.] πλήρεις
*<πλείην>· τὴν ἔγκυον
*<πλεῖν>· πλέειν
<πλέθρισμα>· δρόμημα
<πλεῖ[ο]ν>· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν
<πλεῖον>· πλῆρες
<πλείονες>· οἱ τετελευτηκότες
*<πλειόνει>· σπείρει
<πλειοτέρῃ σὺν χειρί>· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι

χρήμασι

<πλείου>· πλήρους·

ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσάμενοι καί· ἀνδρῶν δυσμενέων πλεῖος δόμος

<πλεῖς τὴν θάλασσαν>· ......
<πλειστηριαζόμενος>· ὑπερβαλλόμενος. καὶ (<πλειστηριάζειν>)

τὸ ὑπερτιμᾶσθαι ὤνιον

<πλειστηριάσαντες>· πλείονος πωλήσαντες οὗ ὠνήσαντο
<πλειστηριασμός>· ὑπερθεματισμός
<πλειστοβολίν(δα)>· παίζειν ἀστραγάλοις
<Πλεῖστος>· ποταμὸς ἐν Δελφοῖς
<πλειών>· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη-

ροῦσθαι

*<πλέθρον>· πο<δ> ρ..... πῆχυς <ξῶ> καὶ πόδα ἕνα
<πλέκει>· μηχανᾶται
<πλέκεται>· μαστιγοῦται. συκοφαντεῖται
<πλέκος>· πλέγμα
<πλεκτή>· σειρά, ἡ ἐξ ἱμάντων
<πλένναι>· μύξαι
<πλέμνιον>· ἀρχαῖον. πλῆρες
<πλεονασμός>· ἐπίδοσις
<πλεονέκτα>· βίαιε
<πλεονεξία>· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν
<πλευμονία>· νόσος ἡ ἐρωτική
<πλευρῖτις>· νόσος ὀλεθρία
<Πλευρών>· πόλις τῆς Αἰτωλίας
<πλεφίδερ>· ἡ πεφρυγμένη σησαμίς
<πλεφίς>· σησαμίς
<πλέω>· πλήρης. καὶ <πλέω>· τὸ κολυμβῶ
<πλέω νὺξ τῶν δύο μοιράων>· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο

μοῖραι. ὁ τρόπος ἀναστροφῆς

<πλέως>· πλήρης
<πλήγανον>· βακτηρία
<πληγάς>· δρέπανον
<πληγεῖον>· παλαιόν
<πληγενεῖς>· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί
<πλήγη>· ἐξεπλάγη
<πλήθει>· πελάζει. ἢ κρείττονι ἀριθμῷ
<πλήθει πρόσθε βαλόντες>· τῷ πλήθει τῶν θεωμένων συνεργηθέν-

τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ- μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες

<πλῆθος>· ἀθροισμός, ὄχλος
<πλήθουσα>· πλεονάζουσα, πλήρης
<πλήθουσαν>· πλήρη
<πλῆθρον>· κλῆθρον. ἢ εἶδος μέτρου
<πληθύς>· ὄχλος, δῆμος
<πληϊάδες>· πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο-

μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης

<πλήκτης>· μάχιμος, ὑβριστής
<πληκτίζεσθαι>· μάχεσθαι, ὑβρίζειν
*<πληγεῖτε>· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα-

νισμῷ

<πληκτικώτερον>· ὑβριστικώτερον
<πλῆκτρα>· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί
<πλῆκτρον>· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε-

λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο- τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν

<πλῆμα>· πλήρωμα
<πλημαθῆναι>· πλησθῆναι
<πλημαινόν>· παλαιόν
<πλημμελεῖ[ς]>· ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει
<πλημ(μ)ελής>· ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια
<πλημμύρα>· ῥεῦσις ὕδατος, πλῆθος
*<πλήμνη>· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ-

σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον

*<πλῆμνος>· ἀφρός
*<πλῆμναι δέ>· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες
*<πλήμνῳ>· παλαιῷ
<πλημμύρει>· πέπληθεν
<πλημ(μ)υρίς>· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ <πλή-

μνη· "πλημμυρὶς ἐκ πόντοι(ο)">

<πλημμῦρον>· μεστόν, πεπληρωμένον
<πλημοχόη>· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς

καλοῦσι <πλημοχόας>

<πλήν>· ἐκτός, ὅμως
<πληνοδίᾳ>· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ,

τουτέστιν ἀδίκῳ

<πλῆντο>· προσεπέλασαν. καὶ ἐπλήσθησαν
<.πληνώδους>· ἀσθενοῦς
<πλῆξαι>· πατάξαι ἐκ χειρός
<πλήξαντα> καὶ πληγέντα>· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον

τῆς Ἰκάρου ταφῆς .....

<πλῆξάρα>· περιγνάθιον
<πλήξας>· τύψας. θαυμάσας
<πλήξιππος>· ἱππότης, ἱππικός
<πληξίππῳ>· τῷ πλήσσοντι τοὺς ἵππους· δι' οὗ τὸν ἱππότην δηλοῖ
*<πλήρωμα>· πλῆθος, ἀναπλήρωμα
<πλήρωμα>· ναῦς τραγική
<πληρωτής>· ἐράνου συναγωγός
*<πληροφορία>· βεβαιότης
<πληρώσας>· πλήσας
<πλησιαίτερον>·
<πλησίον>· ἐγγύς
<πλησιφαής>· ἡ πληροσέληνος ἡμέρα
<πλησμοναῖς>· ὑπερβολαῖς. ἢ πεπληρωμέναις
*<πλησίστιον>· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον
<πλῆσον>· πλήρωσον
<πλήσσων>· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων
[<πλήσσοντο>· διέβαινον]
<πλητήσαντα>· δηλοῦντα
<πλήτης>· πλησιαστής
<πλητίνες>· δέλτοι
<πλῆτο>· ἐπλήσθη. ἤγγισεν
<πλήτομον>· παλαιόν. Ἀκαρνᾶνες
[<πληάδα>· πλῆθος ἄστρων ἐν οὐρανῷ]
<πλίγμα>· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν-

τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν

<πλινθεύεται>· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων
<πλινθίδες>· δοκίδες
<πλίνθος>· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς
[<πλίξ>· τὸ βῆμα. καὶ <πλίγματα>· τὰ πηδήματα. ἔλεγον δὲ <πλίξ> καὶ τὸ ἀπὸ τῆς

χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo].

<πλίξαντα>· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα
<πλίσσοντο>· διέβαινον
*<πλειστάκις>· πλεονάκις, πολλάκις
<Πλοάδες τῶν ἐν Ὀρχομενῷ>· (νῆσοί) τινες οὕτω καλοῦνται
<πλοιάρια>· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά
<πλόϊμα[τα]>· τὰ πλῷ πεμπόμενα
<πλόκαμα>· τὰ περιόστεα νεῦρα
<πλόκαμοι>· κόνδυλοι τριχῶν πεπλεγμένοι
<πλοκαμώδεα>· τὸν οὖλον <βόστρυχον>
*<πλόκος>· πλόκαμος
<πλόκιον>· εἶδος περιδεραίου
<πλοκίων>· πεπλεγμένων
<πλόμενον>· φανέν. γεννώμενον. [δολίων
<πλουᾶται>· πλουθήσεται
[<πλοῦγε καὶ δεῖ>· οὐδ' ὅλως]
<πλοῦς>· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν

ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν <πλοῦν> ἔλεγον

<πλουσιόδωρος>· πλουσίως χαριζόμενος
<πλούσιον>· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ
<Πλουτεύς>· Ἅιδης
<πλούσιος>· χρημάτων καὶ περιουσίας κύριος
<πλοῦτος>· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία
<Πλούτων>· ὁ καταχθόνιος δαίμων
<πλοχμοί>· πλόκαμοι, ἐμπλοκαί
<πλύνει>· καθαίρει
<πλύνεται>· βλασφημεῖται, λοιδορεῖται
<πλυνοί>· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι
<πλυνὸν καταπλυντήριζε> καὶ <πλυνθήσομαι>· Ἀττικοὶ ἐπὶ τῶν

λοιδοριῶν λέγουσι

<πλυντήρια>· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ-

γατρὸς τιμῇ ἄγουσιν

<πλυσμός>· πλυτήρ
*<πλῶον>· ἔπλεον
<πλώει>·
<πλῶεν>· ἔπλεον
<πλώσσειν>· φθείρεσθαι
<πλῶτες>· ἰχθύες τινές
<πλωτή>· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου

τίθησιν

<πλωτῆρες>· ναῦται
<πλωτόν>· πλεόμενον
<πνεῖ>· πνέει. πνείηται, πνείει
<πνεῦμα οὔριον>· [ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί-

μων.] [λέγονται <πνεύμονες> καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα

<πνεύμων>· ὁ πνεύματος αἴτιος .......
<πνεύσας>· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων
<πνιγεύς>· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ

κλίβανος

<πνῖγος>· θάλπος. καῦμα
<πνίξαντες>· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως <πνικτόν>
<πνοή>· ἀνάψυξις
<πνοήπουν>· ταχύ
<πνόος>· φθόγγος. πνοή
<Πνύξ>· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι,

νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν

<πνύτο>· ἔπνευσεν. ἐνόησεν. [καὶ <πόα> καὶ ἡ τῆς γῆς αὐτομάτως βλα-

στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο- λοῦν φυτόν

<πνυτός>· ἔμφρων, σώφρων
<πόα>· βοτάνη ἑκάστη
<ποαλίς>· εἶδος πικρίδος
<ποάστριαι>· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα-

λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ' ἀγροὺς μισθοῦ ἐργαζό- μεναι

<ποδάγρα>· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη
[<ποδαγκώνιδας>· συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ

πράττοντας]

<ποδάνεμοι>· ταχεῖς
<ποδαπόν>· ποταπόν, ὁποῖον
<ποδάργης>· λευκόπους. ταχύς
<ποδάρκεϊ μόσχῳ>· .....
<ποδάρκης>· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος
<πόδας ὠκύς>· τοῖς ποσὶ ταχύς
<ποδαύρου>· ἐῤῥωμένου τοὺς πόδας
<ποδεῖα>· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας
<πόδες Ἴδης>· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα
<ποδηγῶν>· ὁδηγῶν, παιδαγωγῶν
<ποδηνεκέα[ν]>· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ

αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν

<ποδηνεκές>· μέχρι τῶν ποδῶν
<ποδήνεμος>· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα
<ποδήρης στολή>· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......
<ποδήρης>· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ-

πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια

<ποδιάζειν>· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν
<πόδικε>· πρόσριψον
<ποδίκρα>· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες
[<ποδίνεμος>· ταχύπους καὶ ἀελλόπους]
<ποδοκάκη>· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται,

οἷον ποδοκατοχή>· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου (<κι>) ἢ κατὰ συγκοπὴν ποδο- κατοχή

[<ποδοκέας>· ταχεῖς τοῖς ποσίν
<ποδοκείῃ>· τῇ τῶν ποδῶν ταχυτῆτι]
<ποδὸς ῥυτίς>· τὸ τῶν ποδῶν ἕλκεσθαι
<ποδοστράβαι>· παγίδες, στραγγαλιαί
<ποδοστράβη>· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι

τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην

<ποδοτρόχαλος>· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν
<ποδώκης>· ὠκύς, ταχὺς τοῖς ποσί
<ποδώνυχος>· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου
<ποεῖν>· ποιεῖν
<ποηφαγία>· βοτανοφαγία
<ποθεινή>· ἀγαπητή
<ποθέεσκεν>· ἐπόθει. ἐπεζήτει
<ποθέν>· ἀπό τινος μέρους. ἢ μεθ' ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι
<ποθέοντες>· ποθοῦντες. ζητοῦντες
<ποθεῖ>· ζητεῖ. ἐπιποθεῖ
<πόθημα>· ἀγάπη. καὶ ζήτησις
<ποθήνυτο>· προσήσθη
<πόθι>· ποῦ, ὅπου
<ποθί>· πού. πόθος
<ποθολκίς>· ἡ ἡνία τῶν ὑποζυγίων
<πόθος>· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι
<ποῖ>· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ
<ποῖ γῆς>· εἰς ποῖον γῆς τόπον
<ποία>· [ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς
<Ποιάντιον>· Ποίαντος παῖδα
<ποιεῖσθαι>· προσποιεῖσθαι
<ποίη>· πόα (<πόα> δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ-

τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία

<ποιεύμην>· ἐποιούμην. [ἐπιθεύμην]
<ποιήεντα>· ποίαν ἔχοντα, σιτοφόρον
<ποιήεντι>· εὐβοτάνῳ, ἑλώδει
<ποιήες(ς)αν>· βοτάνας ἔχουσαν
<ποίην>· πόαν. βοτάνην
<ποῖ κῆχος>· οἷον ποῦ γῆς. εἰς τίνα τόπον
[<ποικάζουσαι>· σκεπάζουσαι]
<ποικίλα>· πεποικιλμένα, (κε)καλλωπισμένα
<ποικιλεύς>· ποικιλτής
<ποικιλομήτης>· ποικίλα βουλευόμενος, συνετά
<ποικίλον ἱμάτιον>· ζωγραφητόν
<ποικιλόστερνος>· ποικιλόβουλος
(*)<ποικιλίς>· ὄρνις ποιός
<ποικιλτικὴν (ἐπιστήμην>)· πολυμιταρικὴν τέχνην
<ποικίλον>· ἀπα(τη)λόν. πυκνόν. συνετόν
<ποικίλως>· πολυτρόπως
<ποιμαντική>· ἡ τῶν ποιμένων
<ποιμάνωρ>· ποιμήν. ἢ βασιλεύς
<Ποιμενίδαι>· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς
*<ποιμένα λαῶν>· βασιλεὺς τῶν ὄχλων
<ποιμήν>· βασιλεύς. καὶ ὁ τῶν προβάτων
<ποινά>· ποιά. Λάκωνες
<ποιναῖς>· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις
<ποινᾶσθαι>· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ

καὶ <ῥυσιάζεσθαι>

<ποινάτορας>· τιμωρούς
<ποινή>· ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι-

δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις

<ποινηλατήσας>· ἐλάσας
*<ποινήν>· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου
<ποινήματα>· τιμωρήματα
<ποιοί>· ποταποί, ἢ οἱ ποῖοι
<ποιότης>· χρῶμα. ἡδονή. νό(ς)τος
<ποίου>· τίνος
<ποιπνυός>· θεράπων
<ποιπν[ε]ύει>· ὑπουργεῖ, διακονεῖ
<ποιπνύοντα>· ἐνεργοῦντα, θεραπεύοντα
<ποιπνύτροισι>· σπουδαίοις
<ποιπνύων>· ἐνεργῶν, θεραπεύων
[<ποίσει>· φθερεῖ]
<ποίφυγμα>· σχῆμα ὀρχηστικόν
<ποιφύξαι>· ἐκφοβῆσαι
<ποιφύξεις>· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύς-

