Γλώσσαι/Ε

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση
5ος αιώνας μ.Χ.|Ησύχιος}}
<<ε>>· δασυνόμενον μὲν καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου

προσώπου πτώσεως αἰτιατικῆς αὐτόν (Α 236), ὀρθοτονού- μενον δὲ πάλιν τρίτον δηλοῖ ἑαυτόν

<ἑ>· δασέως ὀρθοτονούμενον [ἑαυτὸν .... ἢ αὐτὴν ἢ αὐτό S
<εα>· ψιλούμενον καὶ παροξυνόμενον· ἤμην ἢ ὑπῆρχον, δασυνό-

μενον δὲ καὶ ὀξυνόμενον τὰ [ἀγαθὰ καὶ ἴδια, καὶ τὰ ἑαυτοῦ S δηλοῖ

*<ἔα>· ἄφες. vg ἢ ἦν s, ἢ ὑπῆρχον (Δ 321) Ss
*[<ἐαγῇ>· κλασθῇ κατεαγῇ, θραυσθῇ nps, συντριβῇ]
<ἐάγη>· κατεάγη. καὶ τὰ αὐτά (Λ 559)
<ἔαδεν>· ἤρεσεν S. ἔδοξεν. [ἦρεν. ἀφεῖλεν] (Hdt. 4, 201, 2 ..)
<ἔα δή>· ἄγε δή (Ar. Thesm. 659) Sp
<ἑαδότα>· ἀρέσκοντα [ἀγαθά] (Ι 173. σ 422) Sr
<ἑαδόσιν>· ἀρέσκουσιν, θέλουσιν S
*<ἑαῖς>· ἰδίαις vgnp
<ἔακεν>· ἀλγεῖ sr
*<ἐακότες>· ἀλγοῦντες S(p)
<ἐακώς>· κακῶς ἔχων, παρειμένος, ἀναπεπαυμένος. [ἀλγῶν r
<ἐαλείς>· συσταλείς. συστραφείς (Φ 571)
*<ἐάλη>· συνήχθη. ἐστάλη S συνεστράφη (Ν 408) Sbs r
†<ἐαλόν>· [λυπηρόν] λυτήριον S
†<ἐαλός>· τεθραυσμένος
*<ἑάλω>· ἐκρατήθη rSs ἠλέγχθη (Dem. 19, 215 ..) S(p)
*<ἑαλωκότων>· ληφθέντων (Dem. 23, 30 ..) vgS
<ἑάλωσαν>· *ἐλήφθησαν (Dem. 7, 38) vgS ἡττήθησαν. ἀπέπε-

σαν

<ἐᾶν>· ἀφιέναι (Ο 347)
<ἑανηφόρος [ἡ] ἠώς>· παρὰ Ἀντιμάχῳ (frg. 117 Wyss) r
*<ἑανόν>· λαμπρὸν ἱμάτιον γυναικεῖον (Γ 419) (vg). εὐδιάχυτον

(Σ 613) (AS)

<ἑανός>· πᾶν λαμπρὸν ἱμάτιον, καὶ ἔνδυμα γυναικεῖον, ὃ καὶ

πέπλον λέγει Ὅμηρος· εἴρηται δὲ παρὰ τὸ ἕννυσθαι. <Ἑανοῦ> δὲ <κασσιτέροιο> (Σ 613) τοῦ εὐδιαχύτου. <Ἑανῷ> δὲ <λιτί> (Σ 352) [περιβολῇ λιτῷ ἢ] λεπτῷ ὑφάσματι, ἢ λινῷ περιβο- λαίῳ

<ἕαται>· κάθηνται (Γ 134)
[<ἔαντο>· ἦσαν]
<ἑανῷ>· εὐώδει, ἢ λεπτῷ ἱματίῳ (Γ 419)
<ἑανῶν>· [ἀγαθῶν, καλῶν S ἢ] ἱματίων λεπτῶν
<ἔαξεν>· ἔκλασε vgAS, συνέτριψεν (Η 270)
<ἔαρ>· αἷμα. r. p Κύπριοι
<ἔαρ>· ὁ μετὰ χειμῶνα τριμηνιαῖος καιρός r
<ἐαρδάλη>· ἐπλησίασεν
<ἐαρίδας>· τὰς κανθαρίδας
<ἐάριον>· τὸ ῥόδον r
<ἑαρόν>· λουτῆρα, ἢ πρόχουν
*<ἐάρτερα>· ἐαρινά. λεπτά. ἁπαλά Avg. πυκνά. [χρόνια A
<ἐάρτερος>· τοῦ ἔαρος, ἢ ἐαρινοῦ ..
<ἐάσαντες>· καταλείψαντες (Thuc. 1, 67, 5 ..) b
<ἔασι>· πέλουσιν, εἰσί, τυγχάνουσιν (Γ 168 ..)
†<ἐᾶσαι>· κοιμηθῆναι
†<ἔασαν>· ηὐλίσθησαν
<ἔασθεν>· ἐχάρησαν
*<ἔασεν>· ἤφιεν (Δ 226) ASvg
†<ἐασφόρος>· ἑωσφόρος r
*<ἕαται>· καθέζονται ASvg ἧνται (Γ 134)
[<<ε>αυτή>· ἐκλάσθη]
*<ἑαυτούς>· ἀλλήλους (p) Σ
<ἐάφθη>· ἐκάμφθη. *ἐβλάβη (Ξ 419) AS
*<ἐάων>· ἀγαθῶν. (Ω 528) gn [τῶν ἑαυτῶν]
<ἔβα>· ἐπῆλθε (Eur. Rhes. 710), καὶ ἦλθεν (Rhes. 555 ..)
†<ἐβαδίαστον>· μελανόβροχον
<ἔβαζεν>· ἔλεγε (S) καὶ ἐκακολόγει (Eur. Rhes. 719)
<ἐβάθη>· ἐγεννήθη
<ἐβάζομεν>· ἐλέγομεν (γ 127)
*<ἐβάμβαινεν>· ἔτρεμεν. ἐδίσταζεν AS
<ἐβάμωσεν>· ἡττήθη
<ἔβαλλεν>· ἔῤῥαινεν
<ἔβαν>· ἐπορεύθησαν, ἐβάδισαν (Α 391)
<ἔβαξας>· ἐλοιδόρησας
*<ἐβαρυθύμησεν>· ἐλυπήθη (Num. 16,15) Ab (vgSN)
*<ἐβαρυώπησαν>· ἐβαρήθησαν, ἀσθενεῖς ἐγένοντο οἱ ὀφθαλμοί

(Gen. 48,10) AS

<ἔβας>· ἐπορεύθης (Eur. Phoen. 295 ..) ASn
<ἔβασκεν>· ἐπορεύετο
<ἔβασον>· ἔασον. Συρακούσιοι <καὶ Λάκωνες>
*<ἐβεβήλωσεν>· ἐμίανεν (g), ἐμόλυνεν, [ἀκάθαρτον ἐποίησεν

(Malach. 2,11) b

*<ἑβδομάτῃ>· ἑβδόμῃ (Η 248) r. ASvg
*<ἐβδελύχθην>· ἐμίσησα. προσέκοψα
*<ἐβεβήκει>· ἐπεπόρευτο (Ζ 495) Sb
<ἐβεβρύχει>· ἐπήχει πως (μ 242)
†<ἐβέβλις>· θήκη ἀργυρίου. καὶ κίστη
<ἐβδηλάμην>· ἀπήμελξα. <Βδάλλειν> γὰρ τὸ ἀμέλγειν· ὅθεν ἡ

<βδέλλα> τὸ ζῶον, διὰ τὸ ἀμέλγειν τὸ αἷμα

<ἑβδομευόμενα>· <δεκάτην> ἢ ἑβδόμην ἡμέραν ἀπὸ γενέσεως

παιδίου ἑορτάζουσιν (Lys. frg. 46 Sauppe)

<ἕβδομον ἡμιτάλαντον>· τὰ ἓξ ἥμισυ τάλαντα (Hdt. 1,50,3)
<ἕβδομος βοῦς>· εἶδος <πέμματος κέρατα ἔχοντος>
<ἔβη>· ἦλθεν, ἀπῆλθεν, [ἐπορεύθη (Β 47) r. ASP
<ἐβῆνοι>· ἀλωπεκίδες
<ἔβησεν>· ἐπέβη
<ἐβήτην>· ἔβησαν. δυϊκῶς (Ζ 40)
*<ἐβιήσατο>· ἐβιάσατο (Λ 558) S
<ἐβιάσατο>· ἀπεστέρησεν
<ἐβιώσαο>· ἔσωσας. τὸ ζῆν περιεποίησας, ἢ ἔδωκας (θ 468 v. l.)
<ἐβίωσα>· ἔζησα. διῆξα
<ἐβλάστησεν>· ἐξέφυ (Num. 17,23)
<ἐβλιμάσθη>· ἐμαλάχθη (Hippocr. epid. 5,1, V 204,4 L.)
<ἔβλιττεν>· ἀπεπίαζεν
<ἔβλυεν>· ἀνεφύσα, ἀνέζει μετὰ ποιοῦ ψόφου
†<ἐβλόν>· ἀπόπληκτον
*<ἔβλω>· [ἔδακε. διέσπασεν p]. ἐφάνη. ᾤχετο, ἔστη A
<ἐβόα>· ἐκάλει
<ἐβόλοντο>· ἐβούλοντο, ἐβουλεύσαντο (α 234 v. l.)
<ἐβόρισεν>· ἐσίτισεν
*[<ἐβραμένον>· εἱμαρμένον] AS
<ἔβραπτεν>· ἔκρυπτεν. ἐλάφυξεν
<ἔβρασεν>· ἀπέπτυσεν. ἐξέχεεν (c. 1, 1, 14, 4)
†<ἐβρατάγησεν>· ἐψόφησεν
<ἔβραψεν>· ἔκρυψεν. ἔπιεν. κατέφαγεν
*<ἔβραχεν>· ἤχησεν. ἐβόησεν. [ἐβόησεν] ἐψόφησεν (Ε 859) AS
<ἔβρεμον>· ἐφώνουν
<ἔβρισεν>· ἐβάρησεν r
*<ἔβριξαν>· ἐκοιμήθησαν AS vgp
<Ἕβερ>· Ἑβραῖος. καὶ ὁ [Ἑβραῖος] περάτης (Gen. 10,24)
<ἔβρισαν>· ὥρμησαν S. ἐβάρυναν. [ἐπορεύθησαν] [ἐπέθεντο

(Μ 346) S

<ἔβρος>· τράγος βάτης. καὶ *[ποταμὸς Θρᾴκης Sp
<ἐβρύαζεν>· ηὐωχεῖτο
*<ἐβρυάζοντο>· εὐφραίνοντο AS v
<ἔβρυεν>· ἐπλήθυεν. ἤνθει.
†<ἐβρύσθη>· ἔπεσεν
<ἔβρυχεν>· ἐψόφησεν, ἤχησεν n. r
<ἐβρωμήσατο>· βρώσεως ἐδεήθη· <βρωμήσασθαι> γὰρ τὸ βρώ-

σεως καὶ βρώμης δεηθῆναι

*<ἔβρω>· ἔφαγεν. ἔδακεν. διέσπασεν A
<ἐβύλλων>· ἔβρυον. ἐπλήθυον
<ἐβύνουν>· τὰ αὐτά (Ar. Pac. 645)
*<ἔβωσεν>· ἐκάλεσεν. ἔκραξεν (Hippon. frg. 1 Bgk?) AS p
<Ἐβώθ>· πόλις Μωαβιτῶν, ἣ καὶ Ὠβώθ (Num. 33,43)
†<>εγάν>· ἐγένετο
<ἐγάνυσαν>· ἐκόσμησαν. χαρῆναι ἐποίησαν
*<ἐγαργάλιζον>· ἐκίνουν. ὑπεσήμαινον. προετρέποντο AS vgp
<ἔγγαλον>· πρόβατον γάλα ἔχον
<ἐγγαμῶν>· ὁ τὴν οἰκίαν κεκτημένος ἐνγυητήν
<ἐγγανᾶται>· διέφθαρται
<ἐγγαστριμάχαιραν>· τὴν ἐν τῇ γαστρὶ κατατέμνουσαν (Hip-

pon. frg. 85 Bgk)

<ἐγγαστρίμυθος>· τοῦτόν τινες ἐγγαστρίμαντιν, οἱ δὲ στερνό-

μαντιν (Soph. frg. 56) λέγουσι. Φησὶ δὲ περὶ τοῦ τρόπου τῆς μαντείας καὶ Πλάτων ἐν τῷ Σοφιστῇ (252 c). τοῦτον ἡμεῖς Πύθωνα νῦν καλοῦμεν

*†<ἔγγαυρον>· *νοτερόν. ὑγρόν. ἄωρον. πρόσφατον. ἐκλελυμένον.

AS. ἔνικμον

<ἔγγαυσον>· ἔνσκαμβον
<ἐγγέακλος>· νεωκόρος
<ἐγγεγάασιν>· εἰσί. γεγάασιν (Ζ 493)
<ἐγγεγαῶτα>· γεγεννημένα
<ἐγγεγωνώς>· βοήσας
<ἐγγελῶσα>· καταγελῶσα (Soph. El. 807)
*<ἐγγενής>· ἐντὸς τοῦ γένους (Eur. Rhes. 404) AS
*<ἔγγεον>· ἰοῦγον AS
<ἐγγείνωνται>· ἐγγεννήσωσιν (Τ 26)
†<ἐγγήναλοι>· ὑπογράμματοι
†<Ἐγγῆρυς>· ἡ γῆ, παρὰ Ἀττικοῖς
<ἐγγλαυκῶσαι>· ἐμβλέψαι
<ἐγγλύσσει>· ἐγγλυκάζει (Hdt. 2, 92, 3)
<ἐγχλοιούμενα>· ἔνωχρα. ἄχροα (Hippocr. Prorrhet. 1,131,

V 556,7 L.)

<ἐγκονεῖν>· ἐνεργεῖν. σπεύδειν
<ἔγγεια>· τὰ ἐν τῇ γῇ r
*<ἔγγιον>· ἐγγύτερον AS vgn. r
[<ἐγγυῶνται>· γεννῶσιν]
<ἔγγονα>· τὰ τέκνα r τῶν τέκνων
*<ἔγγονος>· υἱὸς υἱοῦ ASps
<ἐγγοργῶν>· φοβερῶς βλέψας
<ἐγοργώψατο>· γοργὸν καὶ φοβερὸν ἔβλεψεν
<ἐγγρισμός>· παροξυσμός r
<ἐγγριμᾶσθαι>· ἐναγίσαι τοῖς τετελευτηκόσιν
<ἐγγυάζων>· ἀντιφωνῶν
<ἐγγύαι>· αἱ ἀναδοχαί
<ἐγγυαλίξαι>· ἐγχειρίσαι (Α 353), [δοῦναι εἰς χεῖρας· ἐπειδὴ τὰ

κοῖλα γύαλα λέγεται. ὁ δὲ λαμβάνων τὴν κύλικα, τῇ χειρὶ <κοίλῃ> ταύτην λαμβάνει. καλοῦνται δὲ <γυῖα> αἱ χεῖρες S

*<ἐγγυαλίζω>· παρέχω. (AS) χαρίζομαι AS
<ἐγγύαν>· ὀψωνίαν. Λάκωνες
<ἐγγύδιον>· ἔγγιον, πλησίον. προσῆκον
<ἐγγύη>· γάμου ἀπογραφή. καὶ σημεῖον ἐν θυτικῇ
*<ἐγγύθεν>· ἐγγύς (Ε 72) AS
<ἐγγυιώσεται>· συμπλακήσεται. ἐναγκαλισθήσεται
*<ἔγγυος>· ἀνάδοχος (Hebr. 7,22) ASn
<ἔγγυον>· ἐγγυητήν. ἢ *[ἀσφαλές ASn
[<ἐγγύτητα>· "ἀκούσας δὲ ὡς ὁμοῦ εἶεν οἱ πολέμιοι"]
*<ἐγγυῶ>· ἐκδίδωμι AS vgb
*<ἐγεγήθει>· ἔχαιρεν AS vg
*<ἐγεγώνεεν>· ἐσήμαινεν S
*<ἐγείνατο>· ἐγέννησεν (Ο 526) AS. r
<ἐγερεῖ>· ἀναστήσει
*†<ἔγγαλαι>· χαλινοί Ah
<ἐγέλωτοι>· ἀστέρες
<ἔγεντο>· ἔλαβεν. (Σ 476) ἐγένετο
*<ἐγείρεο>· ἐγέρθητι. ἀνάστηθι
<ἐγερτί>· γρηγόρως (Eur. Rhes. 524)
<ἐγείλησαν>· συνήλασαν
<ἐγέλλιζε>· τὰ ἑτέρων ἑτέροις ἐδίδου
<>έγηρε γάρ>· ἐφθόνησεν (Ψ 865)
<ἐγήρα>· ἐγήρασεν (Η 148)
<ἐγείναο>· ἐγέννησας (Ε 880)
*[ἐγήγαρτος]. <ἐπίχαρτος>· ἐπιχαρής (Prov. 11,3) ASp
<ἐγκαθελεῖν>· καταβαλεῖν
<ἐγκαθειργμένος>· ἐγκατακεκλεισμένος r
*<ἐγκάθετος>· δόλιος <κατάσκοπος> (Plat. Axioch. 368e) AS vg p. r
*<ἐγκαθειργνύντες>· ἀποκλείοντες AS n
<ἐγκακοῦμεν>· ἀψυχοῦμεν
<ἐγκαλεῖν>· αἰτιᾶσθαι. προκαλεῖσθαι (Dem. 18,76 ..)
*<ἐγκαλινδούμενος>· ἐγκυλιόμενος AS. r
<ἐγκαλινδεῖται>· ἐναναστρέφεται. ἐνδιατρίβει
<ἐγκαλοσκελής>· οἱ μὴ ἀποδιδόντες τὰ χρέα ἐν κάλοις ἐδες-

μεύοντο τοὺς πόδας

<ἐγκαλύπτεσθαι>· διατρέπεσθαι, αἰσχύνεσθαι
*<ἐγκαλύπτεται>· συγκρύπτεται ASw
<ἐγκάναξον>· ἔγχεε. ἔκπιε (Ar. Eq. 105)
<ἐγκανθίς>· σὰρξ ἐν ὀφθαλμῷ αὐξηθεῖσα τὸ πάθος ποιεῖ
<ἐγκαρπῆ>· ἐπικαρπία
<ἐγκαπύει>· ἐμπνεῖ
<ἐγ καρὸς αἴσῃ>· ἐγ κηρὸς μοίρᾳ, ἐν θανασίμῳ μοίρᾳ (Ι 378) S
†<ἐγκαρπασθέντας>· ἐγκριθέντας. ἐντυχόντας
*<ἐγκάρσιον>· πλάγιον AS vg(n)
<ἔγκαρτα>· τοὺς κεκουρευμένους πυρούς· ἀλλὰ καὶ <ἔγκαρπα>

Φρύνιχος Δαναΐσιν (frg. 4 N.)

*<ἔγκασιν>· ἐντέροις AS, σπλάγχνοις (Λ 438)
<ἐγκαταθεμένω>· ἐγκαταθέμενοι. δυϊκῶς
*<ἐγκαταλέξει>· ἐναριθμήσει
†<ἐγκατάνα>· κατὰ γνώμην, κατὰ νοῦν
*<ἐγκατειλεγμένος>· ἐγκαταλεγόμενος (AS)
*<ἐγκατειλημμένη>· ληφθεῖσα, κεκρατημένη (AS)
*<ἐγκατέσκηψαν>· ἐφώρμησαν (Philo vit. cont. 2) AS vg
<ἐγκατέχεεν>· ἐνέχεεν
<ἐγκατιλλῶψαι>· ἐγκαταμυκτηρίσαι (Aesch. Eum. 113)
<ἔγκαφος>· <ὅσον> ἐγκάψαι, [ἐλάχιστον (Eupol. frg. 330 K.) p
<ἐγκεραύλης>· ὁ τοῖς Φρυγίοις αὐλῶν. ἔχει γὰρ ὁ ἀριστερὸς

προσκείμενον κέρας

<ἐγκεραυλῆσαι>· τὸ αὐτό· προσκειμένου γὰρ κέρατος τῷ αὐλῷ

ᾖδον. ὅθεν καὶ ὁ <ἐγκεραύλης>

*<ἔγκειται>. ἐπίκειται (Dem. 18, 199) AS vg
<ἐγκείσθω>· τεθείσθω
<ἐγκεκλάρωται>· ἐγκαταλέγει
<ἐγκέκλιται>· ἐπήρεισται (Ζ 78)
<ἐγκέκλιται>· ἔγκειται, ἐπήρεισται (Ζ 78)
<ἐγκεκοισυρωμένη>· διὰ Κοισύραν, τὴν Μεγακλέους μητέρα τοῦ

Ἀλκμαιονίδου [ἔστι δὲ ἐνειλημένη καὶ <κεκορδυλημένη> καὶ ἐγκεκαλυμμένη (Ar. Nub. 10) καὶ] σεμνυνομένην τῷ γένει (Ar. Nub. 48)

<ἐγκεκόμβωται>· ἐνείληται (Epich. frg. 7 K.) AS
<Ἐγκέλαδος>· ἡ Ἀθηνᾶ. *ἢ ὄρος AS [ἢ εὔηχος]
<ἐγκέντροις>· κέντροις [ὅμοιον καὶ μύωπες. ἐγκεντρίοις] <οἷς> οἱ

ἵπποι κεντρίζονται· <ὅμοιον καὶ μύωπες>

*<ἐγκεντρωθέντες>· ἀσφαλισθέντες AS (vg)
<ἐγκέφαλος φθειρίασις>· νόσος προβάτων
<ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμε>· ἐξεφύσησε τῷ ποτισμῷ

τοῦ αἵματος (Ρ 297)

<ἐγκεχοιριλωμένην>· λεπράν (Com. adesp.)
<ἐγκεχρημένοι>· σπονδὰς ἔχοντες (Hdt. 7, 145,1 cod.)
<ἐγκέχρικεν>· ἐγκεκέντρικεν
<ἔγκηροι>· θνητοί r
<ἐγκίκρα>· ἐγκίρνα (Sophr. frg. 48 K.)
<ἐγκιλικίζεται>· κακοηθεύεται. κακοποιεῖ. p διεβέβληντο γὰρ ἐπὶ

πονηρίᾳ οἱ Κίλικες. <Λέγεται καὶ ὁ <Κιλίκιος ὄλεθρος>>

<ἐγκιλικίστρια>· περιαγνίστρια
<ἐγκίλλαφον>· οὐρά
<ἔγκιλλον>· οὐράν [λέγεται καὶ ὁ Κιλίκιος ὄλεθρος]
[<ἐγκίς>· εἰς χρῶτα κεκάρθαι]
<ἐγκισσεύεται>· ἐμφύεται. πλέκεται (Hippocr. nat. oss. 14, IX

186,21 L.)