σειν

<ποιφύσσει>· φοβεῖ
<ποιῶδες>· βοτανῶδες
<ποκάδες>· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος
<πόκος>· τὸ ἔριον προβάτου
*<πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος
<πολέας>· πολλούς· ἀπ' εὐθείας τῆς <πολύς>, ὡς ταχύς. ἀπὸ δὲ τῆς

<πολλός> πίπτει πολ(λο)ύς. ἀπὸ τῆς <πολλόν> πολλάκις

<πολεῖν>· νέμειν. βόσκειν
*<πόλ(ε)ι ἄκρ(η)ι>· ἀκροπόλει
<πολ[λ]εῖς>· πολλούς
<πόλεις παίζειν>· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς

ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν <χώραις>, τότε δὲ <πό- λεσι>

<πολέμαρχος>· ἄρχων πολέμων
<πολεμίζων>· πολεμῶν, μαχόμενος
*<πολεμίων>· πολεμικῶν
<πολεμικόν>· μέλος τι τῶν πολεμικῶν τεταραγμένον
<πολέμιος>· ἐχθρός
<πολεμιστήρια>· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος <πολε-

μιστής>

<πολέμ(ο)ιο γεφύρας>· τὰς συμβο[υ]λὰς καὶ συζεύξεις
<πολέμοιο τέρας>· σημεῖον πολέμου
<πόλεμος>· ὁ πάντα διοικῶν λόγος
*<πολέες>· πολεῖς
<πολέμου στόμα>· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου
<πολεύειν>· (ς)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν
<πολέος>· πολλοῦ
<πολέος πεδίοιο>· διὰ τοῦ μεγίστου πεδίου
<πόληος>· πόλεως
<πολιά>· γῆρας
*<πολυβοῦται>· πολλὰς ἔχοντες βόας
[<πολίετον>· ἀκρόπολιν]
<πολιῆς>· λευκῆς
<πολιῆται>· πολῖται, ἀστοί
<πολιήτας>· πολίτας, ἀστικούς
<πόλιν>· τὴν χώραν
<πόλιν Μύνητος>· Λυρνησσόν
<πολιοῖο>· λευκοῦ
<πολιόν>· λευκόν
<πολιόν τε σίδηρον>· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος

κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον

<πολιορκία>· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως
<πολιός>· γέρων
<πολιοῦχοι>· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς
<πόλις>· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον
<πολίσσαμεν>· τὴν πόλιν ἐτειχίσαμεν
<Πολιτεία>· ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ

ἡ πρᾶξις

<πολιτεύεται>· πράττει. ἀναστρέφεται
<πολιτεύμασι>· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι
<πολίτης>· ὁ συμπολιτευόμενός τινι καὶ συνών
<πολιτικός>· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος
<πολιτογραφεῖ>· πολιτικὰ γράφει
<πολίχνια>· πολύδρ[ε]ια. πόλις
<πολίων>· πολλῶν. καὶ τῶν πόλεων
<πολλά>· πολλαχῆ

πολλὰ δέ οἱ κραδίη πόρφυρε

<πολλὰ δέ>· πυκνῶς, συνεχῶς δέ
<πολλαπ(λ)οῦν>· πολλαπλασίονα
<πολλὰ χαίρειν φράσας>· ἀποταξάμενος
<πολλαχρόν>· καλόν
<πολλέων>· πολλῶν
<πολ[λ]έων>· πολυκίνητος
<Πόλλιος οἶνος>· λευκός
<πολλὴ φαρέτρα>· πολλοὶ τοξόται
<πολλόγειος>· ἡ ψιθ[ε]ία σταφυλή
*<πολλῷ μᾶλλον>· πολλῷ πλέον
<πολλοστόν>· πολύν. ἢ τυχόν
<πολλοῦγε καὶ δεῖ>· πολλὰ χρή. οὐδαμῶς
[<πολυκρανίη>· πολυαρχία]
<πολλὸν ἄριστος>· κατὰ πολὺ κράτιστος
<πόλος>· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν.

κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων

<πολοῦνται>· περὶ τὸ αὐτὸ ἀναστρέφονται
<πόλτος>· τὸ πυανεψίων ἕψημα
<πολύ>· ἀντὶ τοῦ μέγα
<πολυάϊκος>· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων
<πολύαινε>· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε
<πολυάϊξ>· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας
<πολυάνδριον>· τάφος πολυχώρητος, μνῆμα
<πολυάρ[ρ]ητος>· πολύευκτος
<πολυαρκῶς>· τελείως ἀρκῶν
<πολύαρνι>· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης
<πολυβέλεμνοι>· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν

Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν

<πολυβενθέος>· πολὺ βάθος ἔχοντος
<Πολύβοια>· θεός τις ὑπ' ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη
<πολυβότειρα>· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα
<πολύβουλος>· συνετή
*<πολύδοτος>· κοχλιοειδής
<πολυβοῦται>· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες
<πολυβούτης>· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος
<Πολύβῳ τροφεῖ>· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα
[<πολυγάστονα>· πολυστένακτα]
<πολυγηθές>· πολυχαρές
<πολυγηθέες ὧραι>· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι
<πολυγηθέος>· πολλαχῶς χαίροντος
<Πολυγνώτου> τοῦ ζωγράφου <ὄνος> ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε-

στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ ἀνάκειται ἐν τῷ ἀνακείῳ

<πολυδαίδαλον>· πολύκοσμον, πολυποίκιλον
<πολύδακρυ>· πολύθρηνον
<πολυδάκρυτον>· πολλῶν δακρύων αἴτιον
<πολυδάμνων>· πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων
<πολυδειράδος>· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ

λόφους. <Δειρὰ> δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ- ρεται

<πολυδέσμου>· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι
<πολυδευκέα φωνήν>· πολλοῖς ἐοικυῖαν
<πολυδήνεα>· πολύβουλον
<πολυδίψιον>· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· <ἶψαι> γὰρ τὸ βλάψαι

καὶ διαφθεῖραι. ἢ πολυπόθητον

<πολύδωρος>· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος
<πολυειδής>· ποικίλος
<πολυέλικτον>· πολύκυκλον <ἁδον(άν)>
<πολύευκτον>· τίμιον. πολυπόθητον
<πολυζύγῳ>· πολυκαθέδρῳ
<πολυήρατος>· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς
<πολύηρος>· πολυάρουρος. πλούσιος
<πολυηχέα φωνήν>· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην
<πολύθεστος>· πολυαγάπητος. πολύσεπτος
<πολύθροον>· πολύηχον
<πολυθρύλλητα>· πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα
<πολυθύσανε>· "<Ἄρτεμι πολυθύσανε κούρα>" διὰ τὸ θυσάνοις

καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο- λυθώϋκτος. ἢ πολυθυσίαστος

[<πολυΐακος>· πολυόρμητος]
<πολύϊδρις>· ἐμπειρότατος
<πολυκαγκέος>· πολυξήρου
*<πολυκαγκέα>· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον
<πολυκερδέα>· πανοῦργον
<πολὺ κέρδιον>· πολὺ βέλτιον
<πολύκεστος>· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ
*<πολυκηδές>· πολλῶν κακῶν αἴτιον
(*)<πολυκηδέος>· πολυφροντίστου
<πολυκέφαλος>· τῶν κιθαρῳδικῶν τι μέλος
<πολυκληῖσι>· πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ

τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας

<πολύκλητοι>· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί
<πολύκμητον>· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον

ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον

<πολύκνημον>· δύσβατον, ὀρεινόν [τραχὺς τόπος
<πολύκοινον>· πᾶσι κοινόν
<πολυκοιρανίη>· πολυαρχία
<πολύκρημνος>· δύσβατος, ὀρεινός .....
<πολυκτόνον>· πολλοὺς κτεῖνον
*<πολυκτήμων>· πολλὰ κτήματα ἔχων
<πολυκυλίνδητος>· πολλαχοῦ κυλιόμενος
[<πολυλάϊιστον>· πολυλιτάνευτον, πολύευκτον]
[<πολύλευκτον>· πολυπλάνητον, πανταχοῦ περιφερές]
<πολυλήϊον>· πλούσιον
<πολυλήϊος>· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων
<πολύλιστον>· πολυλιτάνευτον
<πολυμερές>· εἰς πολλὰ μεριζόμενον
<πολυμέρμερον>· πολυμέριμνον
<πολυμερῶς>· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων
<πολύμηλον>· πολυπρόβατον
[<πολυμῆναι>· πολύβουλε]
<Πολυμήστωρ>· ὄνομα κύριον
<πολυμήτης>· πολύβουλος, πολύφρων
<πολυμήχανε>· συνετέ, πολύτεχνε
<Πολυμνήστ(ε)ιον ᾄδειν>· εἶδός τι μελο[ς]ποιΐας τὸ Πολυμνήστ(ε)ιον.

ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ

<πολυμνήστην>· ἀγαθήν, σώφρονα
<Πολυμνία>· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον
<πολύμυθος>· φλύαρος. περίεργος
<πόλυντρα>· ἄλφιτα
<Πολύξενος>· εἷς τῶν (ρ#) ἡρώων
<πολύξεινος>· ἡ γῆ
<πολύοπτος>· πολυθέατος
[<πολυορκῆσαι ἢ] πολιορκῆσαι>· κυκλεῦσαι πόλιν στρατῷ
<Πολυπαίδης>· παρῴδηται ἐκ τῶν Θεόγνιδος· "<βολβὸν ἐπαινή-

σω> ......."

<πολυπαί(πα)λος αἰθήρ>· πεποικιλμένος. οὐχ ὁμαλός
<πολυπάμ[μ]ονος>· πολλὴν κτῆσιν ἔχοντος
<πολυπάμ[μ]ων>· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. <Πάμ-

[μ]ατα> γὰρ τὰ χρήματα

<πολυπενθέος>· πολυπαθοῦς
<πολυπίδακα>· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς
<πολυπιδάκου Ἴδης>· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων

ἐκβολάς, ἢ πολλὰς πηγάς

<πολυπήμονα>· πολυβλαβῆ
<πολύπιστος>· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην
<πολυπλάγκτοις>· εἰς πολλὰ μέρη πλανωμένοις
<πολυπλάγκτου>· πολυπλανήτου, πανταχοῦ περιφερομένου
<πολύπλοκος>· πολύτροπος
<πολύποδες>· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν
<πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών>
<πολυπράγμων>· περίεργος
<πολυπτύχου>· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας

καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα

<πολύῤῥην>· ἢ πολυπρόβατος, ἢ πολύαρνος
<πολύῤῥην>· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα
<πολύῤῥητος>· πολύφραστος
*<πολυῤῥήτοισι>· πολυπόνοις
<πολυσκάρθμοιο>· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ-

που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου

<πλουσμαράγοιο>· πολυήχου, ἠχητικοῦ
<πολύσπειρον>· πολυέλικτον
<πολυσπερέων>· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν
<πολύστιπτος>· πολυπόρευτος
<πολύστονα>· πολλῶν στεναγμῶν αἴτια
<πολυσφέλμου>· πολυφλοίου
<πολυσχιδῆ>· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον
*<πολυσχιδές>· πολυμερές
<πολυτελῆ>· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια
<πολυτιμητίζειν>· [πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι]
<πολύτλας>· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα-

λαίπωρος

<πολυτρήρωνα>· πολλὰς περιστερὰς ἔχουσαν
<πολυτλήμων>· ὑπομονητικός
<πολύτροπος>· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά-

νοιαν ὑφ' ἕνα καιρόν

<πολυτρόπως>· διαφόρως, ποικίλως
<πολυφασίας>· πολυλογίας
<πολύτορον δέρμα ἐχίνου>· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου-

σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν

<Πολύφημον>· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι

καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ κύριον ὄνομα Κύκλωπος

<πολυφλοίσβοιο>· πολυταράχου, πολυκινήτου
<πολυφόρβου>· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης
<πολυφραδέος>· πολυκερδοῦς. ἢ λίαν συνετοῦ
<πολυφραδέστερον>· συνετώτερον. λογιώτερον. πολυκερδέστερον
<πολύφρονα>· σώφρονα, συνετόν, φρόνιμον
<πολύχαλκον>· ἰσχυρόν, στερεόν
<πολυχανδέα>· πολλὰ χωροῦσαν
<πολυχε(ι)ρία>· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων
<πολύχουν>· πολυειδές
<πολύχους>· πολυφόρος
<Πολυώνυμον>· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος
<πολυωπόν>· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον
*<πολυωρήσεις>· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις
<πολυωρεῖ>· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ <ὀλιγω-

ρεῖν> ὀλίγον φροντίζειν. διὸ καὶ τὸν <ὀλίγωρον> ἀμελῆ λέγουσιν

<πολφοί>· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα
*<πόμφυκα>· τὸν κόγχον
<πόμα>· πόσις
[<πόμαλα>· τρόπον τινά]
<πομάτεσι>· πόμας(ς)ι
<πομμοῦσαν>· ὁμιλεῖν
<πομπεῖα>· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ-

πῆς ἀποτίθεται

<πομπεῖ>· πομπευτῇ
<πομπεύει>· κατασχολάζει
<πομπεύων>· περιάγων. καὶ τὰ ὅμοια
<πομπή>· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή
<πομπῆες>· προπομποί, οἱ προπέμποντες, ὁδηγοί
<πομπηγορῶσι>· προπέμπουσι
<πομπίλος>· ποιὸς ἰχθῦς
<πομπός>· ὁδηγός, προπέμπων
<πομποστολεῖ>· ἐκπέμπει τὸν πλοῦν
<πομποῦ>· ὁδηγοῦ
[<πομπυσμάτων>· συρισμάτων]
[<πομποβόλῳ>· πέντε ὀβελίσκους .....]
<πομπῶν>· ὁδηγῶν
<πομφαγωγεῖ>· τὴν πομπὴν ἄγει
<πομφαγεῖται>· φυσοῦται. ἀναβράζει
<πομφόλυγες>· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι

οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται ἡ λέξις

<πομφόλυξ>· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί
<πονεῖν>· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν
<πονέεσθαι>· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια
<πονέοντο>· ἐνήργουν
<πονεύμεναι>· ἐπειγόμεναι
*<πομφυίζεσθαι>· αἰσχύνεσθαι
<πονήματα>· κόποι
<πονηρία>· ἐπιπονία
<πόνηρον>· ἐπίπονον. κακοπαθῆ
<πόνηρος>· τὰ αὐτά
<πονηρός>· κακός, δεινός, κακοῦργος
<πονήσατο>· κατειργάσατο
<πονίωμεν>· πονῶμεν
<πόννα>· τὸ γράφος. ἢ μάγος
<πόννος>· μάγος
<πόνος>· ἄλγος, ἐνέργημα ὀδύνης
<πόντια ῥάκ[κ]η>· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα
<ποντινοί>· σπόγγοι
<ποντοβρόχους>· ὑπὸ θαλάσσης βρεχομένους
<ποντόθεν>· ἐκ πελάγους
<πόντος>· θάλασσα, πέλαγος
<ποντοπόροιο>· θαλασσοπλόου
<ποντοπόροις>· θαλασσοπλόοις
<ποντοπόροισι>· πλωταῖς
<ποντοπόρος>· πέλαγος διαπορευομένη, πελαγοδρόμος
<πόντου Ἰκαρίοιο>· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά-

ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος

<πόντῳ κεκλιμένοι>· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης
<πόνῳ πονηρός>· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ
<πόπανα>· πλακούντια ἀπὸ ἄρτου
<πόπαρ>· πατήρ. καὶ πατρὸς πατήρ
<πόποι>· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο-

νές εἰσι <πόποι>· καὶ ἔστιν· ὦ δαίμονες

<ποπ(π)ύσματα>· κολακεύματα
<πόρ>· ποῦς. Λάκωνες
<πόρδαλις>· ὁ ἄρσην, ἡ δὲ θήλεια <πάρδαλις>. ὁ μὲν ἀπὸ τοῦ προα-

λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι

<Πορδοσελήνη>· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος
<πόρε>· παρέσχε
<πορεῖν>· δοῦναι
*<πόρε>· περιεποίησε, παρέσχε
*<πόρεν οἱ ἐπιεικές>· παρέσχεν αὐτῷ τὸ πρέπον
<πορεύου>· ἄπιθι, ὕπαγε
<πορεύς>· πορθμεύς
<πορεῦσαι>· πέμψαι, ἀγαγεῖν
<πορεύσατε>· ἄγετε
<πορθεῖν>· προνομεύειν, ὀλλύειν
<πορθεῖται>· [ἀναλίσκειν
<πόρθησις>· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή
<πορθμεύς>· κωπηλάτης
<πορθμεύ[ς]εσθαι>· διαβαίνειν. πλέειν
<πορθμῆες>· πορθμεῖς καὶ <πορθμῆς>· πορθμεῖς. καὶ ὄνειροι οἱ δια-

πορεύοντες

<πορθμεῖον>· σκαφίδιον διαπερ(αι)οῦν μισθῷ
<πορθμός>· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα
<πορθμῷ>· διαπεράματι
<Πορθόμιν>· γένος ἐπιφανές
<πόρθος>· πτόρθος, κλάδος, βλαστός
<πορθυγγίς>· σπατίλη. τρίβολον
<Ποριεῖς>· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
<πορίζει>· κερδαίνει
*<πορεία>· ὁδοιπορία
<πόριμον>· εὐπόριστον. πορευτόν
<πορισμός>· μηχάνημα
<πόριπα>· πόρτις. ποριστής
<πορίσονται>· περιποιήσονται
<πορίσω>· κατασκευάσω
<πόρκας>· ἐλάφους. ἢ ταχύ
<πόρκης>· δακτύλιος
<πόρκος>· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν
<πορνάμεν>· πωλεῖν
<πορνάμεναι>· κεντούμεναι. πωλούμεναι
<πορν[ι]οκόπος>· ἑταιροτρόφος. πόρνος
<πόρνῳ>· παιδὶ ὡραί(ῳ)
<πόροι>· ποταμοί
<πόροις>· χαρίσαιο
<πόροις>· ὁδοῖς
<πόρος>· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν

αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή

<πόρπαμα>· χλαμύς
<πόρπαξ>· ἡ λαβὴ τοῦ ὅπλου
<πόρπη>· [ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ

τῆς χλανίδος ἡ περόνη

<πόῤῥω>· πόῤῥωθεν, μακρόθεν
<'ποῤῥώξ>· ἀπόῤῥοια
<πόῤῥω τέχνης>· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι
<πορσαίνει>· κοσμεῖ. θεραπεύει. κατασκευάζει
*<πορσανέουσα>· ἑτοιμάσουσα. ἐπιμελησομένη
<πορσαίνεσκον>· διήγειρον. παρεσκεύαζον
<πορσανέων>· εὐτρεπίζων
*<πορσανέουσα>· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα
<πορσῦναι>· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι
<πόρσυνε>· διήγειρε. παρεσκεύασεν
<πορσύνεται>· ὁδεύεται
<πορσύνουσα>· ἐρεθίζουσα
<πορσύνων>· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων
<πορσώτατα>· τὰ πόῤῥω καὶ μακράν
<πόρσω>· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι
<πορτάζει>· δαμαλίζεται
[<πόρτα>· πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου]
<πορτάκι[ν]ον>· μοσχίον
*<πόρτακι>· μόσχῳ. ἢ δαμάλ(ε)ι
<πόρτακος>· ὦμος
<πόρταξ>· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον
[<πορτικός>· στοά]
<πόρτις>· δάμαλις, ἢ νέα βοῦς
<πορτιφόροι>· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων
*<πορτμίς>· κατὰ τὴν ὀμφαλόν
<πορύνωμεν μᾶζαν>· τῇ χειρὶ προσπιέζωμεν
<πορύναν>· μαγίδα
<πορφίτῳ>· περόνῃ
<πορφύρει>· ταράττεται. φροντίζει. μελανίζει
<πόρφυρεν κραδίη>· ἐμερίμνα ἡ καρδία
<πορφύρεον>· πόρφυρον. μέλαν
<πορφύρεος θάνατος>· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης
<πορφύρεται>· διαλογίζεται
*<πορφύρει>· μελανίζει. ταράττει. πορφυρίζει
<πορφυρίων>· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός
<πορφύροντες>· κακοτεχνοῦντες
<πορφυρώματα>· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα
<πόρωσι>· χαρίσονται. δώσουσιν
<ποσαπλῶς>· πολλαχῶς. ἀναριθμήτως
<ποσαχῶς>· κατὰ πόσους τρόπους, πολλαχῶς
[<ποσάως>, μερικῶς]
<πόσε>· ποῖ. ποῦ
<πόσθη>· τοῦ αἰδοίου τὸ δέρμα
<πόσθιον>· αἰσχρόν. ἀνδρεῖον
<πόσθων· πόσθην> τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. <πόσθωνας> δὲ

παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ παιδαριώδεις

*<πος(.)ί>· τοῖς ποσί
*<πόσιας>· τοὺς ἄνδρας
*<ποσὶ δατεῦντο>· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν
<Ποσειδάων>· Ποσειδῶν
<Ποσείδεα>· ἑορτὴ Ποσειδῶνι τελουμένη
*<Πος[ε]ιδήϊον>· τὸ τοῦ Ποσειδῶνος
<πόσιν>· ἄνδρα
<πόσιος>· πότου
<πόσιος>· ἀνδρός
<πόσις>· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος
<ποσότης>· ἀριθμός. μέτρον
<ποστημόριον>· ὀλίγον μέρος
<πόστον>· πόσον
<πόστος>· ποῖος
<ποσῶς> καὶ <πή>· μερικῶς
<ποταμηδόν>· δίκην ποταμοῦ
<ποτανόν>· πτηνόν, πετεινόν
<ποτάγχυμεν>· προσορμίζομεν
<ποταίνιον>· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς
<ποταμός>· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ

τοῦ ἥπατος σημεῖον

<ποταμόχωστος>· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος
<πόταρος>· γνώριμος
<ποτᾶται>· πέταται
<ποτεκλεπτόμαν>· προσεπορευόμην
<ποτεκχετήρια>· τορνευτήρια
<πότερον>· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο
<πότερον>· ἓν ἐκ δύο, ἕν
<πότερος>· ἕτερος
<ποτή>· ποτηνή. πτηνή
<πότημα>· ποτήριον. ἢ ὁ πότος αὐτός
<ποτήν>· ἰδέαν. οἱ δὲ πτῆσιν
<ποτήρ>· μέτρον ποιόν
<ποτητύν>· τὸ πίνειν
<ποτί>· πρὸς τί
<ποτὶ γαίῃ>· πρὸς τῇ γῇ
*<ποτὶ δέ>· πότε δέ
<Ποτίδαια>· ὄνομα πόλεως
<ποτιδέγμεναι>· προσδεχόμεναι
<ποτιδέγμενοι>·] οἴνῳ δαμασθέντες
<ποτιδέγμενος>· προσδεχόμενος
<ποτιδέρκεται>· προσβλέπεται
<πότιδε>· φάναι, ἐκφάναι
<ποτιδόρπια>· προσσίτια
<ποτὶ ἑσπέρᾳ>· πρὸς τῇ ἑσπέρᾳ
<ποτίκρανον>· π(ρ)ό(ς)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον

ὑπηρές[ς]ιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες

<ποτιόσσεται>· προσδοκᾷ
[<ποτὶ πλάδεσσιν>· ἐπὶ ταῖς θαλασσίαις (πέτραις)]
<ποτιρόμενος>· ἐρωτῶν. ἢ μαινόμενος
<ποτὶ φῦλα>· πρὸς τὰ ἔθνη
<ποτὶ χόρτον>· πρὸς ᾠκοδομημένον τοῖχον
<πότμον>· μόρον, θάνατον
<πότμος>· μόρος. ἢ κατασκευή
<πότμῳ>· μόρῳ κατασκευαστῷ
<πότνα>· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με-

σήτρια

<ποτνιᾷ>· ἱκετεύει, παρακαλεῖ
<πότνια γῆ>· καλὴ γῆ
<ποτνιάδες>· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας

αἴτιαι

<ποτνιάζου>· εὔχου, παρακάλει
[<ποτνιάζειν>· τὸ παιδικοῖς χρῆσθαι. <πότνιον> γὰρ τὸν δακτύλ(ι)ον

λέγουσι]

<ποτνιᾶται>· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ
<ποτνιῶμαι>· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ' οἰμω-

γῆς ἱκετεύω

<ποτοῖο>· ποτοῦ
<ποτόμφει>· προσόζει
<πότος>· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν
<ποτωμένας>· διατριβούσας
<ποτῶνται>· πέτονται
<ποῦ>· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ
<πούανοι>· κύαμοι ἑφθοί, ὄσπριον
<ποῦ κῆχος>· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι
<πο(υ)λυβότειρα>· πολλοὺς βόσκουσα καὶ τρέφουσα
<πο(υ)λὺν ἐφ' ὑγρήν>· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν

πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης

<πο(υ)λύπους>· τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων
<πο(υ)λύποδος δίκαν>· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει
<ποῦμμα>· ἡ τῆς χειρὸς πυγμή
<πουνιάζειν>· παιδικοῖς χρῆσθαι· <πούνιον> γὰρ ὁ δακτύλιος
*<ποῦ νύ τοι>· ποῦ δή σοι
<πούρδαιν>· μαγειρεῖον. Λάκωνες
<πουρέακος>· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ-

πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. <Πουστάκους>. ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν

*<ποῦ τοι τόξον>· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία
<ποῦ(τ)ριν>· σαπρόν
<πουφορούζεται>· σικχαίνει
[<πρ.άγει>· ὑπερέχει. ὑπερβάλλει. διαφέρει]
<πράγματα>· δυσχέρειαι
<πραγματεία>· σύγγραμμα βίβλου ἢ λόγων
<πραγμάτοιν>· πράγματα δυϊκῶς
<πραγορίτης>· οἶνός τις
<πραθεῖν>· πορθῆσαι. ἐξελεῖν
<πραθενεύεσθαι>· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις
[<πραιέναι>· ἐλθεῖν]
<πραίκων>· κήρυξ
<πραῖνοι>· πρηνίζειν. καταστρέφειν
<πράκες>· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν

διαβεβλημένων ἐπὶ μοχθηρίᾳ

<πράκνον>· μέλανα
<πρακτικόν>· ἀνυστικόν
<Πράκτιον>· πόλις Τροίας
<πράκτορες>· ἀπαιτηταί
[<πράληξ>· ὁ λίαν ἀγροῖκος]
<πράμνη>· δίκελλα. ἄμπελος
<Πράμνιος οἶνος>· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον

οἴνου. καὶ σκληρὸς οἶνος

<πρανές>· κατάβασις. καὶ <πρανής>
<πρανῆ>· κοῖλα
<πρανιχθέντα>· πεσόντα ἐπὶ στόμα
<πρανόν>· τὸ κατωφερές, πρανές
<πρανώ>· ἀκρίδος εἶδος
*<πρᾷος>· συνετός. ἥσυχος
<Πραξιεργίδαι>· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες
<πράξεις>· βίοι. ἢ διαθῆκαι
<Πραξιδίκη>· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε

λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι καὶ τὰ θύματα ὁμοίως

<πράξ[ε]ιν λάβοι> ........
<πρᾶξις>· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος
<πραπίδες>· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι
<πραπίδεσσι>· φρεσί, διανοίαις
<πραπίδων>· φρενῶν, διανοιῶν
<πραπίς>· φρήν, διάνοια
<πράσα>· τὰ βρύα καὶ τὰ φυκία
<πρασιαί>· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ

τὸ ἐπὶ πέρασι τῶν κήπων

<πρᾶσις>· ἀγορασία
<πρασοκουρίς>· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα
<πρασόργην>· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν
<Πράστιλλος>· πόλις Θρᾳκίας
<πρατάνιον>· μαλλόν
<πρατασία>· κατευχὴ ἀρχομένης ἀροτριώσεως
<πρατήνιον>· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς

δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ- νου συνουσίας

<πρατίας>· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων
<πράττει>· μέλλει. ἐργάζεται
<πρατά>· ἡ νουμηνία
<πραϋμενῶς>· προθύμως. πράῳ τῷ μένει χρώμενος
<πραΰνει>· κατασιγαίνει. κατακοιμίζει
<πραΰνεται>· μαλάσσεται
<πραϋπάθειαν>· πραΰτητα
<πρᾴως>· ἡμέρως
<πρεκνόν>· ποικιλόχροον <ἔλαφ[ρ]ον>
<πρέμνα>· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων
<πρέμνια>· τὰ πάχος ἔχοντα ξύλα
<πρεμνιάσαι>· ἐκριζῶσαι
<πρέμνον>· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ <τὸ>

τῆς ἀμπέλου πρὸς τῇ γῇ <πρέμνον>

<πρέμνον ἑστίας>· τῆς οἰκίας θεμέλιος
<Πρεμνουσία>· κρήνη ἐν τῇ Ἀττικῇ
<πρέπις>· ὡμοίωσαι
<πρέπον>· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον
<πρέπον>· τέρας. Κύπριοι
<πρεπτά>· φαντάσματα, εἰκόνες
<πρέσβα>· ἔντιμος, πρεσβυτάτη, σεμνή
<πρεσβεῖα>· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά
<πρεσβείη>· τιμὴ μείζων
<πρέσβειρα>· προτιμητή. ἀρχηγέτις
<πρέσβεις>· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ <πρε-

σβευταὶ> μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης

<πρεσβεύειν>· προτιμᾶν, ἄρχειν. μεγαλύνειν
<πρεσβεύοντες>· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες
<πρεσβήϊον>· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ

<πρεσβῦται> ἔντιμοι

<πρεσβυγένεια>· παλαιοτέρα γένεσις
<πρέσβυς>· γέρων. καὶ ὄρνις ὁ τρόχιλος
<πρεσβυτάτη>· ἐντιμοτάτη
<πρεσβύτερος>· μείζων. φρονιμώτερος
<πρεσβύτερος Κόδρου>· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν
<πρεσβύτης>· γέρων. ἡλικία τις
.......· πρέσβυς. [αἰοράνομος
*<πραιτώριον>· τόπος, ἔνθα συνάγεται ὁ λαός
<πρευμενές>· ἵλαον, εὔνουν, πρόθυμον
<πρευμενοῦς> ........· πρᾶον
<πρέψας>· εἰκασμένος, εἰκασθείς
<πρηγορεών>· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ

σιτία

<πρηγορεύων>· προαγορευτής, ἢ δημοκόπος
<πρῆθμα>· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη
<πρήϊον>· πρότερον
<πρηκτῆρα[ι]>· δραστῆρα. ποτὲ δὲ ἔμπορον·

πρηκτῆρά τε ἔργων· ἃ δεῖ πράττειν δηλοῦντα

<πρημάδες> καὶ <πρῆμναι>· εἶδος θυννώδους ἰχθύος
[<πρήν>· ταῦρος]
<πρηνέα[ς]>· ἐπὶ πρόσωπον
<πρηνής>· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ-

ναι, νέον δὲ ἤδη

<πρήνιξε>· κατέβαλεν
<πρηνιχθέντα>· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα
<πρῆξαι>· πρᾶξαι
<πρῆξαι δ' ἔμπης>· πρᾶξαι δ' ὅμως
<πρῆξις>· ἄνυσις
<πρηροσία>· θυσία Ἀθήνησι
<πρῆσαι>· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι·

πυρὸς δηΐοιο θύρετρα καί· δάκρυ' ἀναπρήσας ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους <πεπρη- μένους> φαμέν

<πρῆσεν>· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε
<πρηστήρ>· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου

τοῦ τραχήλου ἡμῶν φλέβας <πρηστῆράς> φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ- ρανοῦ

<πρητῆνας>· τοὺς ἐνιαυσίους ἄρνας
<πρηών>· τὸ ὑπερέχον
<πριάμενος>· ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον]
<πριαμωθήσομαι>· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρός-

ωπον ξυρίας ἐστίν

<πρίατο>· [ἀγοράσειεν
<πρίεται>· φυς(ι)οῦται
<Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως>· Ἑλλησποντιακῆς. τὸν

Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι

[<πριμικήριος>· ὁ πρῶτος τῆς τυχούσης τάξεως
<πριμιλιγίων>· τιμίων]
<πρίν>· πρότερον
<πρὶν ἐγκύρσαι (δύᾳ)>· πρὶν πλησιάσαι τῆς κακοπαθείας
<πρίν μιν>· πρὶν αὐτόν, ἢ αὐτήν
[<πρινής>· ἐπὶ πρόσωπον πεσών]
<πρινοκόπος>· κοπῶν
<πρίονας>· χερῶν τοὺς δεσμούς
<πρίοπες>· τὰ ὑγιῆ ἔχοντα
[<πριούατον>· τόπος ἐργαστηρίου]
<πρισμοῖς>· ταῖς βιαίοις κατοχαῖς
<πρίστης>· ῥίνη. πρίων
<πρίω>· ἀγόρασον
<πρίων>· ἀγοράζων
<πριώμασι>· πρίσμασι
<πρό>· τό τε σύνηθες·

καρπαλίμως πρὸ νεῶν ἐχέμεν καὶ ἀντὶ τοῦ ἀπό· ὄψου (τ') ἄσαιμι προταμών

<προάγεσθαι>· ἐπεξεργάζεσθαι
<προαγαγών>· .....
<προαγεύων>· προξενῶν
<προάγομαι>· προέρχομαι
<προάγομεν>· προφέρομεν, προτρέπομεν
<προαγορεύσας>· προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ'

αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας

<προαγόρευσις>· προφητεία
<προάγων>· ἀρχόμενος
<προαγωγός>· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής
<προαθύροντες>· προσπαίζοντες
<προαιρεῖται>· προκέκληται. προτιμᾶται
<προαίρεσις>· ἐπιλογὴ καλοῦ ἢ κακοῦ
<προακτικόν>· προβαῖνον
<προαλεῖ>· καταφερεῖ, καταβατῷ
<προαλεστάτην>· προπετεστάτην, προχειροτάτην
<προαλής>· προπετής, πρόχειρος
<προαμείψασθαι>· προαλλάξασθαι. παρελθεῖν
<προαμεῦσαι>· ὁμοίως
<προαμευτής>· ἐργάτης προηγούμενος
<προαναθρήσας>· προσιδών
<προαναθρούσης>· προαναβλεπούσης
<προαναθρώσκειν>· προπηδᾶν
<προανακρούεται>· ἀναχαιτίζει
<προανάσχοι>· προανεκτείνει(ε)
<προαπίδων>· φρενῶν, διανοιῶν
<προαρτᾷ>· προαρμόζει, προτείνει
<προασπιστής>· πρόμαχος, βοηθός
[<προάστεων> καὶ] <προάστειον>· πρὸ τῆς πόλεως
<(π)ροαύλια>· τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ <προάμβουλα> τὰ

προκιθαρίσματα

<προβαλ[λ]εῖ>· ἐρωτήσει
<προβαλ[λ]εῖν ἄρνα>· πόλεμον ἐπαγγεῖλαι
<προβαλοῦ>· ἐρώτησον
*<προβαλλομένοις>· ἐρωτῶσιν
*<προβαλοίμην>· ὑπερβαλοίμην
<προβαλ(λ)ός>· ἀσπίς
<προβάς>· ὑπερβάς
<πρόβασι>· βοσκήμασι
<πρόβασις>· ἡ τῶν βοσκημάτων κτῆσις
<πρόβατα>· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν

ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια

<πρόβατα πεδι(α)κά>· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα
<προβατήματα>· πρόβατα
<προβατοπώλης>· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας

Ἀσπασίαν τὴν πόρνην

<προβέβηκας>· ἀριστεύεις. προκόπτεις
<προβέβουλα>· προκέκρικα, προέκρινα
<προβιβάζεται>· προκόπτει
<προβιβάς>· προβαίνων
<προβιβάσαντα>· προάξαντα
<προβιβασθείς>· προαχθείς. [πραχθείς]
<προβιβάσθων>· προβαίνων
*<προβιβάσις>· πρ[ο]άξεις
<πρόβλημα>· πρόλογος
*<προβλῆ[μα]τι>· ἐξέχοντι
<προβλῆτας>· τὰς ἔξω προβεβλημένας τοῦ τείχους

στήλας τε προβλῆτας ἐμόχλε[υ]ον

<προβλώσκειν>· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι
<προβόλιον>· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς
<πρόβολοι>· λίθοι
<πρόβολος>· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ

τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί- θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος

<προβόλων>· λίθων
*<προβολή>· ἐξοχή
<πρόβονεν>· ἐπέρανεν
<προβοσκίς>· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ-

φαντος

<πρόβουλος>· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος
<προβοῶντες>· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες
<πρὸ γὰρ ἧκε>· προέπεμψε γάρ
<προγέν(ε)ος>· εὐγέν(ε)ος
<προγενέσθην>· παραγενέσθην
<προγενέστερος>· πρεσβύτερος
<προγενής>· ὁ προγεννώμενος
<προ[ε]γένοντο>· παρεγένοντο
<προγονεῦσαι>· προελθεῖν
<προγωνίαν>· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον,

ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ

<πρόγονοι>· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ' αὐτοὺς <μέτας(ς)αι, ἕρ-

σαι> ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι· ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτας(ς)αι, χωρὶς δ' αὖθ' ἕρσαι

<πρόγονος>· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ
<προγόνων>· πατέρων
<προγράμματα>· ἐκθέματα
<προδανίς>· πρότερον
<προδέδαεν>· προμεμάθηκεν
<πρὸ δέ μ' ἧκε>· προέπεμψε δέ (με)
<προδέξαντες>· προδείξαντες
<πρόδηλος>· προφανής
<προδιαλαβεῖν>· ......
<προδιασύρας>· παραβὰς τὰς συνθήκας
<προδικεῖν>· ἐπιτροπεύειν
<πρόδικος>· συνήγορος
<προδοκάζων>· παρατηρῶν, ἐνεδρεύων
<προδοκῇσι>· προενέδραις, προόδοις
<πρόδομος>· προστάς, πρόστωον
<προδόμῳ>· προστάδι, προστόῳ
<πρόδοσιν>· προδομάτιον
<πρόδρομα>· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα
<προδωμάτιον>· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον
<προεγκεῖσθαι>· προϋπάρχειν
<προεδρία>· προκάθισις. προτίμησις
<πρόεδρος>· ἀρχη(γὸς) πολιτείας
*<προέδωκεν>· προεχώρησεν
*<προέηκε>· προέπεμψεν
<πρὸ ἕθεν>· πρὸ αὑτοῦ
<προέθεσαν>· προεθυμήθησαν
<προεθέσπισαν>· προεφήτευσαν
<προεθυμήθησαν>· μετὰ προαιρέσεως προσήνεγκαν
<προ[ε]ιάψαι>· προπέμψαι
<προ[ε]ιδόμενοι>· προγνόντες
<προείλατο>· ἐπελέξατο, ἠθέλησεν
<προείλετο>· οὐ προείλατο
<προείληπται>· πρόληψιν ἔχει, ὑπονενόηται
<προειλόμην>· προέκρινα
<προείλου>· οὐ προείλω
[<πρόειμε>· πλησίον γείτων
<προείου>· καταντίου]
<προεισπεπ[τ]αικότες>· προεισελθόντες
<πρόειται>· παραδέδοται
<προε[κ]τικός>· χαριστικός
<προέλευσις>· τὸ προελθεῖν
<προέλοιτο>· προτιμήσειε
*(<προελόμενος>·) προθέμενος
<προελόμενοι>· ὁμοίως
<προελόμενος>· ἐπιλεξάμενος
<προέμβολος>· μέρος τι τῆς νεώς
<πρόεμε>· προέπεμψα
<πρόεμεν>· προέπεμψεν
<προέμενος>· προδώσας, προαφείς, ἐκδιδούς
<προεννέπειν>· προαγορεύειν
<προέντες>· προδόντες
[<προενώπια>· ἔμπροσθεν]
<προεξαναστῆσαι>· πρὸ τοῦ καθήκοντος ποιῆσαι
<προεργῆσαι>· προέσται
<προέρες(ς)αν>· προήλασαν
<προέρυσσεν>· καθείλκυσεν
<προερύσαι>· προελκύσαι
<προέρυς(ς)αν>· προε(ί)λ(κ)υσαν
<προερχόμενος>· ἐξερχόμενος, προβαίνων
<πρόες>· πρόπεμψον
<προέσθαι>· προδοῦναι
(<προέσθαι>· παραγίνεται)
<προεστηκός>· ......
<προετικός>· χαριστικός
<προετύπου>· προεδήλου
<προέτυψαν>· προεχώρησαν
<προέφηνε>· προέδειξε
<προέχει>· ὑπερέχει
<προεχεῖς>· [σπουδαῖοι,] κραταιοί
<προεχόμεθα>· προβαλλόμεθα
.......· πλέον κρατοῦνται
[<προεψιᾷ>· προσαγορεύει]
<πρόῃ>· προβαλῇ
<προηγεῖται>· προοδηγεῖ, προπέμπει
<προηγητής>· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ
<προηγμένον>· προαχθέντα
<προηγόρησαν>· προεῖπον
*<προΐει>· προέπεμπε. προήρχετο
*<προῆκε>· προέπεμψεν
<προήκαμεν>· ἀφήκαμεν, παρελείπομεν
<προήκατο>· ἀπέλυσε. προέδωκε. [προσηνέγκατο]
<προήκεα>· κατὰ τὸ ἔμπροσθεν προηκονημένα
<προήκει>· ἐξέχει. προβαίνει
<προήκων>· προβεβηκώς
<προῆκεν>· ἐξῆλθε, προῆλθεν
<προῄρημαι>· θέλω
<προῃρημένοι>· προθυμηθέντες
[<προῃρήσαντες>· θελήσαντες]
<προηρόσια>· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ

προαρκτούρια καλεῖ

<προήρτηται>· κρέμαται
<προήσει>· προδώσει
<προήσομαι>· προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω]
<πρόηται>· προδώσει
<προήχθη>· προετιμήθη. προετράπη
<προθέει>· προτρέχει
<προθέλυμνον>· αὐτόῤ(ῥ)ιζον
<προθελύμνους>· προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ' ἄλλαις·

προθελύμνους ἕλκετο χαίτας καὶ <σάκος τετραθέλυμνον> τὸ θέσεις τέσσαρας ἔχον, τετρά- πτυχον

[<προθεμενισάμενος>· περιπτυξάμενος]
<προθέντα>· προβαλλόμενον. ἐπαγγειλάμενον
<προθεώμενος>· προορῶν
<πρόθεσις>· προαίρεσις. προάπλωσις
<προθεσμία>· καιρός, ὅρισις, διορία, ὅρισμα
<προθεσπίζοντα>· προστάττοντα. ἢ προμαντευόμενον
<προθεσπίζων>· προφητεύων
<προθέων>· προτρέχων
[<προθήβαι>· ἄρτιοι, ἀκμάζοντες]
<πρόθημα>· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη
<προθορών>· προπηδήσας
<προθυμία>· χαρά
<προθύμως>· ἱλαρῶς
[<πρόϊαι>· ἄπιοι, αἱ πρῶται γινόμεναι]
<προϊάλλειν>· προπέμπειν. προτιθέναι
<προΐαλλεν>· προέπεμψεν
<προΐαψεν>· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως

τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν

*<προῖκται>· προδίδωσι
<προϊείς>· προπέμπων
<προΐεμαι>· προδίδομαι
<προϊεμένη>· προβαλλομένη
<προϊέμενοι>· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες
<προϊ(ε)μένου>· προδόντος
<προϊέναι>· προπέμπειν
<προΐενται>· προάγονται
[<προΐε[ς]ται>· προσποιεῖται. προσέρχεται]
[<πρόϊζα>· πρῴην]
<προϊζήσαντες>· προσκομίσαντες
<προΐηλε>· [προετιμήθη. καὶ] ἐπεξέτεινεν
<προΐθες>· προφανῶς. προβεβηκώς
<προῖκα>· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον <προίξ>
<προικός>· πονηρός. οἱ δὲ μωρός. [πτωχός]
<προϊκέσθαι>· ἐφικέσθαι
<προΐκτης>· πτωχός, προσαιτητής
[<πρόϊ με>· προδώσεις με
<πρόϊμον>· σῦκον προακμάζον
<προΐομαι>· παρέρχομαι
<προϊόντες>· προδόντες
<προίρης>· πρώρας
<προϊσμένη>· προβαλλομένη
<προΐσταται>· ἐπιπολάζει]
<προΐστορες>· μαρτυροῦντες
<προΐσχεται>· προβάλλεται
<προϊσχόμενος>· προβαλλόμενος
<προϊσχομένου>· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος
<προΐσχονται>· προβάλλονται
<προΐσχοντο>· ἔδοξαν
<Προιτίδες>· χάριτες
<προϊχνεύει>· θεραπεύει
<προϊών>· παρών
<πρόκα>· εὐθύς, ἐξαίφνης. [δρόσος]
[<προκαδέστερον>· προυργιαίτερον]
<προκαλεῖσθαι>· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς

καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου

<προκαλεῖται>· καλεῖ, προτρέπει
[<προ[κ]αλέστερον>· ἑτοιμότερον]
<πρόκας>· ἐλάφους
<προκαταβολή>· ἐνθήκη
<προκαταθήγεσθαι>· προακονᾶσθαι
<προκαταθήσεσθαι δεῖ>· προκομίσασθαι δεῖ
[<πρόκαυτα>· προειρημένα, προηκουσμένα]
<προκείμενα>· παρακείμενα
<πρόκειται>· παράκειται
<προκελήδης>· προκελεῦσαι
<προκέοιτο>· προκείμενος εἴη
<προκεχηνότες>· πρὸς τὰ ἄνω βλέποντες
<προκεχειρισμένον>· προβεβλημένον. ἡτ(ο)ιμασμένον
<προκιθώνιον>· τὸ πρόρινον
[<πρόκλησις>· κλῆσις ἐπὶ δίκης]
<πρόκλητος>· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι
<Προκλόνιον>· τόπος Θεσσαλίας
<πρόκλυτα>· τὰ προειρημένα, προηκουσμένα
<πρόκνις>· εἶδος ἰσχάδων
<προκόλπιον>· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ
<προκομίδην>· προκομίζει
[<προκομίων>· προλειμάτων]
<πρόκον>· ἠλίθιον
<προκόνδυλα>· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί
<Προκόν(ν)ησος>· πόλις, καὶ νῆσος παρὰ Κύζικον
<πρόκοος>· [πόλις. ἢ] πονηρός
<προκοπῆς>· αὐξήσεως
<προκοττίς>· ἡ χαίτη
<πρόκοττα>· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· <κοττὶς> γὰρ ἡ κεφαλή.