*<ἐγκισσήσωσιν>· ἐπιθυμήσωσιν (Gen. 30, 39) AS vg
<ἐγκλεφές>· ἐπιθυμητικόν
<ἐγκλεπίς>· ἐπιθυμία
<ἐγκλησίφωνος>· ἐρεθιστής. διεφθαρμένος
<ἔγκλημα>· πταῖσμα. r μέμψις. (Eur. Or. 766)
<ἔγκληρον>· *ἐπίκληρον AS. πλούσιον, A ἐνούσιον
*<ἔγκλητον>· τὴν <ἐπὶ> σύνοδον παραίτησιν AS vg
<ἐγκοακίσαι>· ἐγχέαι λάθρα
[<ἔγκυος>· ἐγγαστρωμένη γυνή]
<ἐγκολεήσατο>· εἰς τὸν κολεὸν κατέθετο τὸ ξίφος
*<ἐγκομβωθείς>· δεθείς AS
*<ἔγκομμα>· πρόσκομμα AS
*<ἐγκονέοντες>· σπεύδοντες (vgn). ἐνεργοῦντες. ἐπειγόμενοι (Greg.

Naz. c. 2, 1, 13, 192)

<ἐγκόνως>· ταχέως, ἐσπευσμένως
*<ἐγκοπήν>· ἔνεδρον. ἐμπόδιον (1. Cor. 9,12) AS
*<ἔγκοποι>· δυσχερεῖς (Eccles. 1,8) AS
<ἔγκοπρος>· ἡ μὴ δεομένη κόπρου χώρα
*<ἐγκόπτει>· ἀνακόπτει (Act. ap. 24,4) AS
<ἐγκορδυλῆσαι>· ἐνειλῆσαι (Ar. Nub. 10)
<ἐγκοσμεῖτε>· ἐν τάξει τίθετε (ο 218)
(*)<ἐγκοσμογενεῖς>· τοὺς ἅμα τῷ κόσμῳ ἐγκριθέντας (Synes.

h. 2, 224?)

*<ἐγκότημα>· ὀργή. Sn s. r μανία (Ier. 31, 39)
*<ἐγκότως>· ὀργίλως (Phil. Flacc. 15) AS (vgn) r
<ἐγκουράδες>· τὰ ἐν τῷ προσώπῳ στίγματα, καὶ οἱ ἐν ταῖς ὀροφαῖς

γραφικοὶ προνωπίων πίνακες. ἔστι γὰρ <κουρὰς> ἡ ὀροφή, καὶ ὁ γραπτὸς πίναξ, †ἐγκούρας δὲ ὁ †γεγραμμένος. Αἰσχύλος Μυρμιδόσιν (frg. 142) εἰ μὴ ἄρα ἰσοδυναμεῖ, ὡς <κοτῶ> καὶ <ἐνεκότουν> παρὰ Σοφοκλεῖ (frg. 940).

<ἐγκράτεια>· ἄσκησις r
<ἐγκραγγάνειν>· ἐμβοᾶν p
<ἐγκρασίχολοι>· εἶδος ἰχθύων
<ἐγκρατῆσαι>· καρτερῆσαι
*<ἐγκρατῶς>· καρτερικῶς. AS vgn ὑποτακτικῶς
†<ἐγκρί>· κοίλῳ καὶ κενῷ
<ἐγκρίδες>· πέμμα ἐλαίῳ ἑψόμενον καὶ μελιτούμενον. ἔνιοι δὲ

<ταγηνίας> (Epich. fr. 52 K. Stesich. frg. 2 Bgk).

<ἐγκρικαδία>· συναφὴ χειρῶν εἰς τοὐπίσω
<ἐγκρίκια>· ξύλα κεκαμμένα
*<ἐγκρίς>· γλύκασμα ἐξ ἐλαίου ὑδαρές (Exod. 16,31) AS nvg
*<ἔγκριτος>· ἐκλελεγμένος. AS vg ἐξειλεγμένος
<ἔγκριτοι>· τὸ αὐτό
<ἐγκρυφίας>· ἄρτου εἶδος, *ὁ ἐν σποδῷ γενόμενος, AS vg τῷ

μὴ εἶναι κλίβανον (Gen. 18,6. Hos. 7,8) S

<ἔγκρυπτος>· πέμματος εἶδος
<ἐγκρυψαμένω>· ἐγκρυψάμενοι. δυϊκῶς
*<ἐγκυτί>· εἰς χρῶτα κεκάρθαι (Callim. frg. 281 Pf.) AS
[<ἔγκυα>· ἔγκυον]
<ἔγκυος>· γυνὴ <ἐγγαστρωμένη> r
<ἐγκυδές>· ἔνδοξον
<ἔγκυκλα>· τὰ ἐγκυκλούμενα τῷ βίῳ, καὶ συνήθη
*<ἐγκυκλήσω>· ἐγκαλύψω AS
<ἐγκύκλια μαθήματα>· τὰ ἔξω
*<ἐγκύκλιον>· τὸ πανταχοῦ κυκλοῦν S ἢ Ζεὺς παρ' Ἀθηναίοις
<ἐγκύμονα>· ἔγκυα
<ἐγκυσίχωλος>· ἄνωθεν ἀπὸ τοῦ κυσοῦ χωλός (Com. ad. frg. 6

Dem.)

<ἔγκυτον>· ἔγκατον. Λάκωνες
*<ἐγκωμιάζει>· ἐπαινεῖ, καλῶς ἐξαίρει τῷ λόγῳ AS (vg)
*<ἐγκώμιον>· ἔνδημον· κῶμαι γὰρ τὰ τοῦ δήμου συστήματα

(Hes. op. 344) AS n

[<ἐγκωπή>· ἐμπόδιον]
[<ἔγλασας>· ὑπέμεινας]
<ἔγλαψεν>· ἐσκάλευσεν
<ἐγλιξάμην>· ἐπεθύμησα, ἀπὸ τοῦ γλίχεσθαι (Pl. Com. frg. 241)
<ἐγγλωττογάστορες>· οἱ ἀπὸ τοῦ λέγειν βιοτεύοντες n (p)
<ἔγμα>· ὀχύρωμα. στῦλος
<ἐκμαγεῖον>· ἐκτύπωμα
<ἐκμάγματα>· τύποι
[<ἔγμεν>· ἔχειν]
<ἐγνάμφθη>· ἐκάμφθη. ἐκλάσθη (Γ 348)
<ἔγναψεν>· ἔπεισεν. ἔκαμψεν (Β 14 ..) r
<ἐγνυπτωμένον>· ταλαίπωρον. κατηφές
<ἐγνυπτώθη>· τρυφᾷ. καὶ τὸ ἐναντίον
*....· ἔγνω δ' ὡς σὺν θεῷ ... (Π 119)
<ἔγνω>· ὡμίλησεν ἀνὴρ πρὸς γυναῖκα (Men. frg. 382 Koerte)
<ἐγνωσιμάχησεν>· ἑαυτοῦ κατέγνω, μὴ δυναμένου μάχεσθαι

πρὸς τοὺς ἀντιπάλους

<ἐγοργωπίασκεν>· ἀτενὲς ἔβλεπεν
<ἐγρεμάχας>· ἐγερσιμάχας
<ἔγρεο>· ἀνίστασο (Κ 159)
*<ἔγρετο>· ἐγείρετο (Β 41 ..) AS
<ἐγρήγορεν>· ἀγρυπνεῖ
<ἐγρήγορθε>· γρηγορεῖτε (Η 371)
<ἐγρήγορος>· εὐγρήγορος
*<ἔγρηνται>· ᾕρηνται A
†<ἐγρήσασα>· μαθοῦσα
<ἐγρήσσοντες>· ἐγρηγορότες (Λ 551) S p
<ἐγρήσσων>· ἐγρηγορώς. φυσῶν. ἀγρυπνῶν
†<ἐγρῆτα>· παρακαταβολὴν ἢ δίκης, ἢ κρίσεως
<ἐγροάς>· στόμα ἢ πόρου ...
[<ἐγρόμενοι>· συλλεγόμενοι]
[<ἐγρυπνεῖ>· ἀγρυπνεῖ]
<>εγύμνασμαι>· ἐγυμνήτευσα
<ἐγύρωσε>· περιετείχισε πάντοθεν (Sirac. 43, 12)
<ἔγχαλις>· νέον ἄκρατον
[<ἐγχίδιον>· ἔγγιον]
<ἔγχελυς>· διὰ τοῦ <υ>, εἶδος ἰχθύος
<ἐγχανεῖν>· καταχασμᾶσθαι [Λάκωνες]
<ἐγχαλίδες>· διαπεπαρμένοι ἥλοις. <Λάκωνες>
<ἐγχάσκειν>· καταγελᾶν (Ar. Vesp. 721?)
<ἔγχεα>· δόρατα (Γ 135)
<ἔγχεϊ>· δόρατι (Β 389)
<ἐγχείας>· δόρατα, λόγχας (Γ 345)
†<ἐγχεῖδαι>· τηρηταὶ δανείων
<ἐγχείῃ>· δόρατι (Β 530)
<ἐγχείῃσι>· δόρασιν (Β 818)
*<ἐγχειρίας>· [ἀδείας. ἢ] ἐπιχειρήματα AS (r)
*<ἐγχειρίδιον>· ξιφίδιον μικρόν s ἢ τμητικὸν ὄργανον (Exod.

20,25) AS vg

<ἐγχειρίδια>· σκεύη, καὶ ὄργανα σκευῶν. ἤγουν δόρατα. καὶ τὰ

ἐν χειρί .....

<ἐγχειρίζω>· <εἰς χεῖρας δίδωμι> r
<ἐγχείρισις>· <ἡ εἰς χεῖρας παράδοσις> r
<ἐγχείρημα>· τόλμημα. ἐπιτήδευμα r
<ἐγχειροῦντας>· τολμῶντας
<ἐγχειρογάστορες>· οἱ ἀπὸ τῶν χειρῶν γαστριζόμενοι καὶ τῇ

γαστρὶ πορίζοντες· λέγονται δὲ καὶ <γαστρόχειρες>

<Ἔγχειος>· Ἀφροδίτη. Κύπριοι
<ἔγχεον>· ἄπαρξαι θεοῖς (Ar. Equ. 118?)
<ἐγχεσίμαργος>· ἔγχει μαινόμενος
<ἐγχεσίμωροι>· περὶ τὰ δόρατα μεμορημένοι, τουτέστιν πεπονη-

μένοι (Η 134)

*<ἐγχεσίμωρος>· πολεμικός AS vg r
<ἐγχέσπαλοι>· οἱ τὰ δόρατα πάλλοντες ... *πολεμισταί (Β 131) A
[<ἐγχεσίπαλος>· πάλλοντος]
<ἔγχεσιν ἀμφιγύοις>· γύον, ποῦς· ἐξ ἑκατέρου δὲ μέρους κατε-

πήσσετο τὰ δόρατα (Ν 147)

<ἐγχέσπαλος>· πολεμικός. δορύπαλος (Ο 605)
<ἔγχηλος>· ἐπίδεσμος ἰατρικός
<ἐγχημώμενοι>· ἐγχάσκοντες
<ἐγχήροντι δύη>· ἐπιχαίρουσιν <λύπῃ> (Corinna)
<ἐγχλίαμα>· μύρου ὄνομα
<ἐγχλίει>· ἐντρυφᾷ
<ἐγχλοᾶσθαι>· ἐμφῦναι
†<ἐγχόδια>· ἀθρόα
<ἔγχος>· ἐγχειρίδιον. *[δόρυ (Ζ 319) Σ
<ἔγχουσα>· ῥίζα τις, <ᾗ τὰς> παρειὰς ἐρυθραίνουσιν αἱ γυναῖκες

(Ar. Lys. 48)

<ἔγχουτον>· στεάτινον. Λάκωνες
<ἔγχος>· λόγχη. ἀπὸ τοῦ ἐν τῇ χειρὶ εἶναι
<ἔγχος ἔχ' ἑνδεκάπηχυ>· τὸ πλῆρες <ἑνδεκάπηχυ>· (Θ 494)

ὅθεν ἐκ δύο συμβεβλημένον δυοκαιεικοσίπηχυ (Ο 678)

<ἐγχρίει>· τύπτει. ἐγκεντρίζει (Plat. Phaedr. 251 d)
*<ἐγχρίπτων>· προσπελάζων AS vg
*<ἐγχριπτᾶται>· ἐγγίζει, ἐμπίπτει AS r
*<ἐγχριμφθείς>· ἐμπελασθείς, <ἐγγὺς> γενόμενος (Η 272) AS
<ἐγχριμφθῆναι>· ἐνερεισθῆναι. προσπελασθῆναι
<ἐγχριμφθήτω>· ἐμπελασθήτω (Ψ 338) (S)
*<ἐγχρίμψαι>· πλησιάσαι. ψαῦσαι AS ἐγγίσαι
*<ἐγ χρῶ>· εἰς χρῶτα hw
<ἔγχρονος>· πρόσκαιρος r
<ἐγχρώσας>· χρίσας
<ἐγχύματα>· πλακούντων εἶδος
<ἐγχυτριεῖς>· ἀποκτενεῖς· μετενήνεκται δὲ ἀπὸ τῶν ἐν ταῖς

χύτραις ἐκτιθεμένων παίδων (Ar. Vesp. 289)

<ἐγχυτρίζειν>· ἐκτιθέναι βρέφος ἐν χύτρᾳ
<ἐγχώριον>· †τόκος. δάνειον
<Ἐγχώ>· ἡ Σεμέλη r οὕτως ἐκαλεῖτο (Com. adesp.)
<ἐγὼ δέ κε>· ἐγὼ δὲ ἄν (Α 137)
<ἐγὼ δὲ μέν>· ἐγὼ δὲ ναί
*†<ἐγώγυον>· ἀρχαῖον np <καὶ <ὠγύγιον>> p
*<ἐγῷμαι>· ἐγὼ οἶμαι, νομίζω AS vg
<ἐγών>· αὐτὸς [ἐγώ (Α 76 ..) b
<ἐγώνη>· ἐγώ. Λάκωνες
<ἐγώ σου ὀναίμην>· ἐγώ σου ἀπολαύσω (ep. Philem. 20)
<ἔδαες>· ἔδειξας. ἔμαθες
[<ἐδάην>· ἔμαθεν]
<ἐδάην>· *ἔμαθον. ASn ἔγνων, συνῆκα, ἐνόησα (Γ 208)
<ἐδάης>· ἔμαθες (Greg. Naz. ep. 10,1)
<ἔδαιε>· ἔκαιε (Ι 211) S
<ἐδαΐζετο>· κατεκόπτετο. [ἐμερίζετο (Ι 8) S
<ἐδαίνυντο>· ἤσθιον rS εὐωχοῦντο
*†<ἐδάαια>· ἐρημία, <σπάνις> Ap
<ἐδάϊζε>· κατέκοψεν (Φ 147)
*<ἔδαισεν>· εὐώχησεν (Eur. Or. 15) AS vg n
<ἐδακτύλιζον>· ἐδακτυλοδείκτουν
†<ἐδαλάχθη>· ἐδήχθη. [ἀπώλετο]
*<ἐδάμη>· ἐδαμάσθη (Β 860) AS
<ἐδάμνα>· ἐδάμαζεν. AS ὤλλυεν (Ε 391)
<ἐδάμη>· ἐδαμάσθη (Υ 94)
<ἔδαμνον>· ἐδάμαζον
<ἐδανά>· ἐδώδιμα, βρώσιμα <Αἰσχύλος> (Ag. 1408)
<ἐδανοῖς>· βρωσίμοις [Αἰσχύλος]
<ἐδάνη>· εἶδος ἀμπέλου
<ἐδανόν>· εὐῶδες. ἡδύ. λιτόν (Ξ 172)
*<ἔδαπτον>· ἤσθιον AS
<ἔδαπτεν>· ὁμοίως
<ἔδαρ>· βρῶμα
<ἔδαρθεν>· ἐκοιμήθη
<ἐδάσθη>· ἐμερίσθη. ἀπεκρίθη
*<ἐδάσαντο>· ἐμερίσαντο (Ε 208) AS
<ἔδαυσεν>· ἐκοιμήθη
*<ἐδάφισαν>· κατέβαλαν (Ezech. 31,12 ..) AS
*<ἐδαφιοῦσι>· προσκρούσουσι τῇ γῇ (Nah. 3,10) ASg
<ἐδαφίσθησαν>· εἰς ἔδαφος ἀνῃρέθησαν
*<ἔδαφος>· γῆ. [ἢ ἔλαφος] AS vg. r
<ἔδαψεν>· διέκοψεν. r διῆλθεν (Ε 858)
<ἐδέγμην>· ἐδεξάμην, b προσεδεχόμην (ι 513)
*<ἐδεδίειν>· ἐφοβούμην (Hyperid. 2,6) AS (bp)
<ἐδέατρος>· προγεύστης βασιλέως. ἐπιμελητὴς δείπνου (p)
<ἐδεδίει>· ἐδεδοίκει. ἢ ἐξεκέκαυτο
†<ἐδέτμα>· ἐδείκνυον
*<ἐδέδμητο>· ᾠκοδομήθη (Ν 683) AS vg p
<ἐδεδίσκετο>· ἐξεφοβήθη (Ar. Lys. 564)
<ἔδεαι>· ἐσθίεις (Ω 129)
<ἐδαΐζετο>· ἐπολεμεῖτο n
<ἐδέησέ μου>· χρείαν μου ἔσχεν
<ἔδει>· ἐχρῆν, ἔπρεπεν r
*<ἔδει>· ἤσθιεν, [ἢ ἐσθίει (Ο 636) Sb
*<ἐδειγμάτισεν>· ἐδημοσίευσεν (ep. Col. 2,15) AS
<ἐδείδιμεν>· ἐφοβούμεθα (Ζ 99)
<ἐδεικανόωντο>· ἠσπάζοντο (Ο 86)
<ἐδηλόμαν>· ἐβουλόμην
*<ἔδειμαν>· ᾠκοδόμησαν, ASb ἔκτισαν (Η 436)
<ἔδειμεν>· ὁμοίως
<ἔδειν>· ἐσθίειν· παρὰ τοὺς ὀδόντας
*<ἐδείναζον>· δεινῶς ἔφερον (2. Maccab. 4,35) AS vg
<ἐδεινολογέετο>· δεινοὺς λόγους ἔλεγεν (Hdt. 1,44,1 ..)
<ἔδεισεν>· ἐφοβήθη (Α 33) s
*<ἔδειραν>· ἐξέδειραν bΣ ἐξεδερμάτισαν (Α 459)
*<ἐδεῖτο>· ἔχρῃζε, χρείαν εἶχεν, AS ἐδέετο
<ἐδελώνη>· ἄνθος
<ἐδέμ>· τρυφὴ <ἑρμηνεύεται> p
*<ἐδέννασεν>· ἐχλεύασεν, ὕβρισεν (Eur. Rhes. 925) AS(b)
<ἐδεξιοῦτο>· ἐξεναγώγησεν
<ἕδος>· Θεσσαλικὸς θρόνος (Hippocr. art. 7 IV 92,10 L)
*[<ἐδεοῖν>· ἱερεῖς] Av
<ἔδεσθον>· ἔφαγον
*<ἕδεσιν>· ἱεροῖς ASvg
<ἔδεσμα>· βρῶμα r
*<ἐδέσματα>· φάγια. ASvg βρώματα
<ἐδεσμευσάσθην>· ἐδέσμευσαν. δυϊκῶς
<Ἐδεσσαῖος Ἡρακλῆς>· ὁ ἐν Ἐδέσσῃ r
*<ἐδεστήν>· βρωτήν ASb
<ἐδεστός>· βρώσει ὑποπίπτων καὶ τροφῇ
*<ἔδεται>· ἐσθίει gn
<ἐδεύεο>· ἔλιπες (Ρ 142)
<ἐδεύησεν>· ἐνδεὴς ἐγένετο. ἐνέλιπεν. †ἤγγισεν
*<ἐδεύετο>· ἐκορέννυτο. ἐπαύετο. ηὐφραίνετο. ἐβρέχετο. ASvg

ἐνδεὴς ἦν b, ἔχρησεν (Α 468) S

*<ἑδέων>· οἰκιῶν. καθεδρῶν (Α 534) AS
*<ἕδη>· καθέδραι. τὰ ἱερά. ἢ τὰ ἐδάφη AS
*<ἐδηδών>· φαγέδαινα AS
<ἐδηδώς>· καταβεβρωκώς r
<ἔδηεν>· εὗρεν
*<ἐδηλήσατο>· ἔβλαψεν, [διέφθειρεν (Greg. Naz. c. 2, 1, 1, 69?)

ASvg

*†<ἐδηλώσαντο>· ἠκολούθησαν AS
<ἐδημηγόρησεν>· τῷ πλήθει εἶπεν, ἐλάλησεν (Dem. 19,18 ..)
<ἐδηλήσω>· ἐκακοποίησας, ἔβλαψας
<ἔδησεν>· ἐνέδησεν (Ξ 73)
<ἐδήτυεν>· διεῖλεν, διῄρει
<ἐδητύος>· βρώσεως AS, τροφῆς. ἀπὸ τοῦ ἔδειν (Α 469) r
*<ἐδητύς>· τροφή, βρῶσις (Greg. Naz. c. 2, 1, 1, 345) ps. r
<ἐδῄωσαν>· ἐπολέμησαν (Thuc. 1, 114,2) ps
<ἐδίηνεν>· ἔβρεχεν S ἐμόλυνεν (Χ 495)
*†<ἐδίδον>· κατέμαθον A
<ἐδίζησα ἐμεωυτόν>· ἐζήτησα ἐμαυτόν (Heraclit. frg. 101) AS
[<ἐδεήδιεν>· ἔβρεξεν]
<ἐδίηνεν>· ἔβρεχεν (Χ 495)
<ἐδικραιώθη>· ἴσως ἐμερίσθη (Hippocr.)
*<ἐδικανόωντο>· ἐδεξιοῦντο (Ο 86) AS
<ἔδικεν>· ἔβαλεν, ἔῤῥιψεν
†<ἐδίκοντο>· ἐπορεύοντο
*<ἐδίνευον>· ὠρχοῦντο (δ 19) ASvg
<ἐδινοῦντο>· περιεστρέφοντο
<ἐδινήθη>· περιηνέχθη
[<ἔδινον>· ὠρχοῦντο]
*<ἐδίωσεν>· ἐξέωσεν AS. r
<ἔδμεναι>· ἐσθίειν (Ε 203)
<ἕδνα>· φερνή, τὰ ὑπὸ τῶν μνηστήρων ταῖς μνηστευομέναις διδό-

μενα. (Χ 472) Sr <Μείλια> δὲ τὰ ὑπὸ τῶν γονέων ταῖς γαμου- μέναις (Ι 147)

<ἑδνὰς ἐδητύς>· ἡ ἀπὸ τῶν ἕδνων r
<ἑδνεύειν>· ἐνεχυράζειν
*<ἕδνιος χιτών>· ὃν πρῶτον ἡ νύμφη τῷ νυμφίῳ δίδωσιν AS. (r)
<ἐδνοπάλιζεν>· ἀνῄρει. (Δ 472) ἀνέτρεπεν. ἐφόνευεν. ἐσκύλευεν.

ἐκακοποίει. ἐτίνασσεν. εἷλκεν

<ἑδνωτήν>· ἐγγαμιστὴν νυμφίῳ
<ἐδόκαζεν>· ἀπεδέχετο
<ἐδομήθησαν>· ᾠκοδομήθησαν
<ἔδον>· ἔδοσαν (Hes. Theog. 30)
*<ἔδονται>· φάγωσιν (Δ 237) vgb
*<ἔδονται τὰς σάρκας>· τὰ μέλη φάγονται (Ierem. 19,9) AS
<ἔδοξεν>· ἐνομίσθη
<ἑδοξοεῖ>· ἀγαλματοποιεῖ
<ἐδοξώθη>· ἐδοξάσθη (Hdt. 8, 124, 1)
†<ἐδοργύπευσεν>· ἔσφαξεν. ἢ ἐπέρανεν
<ἐδόρπησαν>· ἐδείπνησαν· <δόρπον γὰρ> τὸ δεῖπνον
<ἕδος>· *ἔδαφος (Δ 406) S. γῆ. [ἱερόν vg. ἄγαλμα. θρόνος. [λόγος.

φρόντισμα, ὤρα.] ἢ βάσις. βρέτας. βάθρον. τέμενος. ἀσφάλισμα.

  • [ἕδρασμα (Ε 360). καθέδρα (Ι 194) AS
*<ἐδούπησαν>· ἐψόφησαν (Xen. Anab. 1, 8, 18) ASvgn
<ἔδουσιν>· ἐσθίουσιν (Ζ 142) Σ b
<ἕδρα>· *βάσις. καθέδρα Σa ἢ συνέδρα. καὶ κατοχή
<ἔδραθεν>· κατεκοιμήθη (υ 143)
[ἕδραι] <ἕδραι βουλῆς>, αἳ ἐγίνοντο κατὰ πενταήμερον
*<ἑδραῖοι>· σταθηροί, ἀσάλευτοι (1. Cor. 15,58) ASvg
<ἑδραῖον>· βάσιμον. στερεόν (Plat. Tim. 64b?)
*<ἔδρακεν>· εἶδεν AS
[<ἐδράκις>· ὀλιγάκις]
<ἔδρακον>· εἶδον (Eur. Or. 1456 ..)
*<ἐδραματουργήθη>· ἐπράχθη ASvg
<ἕδρανον>· δίφρον, καθέδραν
*<ἕδρασεν>· ἐκάθισεν. Σa ἐκόσμησεν
†<ἐδράσσατο>· †βοιήσσωνας ἦγεν
<ἐδρασάτην>· ἔδρασαν. δυϊκῶς
*<ἑδρασθῆναι>· παγῆναι. AS καὶ τὰ ὅμοια (Prov. 8,25)
*<ἑδρασμένη>· βεβαιωθεῖσα (Sirac. 22,17) AS
*<ἐδρέψατο>· ἐθέρισεν AS
<ἕδρῃ> [προσεδρείᾳ καὶ] προεδρίᾳ (Θ 162) b
†<ἐδρίσο>· κάθησο
<ἑδριᾶσθαι>· καθέζεσθαι (Λ 645)
[<ἑδριᾶσθαι>· καθῆσθαι]
<ἑδρίας>· ἀεὶ πνέων
<ἕδρια>· συνέδρια
<ἑδρήεσσα>· βεβαία (Greg. Naz. c. 2,1, 13, 150) r (T)
*<ἑδριόωντο>· ἐκαθέζοντο (Κ 198) ASnps
<ἕδρις>· ἑδραῖος
*<ἔδρων>· ἔπραττον. ἐπετέλουν ASvg
<ἐδρύμαξεν>· ἔθραυσεν. ἔσφαξεν
<ἐδρύπτοντο>· κατεσπαράσσοντο (Xen. Cyr. inst. 3,1, 13)
<ἐδρύψατο>· κατημύξατο
*<ἔδυ>· ὑπεισῆλθε S, κατῆλθε, [κατέδυ (Γ 36) g (AS)
*<ἐδεύετο>· ἐνδεὴς ἦν (Δ 48) AS
<ἔδυν>· ἔδυσαν, κατῆλθον (Λ 263)
<ἔδυσεν>· ἐνεδύσατο
<ἐδεύησεν>· ἤγγισεν. ἐνδεὴς ἐγένετο (ι 540)
<ἔδυνεν>· ἐδύσατο, ἐνεδύσατο (Θ 43)
<ἐδύσετο>· ἐνεδύετο (Β 578) ASvgn
<ἐδύσοιξα>· ὑπενόησα
<ἐδύτην>· κατῆλθον. ἢ ἀπέθανον (Ζ 19)
<>ε δύων>· ὀψὲ δύνουσα (Υ 232)
[<ἐδωγαθή>· ἡ τροφή]
<ἐδωδή>· τροφή (Θ 504)
<ἐδωδή>· βρῶσις, βρῶμα
<ἐδώδιμος>· τρωκτός. [βρώσιμος S
*<ἐδωδίμων>· τροφῶν, [βρωσίμων <ἐδωδὴ γὰρ ἡ τροφή> AS (vg)
<ἔδωκα πολλά>· παρ' Ὁμήρῳ οὐδεὶς εὐεργετήσας μέμνηται, πλὴν

τῆς Ναυσικάας (θ 462) καὶ αὐτὴ δὲ ὡς ἄκακος παρθένος αὐτὸ ποιεῖ

<ἔδωκεν>· περιεποίησεν (Α 96 ..)
<ἑδώλια>· τὰ τῆς νεὼς <ζυγά>, ἐφ' ὧν οἱ ἐρέσσοντες καθέζονται.

μεταφορικῶς καὶ τὰ τῆς οἰκίας ἕδρια

<ἐδωλιός>· ὀρνέου εἶδος (Callim. frg. 425 Pf.)
<ἐδωλός>· λόχος Λακεδαιμονίων οὕτως ἐκαλεῖτο
*<ἔδων>· ἐσθίων sΣ
[<ἐδωνά>· <ζυγά>. καταζῶμα νεώς] S
<ἑέ>· αὐτόν. [ἑαυτόν. αὐτό S
<ἑὲ δέ>· ἑαυτὸν δέ (Ω 134) S
<ἐείδεσθαι>· δοξάζειν
*<ἐεδνωταί>· πενθεροί. κηδεσταί (Ν 382) S
*<ἐειδόμενος>· ὁμοιούμενος (Greg. Naz. c. 1, 2, 9, 44) A
<ἐεικοσόροιο>· φορτηγοῦ τελείας, εἰκοσακώπου (ι 322)
<ἔειπεν>· εἶπεν (Β 59)
<ἔεικται>· ὡμοίωται
<ἐεικοσάβοιον>· εἴκοσι βοῶν ἄξιον. ἢ εἰκοσαπλοῦν (χ 57)
<ἐεισάμενος>· ὁμοιωθείς (Β 22)
*<ἐεισάσθην>· ὥρμησαν, ἐπῆλθον (Ο 544) S
<ἐείσατο>· ὡμοιώθη (Callim. h. 6, 43)
<ἐΐσκεις>· εἰκάζεις, ἀφωμοίωσαι (δ 148)
<ἐείσω>· ὡμοιώθης
<ἐέλδεσθαι>· ἐπιθυμεῖν
<ἐελδέσθω>· ἐν ἐπιθυμίᾳ ἔστω (Π 494)
*<ἐέλδεται>· ἐπιθυμεῖ (Ν 638) S
<ἐελδομένοισιν>· ἐπιθυμοῦσιν (Η 4)
*<ἐέλδωρ>· ἐπιθύμημα. AS εὐτυχὲς δῶρον. [ἢ βούλημα (Α 41)
<ἐελμένοι>· συγκεκλεισμένοι (S), ἐληλαμένοι (Μ 38)
<ἐέλπετο>· ἤλπιζεν S. ᾤετο (Μ 407)
<ἐελποίμην>· ἐλπίσαιμι <ἂν> (Θ 196) (S)
<ἔνδυνε>· ἐνεδύσατο (Β 42)
<ἐέργει>· κωλύει S. κατέχει (Β 617)
<ἐέργαθεν>· ἐχώρισεν. (Ε 147) [ἢ φανῆναι. ἢ ὁμοιωθῆναι. δόξαι]

ἐκώλυσε. [γνῶναι]

*<ἐέργετο>· συνείχετο S
<ἔεργεν>· εἶργεν. ἐκώλυσεν (Δ 130)
*<ἐεργόμενοι>· κωλυόμενοι (Ν 525) S
<ἐέργων>· κωλύων. χωρίζων. [<ἐεργιεῖς>· κάλλος. <ἐριῶν>·] ἀφο-

ρίζων (Μ 201)

<ἐεργμένα>· ἐγκεκλεισμένα
<ἐεργμέναι>· πεφραγμέναι, ἠσφαλισμέναι (Ε 89)
<ἔερσαι>· δρόσοι. ψεκάδες (Ξ 351) S(r)
<ἐερσήεις>· καλός. δροσώδης. ἡ λέξις ἀπὸ τῶν δεδροσισμένων

ἀνθῶν· ταῦτα γὰρ καλλίονα φαίνεται (Ω 419)

<ἐέρσης>· δρόσου
*<ἔερτο>· ἐκρέμνα (ο 460) (S)
<ἐέσσατο>· ἐνεδύσατο Sr. περιεβάλλετο (Κ 23)
†<ἐέσθην>· ἐμαράνθη
<ἕεστο>· ἠμφίεστο. ἐνεδέδυτο (Μ 464)
*<ἐετῶς>· εὐχερῶς. εὐκινήτως S
†<ἐεχμένη>· συνεχομένη
<ἐώργει>· εἰργάσατο, πεποιήκει (δ 693)
*†<ἐζάνθη>· ἐξηράνθη Svg
<ἐζάλωσεν>· ἐμακάρισεν
<ἐζατωσάμην>· διενοήθην
<ἐζατώθη>· ᾔσθετο
<ἔζελεν>· ἔβαλεν. [ἔλαβεν]
<ἕζεο>· καθέζου (Ζ 354)
*<ἕζεσθαι>· καθέζεσθαι AS
*<Ἐζεκίας>· κράτησις θεοῦ
<ἑζέσθην>· ἐκαθέσθησαν. δυϊκῶς (Η 59)
*<ἕζεται>· καθέζεται ps
*<ἕζετο>· ἐκαθέζετο (Α 246) ASvg
*<ἐζήλωσεν>· ἐφθόνησεν S
*[<ἐζήων>· νέων καὶ ἀκμαίων] S
<ἐζείνα>· ἐπεσβέννυεν
*<ἑζόμενοι>· καθεζόμενοι (Avg)
<ἕζου>· καθέζου, κάθησο
a) <ἐζώγρουν>· ζῶντας συνελάμβανον b) <ἐζωμένοι>· παρόντες.

ἕτοιμοι

<ἐζωμένον>· [τῇ ἰδίᾳ] ἐζωσμένον ζώνῃ
<εῃ>· ὑπάρχῃ. (Κ 225 ..) <τῇ ἰδίᾳ>
*<ἑῆς>· ἰδίας AS vg
<ἕηκεν>· ἐπαφῆκεν, προήκατο (Α 48)
*<ἑήλακεν>· ἐλήφθη Sp
<εην>· ὑπῆρχεν (Β 217). ἢ ἰδίαν (Ι 420)
<ἑῆος>· ἑαυτοῦ. ἀγαθοῦ. νεανίου προσηνοῦς (Α 393) S
<ἑῇσιν>· ταῖς ἑαυτοῦ S
<ἔησον>· ἔασον
<ἐυτής>· ἀγαθότης
<ἔθα>· πάλιν
[<ἔθαγεν>· ἠπάτα]
*<ἐθάδας>· ἐθίμους, [συνήθεις (Clem. Alex. qu. div. salv. 42) Avg
<ἐθάδων>· ἐθίμων
*<ἐθαγενής>· ἐγχώριος, ASvg ἐντόπιος S
<ἔθαλπον>· ἐθέρμαινον
*<ἐθαμβήθη>· ἐξεπλάγη, [ἐθαμβήθη] ASvg
<ἐθάμβησεν>· ἐθαύμασεν, ἐξεπλάγη
<ἐθάμιζεν>· ἐπύκναζεν (θ 451)
<ἐθάς>· εἰθισμένος r
<ἐθάσσατο>· ᾠκήσατο. ἐκάθισεν
*<ἔθεεν>· ἔτρεχεν ASvg. [ὤθει] (Α 483) S
<ἔθει>· φθείρει. ἐρεθίζει. τρέχει (μ 407)
<ἔθειρα>· κόμη τημελουμένη
<ἐθείρῃ>· ἐπιμελείας ἀξιώσῃ (Φ 347) n
<ἐθείρῃσιν>· θριξὶ τῆς ἐπιμελείας ἀξιουμέναις (Θ 42)
<ἔθειν>· ἐξ ἔθους ἔρχεσθαι (Ι 540)
<ἐθειρόμενον>· κοσμούμενον r. ἀγαλλόμενον
*<ἐθέλει>· βούλεται n. ἐπιθυμεῖ
*<ἔθελγεν>· ἠπάτα. vg κατεπόνει (Φ 276)
<ἔθελεν>· ἐδύνατο (Φ 366)
<ἐθελημοί>· πρόθυμοι (Hes. op. 118) (r)
<ἐθελήμως>· προθύμως
*<ἔθελξεν>· εἰς μεταβολὴν ἤγαγεν (κ 318) AS
*<ἐθελοθρησκείαν>· ἐθελοσέβειαν (Col. 2,23) (g)S
<ἐθελοκάκων>· τῶν κακὰ θελόντων
<ἐθελοκωφῶν>· ἐθελόντως κωφεύων (Siracid. 19,27 v. l.)
*<ἐθελοντάς>· τοὺς βουλομένους (AS) (Σ) (Dem. 18,68) ἢ χορη-

γούς

<ἐθελοντῆρας>· ἐθελουσίους, θέλοντας (β 292)
*<ἐθελοντής>· ἑκουσίως, S αὐτοβουλήτως ASvg
<ἐθελοπρόξενος>· ἑκὼν πρόξενος (Thuc. 3,70,3)
*<ἐθελουργός>· ἕτοιμος, Σ ὁ κατὰ θέλησιν ἐργαζόμενος S
*<ἐθελουσίως>· ἑκουσίως, παρὰ τὸ <θέλειν> (Xen. Hier. 11,12)

ASvg

<ἐθέλω>· βούλομαι (Α 116) Ab
*<ἕθεν>· [ἐκάν] αὐτοῦ, αὐτῆς. (Α 114 ..) [ἄνωθεν] S
<ἐθέμωσεν>· ἠνάγκασεν. ἐποίησεν (ι 486)
<ἕθεν>· ἐγκλινόμενον μὲν αὐτοῦ, αὐτῆς, ὀρθοτονούμενον δὲ ἑαυτοῦ

καὶ ἑαυτῆς r

<ἔθεντο>· ἐποίησαν (Β 750)
<ἔθεον>· ἔτρεχον
<ἐθερμάνθη>· †ἐβαπτίσθη
<ἐθερόμην>· ἐθερμαινόμην
*<ἐθέσπισεν>· προεῖπεν S
*<ἔθεσαν>· ἐποίησαν (Α 290) ASpb
<ἔθεται>· [καίεται. σκοτοῖ.] πειρᾶται
*<ἔθετο>· ἐποίησεν (Eur. Or. 842 ..) Sp
†<ἔθη>· ἀγαθά
<ἐθηεύμεθα>· ἐθεωροῦμεν (ι 218) (S)
[<ἔθησαν>· ἐποίησαν]
<ἐθήσατο>· ἐθήλασεν (Ω 58)
<ἐθηήσαντο>· ἐθεάσαντο (θ 17)
*<ἔθηκεν>· ἐποίησεν (Α 2) b(S)
<ἐθήμων>· ἐθῶν. ἢ ἔμπειρος. πρόθυμος. συνήθης
*<ἐθημοσύνη>· συνήθεια Σ p. r
<ἔθησεν>· ἔψισεν. ἐθήλασεν
<ἔθειραι>· τρίχες κεκοσμημέναι (Τ 382)
<ἐθίζει>· ἔθος ποιεῖ [<ἐθίζοντας>·] ...
<ἔθλασεν>· συνέτριψεν, ἔκλασεν (σ 97)
<ἐθλιβόμην>· ἐστενοχωρούμην
<ἐθμή>· ἀτμός, καπνὸς λεπτός, ἀτμή
<ἐθμοί>· πολλοί. ἑσμοί. πλόκαμοι
*<ἐθνῖται>· οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους Σ
<ἔθνεα>· ἔθνη (Β 87 ..)
<ἐθόαζεν>· ἐκαθέζετο
*<ἔθοντες>· ἐθιζόμενοι (Π 260) (ASvgn)
<ἐθοινᾶτο>· ἤσθιεν. εὐωχεῖτο. [ἐτρύφα r
<ἐθόρνυτο>· ὠχεύετο (Clem. Alex. Strom. 5 p. 716 P.?)
*<ἔθορεν>· ἐπήδησεν. ASvg [ἔβη] (Δ 79 ..)
<ἔθος>· συνήθεια
<ἐθόωσα>· ὤξυνα (ι 327) (p)
<ἔθραξεν>· ἐτάραξεν. ἔνυξεν. [συνέτριψεν (Pl. Parm. 130 d ..) sb
*<ἔθραυσεν>· ἔπαισεν (Exod. 15,6) ASPb
<ἔθρεξεν>· ἐπῆλθεν. ἔδραμεν
*<ἐθρήσκευον>· ἑτοίμως ἐσέβοντο (Sap. 11,15) (ASvg)
[<ἔθρια>· εὐδία] b
[<ἔθρισεν>· ἔφριξεν] r
<ἐθρίγκωσεν>· ἐπεγείσωσε· γεῖσος δέ ἐστι τῶν οἰκοδομημάτων ἡ

ἀνωτάτω στεφανίς (Ε 10)

<ἐθρίς>· τομίας. κριός
<ἐθρυλίχθη>· περιεδρύφθη. ἀπεσύρη (Ψ 396)
<ἐθρύπτοντο>· ἐφλυάρουν
<ἔθρωσκεν>· ἥλλετο, [ἐπήδα r
<ἔθρωσσεν>· ἐκινεῖτο
†<ἐθύειν>· ἄγειν
†<ἔθυζεν>· ἔκρουεν
<ἔθυιεν>· ἐνεμαίνετο. ἔτρεχεν
†<ἔθυνεν>· ἐδίωκεν
<ἐθώκατι>· εἰώθασιν
<ἐθώκισε>· κατήρτισεν
<ἐθώμιξεν>· ἐπέδησεν
<ἔθων>· πορθῶν. φθείρων. [ἐθισμός·] εἰθισμένος. τῷ ἤθει ἀγόμενος,
  • [ἢ ἐξ ἔθους παραγινόμενος (Ι 540) Ab
<ἐθώπευσεν>· ἐκολάκευσεν
<εἶ>· πορεύου
<εἶ>· ὑπάρχεις r
<εἰάζων>· εἶα ἐπικελεύων. Εὐριπίδης Χρυσίππῳ (fr. 844)
<εἰαί>· ἄλετοι καὶ ἀλέσματα. τῶν ὀσπρίων τὰ ἀποκαθάρματα