καὶ οἱ ἀλεκτρυόνες <κοττοὶ> διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον

<πρόκρισις>· προτίμησις
<πρόκριτον>· ἐκλεκτόν, ἐκλελεγμένον
<Πρόκρις>· θυγάτηρ Ἐρεχθέως
<πρόκροσσαι>· ἐπάλληλοι, ἄλλαι ἐπ' ἄλλας. καὶ ναῦς αἱ κατ' ἀλλήλων

νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι

<προκρόσσας>· ἄλλας ἐπ' ἄλλαις, κλιμακηδόν
<πρόκροσσον>· οὐ καθαροῦν, κλιμακωτόν
<προκυκλίς>· ἡ π<ε>μνήστρια
<προκυλινδούμενος>· προκυλιόμενος
<πρόκυμον>· πρόθυμον
<προκυνεῖν>· τὸ ἐγχωρεῖν
<πρόκωνα>· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα
<πρόληψις>· πρόγνωσις
<προλόβιον>· τὸ προέχον τοῦ λοβοῦ
<προλογίζει>· προλέγει
<προλόγια>· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων
[<πρόλογος>· ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ-

γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών]

*<πρόμαχοι>· βασιλεῖς. καὶ τὰ τείχη. <προμαχῶνες> δὲ οἱ ἐπὶ τῶν

τειχῶν πρόβολοι

<προμάδδας>· μάζας προμεμαγμένας
<πρόμαλος>· μυρίκη. ἢ ἄγνος
<προμαλχατεύειν>· μετατροπεύειν
<προμαχεών>· πύργος
<πρόμαχος>· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη
<προμέν>, λέγοντες προαγωγοί
<προμένε(ι)οι>· ῥοιαί τινες
<προμήθεια>· πρόνοια, ἐπιμέλεια
<προμηθέστεροι>· προνοητικώτεροι
<Προμηθεύς>· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα
<προμηθής>· σώφρων
<προμηθούμενος>· προνοούμενος, προβλέπων
<προμήτωρ>· πατὴρ μητρός
<προμνηστῖνα(ι)>· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη-

μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς

<προμνηστ[ι]ῖναι>· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν
<προμνήστρια>· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας
<προμνώμενοι>· προμνηστευόμενοι
<πρόμοις>· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις
<πρόμολε>· πρόελθε
<προμόλη>· ὁδός. προσδόκησις
<προμόνη>· πρόμαχος. ἀντίδικος
[<προμόνης>· προπετὴς καὶ προ[ς]πεσών. οἱ δὲ πρόθυμος. προ[ς]νενευ-

κώς]

[<πρόμου> ..· πρόβουλος]
<πρόμοχθοι>· τὰ προβεβλημένα τῶν τοίχων
<προμυλαία>· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι
<προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν>· ἀντὶ τοῦ πρός(ω) χωρεῖ[ου]
<Πρόνεως>· Ποσειδῶν
<Προναίας>· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς
<προνοεῖ>· ἐπιμελεῖται
<πρόνοια>· προενθύμησις, ἐπιμέλεια, φροντίς
<προνομαία>· προβοσκ[ης]ίς
<προνομεύει>· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει
<προνομία>· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία.

ἢ διαρπαγή

<προνομ(ι)ῶν>· προλημμάτων
<προνοοῦ>· ἐνθυμοῦ, ἐπιμελοῦ
<προνωπής>· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό-

χειρος

<προνώπια>· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ <ἐνώπια> τὰ ἔνδον,

ὅπου αἱ εἰκόνες τίθενται

<προνώπιον>· τὸ προκείμενον, οἷον πρόθυρον
<προξενεῖ>· μαρτυρεῖ
<πρόξενοι>· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους

ὑποδεχόμενοι

<πρόξενος>· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος
<προοικίαι>· παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ
<προοίμιον>· πρόλογος, ἀρχὴ παντὸς λόγου
<πρόοιντο>· παραδώσουσι, δώσουσιν
<προολεῖ>· καταλειπεῖ
<πρόοπτον>· προφανές
<πρὸ ὃ τοῦ>· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου
<πρόουρον>· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ
[<προπαδίζων>· προβαίνων πρὸ τῆς ἀσπίδος]
<προπαιδεύματα>· προμαθήματα
<προπαίσω>· προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις
<προπαλῶς>· δαψιλῶς
<προπάροιθεν>· ἔσθ' ὅτε ἐπὶ χρόνου·

εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν

<πρόπας>· ἅπας
<προπάστεον>· τὸν πρὸ τῆς παστάδος τόπον
<προπάτωρ>· πατρὸς πατήρ
<προπεπηλάκισται>· καθύβρισται
<προπέποται>· προδέδοται
[<προπεριζόμενος>· ἀγκαλιζόμενος]
<προπέτηλον>· πεποίηται ἀπὸ τοῦ <προπίπτειν>
<προπετής>· προπίπτων πρὸ τοῦ λογισμοῦ
<προπέφανται>· φανερόν ἐστι
<προπεῶντες>· προεστῶτες
<προπηλακίζει>· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ
<προπηλακισμός>· ἐρεθισμός ἐξουδένωμα
......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος
[<προπηνές>· ἔμπροσθεν κατωφερές]
<προπίονι>· εὐθεῖ
<προπίωμεν>· διὰ τοῦ οἴνου τιμήσωμεν
<πρόποδες ὄρους>· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας

τῆς Αἰγύπτου νήσους

<προποδίζων>· προβαίνων
<προποδών>· ἔμπροσθεν
<πρόπολοι>· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται
<προπρηνές>· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές
<(προ)προκυλινδό[ύ]μενος>· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος.

οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος

<προπτόρθια>· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται
<Προπυλαί(α)>· ἡ Ἑκάτη
<προπύλαιον>· πρόθυρον
<πρόπωνα>· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα
<πρόρινον>· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος
<πρόῤῥιζον>· σὺν ταῖς ῥίζαις ἀνασπώμενον
<πρόῤῥησιν>· πρόλεξιν, προφητείαν
<πρόῤῥησις>· λόγος. καὶ τὰ ὅμοια
<πρός>· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί
<πρὸς ἀγαθόν>· ἐπ' ἀγαθῷ, ἐπὶ καλῷ
<προσαγγελία>· προσαγωγή
<προσάγει>· προσέρχεται. προσφέρει
<προσαγηόχασι>· προσήγαγον
<προσαγόμενον>· ἀγαπήσαντα. προ(ς)κτησάμενον
<προσαγορεύει>· ἀσπάζεται
<προσαγορεύσας>· προσειπών. καὶ τὰ ὅμοια
<προσαγορεύουσι>· καλοῦσι
<προσαγωγή>· προσέλευσις
<προσαγώγιον>· διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον
<προσαθύροντα>· προσπαίζοντα
<προσαιθ[ε]ρίζουσα πόμπιμον φλόγα>· πρὸς τὸν αἰθέρα ποιοῦ-

σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα

<προς.αίνων>· προσελκόμενος, προσαγόμενος
<προσαίταις>· πτωχοῖς
<προσακές>· ἐγγύς
<πρὸς ἀκεσμόν>· πρὸς ὑγείαν
<προσάκτριδες>· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες
<προσαμύνομεν>· βοηθοῦμεν
[<προσανεύουσαν>· εὐτρεπίζουσαν, στρωννύουσαν]
<προσαν[τ]έχειν>· προσκεῖσθαι
<προσάντης>· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής
<προσαντίον>· ἐναντίον, ἀντίπαλον
*<προσανέχων>· προσμένων. κουφίζων
<προσάνων>· προσαύξων. <Ἄνειν> γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ-

ξησιν

[<προσαπῆλαι>· τιμῆσαι
<προσαπειλή>· τιμή]
<προσάπτει>· προσπλέκει, συνάπτει
<προσαρασσόμενον>· προσρησσόμενον
<πρὸς ἄρκτον>· [πρὸς μεσημβρίαν]
<προσαύξω>· προ[ς]άγω
<προσαυρίζουσα[ι] χερσαίᾳ τροχῇ>· ὑπὸ τῆς αὔρας ἡ <νοτὶς>

προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· <ἐπαυ- ρεῖν> γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν

<πρὸς αὔριον>· εἰς αὔριον
<προσαυρών>· προστυχών
[<προσαυσιάτω>· προσφωνείτω]
<πρὸς αὐτήν>· περὶ αὐτήν
<πρὸς αὐτοῦ>· παρ' αὐτοῦ
<πρὸς ἀφοσίωσιν>· πρὸς τιμήν
<προσάψας>· συνάψας
<προσβαίνει>· ἐγγίζει
<προσβάλλοιντο>· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως
<προσβαλών>· προσελθών
*<πρόσβαλον>· προσκατακλίθητι
<προσβλητόν>· κολλητόν
<προσβολή>· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή
<προσβ(ωμ)ολοχεῖ>· πρὸς χάριν λέγει
<πρόσγειος>· ταπεινός
<προσγίνεται>· [προσδέ
<προσγράφει>· προσκρίνει
<προσδεῖται>· προσδέεται
<προσδέδορκας>· προσεῖδες
<πρὸς δέ με>· πρὸς δὲ τούτοις ἐμέ
<προσδέχεται>· προσποιεῖται
<πρὸς Διός>· παρὰ τοῦ Διός
<προσεβήσατο>· προ(ς)έβη
<προσδιατρῖψαι>· χρονίσαι
<προσεγκεῖσθαι>· ἐγκεῖσθαι, ἐπικεῖσθαι
<προσεδρεύει>· σχολάζει
*<προνομή>· ἁρπαγή
<πρόσεδρος>· ὁ παρακαθήμενος. σχολάζων
[<προσέθω>· προσθήσω]
<προσειζήσαντες>· προσκομίσαντες
<προσεῖναι>· ἐνυπάρχειν
<πρόσειπε>· ἄσπασαι, προσαγόρευσον. προσκύνησον
<προσείσας>· προ[ς]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι-

αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες ἐπεδίδοσαν

<πρόσεισι>· προσέρχεται
[<προσεικάμενοι>· προσλαβόμενοι]
<προσεκτέα>· σπουδαστέα
<προσεκτέον>· τὸ προσέχειν, κελευστικῶς
<προσεκτικώτεροι>· νηφαλιώτεροι
[<προσέλει>· προπηλακίζει]
<Προσελήνιδες>· αἱ Ἀρκαδικαὶ νύμφαι
<προσελιάσθη>· λίαν προσήγγισε
<πρὸς ἑλιφερές>· πρὸς τὸ κεκλεισμένον
*<προσελθών>· προσβαλών
<προσεμάξατο>· κατεμάξατο
<πρὸς ἐμαυτόν>· ἐν ἐμοί. εἰς ἑαυτόν
.....· προσεπλ(ά)κη. ἐπλησίασεν
<πρὸς ἐμοῦ>· πρὸς ἐμέ. <π>.
<προσεμπεδοῦντες>· ἐπιβεβαιοῦντες
<προσεμπρῆσαι>· καῦσαι
<προσεννέπει>· προσαγορεύει
[<προσενοῦσί με>· προσβάλλουσι, προσέρχονται]
*<πρὸς ἐνώπια>· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς
<προσενηνόχασι>· προσαγηόχασι
<προσεπέλασε>· προσήγγισεν
<προσεπεμβαίνει>· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ
<προσέπηξαν>· προσήλωσαν
<πρὸς ἐπίβασιν>· πρὸς βάδισιν
<προσεποι[ή]σω>· προσεπάξω
<προσεποιήσω>· ἐσχηματίσω
<προσερεύγεται>· ἐρεύγεται
<προσερήσομαι>· ἐπερωτήσω
*<προσεράχατοι>· τεταγμένοι ἦσαν
<προσερπύσῃ>· προσέλθῃ
[<προσέσθαι>· ἐκδοῦναι]
*<προσέτι>· πρὸς τούτοις
<προσέσχε>· προσῆλθε. προσέπλευσε, προσώρμησεν
<πρὸς εὐθεῖαν>· πρὸς ὀρθότητα
(*)<προσερ(ρ)ύη>· προ(ς)ῆλθεν
<προσέφυ>· προσεγένετο
<προσέφη>· προσεῖπεν
<προσεχές>· ἐγγύς. νῆφον, νουνεχές
<προσεχεῖ>· ὁμοίως
<προσεχής>· γείτων. σπουδαῖος
<προσεχῶς>· σπουδαίως
<προσεψιά>· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία
<πρὸς ἕω>· πρὸς ἀνατολήν
<πρὸς ζόφον>· πρὸς δύσιν
<προσηγορία>· ὀνομασία
<προσήγορος>· προσκυνητής
<προσήϊκται>· προσέοικε
<προσηκάμενοι>· προσλαβόμενοι
<προσήκατο>· προσηνέγκατο
<προσήκει>· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει
<προσήκοντες>· συγγενεῖς
<προσηκόντως>· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως
<προσήλια>· πρὸς ἀνατολήν
<προσήλωσαν>· προσέπηξαν. ἐσταύρωσαν
<προσήλωται>· ἀνεσταύρωται
<προσήλυτος>· πάροικος. ἀλλοεθνής
<πρὸς ἡμῶν>· ὑπὲρ ἡμῶν
[<προσήναντες>· βλάψαντες]
<προσηνές>· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν
<προσηνής>· προσφιλής
<προσηνῶς>· ἡδέως. καὶ τὰ ὅμοια
[<προσήνεον>· ὑψηλόν. τίμιον]
<προσήρενε>· προσέθιγεν
<προσηρτημένοι>· .... κεκολλημένοι
<πρό(ς)ηται>· προσεγγίζει
<προσηύδα>· προσεῖπε, προσελάλει
<προσηύρετο>· προσέτυχε. προσηγάγετο
<πρὸς ἠῶ>· πρὸς ἀνατολήν
<προσθεῖναι>· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν

<κῦρσαί> φασι

<προσθείς>· προσθήκην λαβών
<προσθέματα>· τὰ πυγιαῖα
<πρόσθεν>· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν
[<προσθέοντα>· ἔμπροσθεν τρέχοντα]
<πρὸς θεοῦ>· τὸ τυχόν. Ἀττικοὶ δὲ <χάριτι θεοῦ> φασιν εἶναι
<προσθέσεις>· δευτερώσεις
<πρὸς θεόν>· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν
<πρόσθη>· πρόσθεσις
<προσθιάξειν>· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας
<πρόσθ' ἵσταμαι>· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ
*<προΐσταται>· ἐπιπολάζει. προσκόπτει
<προσίασι>· προσέρχονται, προσφέρουσι
<προσίει>· ἐγγίζει
[<προσίεμεν>· προσερχόμεθα]
<προσίενται>· προσάγονται
<προσίεσθαι>· ἐφέλκεσθαι. προσφέρεσθαι
<προσίεται>· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει
<προσιζῆσαι>· προσκαθεσθῆναι
<προσιζήσαντες>· προσκομίσαντες
<προσιζήσας>· προσκαθίσας
<πρόσιθι>· πρόσελθε
<προσίκτορος>· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας
<πρόσιμεν>· προσερχόμεθα. πρεσβεύομεν
<προσίναντες>· βλάψαντες
<προσιοῦσα>· παρερχομένη
<προς(.)ίρων>· προσάπτων
<προσίπταται>· προπέτεται
<προσίσχεται>· προσβάλλεται
<προσιτόν>· ᾧ δύναταί τις προσελθεῖν
<προσιών>· προσελθών, προσερχόμενος
<προ[ς]καταγνούς>· πρὶν καταπτύσας
<πρόσκειται>· ἐκ προσθήκης κεῖται
<πρὸς κέντρα λακτίζῃ>· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ-

γειν ἢ πράττειν

<προσκηδεῖς>· κατ' ἐπιγαμίαν οἰκεῖοι
<πρόσκηπτε>· προσήμαινε, πρόλεγε, προμήνυε
<προσκλήδην>· προσκαλεσάμενος
<πρόσκλησις>· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης
<προσκομίσατο>· προσηνέγκατο
<προσκομιστέον>· προσενεκτέον
<προσκομιδή>· ἀναφορά
<πρόσκομμα>· ζημία. βλάβη
<προσκόπτειν>· ἁμαρτάνειν. προβλέπειν
<προσκοπήν>· σκάνδαλον
<προσκορῆ>· ἀνηδῆ, ἀχαρῆ
*<προεικρόσσας>· ἄλλας ἐπ' ἄλλας κλιμακηδόν
<προσκροῦσαι>· παροργίσαι. προσηλῶσαι
<προσκρούνιον>· πρόφραγμα
<προσκυνεῖ>· προσπίπτει
<προσκυρεῖ>· προσεγγίζει
<προσκυροῖ>· βεβαιοῖ
<προσλαζόμενα>· προσλαμβανόμενα
<προσλαζύμεναι>· προσλαμβανόμεναι
<πρό[ς]ληψις>· γνῶσις
<προσλιπαρῆσαι>· παρακαλέσαι
<προσμελοῦ>· ἐπιμελοῦ
<προσμίξας>· προσελθών. συνάψας
*<προμνήστρια>· προξενοῦσα νυμφίους ἢ νύμφας
<προσόδιον>· ᾠδή, θεοῦ ὕμνον περιέχουσα
<πρόσοδος>· ἔντευξις. ἢ κέρδους προσθήκη
<προσοικίσαντες>· προσκαθίσαντες
<πρόσοικος>· οἰκεῖος, ὁ πλησίον οἰκῶν
<πρὸς οἷμον>· πρὸς τὴν ὁδόν
<προσοίσεσθε>· προσδέξησθε
<προσοκ(ε)ῖλαι>· προσορμίσαι εἰς τὴν γῆν
<πρὸς ὄλεθρον>· πρὸς θάνατον
<προσόν>· ἐνυπάρχον
<πρόσον>· ὤθησον
<προσορμίσαντες>· προσοκείλαντες
<πρὸς οὔριον>· πρὸς εὐθές, ἐπιτήδειον
<πρὸς οὐρίου>· τὰ αὐτά
<προσοχή>· κατανόησις. νῆψις
*<προσοχθισμός>· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ-

πάθεια

<πρόσπαιον>· πρόσφατον, νέον
<προσπαλαίει>· ......
<προσπελάζει>· προσεγγίζει
<προσπέζω>, προσπελάζεται
<προσπεριβάλλεται>· προσπεριλαμβάνεται
<προσπέφυκεν>· ἐκ φύσεως συνῆν
<προσπήγματα>· μέρος τι τῆς νεῶς
[<προσπήξομαι>· προσκυνήσω]
<προσπίπτω>· λιπαρῶ. ἱκετεύω
<προσπλάζει>· προσπελάζει
<προσπλήξω>· τύψω
<πρόσπολοι>· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι
*<προσποιεῖται>· σχηματίζεται
<προσπορισθέν>· ἐπινοηθέν
<προσπταίει>· σκανδαλίζει
<πρόσπταισμα>· πρόσκομμα
<προσπταίοντες>· προσκρούοντες, προσκόπτοντες
<προσπτύξομαι>
<προσπτύξομαι>· ὑποβαλῶ. παραμυθήσομαι
<προσπτύσσεται>· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται
<προσραίνουσι>· προσβάλλουσι
(<προσρέουσι>)· προσέρχονται
<πρόσρησις>· προσηγορία, ἀσπασμός
<προσριπτούμενον>· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον
<προσρυέντων>· προσελθόντων
<προσήει>· προσεπεῖχεν. προσθέει
[<πρόσημον>· ἐπὶ θανάτου προσαγομένου]
[<προσήναντες>· βλάψαντες]
<πρός(ς)ω>· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν
<προσώτερον>· ἐξώτερον
<προσταθείη>· .....
<πρὸς τάνδ[ε]' αὐλάν>· πρὸς ταύτην τὴν αὐλήν
*<πρὸς τάν>· πρὸς ταύτην
*<πρὸς τάνδε>· ὁμοίως
<προστασία>· κυβέρνησις
<προστατήριος>· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ-

ρῶν αὐτὸν ἀφιδρύοντο

*προστα<τ>τ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο
*<πρόσταμα>· κοιτών
*<προστάς>· πρόστωον
<προστάτου>·

ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα- σίου δίκην ὤφειλον

<προ(ς)τερ[α]νισάμενος>· προσπτυξάμενος
<πρὸς τέρμασι>· πρὸς τὰ τέλη
<προστήσας>· προαγαγών
<προστιβάζεται>· μερίζεται. προσπορεύεται
<προστιμᾶται>· κατακρίνεται
<πρόστιμον>· ζημία. παραγραφή
<πρόστομον>· ἐπὶ ξίφους κεῖται
[<πρὸς τοῦ>· πρὸς τοῦ ἑτέρου]
<πρὸς τοὐμφανές>· εἰς τὸ φανερόν
<προστρεπόμενοι>· σέβοντες, τιμῶντες, προσκυνοῦντες
<προστρίβεται>· προσπήσσεται
<προστρόπαιος>· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα

τρεπόμενος δεήσει καθάρσεως

<προστροπαίω>· ἱκετεύω
<προστροπαίων>· ἱκετευσίμων, καὶ ἱκετῶν
*[<προστραπέσθαι>· ἀποτραπῆναι. προθυμηθῆναι]
<προστροπῇ>· ἱκετείᾳ
<προσπρόσοδος>· τιμή
<πρόστροπον>· πρόσαντες
<πρόστροχον>· στρογγύλον
<προστυχών>· ἀπαντήσας
<προστώῳ>· κοιτῶνι
<πρὸς ὑποτύπωσιν>· πρὸς σημεῖον
<προσυπουργεῖσθαι>· ὑπηρετεῖσθαι
<προσφανῆ>· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς
<προσφάσθαι>· προσειπεῖν
<προσφάτης>· πλάγιος πεσών
<πρόσφατον>· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν
<προσφερεῖς κόρας>· ὁμοίας ἀλλήλων κόρας
<προσφθέγγεται>· ἀσπάζεται
<προσφιλεστάτοις>· ἀγαπητοῖς
<πρόσφορα>· τὰ ἐπιτηδείως προσφερόμενα
<πρόσφορον>· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον
<προσφοῦσα>· ἐνδακοῦσα
<πρόσφυγα>· καταφυγόντα
<προσφυείς>· προσπλακείς
<προσφυές>· προσῳκειωμένον
<προσφυεστέροις>· προσοικειωθεῖσιν
<προσφυῆ>· προσεοικότα. ἁρμόζοντα
<προσφύς>· προσπλακείς, περιπλακείς
<προσφῦσα>· ἐνδακοῦσα
<προσφωνεῖ>· προσαγορεύει
<πρὸς χάριν>· πρὸς τέρψιν
<πρόσχες>· ἐπίβλεψον
<πρόσχημα>· πρόφασις. ὑπόκρισις. προκάλυμμα
<προσχίσματα>· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν
<προσχόμενον>· προτείναντα
<προσχωρεῖ>· συμμίσγεται
<πρόσχορος>· ὁ παρὰ τῷ χορῷ γινόμενος
<πρόσω>· ἔμπροσθεν, πρὸ τούτου
<προσῳδία>· μετ' ὀργάνου ᾠδή
<προσωθεῖται>· προστρίβεται
<πρός.ω καὶ ὀπίσω>· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν

τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα

<προσώκειλε>· προσώρμισε εἰς γῆν
<προσών>· ἐνυπάρχων
*<πρῶσον>· ὤθησον
[<προσωπαιδοῦντες>· ἐπιβεβαιοῦντες]
<προσωπεῖον>· ἡ νῦν καλουμένη τῶν γυναικῶν <προσωπίς>
<προσωπεῖον>· σχηματισμός
*<πρόσωπον>· ἐστὶ συνδρομὴ ἰδιοτήτων
*<πρόσωπον>· τὸ πρόσωπον. Ὅμηρος
[<προσώπη>· πρόσοψις]
<Προσωπῖτις>· νῆσος ἐν Αἰγύπτῳ
<προσωποποιΐα>· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι
<πρόσω πορεία>· προκοπὴ ὁδοῦ
<προσωποῦττα>· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι

πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον

<προσώτατα>· ἐσώτατα
<προσωτέρω>· ἐγγυτέρω πρὸς γένος
<πρ[ος]ῶσιν>· προ[ς]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς
<προσώχθισα>· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα
<προταίνιον>· πρὸ μικροῦ
<προταίνιον>· παλαιόν
<προταμεῖν>· τεμεῖν
<προτάξω>· προκρίνω
<προτάξεως>· φανερᾶς μάχης
<πρότασις μετ' ἐπιτάσεως>· ἢ ἐρώτησις
<προτεθειμένον>· ἡπλωμένον
<προτείνεται>· δίδει. ὑπισχνεῖται
<προτέλεια>· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. <τέλος> γὰρ ὁ γά-

μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν

<προτελειωσαμένη>· προμυησαμένη
<προτεμενίσματα>· προπύλαια ναῶν
<προτένθαι>· λίχνοι προαρπάζοντες
[<προτενίσματα>· προπύλαια]
<πρό τ' ἐόντα>· προγεγονότα
<προτερεῖ>· προὔχει, τὰ πρωτεῖα λαμβάνει
<προτέρημα>· πρόκριμα, προτίμησις
<πρότεροι>· προγενέστεροι
<προτέρω>· εἰς τοὔμπροσθεν

οὐδ' ἄρα μοι προτέρω ν(ῆ)ες κίον

<προτετύχθαι>· προγεγονέναι
[<προτεύοντα>· προγεγενημένα]
<προτιάπτω>· προπέμπω
<προτὶ ἄστυ>· εἰς τὴν πόλιν
<προτιβάλλεαι>· προ(ς)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι-

κοὶ λέγουσι· <προ(ς)βάλλομαι τοῦτον>. οἱ δὲ κωλύεις· ἀπὸ τῆς κατὰ τοὺς πύκτας προ(ς)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ· ταύτην δ' οὔτ' ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ

<προτίδεγμαι>· προσδέχομαι
<προτιδέγμεναι>· προσδεχόμεναι
<προτιδέγμενοι>· προσδεχόμενοι
<προτιειλεῖν>· ἐγκλίνειν
<προτιμᾶν>· προκρῖναι, ἐκλέξασθαι
<προτὶ ὅν>· πρὸς τὸ(ν) ἴδιον
<προτιόσσεται>· προορᾶται. προσδέχεται. προσαγορεύει
<προτιόσσετο>· προσεδόκα
<προτιπτυσσοίμεθα>· ἀσπαζοίμεθα. παρακαλοῖμεν
<πρότμησιν>· κατὰ τὸν ὀμφαλόν
<πρότμησις>· ὁ περὶ τὸν ὀμφαλὸν τόπος
<προτμητόν>· τὸν ὀμφαλόν
<προτμῆτις>· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος
[<προτολεῖον>· ὑπάρχον]
<προτομαί>· εἰκόνες βασιλέων
<προτομή>· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος
<προτόνιον>· ὕφασμα
<πρότονοι>· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ-

ραν καὶ πρύμναν ἔμπροσθεν

<προτόνοισι>· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ-

ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ

*<πρωτορύμῳ>· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται
<προτραπέσθαι>· ἀποτραπῆναι. ὑποεῖξαι·

ἔθελον δ' ἄχεϊ προτραπέσθαι·

παρ' οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι
<προτρέπειν>· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν
*<προτροπεσθάριοι>· ἐπιτροπὴν ἔχοντες
<προτρέπου>· παρακάλει
<προτριβεῖς>· δριμεῖς καὶ ὀξεῖς
<πρότριτα>· πρὸ πολλοῦ
<πρότροπα>· θυσίας εἶδος
<προτροπάδην>· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων

ὡς ἐν μάχῃ

<προτροπή>· παράκλησις. καὶ τὰ ὅμοια
*<προτύπως>· ἀκολούθως
<προτροπίς>· σπυρίς
<πρότροπος>· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα
<προτρύγαια>· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος
[<προτυχών] προστυχών>· παρατυχών
*<πρωτόγονος>· νέος
<προῦ>· προσέρχου
<προύβα>· τὸ λευκόν
<προὔβη>· προέβη
[<προυγελεῖν>· προπηλακίζειν, ὑβρίζειν]
[<προυγιετέρω>· προτιμοτέρω]
<προυεσμένη>· ἀναβαλλομένη. προϊοῦσα
<προὔθηκα>· προέθηκα
<προύκας>· δορκάδας
<προυλέσι>· πεζοῖς ὁπλίταις
<προῦμορ>· εἶδος σικύου
<προυνικοί>· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες <παι-