(ε 368)

†<εἰακέν>· ἀσθενεῖν s
<εἱαμεναί>· τόποι κάθυδροι <βοτανώδεις> (Δ 483)
<εἱαμενόν>· νήνεμον. κοῖλον. [βοτανώδη]
<εἱαμενή>· τόπος, ὅπου πόα φύεται ποταμοῦ ἀποβάντος· ἢ

ἕλος παραποτάμιον κάθυδρον. ἢ ἀναβολὴ ποταμοῦ φυτὰ ἔχουσα

<εἶαρ>· αἷμα. r. Avgp ἢ ψυχή r
<εἰαροπότης>· αἱμοπότης r ψυχοπότης
<ἐΐα>· λέγεται δὲ καὶ δισυλλάβως εἶα. Ἐπισκεπτέον δέ, εἰ ταυτόν

ἐστιν <ἤϊα> καὶ <ἐΐα>· ὅταν γὰρ τὸ <η>, γίνεται βρῶμα, ὅταν δὲ τὸ <ε>, οὐ βρώματα, ἀλλ' ἢ χόρτος, καὶ ἡ παράθεσις

<εἱανοῦ>· εὐδιαχύτου <πέπλου> r (Σ 612)
<εἴατο>· ἦσαν (υ 106)
*<εἰαρινῆισιν>· ἐαριναῖς (Θ 307 ..) S
*<εἴασεν>· ἔασεν (Θ 125) S
*<εἴασκεν>· συνεχώρει (Υ 408) Avg. r
<εἵαται>· κάθηνται (Κ 422 ..) (r)
<εἵατο>· ἐκαθέζοντο (Γ 149) (r)
†<εἰαγχοῦν>· βοῶσαν
<εἴβει>· δακρύει. *στάζει Avg. κλαίει. τήκεται (Τ 323)
<εἶβε>· ἔσταζε. καὶ τὰ ὅμοια (δ 153)
*<εἰ γάρ>· εἴθε γάρ (α 255 ..) Avg
<εἴγε>· εἴπερ (ε 206)
*<εἰ δ' ἄγε>· ἄγε δή (Ζ 376) A. [εἰ δ' ἄγε δή]
*<εἰ δ' ἄγε δή>· ἄγε δή (μ 112) Avg
*<εἰ δ' ἄγε νῦν>· ἄγε δὴ ἄρτι (Π 667) vgb
<εἰδαλίς>· ὄρνις ποιός
<εἰδαλίμας>· καλάς, †εὐώψεις. ἐπὶ τοῦ εἴδους εὐμόρφους, εὐπρεπεῖς

(ω 279)

[*<εἰδάλλεται>· φαίνεται s]
[<εἰδαλίζεται>, ἐναλίζεται]
*<εἶδαρ>· βρῶμα, rApsb σιτίον (Ε 379 ..). ὄφελος
[<εἶδας>· εἰς αὔριον]
<εἴδατι>· βρώματι
*<εἰδύλος>· λόγιος Aphb(s)
<εἰ δὲ ἄγε>· ἄγε δή
<εἰδεῖ>· ἐλαύνει. κυλίει. κλείει. κατέχει. ἢ *κάλλει A, ἢ μορφῇ
<>είδειεν>· ἐφοβεῖτο. ἠνιᾶτο
<εἰδήμων>· γνωστικός
<εἰδέναι>· γνῶναι
*<εἰ δέον>· εἰ πρέπον Avp
<εἴδεος>· θάλπους, καύματος
<εἴδεος ἐνδίοιο>· καύματος μεσημβρινοῦ (Callim. frg. 304 Pf.)
<εἴδεος ἧκε σέλας>· μορφῆς ἀφῆκε φῶς (Greg. Naz. c. 1, 1,

22,12)

*<εἴδεται>· φαίνεται vgb, δοκεῖ (Α 228)
*<εἰ δ' ἐτεόν>· εἰ δ' ἀληθές vg
*<εἰ δέ τῳ>· εἰ δέ τινι Σa
<εἰδεχθές>· ἀειδές, αἰσχρὸν τῷ ἰδεῖν, ἤτοι *ἄμορφον (A) b
*<εἰδεχθέστατος>· μυσαρώτατος A, δυσειδέστατος
<εἴδη>· εἶδος. [καῦμα.] χρῶμα. σῶμα. ὄψις, πρόσωπον
<εἰδηθμός>· συστροφή. φυγή
†<εἰδηλήγε>· ἀναμάρτητον
<εἰ δὴ ὁμοῦ>· εἰ δὴ ἅμα (Α 61)
<εἰδημόνως>· ἐπιστημόνως
<εἴδη παντοία>· ἀντὶ τοῦ ὕλη. Αἰολεῖς <καὶ> Ἴωνες <εἴδας> τὰς

ὕλας λέγουσι

<εἴδησις>· γνῶσις (Sir. 42,18) r
<εἰ δή τοι>· εἰ δή σοι. ἐάν σοι (Α 294?)
†<εἴδιον>· νενοτισμένον, ὑγρόν
*<εἰδίω>· ἱδρῶ. ἀγωνιῶ A
<εἴδωλον>· σκιάν (δ 796)
<εἰδομένη>· ἐοικυῖα, ὡμοιωμένη (Β 280) r
*<εἰδομένην>· ὁμοιωθεῖσαν A
<εἰδόμενος>· ἐοικώς, [ὁμοιωθείς (Ε 462) r. vg
<εἰδοποιός>· ἀναμορφωτής
<εἶδος>· καῦμα r σῶμα. χρῶμα
<εἰ δ' οὖν>· εἰ δὲ οὖν
[<εἰδύει>· καθεύδει]
<εἰδυίῃ>· εἰδυίᾳ, ἐπισταμένῃ (Α 365)
<εἰδυίῃσιν>· ἐμπείροις, ἐπιστήμοσι, συνεταῖς, ἐπισταμέναις (Α

608)

<εἰδώ>· φρόνησιν. ὄψιν
<εἴδωλον>· *ὁμοίωμα r. ASvgn, εἰκών, σημεῖον χαρακτηριστικὸν
  • σκιοειδές (Ε 449) ASvgn
*<ειδωμεν>· μάθωμεν. vgb θεασώμεθα
<εἰδώς>· ἔμπειρος, *ἐπιστάμενος Avg γνούς (Α 385, Γ 202) (vg)
<εἴελος>· εἴλιγγος
<εἶεν>· ὑπάρχοιεν (Β 372) *ἦσαν A ἢ ἄγε δή. vg καὶ ταῦτα μὲν

οὕτως rp [ἢ ἐσμέν.] ἢ ἀναφώνησις

[<εἴεσθαι>· ἀκολουθῆσαι. ὁμοιῶσθαι]
*<εἰ ἐτεόν>· <εἰ> ἀληθές (Β 300) AnT
<εἵετο>· ἐπεθύμει. ὥρμα (Θ 301)
*†<εἴεο>· ἐκπολεμιστοῦ νεανίσκου †ἀναφώνησις A
*<εἵζει>· καθέζεται (Ν 281 ..) Ab
<εἵζεο>· καθέζου (Γ 162)
*<εἴη>· γένοιτο, ASvg ἔστω (2. Regn. 14,17)
<εἴη>· ἔστιν ἄφεσις. *καὶ ἔξεστιν Ah
<εἶθαρ δέ>· ταχέως b δέ, *εὐθέως ASvg ἤδη κατ' εὐθύ, ὀξέως

(Ε 337). καὶ χθές

<εἰθεῖν>· μαθεῖν
<εἴθε>· ὄφελον. μακάρι. αἴθε. εὐκτικὸν ἐπίῤῥημα r
†<>ειθέσθων>· ἐπείθοντο
<εἰθεῖα>· δικαιοσύνη (Ψ 580)
<εἶθ' οὕτως>· μετὰ ταῦτα (2. Macc. 4,22 ..)
<εἰθύ>· ἐπ' εὐθείας (Υ 99 ..)
<εἰθύοντα>· ὁρμῶντα (Hdt. 7,8 β 2)
<εἰθυνόμενον>· ἐπίτονον
<εἰθυπτίωνα>· ἐπ' εὐθείας φερόμενον (Φ 169)
<εἰθύφαλλον>· τὸ ἐντεταμένον αἰδοῖον (Cratin. fr. 14). Δημο-

σθένης (54,14) δὲ νεανίσκους τινὰς ἀσελγεῖς τοὺς <εἰθυφάλ- λους> εἴρηκεν. Λέγεται δὲ καὶ ποιήματά τινα ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾀδόμενα

<εἶεν>· ἐπορεύετο
<εἴημι>· πορεύομαι
<εἰκαδάρχαι>· προστάται τινὸς συστήματος
<εἰκάδες>· μέρη τινὰ φυλῆς
<εἰκάζειν>· σκώπτειν q ἐοικάζειν. τὸ λέγειν· ὅμοιος εἶ τῷδε
<εἰκάζομεν>· ὁμοιοῦμεν
<εἰκαθέοιμεν>· παραχωρήσωμεν (Greg. Naz. c. 2, 2, 5, 32)
*<εἰκαιοβουλία>· ματαιότης An (vg)
*<εἰκαιολογία>· ματαιολογία (Avg) s
*<εἰκαιομυθεῖ>· ματαιολογεῖ p φλυαρεῖ A (vg)
*<εἰκαῖον>· ἀνωφελές, μάταιον, ἀργόν A μωρόν (vg)
*<εἰ καί τις ἄλλος>· ὡς οὐδεὶς ἄλλος (Greg. Naz. or. 12 p. 190 D)

Avgp

<εἰκασία>· ὁμοιότης r
<εἴ κε>· ἐάν πως (Α 66)
*<εἶκε>· ὑποχώρει n, δίδου χώραν (Ε 348)
[<εἰκεῆς>· τυχούσης]
[<εἴκει>· παρεγένετο]
*<εἴκειν>· ὑποχωρεῖν Avgp
<[ε]ἷκεν>· ἦλθεν. [ἢ ἐάν πως] (Α 317)
*<εἴκελον>· ὅμοιον (Ν 330) n (Avg)
<[ε]ἱκέσθαι>· παραγενέσθαι (Α 19)
<[ε]ἵκετο>· ἦλθε, παρεγένετο (Α 362)
<εἴκετε>· ὑποχωρεῖτε, δότε χώραν (Δ 509)
*<εἰκῆ>· μάτην, ὅθεν καὶ <εἰκαῖος> ὁ μάταιος Avg ἢ ἀκαίρως, ἢ

[ὡς ἔτυχεν (Eur. Bacch. 686?) Avg

<εἴ κα λῇς>· ἐὰν τολμήσῃς
†<εἰκλεῖ>· δειπνεῖ
†<εἰκλόν>· δεῖπνον
†<εἰκνεῖται>· ἄλλος αὐτὸν εἰσφέρει
*<εἴκοι>· ὑποχωρήσοι (σ 374) A
*<εἴκομεν>· ὑποχωροῦμεν, ἀναχωροῦμεν AS
<εἰκόνα>· χαρακτῆρα, τύπον
*<εἰκός>· τάχα. ἴσως. εὔλογον. ἀκόλουθον n. ἐνίοτε καὶ σημαίνει

τὸ μὴ πάντως ὄν ASn

<εἰκοσάβοιον>· εἴκοσι βοῶν ἄξιον. εἰκοσαπλοῦν (χ 57)
*<εἰκὸς ἦν>· ἐνεχώρει AS
*<εἰκόσι>· χαρακτῆρσιν ASvg
<εἰκοσινήριτ' ἄποινα>· [εἰκοσαπλᾶ rS, πρὸς εἴκοσιν ἐξισούμενα.

<Ἐρίζειν> γὰρ τὸ ἐξισοῦσθαι (Χ 349)

<εἰκοσόροιο>· εἰκοσακώπου (ι 322)
*<εἰκότα>· ὅμοια. πρέποντα ASvg ἁρμόζοντα Svg [ἢ ἐλθόντα]
*<εἰκοτολογῆσαι>· ἐστοχασμένως εἰπεῖν ASh
*<εἰκότως>· πρεπόντως ASvg εὐλόγως AS δικαίως N
<ἐΐκτην>· ὡμοιωμένοι ἦσαν (Α 104)
<εἰκούς>· εἰκόνας· "εἰκοὺς τῶν ἐγχέλεων" (Ar. Nubb. 559). Ἀρι-

στοφάνης τοῦτό φησι, δυσχεραίνων ἐπὶ τῷ ἄλλοις ποιηταῖς ἀφορμὰς παρασχεῖν. ἐν γὰρ Ἱππεῦσί φησιν· "ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας" (864)

<εἰκυῖα>· ἐοικυῖα r *ὁμοία (Δ 78) Sn
*<εἰκώ, εἰκών>· χαρακτήρ. ὄψις AS
*<εἴκων>· ὑποχωρῶν n (S)
*<εἰκώς>· ἐοικώς (Φ 254) ASn
<εἴλα>· ὀσπρίων καλάμη
<εἰλαδόν>· ἀθρόως. *[κατὰ συστροφήν (Β 93) p
*<εἰλαπινάζων>· εὐωχούμενος (Ξ 241) r. ASgp
*<εἰλαπίναι>· εὐωχίαι (Σ 491) (ASvg)
*<εἰλαπιναστής>· συμπότης, συνευωχητής, ὁμοτράπεζος (Ρ 577)

ASn

<εἰλαπίνη>· θυσία. ἑορτή. [ἀπὸ τοῦ συνειλεῖσθαι εἰς αὐτὴν

πλείονας r *εὐωχία (ASvn) r

*<εἰλαπίνηισιν>· εὐωχίαις μεγάλαις (Κ 217) AS
<εἶλαρ>· ἀλέξημα. *βοήθημα vg. φυλακή. ἀσφάλεια. *<ἕρκος>

(Η 338 ..) Sb

*<εἴλας>· ἀγέλας. (2. Macc. 5,3 v. l.) ASgn ἢ πυκνή. ἀγαθή.

σκοτεινή [ἕρκος]

<εἰλάτινον>· τὸ ἐπὶ τῆς τρόπεως τοῦ ἱστοῦ ἐλάτινον ξύλον

(β 424)

*<εἵλατο>· ἔλαβεν AS. ἠγάπησεν. ἠθέλησεν ASvg
*<εἷλεν>· κατέλαβεν (Δ 421) r. Sg ἐχειρώσατο n
*<εἴλεα>· †ἄθλια. χαλινοί. δεσμοί. φιμοί. δέραια AS
<Εἰλειθυίας>· ἐνίοτε μὲν τὰς θεάς (Λ 270) ἐνίοτε δὲ τὰς ὠδῖνας·

(Τ 119) ὁ ποιητὴς δὲ ἑνικῶς (Π 187) ... Ἥρα ἐν Ἄργει

[<εἰλεῖται>· κρύπτεται. κακουργεῖ]
<εἰλέοντες>· στρέφοντες
<εἰλεός>· ἡ τοῦ θηρίου κατάδυσις n καὶ στρόφος
<εἰλέουσι>· συγκλείουσι συνέχουσιν
<εἰλεῦνται>· συγκλείονται
<εἰλεσίας>· εἶδος καλάμου
<εἰλέτις>· βλάσφημος
*<εἵλετε>· ἐπορθήσατε AS
*<εἵλετο>· ἠνέσχετο ἔλαβεν (Β 46) AS, ἀφεῖλεν
*<εἰλέωσι>· συγκλείωσι rn συνέχωσιν (Β 294) b
*<εἰληθερῶν>· ἡλιαζόμενος AS
<εἰληθερήσαντες>· ἐν ἡλίῳ θαλφθέντες
<εἴλη>· ἡ τοῦ ἡλίου αὐγή, ἡ θερμασία. (Ar. fr. 627) r ἢ καὶ τὰ

ἄχυρα, καὶ τῶν ὀσπρίων ἡ καλάμη. [καὶ θερμασία]

<εἰληθερεῖν>· ἐν ἡλίῳ θερμαίνεσθαι· <εἴλην> γάρ φασι τὴν τοῦ

ἡλίου αὐγήν

<εἰλήθη>· ἐστράφη
<εἰληθερούμενος>· ἐν ἡλίῳ θερμαινόμενος p
<εἰλήλουθα>· ἦλθον (Ε 204)
*<εἰλήλουθεν>· ἐλήλυθεν (Ο 131) (S)
<εἰλήϊον>· ἐν ἡλίῳ θερμανθέν
<εἵληθι>· ἵλεως γίνου (γ 380)
*<εἰλημμένον>· συλληφθέντα AS
*<εἴλην>· συστροφήν, AS πλῆθος A
<εἵληος εἶ>· ἵλεως εἶ
<εἴληφεν>· ἔλαβεν, ἐδέξατο
*<Εἰλήθυιαι>· αἱ ἐπὶ τῶν τικτουσῶν θεαί g
†<Εἱλήτι>· Ζεὺς ἐν Κύπρῳ
<εἴληχα>· λέλογχα, ἔλαχον, εἴληφα
*<εἰλιγγιᾶν>· σκοτοῦσθαι AS συστρέφεσθαι
<εἰλιγγιῶν>· σκοτοδινιῶν
*<εἴλιγγον>· σκότωσιν ASgn
<εἰλίγγους>· σκοτοδινιάσεις
[<εἰλιθιότης>· παντελῶς ἀπόγνωσις]
*<εἰλικρινές>· καθαρόν vgp (ASP) ἄδολον, [ἀληθές. ASP φανερόν
<εἶλιγξ>· σκότωσις. στρόφος
<εἱλίξουσι>· στρέψουσιν
<>είλιον>· παράφερνον
<εἰλίποδας βοῦς>· ἐπιθετικῶς τὰς βοῦς (Φ 448), [διὰ τὸ ἑλίσσειν

τοὺς πόδας κατὰ τὴν πορείαν rp .. τὰς αὐτὰς καὶ <εἰλίποδας ἕλικας> διὰ τὸ οὕτως βαδίζειν λέγουσι (Ι 466)

<εἰλιπόδεσι>· ταῖς βουσί (Ζ 424)
*<εἰλιπόδης>· ἐν τῇ ἑλιγῇ τοὺς πόδας ἔχων AS
<εἱλίχθη>· ἐστράφη
<εἵλκετο>· ἐτείνετο
<εἱλκτής>· αἴτιος
[<εἰλτῆρες>· ἐνώτια]
<εἴλλῃ>· εἴργῃ, κωλύῃ
<εἰλλόμενον>· εἰργόμενον. Αἰσχύλος Βασσάραις (fr. 25)
<εἰλόμενοι>· περιειλούμενοι, συνεστραμμένοι. ἢ συγκεκλεισμένοι.

ἢ συνηθροισμένοι (Ε 782)

<εἰλομένων>· συστρεφομένων ἐν πολέμῳ (Ε 203)
[<εἰλός>· πᾶν τὸ ἐπιπῖπτον βάρος. καὶ τὸ ἐν ταῖς πάγαις ἐπιπῖπ-

τον ξύλον]

<εἰλούμενος>· συστρεφόμενος
<εἰλύ>· μέλαν
†<εἰλύει>· κοιμᾶται
<εἴλυεν>· ἐκρύπτετο
<εἰλύεται>· εἰλεῖται, συστρέφεται r. κρύπτεται. κακουργεῖ. τε-

τραποδίζει

<Εἰλήθυια>· ἐπιτεταγμένη τοκετῷ
<εἴλυμα>· ἐνείλυμα. [περίβλημα. σκέπασμα (ζ 179) r
*<εἰλύος>· τέλματος (Φ 318) S
*<εἰλύς>· [εἰλύω]. τὸ πηλῶδες τοῦ ποταμοῦ S
<εἰλυόμην>· ἐκρυπτόμην
<εἰλυθμός>· ὅλκος. συρμός
<εἰλυθέντες>· καλυψάμενοι r
<εἰλύσθαι>· ἕλκειν
<εἰλυσπᾶσθαι>· τὸ παραπλησίως τοῖς ὄφεσι καὶ τοῖς σκώληξιν

ἰέναι rb

<εἰλυσπᾶτο>· συνεσπᾶτο
*<εἰλυσπώμενος>· εἰλούμενος r. SPn
<εἰλυσπῶνται>· περὶ <τὸν> αὐτὸν τόπον στρέφονται μετὰ καμάτου
<εἰλύσσεται>· εἰλεῖται
<εἰλύσω>· ἐν ἰλύϊ κρύψω (Φ 319)
[<εἰλύϊος>· θηρίον ἀπὸ φρυγάνων σκωληκοειδές, ᾧ χρῶνται πρὸς

δέλεαρ]

<εἰλυφᾶι>· στρέφει. ζητεῖ. τινάσσει τὴν φλόγα
<εἴλυται>· καλύπτεται
*<εἴλυτο>· κατεσκεύαστο. κατεκεκάλυπτο (Π 640) ASn
<εἰλυφάζει>· εἰλεῖ S. παραγώγως (Υ 492)
*<εἰλυφάζετο>· ἑλίσσετο, συνεστρέφετο AS
<εἰλυφόων>· εἰς εἴλυσιν ἄγων, ἢ συνειλῶν τὸ φῶς μετὰ συστρο-

φῆς (Λ 156)

*<εἰλυφόων> <<ἄνεμος>>· συστρέφων ἄνεμος (Λ 156) AS
*<εἰλυφάζει>· συνάγει. ἰχνεύει. [συστρέφει p
<εἰλυφῶνται>· συστρέφονται. περιέρχονται
*<εἰλύω>· περιβάλλω ASn
[<εἰλῶ>]
*<εἱλόμην>· ἐδεξάμην (Eur. Med. 396)
*<εἰλῶν>· συστρέφων ASn
*<Εἵλωτες>· οἱ Λακεδαιμόνιοι δοῦλοι ns, οἱ παρὰ Λάκωσι δου-

λεύοντες

<εἰμάδες>· ποιμένων οἰκίαι ps
<εἱμαρμένη>· τὸ πῦρ. ἢ βία, καὶ ἀνάγκη μεμοιραμένη
*<εἵμασιν>· ἱματίοις (Γ 392) nT
<εἰ μέμονας>· εἰ προθυμῇ (Ι 247)
*<εἰ μέν>· ἐὰν μέν (Α 135) AvN
<εἰμέν>· ὑπάρχομεν. [ἐσμέν (Ε 873) Sb
<εἱμένοι>· περικείμενοι. [περιβεβλημένοι (Δ 432) n (AS)
<εἰ μή>· ἐὰν μή (Β 156)
<εἰ μή σφας>· εἰ μὴ αὐτούς
<εἰ μὴ †καὶ λαγόνεσι>· μή τι δ' ἂν κατ' ἀκριβολογίαν
<εἴμην>· ὄντως Avgn ὑπῆρχον ἐγώ
*<εἶμι>· πορεύσομαι (Α 169) r. gn
*<εἰμί>· ὑπάρχω (Α 186) rS
<εἴ μιν>· εἰ αὐτόν
<[ε]ἱμείρεται>· ἐπιθυμεῖ (α 59)
[<εἴμορος>· πεπρωμένος]
<ἑίν>· ἀντωνυμία. ἐκεῖνον (Antim. fr. 92 W.) AS
*<εἶναι>· πεφυκέναι r ὑπάρχειν (Α 91) r. gb
<εἰν ἀγορῇ σθένος ἕξομεν>· βουλευσόμεθα δυνατῶς (Σ 274)
*<εἰνάνυχες>· ἐπὶ ἐννέα νύκτας (Ι 466) pb
†<εἴναξ>· κάλλος†
<[ε]ἶνας>· νεῦρα
<εἰνάετες>· ἐπ' ἐννέα ἔτη (Σ 400)
<εἰν Ἀρίμοις>· <Ἄριμά> τινες τὴν κατακεκαυμένην τῆς Φρυγίας

χώραν (Β 783)

<εἰνάτιον>· λοξόν
*<εἰνάτερες>· αἱ τῶν ἀδελφῶν γυναῖκες S αἱ σύννυμφοι (Χ 473)

ASn

<Εἴνατον>· τόπος Λυκίας, καὶ Κρήτης
*<εἴνατος>· ἔνατος (Β 295) r (A)
*<εἵνεκεν>· ἕνεκεν r AS χάριν Svg
*<εἰν ἐλεοῖσιν>· ἐν τοῖς μαγειρικοῖς τραπεζίοις (Ι 215) AS
<[ε]ἶνες>· νεῦρα (λ 219)
<εἰνεσίαι>· ἐπιστολαί
*<εἰνὶ θρόνῳ>· ἐν τῷ θρόνῳ (Θ 199) S
*<εἰνοδίοις>· τοῖς πρὸς τῇ ὁδῷ τὰ οἰκία ἔχουσιν (Π 260) SN(g)
<εἴνοσις>· κίνησις r
<εἰνοσίφυλλον>· σύνδενδρον. κινησίφυλλον· <ἔνοσις> γὰρ ἡ κίνη-

σις· καὶ ἐκ τοῦ παρακολουθοῦντος σύνδενδρος (Β 632)

*<εἴξαντα>· ὑποχωρήσαντα ASvg ὑποστρέψαντα
<εἶξε δέ>· ὑπεχώρησε δέ (Ω 100)
*<εἷο>· ἑαυτοῦ. n [εἰπεῖν λέγειν] (Δ 400)
[<εἶοι>· ὀσπρίων τὰ καθάρσια]
<εἰ οἷά τε>· εἰ δυνατά
†<εἰπάδεον>· ἐπικόπτον
*<εἰπέ>· εὑρέ. ἐλθέ AS
<εἰπέμεν>· εἰπεῖν (Η 373)
<εἴπερ τινές>· ὡς ἄλλοι τινές
*<εἴπερ γάρ>· ἐὰν γάρ (Α 81) S
*<εἴπεσκεν>· εἶπεν (Β 271) AS
*<εἵπετο>· ἠκολούθει (Β 675) r ASn
<εἱπόμην>· ἠκολούθουν (Eur. Phoen. 1164) r
<εἵποντα>· ἀκολουθοῦντα
*<εἵποντο>· ἠκολούθουν (Ε 591) ASvgn
<εἶπος>· παγίς. [πάγι] καὶ πᾶν βάρος
*<εἴ ποτέ τοι>· εἴ ποτέ σοι (Α 39) n
*<εἴρ>· λαῖλαψ ASvg
*<εἶραι>· συνάψαι. συῤῥάψαι n
<Εἰραφιώτης>· ὁ Διόνυσος r παρὰ τὸ <ἐῤῥάφθαι> ἐν τῷ μηρῷ

τοῦ Διός. καὶ <Ἐρίφιος> παρὰ Λάκωσιν

*<εἰράων>· ἐκκλησιῶν, παρὰ τὸ <εἴρειν> ἐν αὐταῖς καὶ λέγειν

(Σ 531) AS

<εἴργαθεν>· διεῖργεν, ἐκώλυεν, ἔφρασσε. διεῖλε, διέκοψεν (φ 221)
<εἰργάσατο>· ἐποίησεν, ἐπράξατο (Ps. 73,12)
*<εἶργε>· κώλυε ASn κάτεχε (Eur. Hec. 874)
*<εἴργεσθαι>· κωλύεσθαι ASvgn συνέχεσθαι
*<εἶργμαι>· ἠρξάμην AS
<εἱργμός>· κώλυσις. δεσμός. σύνσχεσις
[<εἶρε>· αἶρε]
*<εἴρεαι>· ἐρωτᾷς (Κ 416) AS
[<εἴρεαι>· ἔρωτες] *<<εἴρει>>· λέγει. σύρει. ASb ἐρεῖ
<εἰρέβαδε>· εἰς ἔρεβος
<εἰρεθύρη>· ὀρσοθύρα. ὁ στροφεύς
*†<εἰρεῖς>· πνίγεις S(s)
[<εἴρεον>· δουλείαν. αἰχμαλωσίαν]
<εἴρερον>· δουλείαν (θ 529)
*<εἰρεσιώνη>· κλάδος ἐλαίας rASn
*<εἰρεσίας>· κωπηλασίας ASvgn
<εἰρεσίη>· κωπηλασίη (λ 640)
<εἴρεται>· ἐρωτᾷ, πυνθάνεται
*<εἴρετο>· ἔλεγεν. ἠρώτα Σ ἐπυνθάνετο (Α 513)
<εἰρεῦντα>· ἐρωτῶντα
<εἰρεῦσαι>· λέγουσαι. <Εἴρω> γὰρ λέγω, οὗ ὁ μέλλων <ἐρῶ>.

Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (38)

*<εἰ μή τῳ>· εἰ μή τινι
<εἴρηκεν>· εἶπεν, ἔλεγεν (Eur. Hec. 1178)
*[<εἴρημαι>· ἐρωτῶ AS]
<εἰρημένος>· λελεγμένος (Θ 524) r
<εἴρη>· ἐρώτησις. φήμη, κληδών
†<εἰρήδεται>· ἐρίζεται
<εἰρηναῖον>· εἰρηνικόν
<εἰρήνη>· κόρος †τέλος
<εἰρηνάζει>· κρατεῖ ...
<εἰρηνεύσομεν>· εἰρηνικῶς διάξομεν
*[<εἰρήσαντο>· ηὔξαντο] AS
*<εἰρήσεται>· λεχθήσεται (Ψ 795) r. AS
*<εἰρήσθω>· λεγέσθω ASvg
<εἰρήσομαι>· ἐρωτήσω (η 237) r
[<εἰρητής>· αἴτιος]
<εἴρητο>· *ἔλεγε AS λέλεκτο (Κ 540)
*<εἴρει>· λέγει ASn ῥητορεύει
†<εἴρη>· ἡ ἐκ τοῦ ἡλίου γινομένη ταῖς νεφέλαις χρόα, τὸ καλού-

μενον τόξον

<εἷρκται>· ἑάλωκε, κωλύεται
<εἱρκτή>· φυλακή, ἀσφάλεια. [ἢ κωλύει]
<εἱρμός>· <ἀκολουθία> rw
*<εἷρξαι>· κωλῦσαι. κατακλεῖσαι n συγκλεῖσαι (ASvgn)
*<εἰροκόμῳ>· ἐριουργῷ (Γ 387) Σ
*<εἰροπόκοις>· ἔρια κειρόμενα ἔχουσι· <πέκειν> γὰρ τὸ ξαίνειν,

κείρειν (Ε 137) Σ

*<εἴρομαι>· ἐρωτῶ (Α 553) ASn
<εἰρόμεναι>· ἐρωτῶσαι (Ζ 239)
[<εἰροκοπῶ>· εἰρουργῶ]
<εἴροντες>· λέγοντες. συνείροντες
*<εἶρος>· ἔριον (δ 135) S πτωχός (σ 6 ..) ASvg
*<εἷρπον>· ἐπορεύοντο. μετὰ σχολῆς ἐβάδιζον (μ 395) Σ
[<εἰρτή>· ἀσφάλεια]
†<εἴρηται>· ἡτοίμασται
*<εἰρύαται>· ἀνελκυσμέναι S ἢ πεφυλαγμέναι [εἰσίν (Δ 248) S
*<εἰρύατο>· εἱλκυσμέναι ἦσαν (Ξ 30) S
<εἰρυμέναι>· εἱλκυσμέναι (Ν 682)
*<εἴρυντο>· ἐφύλασσον (Μ 454) n
<εἰρυόμεθα>· φυλάττομεν (Φ 588)
<εἰρυσαίμεθα>· εἱλκύσαιμεν
*<εἰρύσαο>· ἐφύλαξας (Φ 230) (As)S
*<εἰρύσασθαι>· φυλάξαι (Α 216) r. AS(s)
*<εἴρυσαν>· εἵλκυσαν (Λ 9) r, AS
<εἰρύσαιτο>· γνοίη (Θ 143) καὶ <ἐρύσασθαι>· γνῶναι
<εἴρυσεν>· εἵλκυσεν (Γ 373)
<εἰρύσατο>· ἐκώλυσεν. *ἐφύλαξεν (Δ 186) r. A
<εἰρύσαι>· ἑλκύσαι
<εἴρυσθαι>· εἰδέναι· "χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴ-

ρυσθαι" (ψ 81) καὶ φυλάξαι (γ 268)

<εἰρύσθη>· εἱλκύσθη
*<εἴρων>· ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων vg
†<εἰρωθέντα>· κινδυνεύσαντα. σαλεύσαντα
*<εἴρων>· προσποιητός· μὴ ἀληθεύων. ἀργός. SP ἀλαζών
*<εἰρωνεία>· κολακεία sp ψευδολογία. [ὑπόκρισις. nsp ἀπάτη.

[χλεύη (2. Macc. 13,3) ns

<εἰρωνεία>· ἔστι λόγος ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δηλῶν, μετά

τινος ὑποκρίσεως

<εἰς>· ἀντὶ μὲν τοῦ πρός· "εἰς Ἀγαμέμνονα" (Η 312) ...
<εἰσαγαγόντε>· εἰσαγαγόντες. δυϊκῶς (Μ 18 v. l.)
*<εἰσαγγελία>· κατηγορία AS ἐμφανισμός. [μήνυσις s
*<εἰσαγείρατο>· ἀνεκτήσατο (Ο 240) n
*<εἰσαγηόχασιν>· εἰσήνεγκαν AS
*<εἰσαγηοχώς>· εἰσενεγκών ASvg
<εἰσαγωγῆς>· ἀρχὴ r Ἀθήνησι τῶν τὰ ἐγκλήματα εἰσαγόντων
<εἰς ἀγρὸν Μάνης>· παροιμία, ἐπὶ τῶν εὐχρήστων. ἐμφαίνει

γάρ, ὡς [ἐναγρῶς] ἐν ἀγρῷ χρησίμου μᾶλλον ὄντος τοῦ οἰκέτου

<εἰσαγωγικούς>· νεαρούς. [ἀρχαρίους (r)
*<εἴσαιτο>· δόξειεν (Β 215) AS ὁμοιοῖτο
[<εἴσατο>· ὡμοιώθη]
*<εἴσατο>· ὡμοιώθη n "εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο" (Β 791)
*<εἰς ἅλα>· εἰς τὴν θάλασσαν (Α 141) ASnsp
*<εἰσάμενος>· ὁμοιωθείς (Ν 45) S (An)
*<εἶσαν>· [ὑπῆχον] [συνῆκαν, ἢ ἤδεισαν, ἢ ἐπεγίνωσκον AS
<εἴσαντο>· ἔδοξαν. [ἐφάνησαν (Μ 103) r
*<ἐΐσης>· ἐξ ἴσου πᾶσι μεριζομένης (Ι 225) AS
*<εἴσατο>· ἠμφιάσατο AS εἰσῆλθεν (Δ 138) S
<ἐΐσας φρένας>· εὐκράτους, ἀγαθάς (λ 337) ἰσοτοίχους
<εἰσαφάσματα>· εἰσπτήματα, ἀπὸ τοῦ <εἰσαφιέναι>. ἢ σπα-

ράγματα. Αἰσχύλος Προμηθεῖ λυομένῳ (fr. 204)

*<εἰσβάλλει>· εἰσέρχεται ASvg
<εἰς βοός>· Ἀθήνησιν ἡμέρα οὕτως καλεῖται τοῦ Βοηδρομιῶνος
*<εἷς βροτός>· εἷς ἄνθρωπος AS
<εἰς δέον>· οὕτω Περικλῆς τὰ εἰς προδοσίαν χρήματα ἀπεγρά-

φετο (Ar. Nubb. 859)

<εἰσδύεται>· εἰσέρχεται
*<εἰς Διονύσου>· πρὸς Διόνυσον AS
*<εἰσδυόμενα>· εἰσερχόμενα (r) AS
*<εἴσεαι>· γνώσῃ (Η 226). γνῶθι AS [προσήκει, πρέπει] A
<εἰσδύσῃ>· εἰσελεύσει
*<εἰς ἕ>· πρὸς ἑαυτόν (Ψ 203) S
*<εἰσέθει>· εἰσέτρεχεν· <θέειν> γὰρ τὸ τρέχειν ASvg
*<εἰσίτω>· εἰσερχέσθω ASn
<εἰσέδρακεν>· ἐθεάσατο (ι 146)
*<εἰσεκώμασεν>· εἰσῆλθεν ASgnP
*<εἰσελάσων>· εἰστρέχειν μέλλων AS
*<εἰσελαύνοντα>· εἰσερχόμενα (A) S
<εἰσεμπορεύεσθαι>· τὸ εἰς πολεμίους ἐμπορίας χάριν ἀπιέναι
<εἰς ἐμφανῶν κατάστασιν>· ἣν ἡμεῖς καλοῦμεν ἐμφανείας ἐγ-

γύην

<εἰς ἔρερον>· εἰς δουλείαν
<εἷσεν>· ἐκάθισεν (Γ 382) r. S ἵδρυσεν (ζ 8)
*<εἰς ἐπίδοσιν>· εἰς αὔξησιν ASvg
<εἰς ἔνην>· εἰς τρίτην (Ar. Ach. 172)
*[<εἴσετο>· δόξειεν AS]
*<εἰς εὐνήν>· εἰς κοίτην (Λ 115) ASvgN
*<εἰσέφρησεν>· εἰσήγαγεν r (ASvg)
<εἰσέφρηκεν>· εἰσεπήδησεν. εἰσαφῆκεν
<ἐΐσης>· εἰς ἴσον ἑκάστῳ μεμερισμένης [δε] "δαιτὸς ἐΐσης" (Α

468 ..)

<εἰσηγαγέτην>· εἰσήγαγον. δυϊκῶς
*<εἰσηγεῖται>· συμβουλεύει. νουθετεῖ AS
<εἰσηγήσασθαι>· τὰ αὐτά
*<εἰσηγήσεως>· διδασκαλίας, παραινέσεως AS
*<εἰσήγησις>· τὰ αὐτά r. ASvg Pn
<εἰσηγητήρια>· ὅταν ἄρχηται βουλεύειν, ἢ θύειν
<εἰσηγητής>· *διδάσκαλος. Avgn παραινέτης. εἰσάκτης. σύμ-

βουλος

<εἰσηγοῦμαι>· συμβουλεύω, παραινῶ διδάσκω, νουθετῶ
*<εἰσήλασεν>· εἰσῆλθεν ASvg
*<εἰσήλατο>· εἰσεπήδησεν r. ASvg
<εἰσηλεῖν>· εἰσάγειν. εἰσελαύνειν
*<εἰσηλύσιον>· τίμημα εἰσόδου, ἢ τέλος AS
<εἰσήῤῥησεν>· εἰσεφθάρη (Ar. Equ. 4) (r)
<ἐΐσης>· ἰσομοίρου. [ἴσης (Α 468) S
†<εἴσηται>· παύσηται
<εἶσθα>· πορεύσῃ, ἢ πορεύου (Κ 450)
*<εἰσθμός>· εἴσοδος ὕδατος S στενή
*<εἶσι>· πορεύεται n ἢ ἔρχεται (Γ 61) S
<εἰσί>· τυγχάνουσιν, *[ὑπάρχουσιν (Α 153) rAS
*<εἰσίασιν>· εἰσέρχονται (Hebr. 9,6) r. ASvg
*<εἰσείεις>· εἰσήρχου A
*<εἰσίοις>· εἰσέλθοις AS
*<εἴσιθι>· εἴσελθε (Eur. Andr. 876) r. ASvg
<εἰσίθμη>· εἴσοδος r στενή (ζ 264)
*<εἴσιμεν>· εἰσερχόμεθα (Eur. Or. 1119) AS
<εἰσίοντο>· εἰσήρχοντο r
*<εἰσίουσιν>· εἰσέρχονται AS
*<εἰσίτω>· εἰσελθέτω r. ASn Ps
<εἰς κάλλος <γράφειν>>· τὸ καλλιγραφεῖν. ὅταν δὲ ἁμιλλᾶσθαι
<εἰσκεκριμένον>· ἐπεισαγόμενον, ἢ *[ἐπείσακτον np
<ἐΐσκομεν>· εἰκάζομεν S
<ἐϊσκόμενον>· εἰκαζόμενον
<ἐΐσκειν>· εἰκάζειν, ὁμοιοῦν, δοκεῖν
†<Εἰσκονιανοί>· οἱ Ἐφέσιοι. ὡς Ἀντίμαχος (fr. 104 W.)
*<εἰς κόρακας>· εἰς τὸ σκότος ASvg
*<εἰσκρίνει>· εἰσχωρίζει. μερίζει (ASn)
<εἰσκρίνοιτο>· εἰσφέροιτο. κρίνοιτο S
<εἰσκυκλεῖσθαι>· περιφέρεσθαι
*<εἰσκυκλήσας>· περιελθών AS
*<ἐΐσκω>· εἰκάζω, ὁμοιῶ (Γ 197) ASn
*<εἰς κόνιν>· εἰς γῆν (Ps. 21,30 ς#) AS
*<εἰς λῆξιν>· εἰς τελειότητα ASvgn
<εἰς μελίττας ἐκώμασας>· παροιμία, ἐπὶ τῶν παρὰ δόξαν

ἀθρόως κακουμένων

<εἰς νέωτα>· εἰς τὸ ἐπιόν
<εἰσόδια>· πρόσοδοι. ἀναλώματα
<εἰς ὁδὸν ὁρμηθείς>· ἀντὶ τοῦ μετέωρος πρὸς ἀπόπλουν
*<εἰσοικίζεται>· εἰσφέρει. ἢ εἰσφέρεται. ἢ ἰδιοποιεῖται (Men. fr.