δαρίωνας> καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί

<προύνους>· βουνούς
<προὐξένεις>· ἐξένιζες
<προὔπεμψε>· προέπεμψεν
<προὖπτον>· πρόδηλον, φανερόν
<προύρα>· πλεύμων, ἢ πνεύμων
<προυργιαίτατα>· προνοητικώτατα
<προυργιαίτερον>· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό-

τερον. ὠφελιμώτερον

<προὔργου>· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου
<προύσελα>· προύτελα, προτελεῖ
<προὔστημεν>· προέστημεν
<προὔστησας>· προέστησας. εὐτρέπισας
<προὔστησε>· προέστησε. εὐτρέπισεν
[<προυτροπάδην>· κατὰ τροπήν]
<προὔτυψαν>· προένευσαν. προῆλθον, προεχώρησαν
<προὔτυψαν>· προήρξαντο. καὶ τὰ ὅμοια
<προὔχει>· προέχει. πρωτεύει, κρεῖττόν ἐστι
<προὔχοιο>· προφασίζοιο
<προὔχων>· προέχων
<προὔχονται>· ἐνέχονται
<προὔχοντες>· προάγοντες. μέγιστοι
[<προὐχός>· ξέστης]
[<προὔχνου>· παντελοῦς]
<προφαίνων>· προλέγων. προδηλῶν
<προφανεῖς>· προφανέστεροι
<προφανέντες>· προελθόντες
<προφανῶς>· προθύμως
<πρόφαντα>· προφητικά
<πρόφαντον>· λόγιον, θεοπρόπιον, προδεδηλωμένον
<πρόφασις>· αἰτία, ἀφορμή
[<πρόφασσα>· πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα]
<πρόφερε>· ὀνείδιζε. πρόαγε, προκόμιζε
<προφέρει>· ὅμοιον
<προφερεῖς>· οἱ <νέοι> μὲν <ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι>
<προφορεῖσθαι>· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι
*<προφερέστεροι>· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες
*<προφορά>· εὐλαλία. ἑτοιμολογία
[<προφοῶ>· προεξήγαγεν αὐτόν]
<πρὸ φόως>· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν-

νηθέντα

<προφράγματα>· τὰ προσκήνια
<πρόφρασσα>· πρόθυμος. εὐνοοῦσα. διανοουμένη
<προφρονέως>· προθύμως
<πρόφρων>· πρόθυμος. εὔνους. φρόνιμος
<προφύσια>· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις

αὐλῶν τιθέμενα

<προχάζοις>· προβαίνοις. ἀναποδίζοις
<προχάνη>· σκῆψις. πρόφασις. καὶ καλύπτρα
<Προχαρισία>· ἡ Θέτις οὕτω που τιμᾶται
<πρόχασον>· πρόελθε
[<προχέα>· πρόφασις]
<προχέει>· ἐκπέμπει
<προχειρίζεται>· προφέρει. προχέει. ἐκλέγεται
<προχειρίσαι>· ἐπιλέξαι
<προχείρως>· ἑτοίμως, ταχέως, ὀξέως
*<πρόχειρος>· ἕτοιμος, εὐχερής
*<προχειρότατον>· ἕτοιμον
<προχέοντο>· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[ς]ήρχοντο
[<πρόχθης>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν
<προχθήσεσι>· ταῖς εἰς τὴν θάλασσαν προχύσεσι]
<πρόχνυ>· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος·

πρόχνυ καθεζομένη καὶ παντελῶς· πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως

<προχοαί>· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι
<προχοῇς>· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ

προστόμιον <προχοή>

<προχοΐδας>· τὰς ἀμίδας
<πρόχοι>· πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι·

ἀμφικύβωται προχοί. ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος

<προχοΐδια>· αἱ καταχύσεις
<προχοΐδιον>· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον,

ἤγουν κατάχυσιν

[<πρόχοιο>· προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ' ὃ καὶ τὰς

ἀσπίδας <προβαλοὺς> ἔλεγον]

<πρόχοος>· ξέστης, μέτρον
<προχόῳ>· τῇ καταχύσει
<προχύτας>· ὀλάς, ἀπαρχάς
<προχύτης>· ποτήριόν τι
*<πρόχυσις>· τὸ μεταξὺ χῶμα
<προψάτης>· πανώλεθρος
<προώδων>· ἐξέχων τοὺς ὀδόντας
<πρόωμαι>· ἐάσω, προχωρήσω
<προώμεθα>· ἐάσωμεν, παραχωρήσωμεν
<προώρας>· τὰ πρῶτα κλήματα
<πρόωρον>· πρὸ καιροῦ
<πρόωφος>· πρόσκοπος
<προωχὴς ἵππος>· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι

καὶ τῇ ἱππασίᾳ

<πρύανος>· νέος
<πρυλεῖς>· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας

ἀθρόους

<πρυλέες>· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ-

μενοι

<πρύλιν>· πυῤῥίχην, ἢ ὁπλίτην
<πρυλέεσσ' ἀραρυῖα>· πεζοῖς ἡρμοσμένη
<πρυλεύσεις>· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ
<πρύμνα>· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου
<πρύμναι>· αἱ ἄκραι
<πρύμναδε>· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν <πρύμνον> λέ-

γεται

*<πρυμνήσια>· ἀπόγεια σχοινία
<πρύμνηθεν οὖρον>· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον
*<πρύμνη>· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου
<πρυμνόν>· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ <πρυμνήν> τὴν ἐσχάτην. [καὶ

πᾶν ἔσχατον], ἐκ ῥιζῶν

<πρυμνός>· κάτωθεν βαρύς. ἢ πλοῦτος
<πρυμνώρ(ε)ια>· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος
<πρυτανεῖα>· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος
<πρυτανεῖον>· τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ-

τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν τὸ ἀργύριον οἱ δικαζόμενοι

<πρυτανεύει>· διοικεῖ
<πρύτανις>· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής
<πρῴ>· ἀντὶ τοῦ πρωΐ
<πρωθήβας>· ἀκμαίους
<πρωθῆβαι>· ἄρτι ἀκμάζοντες
[<πρώηβες>· ἄρτι ἀκμάζοντες]
<πρωθήβην>· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν
<πρωί>· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ

δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς <ὀψέ> ἐπὶ τοῦ καθυ- στεροῦντος τῆς προσηκούσης ὥρας

<πρωΐα>· ταχέα
<πρωϊζά>· πρῶτα. πρωί
<πρωΐη>· ὀρθρινή
[<πρωϊνής>· ἐπ' ὄψιν, ἐπὶ πρόσωπον]
<πρώϊον>· κατ' ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ

τοῦ πρώην

[<πρώκεα>· δῶρα]
<πρῶκες>· σταγόνες, ψεκάδες, σταλαγμοί
<πρωκτὸς λουτροῦ περιγίνῃ>· παροιμία, ὅταν τις μὴ δύνηται ἀπο-

νίψασθαι, ἀλλ' ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω- φελῶν καὶ εἰκῆ πραττομένων

<πρωλυθίαι>· παρειμένοι, παραλελυμένοι
<πρωλύθιον>· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα
<πρών[ίας>]· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν
<πρώονας>· ὀρῶν ἐξοχάς
<πρώονες>· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη
<πρῷρα>· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω-

πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα

<πρῳράσαντες>· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς

εἰρεσίας

<πρωραχθῆ>· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ

τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι- κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. <Πρῷρα> δὲ τὸ πρός- ωπον

<πρωρεῖ>· κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται
<πρ[ώς]ῶσι(ν)>· προ[ς]ώθησιν
<πρῶτα>· ἅπαξ πρότερον
*<προτέλειαι>· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα-

λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή

*<πρώτῃσι θύρῃσιν>· ἐπ' ἄκρου τοῦ οὐδοῦ. ἐπ' ἄκραις ταῖς θύ-

ραις

<πρωτερική>· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται
<πρώτιστον>· πρότερον
<πρωτόαλος>· πρωτόπλους
<πρωτόβαθρον>· τὸν προεδρ[ε]ίας ἀξιωθέντα
<πρωτογόνων>· πρώτων φανέντων
<πρωτόγονος>· νέος
<πρωτογυναῖκες>· οἱ μίαν ἠγμένοι γυναῖκα
<πρωτόλεια>· ἀπάργματα
<πρωτόλειον>· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν
<πρωτώλη>· πρώτη. ἢ πτερόν
<πρωτολήδεσθαι>· τὸ πρῶτον ἀποπειρᾶσθαι
<πρωτόμφαλον>· τὸ τῆς ἀσπίδος μέσον
<πρῶτον ὑπηνήτην>· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος
<πρωτοπαγεῖς>· οἱ πρῶτον πεπηγμένοι <δίφροι>, καινοί
<πρωτοπραξία>· τὸ πρῶτον εἰσπραττόμενον
<πρωτοστάτης>· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος
<πρωτοτόκος>· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς
<πρωτοτύπως>· ὁ ἀκολούθως. πρωτουργός
<πρώτῳ ῥυμῷ>· τῷ ἄκρῳ τοῦ ῥυμοῦ
<πταίει>· πίπτει, ἁμαρτάνει. σφάλλει
*<πταῖτο>· ἔπτη. ἔδραμεν
<πτάκες ἢ πτάκιδες>· δειλοί, ἐπτηχότες. καὶ <πτακισμός>
<πτακωρεῖν>· πτήσσειν, δεδοικέναι
[<πταλόν>· ἐφ' ᾧ ἡ σταφυλὴ πατεῖται]
<πταμένη>· πετασθεῖσα. διελθοῦσα
<πτάξ>· πτάκις. πτώξ. δειλός
<πτάτο>· ἔπτη. ἔδραμεν
<πταώτην>· κατεπτηχότα
<πτελέα>· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου
<πτελεάδες>· πτελεῶδες
<πτελεόν>· τὸ συλλέγεσθαι
<Πτελεός>· πόλις
<πτερά>· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων
[<πτέρθοις>· τείχεσι. διαστήμασιν]
<Πτερίδες>· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας
<πτέρνα>· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ

τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν

<πτέρνεται>
*<πτέρνης>· τῆς πορείας τοῦ βίου
*<πτερνιεῖ>· παγιδεύ(ς)ει
*<πτερνίζει>· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει
<πτερνίς>· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ-

ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος

*<πτερνισμόν>· ἐπιβουλήν
<πτερνοβάτης>· τῶν ἰατρικῶν τις ἐπιδέσμων
<πτερ[ν]όεντα>· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα
<πτερόεντα>· ὁμοίως
<πτεροῖ>· ἐξαίρει
<πτερόν>· σκηνή
<πτερονόμος>· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ <νέ-

μειν> ἐπιστροφὴν ἄγειν

<πτεροφόροι>· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις

πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές

<πτέρυγες>· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ

κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη

<πτέρυγες>· σκέπαις
<πτερύγια[ι]>· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ

ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα τῶν ἱματίων

<πτερυγίζειν>· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι

τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας <πτερυ- γίζειν> λέγεται

<πτερύγιον>· ἀκρωτήριον, πτέρυξ
<πτερυξαμένη>· διασείσασα
<πτερύσσεται>· τὰ πτερὰ τινάσσει, πέτεται
<πτερ[ε]υγοτύραννος>· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς
<πτέρων>·

ἀλλ' ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας εἶδος ὀρνέου

<πτερῶν ταρσοῦ>· τῶν πτερῶν
<πτερωτοῖς>· πετεινοῖς
<πτερωτός>· ἀναπτερωθείς.
<πτηνός>· ὁ ἱπτάμενος
<πτῆξαι>· δειλιᾶσαι
<πτήξαντα>· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.
<πτῆξεν>· εἰς φόβον ἤγαγεν
<πτῆναι>· ταχέως ἐνεχθῆναι
<πτήσσων>· ὑποπίπτων. κρυβόμενος
<πτῆται>· ταχέως πέτεται
<πτίλα>· πτερὰ ἁπαλά
<πτίλος>· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς
<πτίσαι>· κόψαι
*<πτίσει>· κόψει
<πτισάνη>· κυκεών
<πτίσατε>· ἀποδερματίσατε
<πτόησις>· δειλία
<πτοία>· πτυρμός. φόβος
<πτοίαν ἢ πτοῖον>· [θόρυβος, ἢ ταραχή
<πτοιώμενον>· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο-

δίσια

<πτολέμοιο>· πολέμου
<πτολίεθρον>· πόλιν καὶ πόλις
<πτόλις>· ναῦγος. ἢ πόλις
*<πτολεμίξομεν>· πολεμίσωμεν
*<πτολίεσσι>· πόλεσι
*<πτόρθος>· κλάδος, βλαστός
<πτολίπορθος>· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν
<πτόρθος>· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός
[<πτόριμον>· ταχύ. φρόνιμον
<πτορισμός>· φροντισμός]
<πτύγμα>· κόλπωμα. δίπλωμα
<πτύελον>· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα
<πτυκτίον>· [πτυκτίον] βιβλίον
<πτυκτόν>· πτυσσόμενον. ἢ καμπτόμενον
<πτύξ>· ἡ πτυχή, ἡ πλέξ(ις)
<πτύξις>· δίπλωσις. κάμψις
<πτύον>· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ

ἀχύρου

<πτυόφιν>· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον
[<πτύοχλον>· ὑπόδημα ἀνδρεῖον]
<πτύρεται>· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει
<πτυρμός>· φρίκη. καὶ τὰ ὅμοια
<πτύσσει>· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ
<πτυσσοίμεθα>· κολακεύοιμεν
<πτυχαί>· στο(λ)αί. περιβολαί
<πτύχες>· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες
<πτῳΐδες>· Νύμφαι
<πτωκὰς κύπειρος>· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι
<πτῶκες>· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί
<πτώματα>· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις
<πτώξ>· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν
<πτώς(ς)ει>· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε
*<πτωσκαζέμεν[αι]>· κρύπτεσθαι. περικάμπτειν
<πτώσσοντες>· δειλιῶντες
<πτωτόν>· τὸ πίπτον
<πτωχεύειν>· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει-

νοῦσθαι

<πύαλος>· ἡ ἀσάμινθος. ἢ λάρναξ
<πυάνιον>· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ-

νην ἐν γλυκεῖ

<πύανοι>· κύαμοι. καὶ πᾶν ὄσπριον
<πυανόψια>· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν-

ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι πύανα

<πῦαρ>· πυτία
<πυγαῖα>· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ

τὸ ἱερὸν ὀστοῦν

[<Πυγανίῃσι>· πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν

ἀνθρώπων]

<πύγαργος>· εἶδος ἀετοῦ
<πυγή>· τὸ κάθισμα
<Πυγμαῖοι>· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν,

οἷον πηχυαῖον

<Πυγμαίων>· ὁ Ἄδωνις παρὰ Κυπρίοις
<πύ[γ]ματος>· ἔσχατος, ὕστατος
<πυγμή>· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους
<πυγόνος>· τοῦ πήχεος. ἔστι δὲ ἡ <πυγὼ(ν)> ἀπὸ ὠλεκράνου ἄχρι τοῦ