765 Koe.) AS

*<εἰσοίσει>· εἰσενέγκῃ (Eur. Bacch. 367) r. ASvgn
<εἰσοιχνεῦσιν>· εἰσπορεύονται. καὶ ἐνεδρεύουσιν (ι 120)
*<εἰς ὅ κεν>· ἕως ἄν (Β 332) S
<εἴσομαι>· *γνώσομαι (Θ 532) ASvg ὄψομαι. χάσομαι. ἱδρύσο-

μαι. εἰσελεύσομαι

<εἰσομένας>· γνωσομένας. ὁμοιωθείσας
<>εισόμενον>· ὁδοιποροῦντα
<ἔισον>· ἀγαθόν
<εἴσονται>· γνώσονται, r ASvg μαθήσονται (Eur. Andr. 258)
*<εἰσορόων>· βλέπων (Ε 183) g
*<εἰς ὅ τε>· ἕως ἄν ASv
*<εἰς παραβολήν>· εἰς γέλωτα (Ps. 43,14 ..) ASvg
*<εἰσπεπαικότες>· εἰσπεπηδηκότες Sn (AS)
*<εἰσπεποιημένη>· ἔξωθεν γεγενημένη (AS)
*<εἰσποιητόν>· θετόν ASvgn νόθον
<εἰσπράκτωρ>· ἐπαίτης
<εἰσπραξάμενος>· μεθοδεύσας, ἀπαιτήσας
*<εἰσπράττει>· ἀπαιτεῖ q SPn
*<εἷς ῥα>· εἷς δή. περὶ ἑνός ASn
*†<εἰσέω>· ἱκετεύω (A) S
<εἰς τέλος>· ἕως γήμῃς
*<εἷστο>· ἐνεδέδυτο r. AS
*<εἰς τὸ ἀπηχές>· εἰς χεῖρον ASvg ἢ κακόν AShp
*<εἰσφορά>· τέλεσμα q ASvg
<εἰσφρῆναι>· εἰσάξαι, ἐνεγκεῖν
<εἰσφρήσασθαι>· †καυχάσασθαι. μετὰ σπουδῆς *εἰσενεγκεῖν

(Dem. 8,15?) (AS Pn)

<εἰσφρήσῃ>· εἰσαγάγῃ, εἰσάξῃ
*<εἰς χάος>· εἰς ἀέρα. ἀντὶ τοῦ εἰς ἐρήμωσιν (Mich. 1,6) AS
<εἰ σφῶϊν>· εἰ ὑμῶν (Α 257)
*<εἴσω>· ἔσω, ἔνδον (Γ 322 Δ 460) r. ASn
*<εἰς ὦπα>· ἄντικρυς, ἢ [τὸ] πρὸς ὄψιν (Γ 158) Sg n
<εἰσωμίλει>· ἐκολάκευεν
<εἰσωποί>· ἐναντίοι, ἢ ἔσωθεν βλεπόμενοι, ἢ ἔνδον τῆς ἐπιφανείας

ὄντες· "εἰσωποὶ δ' ἐγένοντο νεῶν" (Ο 653) κατὰ πρόσωπον εἶχον τὰς ναῦς

*<εἶτα>· ἔπειτα, r. g μετὰ ταῦτα
<[ε]ἰτάκειν> ἐληλυθέναι
<εἴ τις καὶ πηγή>· ἐπὶ τῆς Κλείτης (Greg. Naz. AP 8, 97,2)
*<εἰ τό γε>· εἰ τοῦτό <γε> (Α 116) n
<εἴ τοι θυμός>· ἐάν σου ἡ ψυχή (Α 173)
*<εἴτω>· ἐλθέτω (Η 75) AS v
<εἰφθῇ>· εἴβηται
[<εἰχέαι>· ἐοικέναι]
<εἶχε>· κατεῖχε S
<εἰχέσθην>· ἐνείχοντο. ἐθαύμαζον
[<εἴχεται>· οἴχεται]
*<εἰχόμενος>· κατεχόμενος A
<εἴω>· πορεύωμαι (Sophr. fr. 48) r
*<εἴωθεν>· ἔθος ἔχει (Sir. 37,14) r. n.
<εἰωθότες>· εἰθισμένοι, ἔθος ἔχοντες (Ε 203)
*<εἰωθώς>· σύνηθες ASpn ἔθος ἔχων (Ζ 508) Sn
*<εἵως>· ἕως, μέχρι τινός nS
<εἴωσεν>· ἀπεώσατο
*<εἰῶσιν>· ἐῶσιν (Λ 549) n
*<εἵως>· ὅπως, ἵνα, ἐφ' ὃν χρόνον
<ἐκ>· καὶ ἀντὶ τοῦ πρό
<ἐκάδευον>· ἐπένθουν
<ἑκάεργον>· μακροβόλον, τοξότην (Α 147)
*<ἑκάεργος>· ὁ μακρόθεν εἴργων ASvg τοῖς βέλεσιν (Α 479)
<ἕκαθεν>· μακρόθεν, πόῤῥωθεν (Β 456)
<ἐκάκιζον>· ᾐτιῶντο, ἐμέμφοντο
<ἐκαθίσατο>· Ἀττικοί. ὅταν τις ὠνούμενός τι τῶν ὑπὸ κήρυκι

πιπρασκομένων, παραχρῆμα αὐτὸ μὴ ἀπάγῃ, ἵνα δὴ κυρία αὐτῷ μένῃ ἡ ὠνή. καὶ ἱδρύσατο

<ἐκαίνυτο>· ἐνίκα (γ 282)
*<ἐκάκωσα>· <κακῶς διέθηκα> (Num. 16,15) (nw)
*<ἐκαλαμήσαντο>· ἀπεθέρισαν, ἐκ τῆς τοῦ σπόρου καλάμης (Iud.

20,45) AS

<Ἑκάλειος Ζεύς>· ὃν <ἐφ'> Ἑκάλῃ ἱδρύσατο
<ἑκαλία>· πόῤῥωθεν
<ἑκάλιμος>· ἱερός, ἀφειμένος
<ἐκαλιάξαντο>· ἐσκήνωσαν
<ἐκάμαξεν>· ἔσεισεν
<ἐκαμάτευσε>· μετὰ κακοπαθείας εἰργάσατο. καὶ ἔφυγεν
<ἔκαμεν>· ἐπετέλεσεν, ἐποίησεν. ἠῤῥώστησεν. ἀπέθανεν. ἐκοπίασεν
<ἐκάμοντο>· κατειργάσαντο (ι 730)
*<ἔκανεν>· ἐφόνευσεν ASvg
<ἑκανόμος>· ἀγελαῖος φιμός
*<ἐκάπυσσεν>· ἐξέπνευσεν AS <κάπυς> γὰρ τὸ πνεῦμα. καὶ συνέσχεν

(Χ 467)

*<ἐκαραδόκουν>· ἐκαρτέρουν. ἐπετήρουν ASn
<ἐκαρβάνιζεν>· ἐβαρβάριζεν· <καρβὰν> γὰρ ὁ βάρβαρος. τὸ δ'

αὐτὸ καὶ †ἐκαρβάνιζεν

†<ἐκάρδικεν>· οὐκ ἂν ἐπάη τὴν καρδίαν†
<ἐκαρίωσας>· ἀπέκτεινας
<ἐκάρκαιρεν>· ἐπλήθυεν
<ἐκάρκαιρον>· ψόφον τινὰ ἀπετέλουν
*<ἐκαρποῦτο>· παρεκέρδαινεν ASvg
<ἐκαρτύνοντο>· ὠχυροῦντο (Λ 215)
<<ἐκαρφύνοντο>> ἐξηραίνοντο
<ἐκαρώσαντο>· ἐλιποθύμουν
<ἑκὰς πόλιος>· *μακράν ASvg, χωρίς, *[πόῤῥω r ASvg μακρὰν

[τῆς πόλεως r

<ἑκαστάτω>· ποῤῥωτάτω, μακροτάτω (Κ 113)
*<ἑκάστοις>· ἐνίοις, θατέροις AS
*<ἑκάστοτε>· ἀεί. παρ' ἕκαστα ASnh
<ἑκαστέρω>· ποῤῥωτέρω, κεχωρισμένως (Theocr. 15,7)
<ἐκασώρευον>· περιεφοίτων, ἐπόρνευον
<ἑκάταια>· τὰ πρὸ τῶν θυρῶν Ἑκάτης ἀγάλματα. τινὲς δὲ τὰ ἐν

τριόδοις

<ἑκατεράκις>· δίς
<ἑκατερεῖν>· τὸ πρὸς τὰ ἰσχία πηδᾶν ἑκατέραις ταῖς πτέρναις
*<ἑκάτερθεν>· ἑκατέρωθεν Sn τῶν δύο μερῶν (Γ 343)
*<ἑκάτερον>· ἐπὶ δύο μεμερισμένον AS
*<ἑκατέρωθεν>· ἐξ †ὅλων τῶν μερῶν (4. Macc. 6,3) AS
<ἑκάτη>· ξύλον ἐν τοῖς φυλακίοις r ᾧ τοὺς κακούργους προσδες-

μεύοντες ἐμαστίγουν

*<ἑκατηβελέταο>· τοῦ μακροβόλου (Α 75) (Ap)
<ἑκατηβόλος> καὶ <ἑκηβόλος>· ὁ ἕκαθεν βάλλων καὶ ἐπιτυγχάνων.

τινὲς δὲ (Simonid. fr. 26 A) ἐπεὶ ἑκατὸν βέλεσι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν Ἀπόλλων

<Ἑκάτης ἄγαλμα>· τὰς κύνας οὕτω φασί, διὰ τὸ ἐκφέρεσθαι

Ἑκάτῃ κύνας. ἔνιοι δὲ καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν (Eur. fr. 968. Ar. fr. 594a)

<ἑκάτοιο>· μακροβόλου (Α 385)
<Ἑκατόμβαια>· ἑορτὴ ἐν Ἄργει, καὶ ἀγὼν τελούμενος
<Ἑκατόμβαιος>· ὁ Ἀπόλλων παρὰ Ἀθηναίοις· καὶ Ζεὺς ἐν

Γορτύνῃ καὶ παρ' Ἀρκάσι καὶ Κρησίν

<ἑκατόμβας>· θυσίας (Β 321)
<Ἑκατομβεύς>· μὴν παρὰ Λακεδαιμονίοις, ἐν ᾧ τὰ Ὑακίνθια
<ἑκατόμβη>· θυσία ποτὲ μὲν ἑκατὸν βοῶν, ποτὲ δὲ βοὸς καὶ

προβάτου καὶ αἰγός. οἱ δὲ τὴν ἀπὸ παντὸς γένους θυσίαν. S ἢ θυσία †σύσκιος ἑκατὸν †βοῶν, vgA διὰ τὸ ἑκατὸν πόδας ἔχειν (Α 65)

<ἑκατόμβοιον>· ἑκατὸν βοῶν, ἢ πολλοῦ ἄξιον (Φ 79) (gS)
[<ἑκατομβοίδιον>· ἑκατὸν βοῶν τιμή]
<ἑκατόμπεδον>· τὸ θέατρον. ἢ *ἑκατὸν ποδῶν (Ψ 164) S
*<ἑκατόνζυγος>· ἑκατὸν καθέδρας ἔχουσα (Υ 247) S
<Ἑκατοννήσους>· αἱ περὶ Λέσβον
<ἑκατονκάρανοι>· ἑκατὸν αἱ ἐπιζήμιον πρασσόμεναι
<ἑκατόνπεδος>· νεὼς ἐν τῇ Ἀκροπόλει <τῇ> Παρθένῳ κατα-

σκευασθεὶς ὑπὸ Ἀθηναίων, μείζων τοῦ ἐμπρησθέντος ὑπὸ τῶν Περσῶν ποσὶ πεντήκοντα

<ἑκατόνπολιν>· ἑκατὸν πόλεις ἔχουσαν (Β 649)
<ἑκατὸν πόλεων πρυλέεσσ' ἀραρυῖαν>· ἤτοι ἑκατὸν πόλεων

ἔχουσαν ἄνδρας ἀριστέας ἐντετορνευμένους· ἢ ἑκατὸν πόλεων ὁπλίταις πεζοῖς ἱκανὴν ἐφαρμόσαι (Ε 744)

<ἑκατόνσεμνον>· πολύ. μέγα
<ἑκατόνχειρον>· κυρίως κατὰ τὸ μυθικόν· ἢ ἑκατόμπηχυν, διὰ

τὸ μέγεθος· [ἢ ν# πόδας] ἢ ἑκατὸν χεῖρας ἔχοντα (Α 402)

<ἑκατοστύς>· ὡς χιλιοστύς. συγγένεια
*†<ἔκαχεν>· ὑπήντησεν AS
<ἐκβαβάξαι>· ἐκσαλεῦσαι. Σοφοκλῆς Ἀντηνορίδαις (fr. 135)
<Ἐκβατηρία>· Ἄρτεμις ἐν Σίφνῳ
[<Ἐκβατάνων>· Περσικῶν]
<Ἐκβατάνων>· πόλις (Aesch. Pers. 16)
<ἐκβακχεύει>· ἐκταράσσει. ἢ ἀσέμνως ἑορτάζει
<ἔκβασις>· πέρας r τινὸς ὑποθέσεως. ἢ ἐκβλάστησις
<ἐκβεβόλβισται>· ἐξώρυκται p ἠφάνισται, ἀπὸ τῶν βόλβων

(Com. ad. 992)

*<ἐκ βελέων>· ἐκ τῶν βελῶν (Ξ 130) b
<ἐκβῆναι ὄρος> καὶ <ποταμὸν διαβῆναι>
ἐκβήσεται>· προβήσεται. [ἐκβαίνει]
*<ἐκβιβάζει>· ἀνύει. δοκιμάζει Sn
<ἐκβιούζει>· θρηνεῖ μετὰ κραυγῆς
<ἐκβλίσαι>· ἐκθλῖψαι, ἐκπιέσαι· <βλίζειν> γὰρ τὰ κηρία ἐκθλίβειν
<ἐκβλιστέος>· ἐκθλιπτέος
<ἐκβολάς>· γῆ χωστή
<ἐκβολβίσαι>· ἐκ ῥιζῶν ἀνασπάσαι
<ἐκβολὴ σίτου>· ὁ σπόρος
<ἐκβολὴ λόγου>· παράβασις, μετάβασις
<ἐκβασιλίζεται>· εἰς βασιλέως ἔθη τρέπεται
<ἐκβόσκεται>· διεσθίει, ἐκβιβρώσκει
*<ἐκβρασθείη>· ἐκβληθείη, ἀποῤῥιφείη (ASvgn)
*<ἐκβρασμός>· ἔκζεσις AS ταραχή, θόρυβος gn ταραγμός (Nah.

2,10 v. l.)

*<ἐκγεγάμεν>· ἐκγεγεννῆσθαι (Ε 248) (S)
<ἐκγελοιώσαιμι>· ἐκχλευάσαιμι
*<ἔκγονα>· τέκνα τέκνων r (ASg)
<ἐκγρυτεύσῃ>· ἐξερευνήσῃ
<ἐκδαβῇ>· ἐκκαυθῇ. Λάκωνες
<ἐκ δ' ἄγαγε>· ἐξήγαγε δέ (Α 346)
<ἐκ δ' ἄγαγε πρὸ φόωσδε>· προεξήγαγε δὲ εἰς τὸ φῶς τὸν

ἀλιτόμηνον (Τ 118)

*<ἐκ δ' αἴνυτο>· ἀφῃρεῖτο δέ (Δ 531) n
*<ἐκ δ' ἔβαν>· ἐξέβησαν (Γ 113) ASvg
<ἐκδεδασύνθαι>· <τὸ> σῶμα δασὺ γεγονέναι
*<ἐκδειματοῦντες>· ἐκφοβοῦντες ASn
<ἐκδείρεται>· ἐκδερματοῦται
<ἐκ δ' ἕλον>· ἐξέδωκαν (Α 369)
*<ἐκ δεμνίων>· ἐκ τῶν στρωμάτων (Eur. Or. 312) ASvgn
<ἔκδεξαι>· ἀνάμεινον r
*<ἐκδέχεται>· προσδοκᾷ, περιμένει (ep. Iac. 5,7) (AS)
<ἐκ δὲ Χρυσηῒς νηός>· ἐξέβη δὲ τῆς νηὸς καὶ ἡ Χρυσηΐς (Α 439)
<ἐκδέψηται>· ἐκμαστιγώσηται
<ἐκ δὲ Καρδίης>· Καρδία πόλις ἐν Χεῤῥονήσῳ. ὠνομάσθη δὲ ἀπὸ

τοῦ ἁρπάσαι κόρακα καρδίαν ἀπὸ θυσίας καὶ κομίσαι εἰς τὸν τόπον, ἔνθα ἡ πόλις ἐκτίσθη (Hdt. 6, 36, 2 ..?)

<ἐκ δ' ἦλθεν>· ἐξῆλθεν (Κ 140)
*<ἔκδηλος>· φανερός (Ε 2) ASPn ἢ ὑπερέχων ASP
*<ἐκδημεῖ>· ἀποδημεῖ AS ἀναχωρεῖ
*<ἐκδιαιτηθῆναι>· διαστραφῆναι (4. Macc. 18,5) AS [ἢ δια-

πραχθῆναι] g (n)

†<ἐκδιᾶν>· σπᾶν. καὶ κέραμον συντετριμμένον ...
<ἐκδιάστρα>· κλῶσμα. ὁ στήμων
<ἔκδικεν>· ἐξέβαλεν
<ἐκδίκησις>· ἀνταπόδοσις (Sir. 27,28) r
<ἐκδίδως>· προδίδως
<ἐκ Διὸς ὕδατα>· τὰ ὄμβρια
<ἐκδόται>· προδόται, ἀποδόται
*<ἔκδοτος>· προδεδομένος ASn (vg) ἀποδεδομένος
<ἐκδούπησαν>· ἐβρόντησαν (Λ 451)
*<ἐκδοχή>· προσδοκία (Hebr. 10,27) Avgn
<ἕκδραχμον>· ἑξάδραχμον
<ἐκδύειν>· ἐξελθεῖν
<ἐκδύετον>· ἐξέδυσαν. δυϊκῶς
*<ἐκδύνει>· ἐξέρχεται (Prov. 11,8) AS
*<ἐκ δυοῖν>· ἐκ δύο ASp
†<ἐκδύον>· καλόν. κομψόν
<ἐκ δυοῖν τρία βλέπεις>· τοῦτο ἐλέγετο ἐπὶ τῶν διὰ γῆρας ἢ

ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς αἰσθήσεις

<ἐκδύς>· ἐξελθών (χ 334) ἐκδυσάμενος (ξ 460) r
<ἐκ δ' ὦσε>· ἐξέωσε δέ (Ξ 494)
<ἐκέασεν>· ἔσχισεν (ε 132)
<ἐκέδασεν>· διεσκόρπισεν (Ε 88) [ἐκλαθέσθαι ἐποίησεν]
<ἐκεῖ>· μακράν, πόῤῥω
[<ἐκεῖεν>· ἐκέντησεν]
<ἐκείνω>· ἐκεῖνοι. δυϊκῶς
<ἔκειρον>· ἤσθιον, ἀνήλισκον (λ 578)
<ἐκέκαστο>· ἐνίκα. ἐδοξάζετο. *ἐκεκόσμητο (Β 530) ASg
<ἐκεκεύθει>· εἶχεν. ἀπέκρυπτεν (ι 348)
[<ἐκεκήδει>· ὑπεχωρήκει]
[<ἐκέλαθον>· ἐπελάθοντο. <ἐκλαθέσθαι ἐποίησαν>]
†<Ἐκελαοί>· οἱ Ἀττικοί
<ἐκέλευσεν>· ἠνάγκαζεν. ἔλεγεν (Θ 318)
<ἐκέκλετο>· τὸ αὐτό (Ζ 66. Θ 184)
[<ἔκελσεν>· ἔσχισεν, διέλυσε. κατέβλαψεν]
<ἐκέλησεν>· ἐκέλευσεν
<ἐκέλσαμεν>· ὡρμίσαμεν (ι 546)
<ἔκελσε>· κατέλαβεν
*<ἐκενώθησαν>· ἐρημώθησαν (Ierem. 14,2) ASvg μετεβλήθησαν S
<ἐκένωσεν>· ἐρήμωσεν (ep. Phil. 2,7)
<ἐκεράϊζον>· ἀπώλλυον
<ἔκερσεν>· ἔκειρεν. ἔτεμεν, *ἔκοψεν (Ν 546) ASgPs
<ἐκερτόμεον>· ἠρέθιζον (β 323)
*<ἐκεύθανον>· ἔκρυπτον (Γ 453) ASg
*<ἐκεχειρία>· ἀργία ASvg ἀνάπαυσις, [ἀνοχή Svg φιλία <τῶν

ποτε ἐχθρῶν> bT

<ἐκεχάνδει>· ἐκεχωρήκει (Ω 192)
<ἐκέχειρον>· τὸ ἀργύριον
*<ἔκηα>· [διεσκέδασα.] κατέκαυσα (Α 40) Ag (S)
<ἑκηβολίαι>· προέσεις τῶν βελῶν, μακροβολίαι. εὐστοχίαι (Ε 54)
*<ἑκηβόλος>· τοξότης, μακροβόλος, (Avg) εὔστοχος (Α 96)
<ἔκηδεν>· ἀπώλλυεν
<ἐκήθεον>· ἐβοήθουν
<ἑκηλία>· φιλοτησία, εἰρήνη
*<ἕκηλος>· ἥσυχος (AS)p πρᾷος (Ε 805) ASvg
<ἐκηριώθη>· ἐσκοτώθη. ἐπτοήθη. ἐθανατώθη. ἄμεινον δὲ ὠχρία-

σεν

<ἕκητι>· ἕνεκα. r ἢ χωρίς
<ἔκθαμβος>· ἔκπληκτος (1. Regn. 4,13 ς#)
*<ἐκθειάσαι>· ἐπαινέσαι. S [ἢ ἔκθεμα]
<ἐκθέβεν>· ἐκτρέχειν
*<ἔκθεσις>· ὀφειλὴ παλαιά AS νομοθεσία r πρόσταξις, δόγμα
<ἔκθεσμοι>· *παράνομοι (Σ) ἄδικοι, *ἄνομοι (APn)
*<ἔκθετα>· ἐκριπτόμενα (Act. ap. 7,19) ASvgn
*<ἐκθηριοῖ>· μισεῖν ποιεῖ. διεγείρει AS
[ἔκθορ] <ἔκθορεν>· ἐξεπήδησεν (Π 427)
[<ἔκθιβος>· τὸ λῶμα τοῦ χιτῶνος, οἱ δὲ <ἔκθροιβος>]
<ἐκθορνύμενος>· ἐκπηδῶν
<ἐκθοράψει>· ἐκδιώξει. ἀπὸ τοῦ ἐκθορεῖν
*<ἐκθορεῖν>· ἐκπηδῆσαι, ἐκδραμεῖν gp
*<ἐκθορών>· ἐκπηδῶν vg ἐκπηδήσας AS
*†<ἐκθόοντας>· ἐξερχομένους AS
*<ἐκθρώσκει>· ἐκπηδᾷ (Κ 59) gn
<ἐκθύει>· ἐκζεῖ. ἐξεμεῖ (Hippocr. liqu. 6, VI 130 L.)
<ἐκθύεσθαι>· ἐξιλάσκεσθαι
<ἐκθύματα>· ἐξανθήματα (Hippocr. epid. 2, 2, 16, V 90,5 L) r
<ἐκθύμενος>· [λῶμα. κόμβος.] ταχύς
<ἐκ θυμοῦ πεσέειν>· μισηθήσεσθαι, μὴ εἶναι ἀρεστόν. ἐκπεσεῖν

τῆς ψυχῆς (Ψ 595)

*<ἐκθύμως>· προθύμως ASps κατὰ ψυχήν (v)
<ἐκθύωσιν>· ἐκζέωσιν. ἐκπίπτωσιν
<ἐκίαθεν>· ἐπορεύετο
<ἐκίγχανεν>· ἐτύγχανεν, κατελάμβανεν, εὗρεν
*<ἐκίδνατο>· διεσκορπίζετο, ἐσκεδάννυτο (Θ 1) ASg
<ἐκίνδαψεν>· ἔψηλεν
<ἐκινδάψασεν>· ὑπέψηλεν, ἀπὸ <κινδαψοῦ>, ὅπερ ἐστὶν ὄργανον

κιθαριστήριον ποιόν, <κινδαψός>

*<ἔκιον>· ἐπορεύοντο (μ 138) ASgn
*<ἐκίσσησεν>· ἐγέννησεν (Ps. 50,5) ASvgn
*<ἐκίχανεν>· ἔλαβεν, εὗρεν (Γ 383) ASgn
*<ἐκιχήσατο>· κατέλαβεν (Δ 385) gn
<ἑκκαιδεκάδωρα>· ἑκκαίδεκα παλαιστῶν· <δῶρον> γὰρ παλαι-

στή (Δ 109)

*<ἐκκακοῦμεν>· ἀμελοῦμεν AS(vg) ἀκηδιῶμεν (2. Cor. 4,1 v. l.)

S (vg)

†<ἐκκακή>· ὧδε
<ἐκκαλάξαι>· κλῖναι τὸ ἱστίον
*<ἐκκαλεῖται>· προκαλεῖται ASgn
<ἐκκαλύπτων>· φανεροποιῶν
<ἐκκανάξειν>· ἐκκενώσειν, ἀπὸ τοῦ <κανοῦ>. θορυβήσειν (Eup.

fr. 272)

*<ἐκκαπηλεύειν>· δολοῦν ASg
<ἐκκαυλῆσαι>· ἐπιδοῦναι
<ἐκκαχρύσω>· ἐκκοκκίσω. ἐκτινάξω, ἢ συντρίψω. οἱ δὲ κρῖμνα
<ἐκκέας>· ἐκκαύσας (Ar. Pac. 1133)
†<ἐκκεκελλήρικεν>· ἐκκέκληκεν
<ἐκκεκηριωμένη>· ἐκπεπληγμένη, ἔξω τῆς ψυχῆς γεγονυῖα
*<ἐκκεκολαμμένα>· γεγλυμμένα (3. Regn. 6,35) AS
<ἐκκεκομμένος>· ὁ διὰ τοῦ κυβεύειν τὰ αὑτοῦ ἀπολέσας, ὅπερ

νῦν <ἐκκεκοττισμένος> φαμέν. ἢ ὁ ἀποκεχωρισμένος

<ἐκκεκονίσθαι>· τὸ εἰς κονίαν ἀναλελύσθαι
*<ἐκκεκρικώς>· ἐκκεχωρικώς ASgn
<ἐκκεκώπηται>· ἐξήρτηται. Σοφοκλῆς Συλλόγῳ (Soph. fr. 148)
<ἐκ κευθμῶν>· τῶν κοίλων τόπων (Ν 138) S
*<ἐκεχειρία>· ἄνεσις. ἀργία. συνθήκη. ἀνοχὴ πολέμου ASvg

εἰρήνη (A) S

*<ἐκκέκυφεν>· ἀνωρθώθη (Ierem. 6,1) AS
<ἐκκεχιλωμένη>· ἐψυγμένη. ἐκκεχερσευμένη (p)
<ἐκκεχοιριλωμένη>· οὐ Χοιρίλου οὖσα. Ἐκφαντίδῃ γὰρ τῷ

κωμικῷ Χοιρίλος θεράπων ἦν, ὃς συνεποιεῖτο κωμῳδίας

*<ἐκκήρυκτον>· ἀπόβλητον (Ierem. 22,30) r. ASvg
<ἐκκλέπτει>· ἐκπορεύεται
<ἐκκλησία>· σύνοδος, *συναγωγή ASg πανήγυρις
<ἔκκλητοι δίκαι>· αἱ ἐπὶ ξένης λεγόμεναι, καὶ οὐκ ἐν τῇ πόλει

[τρίβοιεν]

<ἐκ κλίμακος>· τοῖς πύκταις, ὁπότε χρονοτριβοῖεν, κλῖμαξ ἐτίθετο,

ὑπὲρ τοῦ [μὴ] μένειν ἐπὶ τῆς αὐτῆς χώρας

†<ἐκκολλαβήσαντα>· ἐκλακέντα. ἐκφρονήσαντα†
<ἐκ κολεοῖο>· ἐκ τῆς ξιφοθήκης (Α 194)
*<ἐκκομιδή>· ἐκφορά (2. Macc. 3,7) (ASvg)
<ἐκκομίσαι>· ἐξελάσαι
<ἐκκομίζονται>· ἐκτρέφονται
†<ἐκκομοδεύειν>· τὸ ἐν ἰπνῷ φρύγειν. καὶ καθόλου τὸ φρύγειν
*<ἐκ κόπων>· ἐκ τῶν ἀδικιῶν (Malach. 2,5) ASg
<ἐκ κόρυθος>· ἐκ τῆς περικεφαλαίας (Ε 4)
<ἐκκοροῦσι>· φθείρουσιν, ἐκκαλλύνουσιν
<ἐκκοχύζειν>· ἐκκοιτίζειν
*<ἐκκόψαι>· πορθῆσαι (Ierem. 26,13 v. l.) AS
<ἐκκύλιστοι>· στέφανοι μεγάλοι, ἁδροί (Archipp. com. fr. 40)
<ἐκκραγεῖν>· ἐκβοῆσαι
<ἐκκρινεῖ>· χωριεῖ
*<ἐκκρίνεται>· ἐκρίπτεται. ἐκρέει ASvg
*<ἔκκρισις>· ἔκρευσις ASvg ἱδρώς. οὖρον. κόπρον S ἢ τὸ φέρεσθαί

τινα διὰ τῶν ἄνω καὶ κάτω AS

*<ἔκκριτον>· ἐπίλεκτον ASvg προκεκριμένον (Eur. Hec. 267) Σ
*<ἐκκρούει>· ἐκβάλλει A
*<ἔκκριτος>· ὁ ἐκλελεγμένος SP
†<ἐκκύεις>· ἐρεθίζεις. ἐπισείεις
*<ἐκκυκλεῖ>· ἐκκαλύπτει ASg
[<ἐκκύματα>· ἐξανθήματα] r
<ἔκκυνοι>· νόσημά τι κυνῶν (Xen. Cyn. 7,10)
†<ἐκκονεῖ>· ἐγχωρεῖ
<ἔκλαγξαν>· ἄναρθρον ἐβόησαν, *ἤχησαν ghp ποιὸν ἦχον ἀπε-

τέλεσαν (Α 46) AS ἀετοῦ τρόπον ἐβόησαν

<ἐκλακτισμός>· σχῆμα χορικὸν ὀρχήσεως σύντονον
<ἐκλαμβανέτην>· ἐλάμβανον. δυϊκῶς
<ἐκ λάρνακος>· νόθος (trag. ad.)
*<ἐκλαχών>· διαλαχών AS
<ἐκλεανθείης>· ἐκτριβείης
*<ἐκλείποντα>· δύνοντα (Iob 31,26) AS
<ἐκλέλαθον>· ἐξελάθοντο
*<ἐκλείψει>· ὑστερήσει AS ἀπολεῖται (AS)
<ἐκλέλαθον>· ἐπιλαθέσθαι ἐποίησαν (Β 600) [ἀπέδειξαν, ἐξήλα-

σαν]

[<ἐκλελαμμένον>· ἐξεστραμμένον]
†<ἐκλελαπτημένον>· ἐκπεπονημένον
<ἐκλελυγισμένος>· ἐξεστραμμένος
<ἔκλεο>· κλέος εἶχες (Ω 202)
[<ἐκλεπεῖ>· ἐκπορεύεται]
*<ἐκ λεχέων>· ἐκ τῆς κοίτης (Λ i) vg
<ἐκλέψαι>· ἐκλεπίσαι
*<ἔκλεψε>· παρελογίσατο ASn ἠπάτησεν (Ξ 217) n
*<ἐκληδονίζετο>· ἐμαντεύετο [ὁ] ἀπὸ ἀκοῆς <τὰς> μαντείας δεχό-

μενος (4. Regn. 21,6) ASvg

<ἐκ Λημνίης>· ἐκ τῆς Λήμνου
<ἐκληροδότει>· ...
*<ἐκλήτευσεν>· ἐκάλεσεν ASs
<ἐκλειᾶναι>· λεπτῦναι
<ἐκλίθης>· ἐτράπης
<ἔκλιναν>· εἰς φυγὴν ἐτράπησαν (Ε 37)
<ἐκλίνθη>· κατεκλίνθη
*<ἐκλιπαρεῖ>· λίαν παρακαλεῖ Avgn
[<ἔκλογον ὄν>· μεταξὺ λόγων]
<ἔκλιπεν>· ἐξέλιπεν. ἐμειώθη
<ἐκλιχάζει>· ἐξορμᾶν ποιεῖ. ἐκσοβεῖ
<ἐκλογῆ>· κάλαθον. Λάκωνες
*<ἐκλογιστίαν>· ἀρίθμησιν (Tob. 1,21) ASvg
<ἔκλογον>· <μεταξὺ λόγων> διήγησιν. Αἰσχύλος Σαλαμινίαις

(fr. 219)

<ἐκλόνεον>· ἔφθειρον
<ἐκλονεῖτο>· ἐταράσσετο· <κλόνος> γὰρ ἡ ταραχή
<ἐκλούηται>· ἐκνίπτηται
*<ἔκλυε>· ἐπήκουε. (Α 43 ..) S καὶ <ἔκλυες> AS, <ἔκλυον> ASvg

ὁμοίως

†<ἔκλυρον>· χλωρόν. δίυγρον, ἢ νοτερόν, ἔνικμον, ὑγρόν
<>ε κλυτός>· ἔνδοξος, τίμιος (Θ 440)
<ἐλύτρωσον>· [ἐκλύρισον] κάλυψον
<ἐκλωπίζει>· λωποδυτεῖ
<ἐκλωτίζεται>· ἐξανθίζεται. Ἀχαιὸς Οἰδίποδι (fr. 31)
*<ἐκμαγεῖον>· ἐκτύπωμα. ὑπογραμμός. σφραγίς (Plat. Tim. 72 c)

ASvg

*<ἐκμαγεῖσαι>· ἐκτυπωθεῖσαι ASn
*<ἐκμαγειωθείς>· ἐξομοιωθείς ASvgn
<ἐκμάσσει>· <ἀποσπογγίζει> (r)
*<ἐκ μελάθρων>· ἐξ οἴκων (Soph. Phil. 147) AS
*<ἐκμελής>· ἀνάρμοστος, ἄτακτος n ἄρυθμος (Greg. Naz. c. 1,2,

33,66)

<ἐκ Μελίτης μαστιγίας>· Ἀριστοφάνης ἐν Βατράχοις (501)

ὑπήλλαξεν ἀντὶ τοῦ φάναι ἐκ <Μελίτης Ἡρακλῆς>· μετημ- φίεσται γὰρ τὴν Ἡράκλειον στολήν. Καλεῖται δὲ ὁ ἐν Μελίτῃ Ἡρακλῆς <Ἀλεξίκακος>

<ἔκμελος>· ἀδύναμος r
<ἐκμεταιωροῦνται>· μετεωρίζονται
<ἐκμαρτυρία>· ἡ τοῦ ἀπόντος μαρτυρία
<ἔκμισθοι>· οἱ μισθὸν μὴ λαμβάνοντες
<ἐκμήνιεν>· ὠργίζετο n
*<ἐκμηχανῶμαι>· κατασκευάζομαι ASn
*<ἐκμηχανώμενος>· κατασκευάζων g
*<ἐκμειλίσσεσθαι>· καταπραΰνειν ASvgn
*<ἐκμειλιχθείς>· ἐξημερωθείς r. ASn
<ἐκμιμούμενος>· ὁμοιούμενος
*<ἔκμολε>· ἐξῆλθεν (Λ 604) ASvgn
<ἐκμυζᾶι>· ἐκπιέζει. [ἐκπιαίνει]
<<ἐκμυζηθ>είς>· ἐκπιεσθείς r ἐκθηλασθείς
*<ἐκμυκτηρισμός>· χλευασμός ASvg
[<ἐκνεύμυκτεν>· κατέβαλλεν]
<ἐκ νέας>· ἐξ ἀρχῆς
†<ἐκνῆναι>· ἐξαπατῆσαι
<ἐκνεύσας>· ἐκκολυμβήσας
*<ἐκνενεμήκασι>· παραδεδώκασιν n
*<ἐκνενέμηται>· ἐξῆλθεν ASg ἐξῆκται
*<ἐκνεφίας>· <ἀπὸ> νεφελῶν τις ἄνεμος, Avg <ἢ> ὄμβρων vg βροχὴ

ASn ἀπὸ νεφῶν S

<ἐκνημοῦντο>· ἐφθείροντο (Hippon. P. Ox. 22, 2323)
<ἔκνιψις>· ἀπόσμηξις. κάθαρσις
<ἐκνόμιον>· διακριτόν
<ἐκνομίως>· †καλῶς μεγάλως (Ar. Plut. 981)
<ἔκνοον>· ἔκνουν, ἀνόητον (Greg. Naz. c. 2,1,45,48) (n)
<ἐκνοσηλεῦσαι>· ἀναῤῥῶσαι ἐκ νόσου, †ἀναληψόμεθα
<ἐκνοσφίσαι>· ἐκβαλεῖν
<ἐκοάθη>· ἐπενοήθη. ἐφωράθη
<ἐκοᾶμεν>· ἠκούσαμεν, ἐπυθόμεθα
<ἐκοδομεύετο>· ἐφρύγετο. ἰπνεύετο
[<ἐκόησεν>· ἀνέλαβεν]
<ἐκοινοβουλεῖτο>· ἐκοινοῦτο
*<ἐκολῴα>· ἐθορύβει ASg ἠτάκτει (Β 212) S
<ἐκολλόπωσε>· συνήρμοσε κόλλῃ. καὶ γὰρ ἡ κόλλα ἀπὸ τῶν

κολλόπων. ἔστι δὲ τὰ νωτιαῖα μέρη τῶν βοῶν, ἐξ ὧν γίνονται οἱ κόλλοπες. καὶ ᾧ ἐπιτείνουσιν τὰς χορδάς, <κόλλοπα> ἔλε- γον, διὰ τὸ δερματίνοις τὸ παλαιὸν χρῆσθαι. Ἀχαιὸς Ἴριδι (fr. 22)

<ἐκοοῦμεν>· εἴδομεν. εὕρομεν. ᾐσθόμεθα
<ἐκόμισεν>· ἔλαβεν. [ἐποίησεν, εἰργάσατο] ἐπιμελῶς ἔθρεψεν
*<ἐκοπίσθη>· ἠπατήθη. εἰς ὅρκον διεψεύσθη Avg
*<ἐκονδύλιζον>· ἔτυπτον Agn κονδύλοις A ἤγουν δακτύλοις

(Am. 2,7) gn

*<ἐκονίετο>· ἐπεσπάσατο κόνιν, ἢ ἐν κόνι ἔκαμνεν A
<ἐκόνιον>· ἤνυον. [ἢ ἴδιον]
<ἑκόντε>· δυϊκῶς. βουλόμενοι
<ἑκοντήν>· θελήσει. ἑκουσίως
*<ἑκοντί>· ἐθελοντί r. gPn
*<ἐκόπασεν>· ἐπαύσατο (Ios. 14,15) r Avgn
<ἐκορέσσατο>· ἐκορέσθη. ἐπληρώθη (υ 59)
*<ἐκορθύετο>· ὑψοῦτο. ἐκορυφοῦτο ASvg
<ἐκορίζετο>· ὑπεκορίζετο. παρὰ τὸν παῖδα, ὃν <κοῦρόν> φασιν
<ἐκορυβάντιζεν>· τοῖς Κορύβασιν ἐτελεῖτο
<ἐκορυπτίας>· ἐγαυρίας
*<ἑκουσιάζεται>· προαιρεῖται A προσφέρει (Ag)
*<ἑκούσιον>· θελούσῃ διανοίᾳ (Lev. 7,6 ..) An
<ἐκπάγλως>· ἐκπληκτικῶς. [ἐξόχως s μεγάλως, [θαυμαστῶς s

ἔξοχα (Α 268)

<ἔκπαγλον ἐπεύξατο>· ἐκπληκτικὸν ἐκαυχήσατο (Ν 413 ..)
<ἔκπαγλον>· θαυμαστόν r
<ἐκπαγλεῖσθαι>· θαυμάζειν r
<ἐκπαγλότατε>· θαυμαστότατε. ἐκπληκτικώτατε (Α 146)
<ἔκπαγλα>· θαυμαστά. μεγάλα, ἔξοχα, περιττά (Γ 415)
<ἐκπαθές>· ἀπόπληκτον
<ἐκπάλαιστος>· ἄνανδρος r
†<ἔκπαλαι>· δεινά. ὑπερήφανα
<ἐκ παλαχῆς>· ἐξ ἀρχῆς (Nic. Ther. 449?)
<ἐκπαλές>· ἔξαρθρον (Hippocr. art. 53, IV 238 L.)
<ἐκπάλη>· ἐχωρίσθη. ἀπέστη. ἐξέπεσεν
<ἐκπαλήσαντες>· ἐκπεσόντες
<ἐκπαλλακίδιοι>· οἱ νόθοι
<ἔκπαμον>· ἀκλήρωτον
<ἔκπαλιν κοτεῖν>· ἐναντιολογεῖν
†<ἐκπλαγότητα>· ἐξαισιότητα
[<ἐκπάλτιον>· ἔξαλλον, οὐχ ὅμοιον]
<ἐκ παραβολῆς>· ἐκ παρακινδυνεύματος
*<ἐκ παραλλήλου>· ἐξ ἰσότητος. <ἐξ ὁμοίου> Avg n
<ἐκ παραλίας>· ἐκ παραθαλασσίας
[<ἐκ παράλλου>· ἐξ ὁμοίου]
<ἐκ πασέων>· ἐκ πασῶν (Ι 330)
<ἐκπάτιον>· τὸ ἔξω πάτου (Aesch. Ag. 49)
<ἐκ πάτου>· ἐκποδών
<ἐκπάτιον>· ἀνόμοιον (r)
<ἔκπαυμα>· ἀνάπαυμα
<ἐκπεκτουμένη>· κτενιζομένη. καὶ τίλλουσα (Plat. com.)
<ἐκ πεδίου>· ἐκ τοῦ ἡπλωμένου χωρίου καταστρέψαντας (Am. 1,5)
<ἐκπέλει>· ἔξεστιν
*<ἐκπελλεύει>· ἐξωθεῖ A
<ἐκπεπαταγμένος>· ἐκπεπληγμένος. ἔκφρων (σ 327)
*<ἐκπεπολέμωται>· ἐχθραίνει A
<ἐκπεπότημαι>· ἐκπέπληγμαι (Eur. El. 177)
<ἐκπερδικίσαι>· τὸ διολισθῆσαι καὶ διαδρᾶναι, ἀπὸ τῶν περ-

δίκων μεταφορικῶς· πανοῦργον γὰρ τὸ ζῷον, καὶ διαδιδρᾶς- κον τοὺς θηρῶντας (Ar. Av. 768)

[<ἔκπερι>· ἔξεστιν]
*<ἐκ περινοίας>· ἐξ ἐπινοίας Avg
*<ἐκ περιουσίας>· ἐκ πλήθους A ἐκ τοῦ ὑπερέχοντος (Dem. 18,3)

Avgn

*<ἐκ περιτροπῆς>· ἐξ ἀποστροφῆς. ἐκ νίκης Avg
*<ἐκπέρσαι>· ἐκπορθῆσαι Agn ἑλεῖν, λαβεῖν (Α 19)
<ἐκπέρσαντα>· ἐκπορθήσαντα (Β 113)
<ἐκπέρσωσιν>· ἐκπορθήσωσιν (Α 164)
<ἔκπεσον>· ἐξέπεσον (Λ 179)
<ἐκπετρίδδην>· παχύνειν ἱμάτιον. Λάκωνες
<ἐκπεφανωμένος>· ἀπόπληκτος
<ἐκπεφάνωται>· ἀπο...
<ἐκπεφύκασι>· βεβλαστήκασι, γεγένηνται
[<ἐκπέμψας>· ἐκγυμνώσας. ἢ περιβαλλόμενος]
<ἐκπηνιεῖται>· ἐκμηρύσεται (Ar. Ran. 578)
*<ἐκ πῖαρ>· λιπαρόν (Λ 550) r. A
<ἐκπιμπλάναι>· ἀποπληροῦν
<ἐκπίνειν>· προπίνειν
<ἐκπαιφάσσειν>· ἐνθουσιᾶν. ἐξορμᾶν (Ε 803)
<ἐκπλαγείς>· θαυμάσας r
[<ἐκπιπαταγμένος>· ἐκπεπληγμένος]
<ἐκπλαγούμεναι>· ἐκπληττόμεναι. μαινόμεναι (Eur. Hec. 1157)
[<ἐκπλαγῶς>· ἐξόχως. θαυμαστῶς]
<ἔκπλαστο>· ἐξεπήδησεν (Υ 483)
†<ἐκπλήωρον>· ἐκπεπληρωκυῖαν ἑαυτήν
<ἐκπλήγνυσθαι>· ἐκπλήττεσθαι φόβῳ
<ἔκπληξις>· ἐκφόβησις (Eur. Phoen. 729 ..) r
<ἐκπλήξειν>· ἐκπλαγῆναι ποιήσειν, ἐκφοβήσειν
<ἐκπλήσσει>· ἐκφοβεῖ, ἐκπλήττει (Eur. Or. 549)
<ἐκπλίσσοιτο>· διάγοιτο
<ἔκπλυτον>· τὸ παρά τισιν ἐξίτηλον καὶ ἀμαυρὸν βάμμα
*<ἐκποδών>· ἐκ μέσου (Eur. Hec. 1282) APvg ... ἐξαλείφεσθαι

g (n)

<ἐκποίητος>· ὁ ἐκδοθεὶς ἑτέρῳ εἰσποιήσασθαι q υἱός
<ἐκποκιῶ>· ἐκτιλῶ
*<ἐκπολιορκεῖ>· ἐκπορθεῖ, <κατα>πολεμεῖ πόλιν Avg
<ἐκ πολίων>· ἐκ τῶν πόλεων (Β 131)
*<ἔκπομα>· φιάλη, ποτήριον A (g) n
<ἐκπομπή>· ἀποστολή
<ἐκπολεμῶσαι>· πολεμοποιῆσαι (Dem. 1,7 v. l.)
<ἐκπορθεῖ>· αἰχμαλωτεύει ps
*<ἐκπορποῦσθαι>· φιβλοῦσθαι Sgn
*<ἐκπορίσαι>· ἐκλαβεῖν. ἐξανύσαι A
<ἐκπρεπέα>· ἐκπρεπῆ, ὡραῖον, περικαλλῆ (Β 483)
*<ἐκπρεπές>· ὡραῖον. παρὰ τὸ λίαν πρέπον AS (vg)
<ἐκπρεπῶς>· ἐκδήλως
<ἔκπρησιν>· ἐκπύρωσιν
*<ἐκπρίου>· ἀγόρασον. ἐλευθέρωσον (Prov. 24,11) Avgn
†<ἔκπροθον>· ἐκ παλαιοῦ
<ἐκπροθορών>· ὁρμήσας (g)
*<ἐκπτήσονται>· ἐκπετασθήσονται AvgN
*<ἐκπύστων>· φανερῶν. ἢ πολλοῖς ἀκουστῶν vg
<ἐκπωλεύεσθαι>· προγυμνάζεσθαι
<ἐκπώματα>· ἀγγεῖά τινα, ἢ *ποτήρια q ASg
*<ἐκραίαινεν>· ἐπλήρου, ἐτελείου (Ε 508) n
*<ἐκραταίωσεν>· ἐδυνάμωσεν (Ps. 104,24 ..) Avg
<ἐκρατύναντο>· ἐκραταίωσαν (Μ 415 ..) bs
<ἐκρατυνάσθην>· ἐκράτυναν. δυϊκῶς.
†<ἔκραινων>· ἐτίμων
<ἐκρᾳστωνῆσαι>· εὐχερῆ ἀποφῆναι
<ἐκρατηρίχθημεν>· ἐμεθύσθημεν (Sophr. fr. 106)
<ἐκ ῥεθέων>· ἐκ τῶν μελῶν (Π 856)
<ἐκρήμνισαν>· ἐκρέμασαν, κατεπόντισαν
<ἐκρήξω>· ἀνοίξω
<ἐκρήσσων>· ἐγρηγορῶν. φυσῶν
*<ἐκρίθη>· ὡρίσθη (1. Esdr. 8,90) Avg
<ἐκρίνατο>· ἐπελέξατο. ἠρίθμησεν (δ 778)
*<ἔκρινεν>· ἐξελέξατο. (Α 309) nps ἐδίκασεν
<ἐκρόαινον>· ἐπεθύμουν
<ἐκροιήν>· ἔκρυσιν
†<ἔκρουεν>· ἤσθιεν
<ἐκρούσω>· ἐπεκρούσω
<ἐκρυῆναι>· παύσασθαι. παρὰ τὸ ὕδωρ τὸ ἐκρέον
*<ἐκσεσοβημένοι>· ἐκτεταραγμένοι (Sap. 17,10 v. l.) Avgn
*<ἐκσιφωνισθείη>· διασκορπισθείη (Iob 5,5) Avg
<ἔκσκευα>· τὰ †παρεπόμενα πρόσωπα ἐπὶ σκηνῆς
*<ἐκ σπείρης>· ἐκ τάγματος. ἐκ νουμέρου (Act. Ap. 10,1) Avgn
*<ἔκστασιν>· ὕπνον. (Gen. 2,21) vg φόβον (2. Chron. 29,8)
<ἐκστέψας>· ὅλον γυμνώσας, ἐκκενώσας
†<ἐκστύψῃς>· ἐκκαύσῃς
<ἐκ σῶν>· ἐκ τῶν σῶν
<ἐκταθῆναι>· ἁπλωθῆναι r
<ἐκταδίην>· μεγάλην, ὥστε διπλῇ χρῆσθαι (Κ 134)
<ἑκταῖον>· αἱ δέκα κοτύλαι
<ἑκταίους>· τοὺς ἐκ χοινίκων ἕξ
<ἐκτάμνῃσιν>· ἐκτέμνει (Γ 62) (b)
<ἐκτονθορύζω>· τρέμω
*<ἔκταν>· ἔκτειναν (Κ 526)
<ἔκταλος>· ἀκάνθης εἶδος
<ἐκταρβούμενον>· ἐπτοημένον
<ἐκτάσσοντα>· χαράσσοντα, γράφοντα (4. Regn. 25,19)
<ἐκτεθηλυσμένον>· ἐκτετηκός
*<ἐκτεθηλυσμένοι>· μαλακισθέντες. κεκοπιακότες. ἢ ὡς θήλειαι

γενόμενοι Avg

<ἐκτεθυμμένα>· ἐκτετυφωμένα
<ἐκτεθύμμεθα>· ἐκτετυφώμεθα
<ἐκτείνας>· ἁπλώσας, τανύσας
*<ἐκτελέουσιν>· ἐπιτελοῦσιν (Β 286) s
*<ἐκτείνεται>· ἁπλοῦται S
<ἐκτείνου>· ἁπλώθητι
<ἔκ τε κονίης>· ἐκ τῆς κόνεως (Λ 163)
<ἐκτενεῖ>· ἐπιμελεῖ
<ἐκτενές>· διατεταμένον r. ASPn
<ἐκτένεια>· ἅπλωσις
<ἐκτενίᾳ>· συνεχῶς ποιεῖν τὸ αὐτό (Act. ap. 26,7 ..)
*<ἐκτενῶς>· προθύμως. ἢ διατεταμένως (Iud. 4,12 ..) S
<ἑκτέον>· ληπτέον
†<ἔκτεμπροι>· προσμένοντες
<ἐκτεταμένως>· ἁπλωμένως
*<ἐκτετάφρευτο>· ἐξώρυκτο ASvg
*<ἐκτετεικότας>· ἀποπληρώσαντας. καταβαλόντας ASvg
<ἐκτετραμμένος>· ἀπεστραμμένος
*<ἐκτετρυχωμένους>· καταπεπονημένους. ἐκνενευρισμένους (ASvg)
<ἐκ τεφρωδέων>· ἐκ τεφροειδῶν (Hippocr. Prorrh. 1, 156 v. l.)
<ἑκτήμοροι>· οἱ ἕκτῳ μέρει τὴν γῆν γεωργοῦντες
*<ἐκ τῆς ὀσφύος>· ἐκ τοῦ σπέρματος (Hebr. 7,5) ASvgn
<ἕκτη, τρίτη, τετάρτη>· νομίσματα ἀργυρίου καὶ χρυσίου καὶ

χαλκοῦ

*<ἑκτικῶς>· σχετικῶς. ἢ κατὰ ἕξιν· <ἕξις> δέ ἐστι δυσμετακίνητος

τρόπος, ἤτοι διάθεσις ASg

<ἐκτῖλαι>· ἐκτινάξαι (Eccl. 3,2) r
<ἐκτιλωμένοι>· συνηθισμένοι, συνήθεις. †ὁμοίως
<ἔκτιμα>· τὰ ἐπιτεταμένα τῇ τιμῇ
<ἐκ τιμημάτων>· τίμημα διανέμησις τῆς πολιτείας. Διῄρητο γὰρ

ἡ πολιτεία κατὰ Σόλωνα εἰς τέσσαρα· Πεντακοσιομεδίμνων ...

*<ἐκτινάξαι>· ἀποκινήσαι (2. Esdr. 15,13) S
*<ἐκτινύς>· ἀποδιδοὺς (ASvg) τιμωρίας
<ἔκτισαν>· ᾤκισαν. κατεσκεύασαν (λ 363)
*<ἐκτίσει>· ἀποδώσει (Iob 2,4) S
<ἐκτίσων>· ἀποδώσων. *ἀποδώσας S
<ἐκτιστής>· ἀποδότης r
*<ἐκ τοῖο>· ἐκ τούτου (Α 493) Svgn
<ἔκτοθι>· ἐκτός, *ἔξωθεν (Ο 391) Sg
*<ἐκ τόκων>· ἐκ τοκετῶν (Hos. 9,11) S
*<ἐκτολυπεύσας>· τελειώσας (Hes. scut. 44) Sn
<ἐκτομαδία>· εἶδος δόρατος
<ἐκτομάς>· περικεφαλαία, ἧς οἱ ὀφθαλμοὶ διαλάμπουσιν
<ἐκτομεύς>· τομεύς, τμητής
*<ἐκτομίας>· εὐνοῦχος ASvgn σπάδων
<ἔκτομον>· ἐλλέβορος. καὶ ἄτμητος λιβανωτός
<ἔκ τ' ὀνόμαζε>· καὶ ἔλεγεν. ἐπείθετο (Α 361 ..)
*<ἔκτοπα>· ξένα SPnps
<ἐκτροπάν>· ἔξοδον
<ἔκτοπον>· χαλεπόν. [ξένον r
*<ἐκτοπώτατον>· ἐξεστραμμένον (A) Sgn
*<ἐκτόπως>· ὑπερβολικῶς, rS μεγάλως Sn ἀπρεπῶς Sgn
<Ἑκτόρειοι κόμαι>· ὡς Δαύνιοι καὶ Πευκέτιοι, ἔχοντες †τὸν ἀπ'

Ἰλίου τοῖς ὤμοις περικεχυμένην τρίχα

<Ἑκτόρεον δέ>· τὸν δὲ τοῦ Ἕκτορος (Β 416)
<ἐκ τορμῶν>· ἀπὸ τοῦ καμπτῆρος, ἢ τοῦ σύμπαντος δρόμου
<ἐκτορμεῖν>· ἐκτετράφθαι τοῦ δρόμου
<ἐκ τόρμης>· ἐκ †μύθου. ἐκ τοῦ καθήκοντος <δρόμου>
<ἕκτορες>· πάσσαλοι ἐν ῥυμῷ. Σαπφὼ δὲ τὸν Δία (fr. 180 L. -- P.).

Λεωνίδης τὸν κροκύφαντον

<ἐκτός>· δίχα, πάρεξ, ἢ ἔξω
<ἔκτοσθεν>· ἔξωθεν (Ι 552)
*<ἐκ τοῦ δή>· ἐξ ἐκείνου τοῦ χρόνου Sn
*<ἐκ τοὔμπαλιν>· ἐκ τοῦ ἐναντίου (Thuc. 3,22, 5) ASvgn
*<ἐκ τοῦ παραχρῆμα>· ἐκ τοῦ αὐτομάτου (Plat. conv. 185 c) n
<ἐκτραγῳδεῖ>· ἀποιμώζει, ἀποθρηνεῖ
[<ἕκτρας>· ἐν ῥυμῷ πάσσαλος]
<ἐκτραχηλισθῆναι>· ἐκπεσεῖν <τῶν ἵππων>
<ἐκτρέπειν>· ἀποστρέφειν ὕδωρ
<ἐκτριβῆναι>· ἀφανισθῆναι p φθαρῆναι (Exod. 12,13)
<ἐκτριβαί>· τριβαί. χωρισμοί. προφάσεις
<ἐκ τρίτης>· λόγος ...
<ἐκ τριτημόρου>· ἐκ τεσσάρων ἡμιεκτέων
<ἐκτροπαί>· τρίβοι. προφάσεις. χωρισμοί. καὶ ὀφθαλμῶν τι πάθος
<ἐκ τροφωλέων>· σποδοειδῶν
<ἐκτρόχαλον>· ἔκτροχον
<ἐκτρυπῆσαι>· ἐξελθεῖν λεληθότως· <τρυπῆσαι> δὲ τὸ παρελθεῖν
<ἐκτρύχωσον>· ἔκτριψον
<ἐκτρυχωθείς>· φθαρείς
<ἔκτρωμα>· παιδίον νεκρὸν ἄωρον r *ἐκβολὴ γυναικός (Num.

12,12 ..) nsp

<ἐκτυφῆναι>· ἐκτυφωθῆναι
<ἐκ τύμβοιο θορών>· ἐκπηδήσας †μεγάλως ἐκ τοῦ τάφου, καὶ

τῆς γαστρός (Greg. Naz. c. 1, 2, 15, 133)

<ἔκτυπε>· ἐβρόντα (Θ 75)
<ἐκτύπωμα>· [ἀλλοίωμα.] ὁμοίωμα (Exod. 28,32 ..) r. sp
*<ἐκτυπώτερον>· κυριώτερον. [φανερώτερον r. A (n)
<ἐκυΐσκετο>· ἐν γαστρὶ ἐλάμβανεν
*<ἐκυκᾶτο>· ἐταράσσετο g
<ἐκύκων>· ἐτάραττον
<ἐκύπταζον>· †ἐκπλήρωτον. ἔκυπτον. †ἠλογήθην
*<ἑκυρέ>· πενθερέ (Γ 172) n
<ἑκυρός>· ἀνδρὸς πατήρ. *πενθερός (Γ 172) Avgn
<ἑκυρά>· ἡ μήτηρ τοῦ ἀνδρός. [πενθερά (Ω 770) r
<ἐκύρησα>· εὗρον. ἔτυχον, ἐπέτυχον
<ἔκυρσαν>· τὸ αὐτό
<ἐκύρωσαν>· ἐβεβαίωσαν
<ἔκυσεν>· ἐφίλησεν (Θ 371) r
<ἔκυψεν>· ἀπήγξατο
[<ἐκφάδην>· φανερῶς]
<ἐκφᾶναι>· φανερῶσαι (Sir. 19,25) r
*<ἐκφαίνει>· δηλοῖ, [φανεροποιεῖ (Sir. 27,6) ASvg
*<ἐκφάνδην>· φανερῶς AS ἢ ἐξειπεῖν <φανερῶς> np
<ἔκφαντον>· φανερόν r
<ἐκφανίζεται>· μηνύεται
<ἔκφαντα>· πρόδηλα
<ἐκφατνίσματα>· τὰ ἐκβαλλόμενα, ὅτε καθαίρωσι τὰς φάτνας
<ἔκφανσις>· ἀπόδειξις
*<ἔκφερεν>· ἐξέφερεν (Ψ 259) n
*<ἐκφαντορίας>· <θεολογίας, θεοφανείας> Avg
<ἐκφοινίξαι>· ἀναχρῶσαι
<ἐκφοράν>· ἔξοδον. *ταφήν. ἐκ τοῦ ἐπὶ μνῆμα ἐκφέρεσθαι (Eur.

Alc. 422) Avgn

<ἔκφρητε>· ἄφετε <ἔξω>
<ἐκφροντίζων>· βουλευόμενος
*<ἐκφόρια>· καρπούς (Lev. 25,19 ..) Ag
*<ἐκφορεῖ>· σπανίζει ὑπάρχοντα A
*<ἔκφρασις>· ἐπιμυθία. λόγος ἐναργής APs
*<ἐκ φρυαγμοῦ>· ἐξ ἐπαρμοῦ Avg (n)
*<ἔκφρων>· ἐκτὸς φρενῶν. μωρός ASvgn
<ἐκφυλάσαι>· ἐκσπάσαι
*<ἔκφυλον>· τὸ μὴ συγγενές. ἀλλόφυλον Agn
<ἐκφῦναι>· ἐκβλαστῆσαι r *γεννηθῆναι (Eur. Phoen. 419 ..)

Agn

<ἐκ φυράματος>· ἐκ σπέρματος
<ἔκφυσις>· *βλάστησις r(g). ἔντερον <ὃ> ἔνιοι <πυλωρός>
<ἐκφυσήματα>· πέτραι ὑπερέχουσαι τῆς γῆς
<ἐκφοιτᾷ>· ἐξέρχεται (Eur. El. 320)
<ἐκχαρεών>· μαγειρεῖον
<ἐκχαυνῶν>· μεταίρων (Eur. Suppl. 412)
*[<ἐκχείρημα>· τόλμη] (A)
*<ἔκχεον>· ἔκχυσον (Ps. 68,24) Avg
*<ἐκχέων>· περιχέων (Am. 5,8) (g)
†<ἐκχοίρηξες>· ἐκχοιρηλωμένοι. Λάκωνες
<ἐκχυθήσεται>· ἁπλωθήσεται (Hos. 12,14)
<ἐκχυμωθῆναι>· ἐκπυῆσαι (Hippocr.)
<ἐκχύτριζε>· ἔκβαλλε
<ἐκχυμώματα>· αἱ πυώδεις συλλογαί (Hippocr. fract. 11)
†<ἔκχωνε>· ἔκκλινε. Λάκωνες
*<ἐκ χώρης>· ἐκ τῆς χώρας, [ἐκ τοῦ τόπου (Ζ 516) g
<ἐκψύχουσι>· λιποθυμοῦσιν (Hippocr. morb. 1,5)
*<ἐκωδωνίζοντο>· περιβόητοι ἐγένοντο gn
<ἐκωδώνισεν>· ἐδοκίμασεν
*<ἐκωθωνίζοντο>· εἰς τὰ μεγάλα ἔπινον vg, ἐμεθύσκοντο Avg,

ἐχόρευον (1. Esdr. 4, 63) A

*<ἐκωμῴδησεν>· διέπαιζεν. διεθρύλησεν Avg
*<ἑκών>· θέλων, βουλόμενος (Δ 43) np
<ἐκώνη>· ἔστρεφεν r
[<ἐκώπασεν>· ἐπαύσατο]
<ἔλα>· [ἐκρίναμεν. καὶ] ἥλιος, αὐγή, καῦμα. Λάκωνες. βάδιζε. λέγε
[<Ἔλα>· τὸ τοῦ Διὸς ἱερόν, ἡ Δωδώνη. καὶ οἱ ἱερεῖς <Ἐλοί>]
<ἐλάαν>· ἐλαύνειν (Ε 366) p
<ἐλάεως>· ἀμπέλου εἶδος
†<ἐλάζετο>· ἐκαλινδεῖτο
<ἐλαθερές>· ἡλιοθαλπές
†<ἐλαθρά>· ἐλαφρά. ἢ ἐν ἐλαίῳ ἑφθά
<Ἐλαιοῦς>· Διὸς ἱερὸν ἐν Κύπρῳ
<ἐλαία>· δίφρου Κυρηναϊκοῦ μέρος
<ἐλαίανεν>· ἐλέπτυνεν
<ἐλαιάεσσα νηδύς>· Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι (fr. 419)·

ἤτοι <λαιάεσσα> ἀντὶ τοῦ σκαιά, ἀγρία, ἢ ἀπὸ τοῦ <ληΐζεσθαι> πάντα ληϊζομένη καὶ κατεσθίουσα, ἢ ἀπὸ τοῦ <ἐλαίου> λιπαρά

*<ἐλαΐζων>· ἐλαιόχρους A
<ἐλαιοῦται θρίξ>· Σοφοκλῆς Τρωΐλῳ (fr. 567). Ἀρίσταρχος

ῥυπαίνεται, βέλτιον δὲ λαμπρύνεται

<ἐλαιωτῷ>· ἐλαιοβαφεῖ
<ἐλαιότρυγον>· ἀμόργη
<Ἐλαιοῦς>· ἐν Κύπρῳ ὁ Ζεύς
<ἐλαιοχύτας>· περιραινόμενος
<ἐλαιός>· φαρμακεύς, παρὰ Ῥοδίοις
<ἐλαΐς>· αἰγίλωψ
*<ἔλακεν>· ἐφθέγξατο (Eur. Or. 163) APvn
<ἔλακεν>· ἐψόφησεν
*<ἐλάμαν>· ὑπέρθυρον (Ezech. 40,6)
[<Ἐλαμῆται>· Πάρθοι]
*<ἐλάμ>· ὀδός (Ezech. 40,6, σ#)
<ἔλανος>· ἰκτῖνος
†<ἐλαναψεῖν>· ἐλαύνειν
<ἐλαπάχθη>· συνεστάλη
<>ελάπεδον>· τέμενος (Eur. Andr. 117)
*<εἰλαπίνῃσιν>· ἑορταῖς (Κ 217)
<ἔλαρ>· βοήθεια (r)
<ἐλάραι>· τὰ ἐν τῷ αὐλῷ τῶν δοράτων ἁρμοζόμενα
<ἐλάργει>· ἔλαβεν, ἐπόρησεν. καθεῖλεν
<ἐλάσαι>· *φθάσαι A πατάξαι. διῶξαι. ὀρύξαι. ποιῆσαι. ἀγαγεῖν
*<ἐλάσασκεν>· ἐνέπληττεν (Β 199) Avg
<ἔλασε>· ἐκ χειρὸς ἔτρωσεν (Χ 326) ἔσκαψεν (Ι 349) ἔπληξεν

(Λ 109)

<ἐλασθαίνομεν>· ἠκολασταίνομεν
<ἐλασία>· δίωξις r
<ἐλασίβροντα>· ἐλαυνόμενα ὡς αἱ βρονταί· ἐπεὶ δοκεῖ ὄχημα τοῦ

Διὸς ἡ βροντὴ εἶναι (Ar. Equ. 626)

<