μικροῦ δακτύλου

<πυγόριζαι>· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν
<πυγός>· ὁ πῆχυς
<πυγοσκελίς>· ζῶόν τι. καὶ ὁ βραχύς
<πυγούσιον>· πηχυαῖον
<πυγών>· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω

τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή

<πυδαρίζειν>· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ' ἀποπηδᾶν. χαλεπαίνειν
<πυέλιον>· πύελος χαλκῆ
<πυελίς>· σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ-

φος ἐν δακτυλίῳ

<πύελος>· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή
<πυήρ>· ἀναπεπλησμένον
<Πύθ[ε]ια>· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική
*<πυθέσθαι>· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι
*<πύθεται>· σήπεται. φθίνει. βρέχεται
<Πύθιον>· [τὸ ὕδωρ.] Θουκυδίδης
<Πυθίων ἀνακτόρων>· ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ-

λωνος

<πυθμέν[α] ἐλαίης>· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν
<πυθμένες>· βάσεις αἱ κατὰ τῶν δένδρων
<πυθμήν>· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή,

ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω- μετρικοῖς

<Πυθοῖ>· ἐν Πυθῶνι
<πύθοιτο>· σαπείη
<πυθόληπτος>· ὑπὸ τοῦ Πυθικοῦ ....
<πύθομαι>· ἀκούω
<πυθόμενος>· ἀκούσας. ἐρωτήσας. μαθών
<πυθομένων>· σηπομένων. τὸ γὰρ <πύος> αἷμά ἐστι κατὰ μεταβολήν
<πύθου>· ἐρώτησον
<πύθοντο>· ἤκουον. ἔμαθον
<πυθοῦ Χελιδόνος>· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ

γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο- λόγου ἢ τερατοσκόπου

<Πυθώ>· πόλις Φωκίδος
<Πυθώδ' ὁδός>· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων
<Πύθων>· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος
<πύθων>· δαιμόνιον μαντικόν
<πύϊον>· τὸ γάλα
<πύκα>· ἐπιμελῶς·

πύκα δ' ἔτρεφε καί· πύκα ποητοῖο τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί· πυκινὸν λέχος τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι

<πύκαζε>· κάλυπτε. στεφάνου. πύκνου
<πυκάζουσι>· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάς-

σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι

<πύκα ποιητοῖο>· ἐπιμελῶς κατεσκευασμένου
<πυκασάντων>· καλυψάντων
<πυκασμός>· δασύτης γεννήματος
<πύκ' ἐβάλλετο>· πυκνῶς ἐβάλλετο
<πυκιμήδεος>· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι
<πυκ(ι)νήν>· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ
<πυκινοῖσι>· συνεχέσι. καὶ τὰ ὅμοια
*<πυκινὸν δ[ὲ]' ἄχ[θ]ος>· πυκνὴ λύπη
<πυκινόν>· συνετόν. συνεχῆ. (<πυκινὸν) λέχος>· διὰ τὸ ἐκ πολλῶν

ἱματίων τὰ στρώματα συντίθεσθαι

<πυκινόφρων>· πολύφρων, σώφρων
<πυκνά>· συχνά. συνετά. πολλά
<πυκνὰ[ι] πτερά>· ......
.......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων
<πυκναίοις>· πολλοῖς
<πυκνὰ ῥωγαλέην>· πυκνὰς ῥαγάδας ἔχουσαν
<πυκνῶς>· συνεχῶς, συχνῶς
<πύκτας>· γρόνθους. ἀγωνιστάς
<πύκτης>· πολέμιος. ἀνένδοτος
<πύλα>· πύλαι
<πυλαγόροι>· οἱ προεστῶτες τῆς πυλαίας. <πυλαία> δέ ἐστι ἡ εἰς Πύ-

λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων

<πύλαι>· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ

ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ τὰς ὁδοὺς <πύλας> λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε <πύλην> ἑνικῶς λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει· θυράων ὑψηλάων

<πυλαιαστάς>· τοὺς ψεύστας. Ῥόδιοι
<πυλαιΐδεες>· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι
<πυλαίμα[ρ]χος>· πολέμαρχος. [καὶ ὄνομα κύριον
*<πύλαι οὐρανοῦ>· τὰ νέφη
<πύλαρα>· τὰ στελέχη
<πυλάρταο>· τῇ πύλῃ προσηρτημένου
<πυλάρταο κρατεροῖο>· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ-

μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ

<πυλάτιδες ἀγοραί>· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο-

μένην Πυλαίαν ἐν τῇ πανηγύρει

<πυλαυρός>· πυλωρός
<πυλαωρούς>· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας
*<Πύλος>· πόλις
*<πύλη>· θύρα
<πυλεῶν(α)>· στέφανον
*<πυλευρόν>· πυλωρόν
<πυληγόροι>· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί
<Πυλήνη>· πόλις Αἰτωλίας
<πύλιγγες>· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι
<πυλλεῖ>· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ
<πύλῳ>· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου
<πυλωλάκτας>· κακῶν μεστούς
<πυλών>· στέφανος
<πυλωρός>· ὁ πυθμὴν τῆς κοιλίας
<πυμάτοις>· ἐσχάτοις
<πύματον>· ἔσχατον, τελευταῖον
<πύνδαξ>· πυθμήν
<πυνθάνομαι>· ἀκούω
<πυνθανόμην>· ἤκουον
<πυν[ν]ιάζειν>· περαίνειν [ὡς ἀῤῥαίνειν]
*<πυνικούς>· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς
<Πύννα>· ἡ Ἥρα
<πυ[ν]νός>· ὁ πρωκτός
*<πύννους>· κυάμους ἑφθούς
<πύξ>· πυγμή. γρόνθος
<πυξί[δ]α>· δίπτυχα
<πύξινον>· χρῶμά τι ἱματίου
*<πύξ>· ἱμαντωμένην κλίνην
<πυόν>· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον
<πυππάζουσι>· φωνῇ ποιᾷ χρῶνται
<πύππαξ>· τὸ νῦν βόμβαξ λεγόμενον <πύππαξ> ἔλεγον, ὡς Λυκόφρων

ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ <βόμβαξ> τίθεται καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ γέλωτος, τὸ δὲ <πύππαξ> οὐχί

<πῦρ>· πυρετός
<πυράγρα>· καρκίνος
<πυράγρη ἢ πυράγρα>· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος
<πυραί>· πυρκαϊαί
[<πύραινος>· (ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ

φέρεται καὶ τὸ πῦρ, οὕτω]

*<πυῤῥάκης>· ξανθός
<πυρακτῶν>· ἐμπυρεύων
<πυραμίδες>· πυρ(αμ)οειδεῖς λαμπάδες
(*)<πυραμοῦντα>· τὴν πυραμίδα
<πυραμίδες>· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα
<Πύραμος>· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι
<πυραμοῦς>· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα-

δεδευμένων

<πυρὰ μυῖα>· ἡ μέλισσα
<Πύρασος>· πόλις
<πύραυνον>· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν

τι. οἱ δὲ τὴν θέρμαυστριν

<πυργηδόν>· κατὰ τάξιν τείχους
*<πυράγηρα>· τὰ θωράκια
<πυργήρης>· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· <πυργείαν>

<(ς)κοπήν>

<πυργηρούμεθα>· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι.

γράφεται δὲ <πυργιούμεθα>

<πυργηροῦμεν>· φυλάττομεν τὰ τείχη
<πυργηρούμενον>· τὰ τείχη φυλάττον
<πυργίον>· μέρος τριήρους
<Πυργῖται>· οἱ Κρῆτες
<πυργῖτις>· βοτάνη
*<πυργοβάρεις>· οἱ προμαχῶνες
<πύργος>· προμαχεών. τεῖχος·

ἀλλ' ἐπὶ πύργον ἔβη καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν· ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών καὶ πολεμιστήριον ὄργανον

<πυργοῦται>· ὑψοῦται
<πυργοῦχος>· μέρος τι τῆς νεώς
<πύργων ἔρυον>· ἐπὶ τοὺς πύργους εἷλκον
<πύργωσις>· μέρος τι τῆς νεώς
<πύρδαλον>· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ-

λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ <πύρδανον>

<πύρδανα>· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός
<πυρέας>· πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς <πυρεύς>

εὐθείας

<πυρεῖον>· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν
<πυρένεσι>· ἅρμασι
<πῦρ ἐπὶ πῦρ>· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ <κακὸν> ἐπὶ

κακῷ>

<πυρετός>· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει
<πυρῆνες>· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ
<πυριατόν>· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος
<πυριαττός>· συνετός
*<πυρινίζειν>
<πυριβρεμέτας· ὁ χαλινός>· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ

διὰ πυρὸς βρέμοντος γεγονώς

<πυρίεφθα>· τὸ πρῶτον γάλα[τος]
<πυριηκέα>· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ

ἄκρον ἔχον(τα) [ἔχουσαν]

<πυρίκαυστος>· πεπυρωμένος
<πυρὶ κηλέῳ>· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ
<πυρικρόταφος>· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος
<πυρίμαχος>· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος <πυ-

ρίμαχος>

[<πυρίον>· τὸ σα(θ)ρόν. ἢ θυμιατήριον]
<πυρισμαράγοις>· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν
<πυρῖτις>· λίθος, ἀφ' οὗ πῦρ τίκτεται
<Πυριφλεγέθων>· ποταμὸς ἐν ᾅδου
<πυρκαϊά>· ἐμπυρισμός
<πυρκόοι>· ὑπὸ Δελφῶν ἱερεῖς δι' ἐμπύρων μαντευόμενοι
<πύρνα>· τρύφη. κλάσματα. σιτία
*<πυρίη>· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ-

βάνουσαι

<πύρνηται>· ἐσθίηται
<πύρνοι>· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος,

ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα· ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι

<πύρνος>· ψωμός
<πυροδαύσιον>· μαγειρεῖον
<πυρόεντι>· θερμῷ
<πυροί>· πύρινοι κεκινημένοι
*<πυρὸς αὐγή>· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ

πυρός

*<πυρὸς δηΐοιο>· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ
*<πυρός>· σῖτος
*<πυρὸς μειλισσέμεν>· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι

θάπτειν

*<πυρὸς μένος>· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις
*<πυρὸς ἄνθος>· τὸ λαμπρότατον
*<πυρὸς δέμας>· ὀξέως καὶ ἰσχυρῶς
<πυρολαμπίς>· ζῶον πτηνόν, ἐν σκότει λάμπον
<πυροφόροιο>· σιτοφόρου
<πυρπαλάμης· πυρπαλάμους> ἔλεγον τοὺς διὰ τάχους τι μηχα-

νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος

<πυρπολεῖ>· ἅπτει, καίει, πυρσεύει
<πυρπολέοντας>· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο-

μένους

<πυρπολούμενος>· ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ

πῦρ

<πυρπερέγχει>· Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος,

ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει

<Πυῤῥαία>· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα-

λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας. δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων

<Πυῤῥαίη>· Θέτιδος ἐπώνυμον
<πυῤῥαλίς>· ὄρνις ποιός
<Πύῤῥακος>· ἥρως κατ' Ἐρυσίχθον(α) γεγονώς
<Πυῤῥιάδαι>· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ

Ἠπειρώτου

<πυῤῥίας>· τῶν ὄφεών τις ἀπὸ χρώματος
<πυῤῥίχα>· χλαμύς, ἢ πελτάριον
<πυῤῥίχας>· τὰς ἐνόπλους ὀρχήσεις
<πυῤῥιχίζειν>· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον <πυῤῥίχην> ἔλε-

γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ- ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ <πυῤῥίχιος ποὺς> ὠνομάσθη

<Πύῤῥων[ος]>· κύριον ὄνομα, ἢ κυνός
<πυρσαῖς γένυσι(ν)>· ταῖς ξανθαῖς θριξί
<Πυρσανίδες>· οὕτω Νύμφαι καλοῦνται
<πυρσεύει>· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ
<πυρσοί>· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία
<πυρσοκόρσου λέοντος>· πυῤῥοκεφάλου, ξανθοτρίχου
<πυρσολεῖφοι ἢ πυρσόλειφθοι>· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ

πεφλ..σμένοι

<πυρσός>· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα
<πυρσοφόρος>· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα.

ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ- των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον

<πυρσῷ>· πυρί
<πυρφόρος>· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ
<πυρώλοφοι>· ἱμάντες οἱ παρ' ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι
<πύρωσις>· δοκιμασία
<πυσάνια>· πανσπερμία ἑφθή
<πύσει>· σήψει
<πύσμα>· ἐρώτησις. πεῦσις
<πύσσαχος>· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε-

νον (ὃ) κωλύει θηλάζειν

<πύστις>· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ
<πυτά>· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια
<πυτία>· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται
*<πίτυλος>· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ

καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν

<πυτίνη πλεκτή, λάγυνος>· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ

πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ- κος ὁ τὸν τυρὸν πηγνύων

<πῶ>· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς
<πώγων>· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς <φλογός>
<πώεα>· βοσκήματα, ποίμνια. πληθυντικῶς
<πωλεῖται>· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ'

ἡμᾶς πωλεῖσθαι <περνᾶσθαι> λέγουσι

<πωλέσκετο>· ἀνεστρέφετο. εὑρίσκετο
<πωλεύειν>· παιδεύειν πώλους
<πωλεύμενοι>· συνιόντες
<πωλής[ς]εαι>· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις
<πωληταί>· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις
<πωλία>· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ-

πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν

<πωλικοῖς διώγμασι>· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι
<πωλοδαμ(ν)εῖν>· πῶλον δαμάζειν
<πωλοδάμνης>· πώλους δαμάζων
<πῶλος>· ἑταίρα. <πώλους> γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. <πώλους>

τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους

<πωλούμενοι>· συνερχόμενοι
[<πωλοεῖσθε>· ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν]
<πῶμα>· ἔκπωμα
<πώμαλα>· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά-

λιν οὐδαμῶς

<πῶ μοι>· ποῦ μοι. οἷον ποῦ γάρ
<πῶννα>· γραφίον. [λύπη]
<πῶπαι>· φοραί. Δωριεῖς
[<πωπολία>· ἡ ἀναφορὰ τοῦ <πυρός>]
<πωρεῖν>· κηδεύειν, πενθεῖν
<πωρῆσαι>· λυπῆσαι. καὶ τὰ ὅμοια
<πωρητύς>· ταλαιπωρία, πένθος
<πώρινον>· λίθινον. ὁ δὲ <πῶ(ρο)ς> οὐ πᾶς λίθος
<πῶρος>· ὁ ταλαίπωρος
<πώρωσις>· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν

πώρως καὶ ἀναισθησία

<πῶς>· πός. ὑπὸ Δωριέων
[<πωσαχῶς>· ποσαπλῶς]
*<πῶς τ' ἄρ'>· πῶς δέ
*<πῶς τ' ἄρτοι>· πῶς δή σοι
*<πῶς κεν ἔοι>· πῶς ἂν γένοιτο
[<πωτᾶσθαι>· πέτασθαι]
[<πωτώμεναι>· διατρίβουσαι. διακινοῦσαι]
*<πωτῶνται>· πέτωνται
*<πῶϋ>· ποίμνιον, ἢ ποίμνη
<πῶϋξ>· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων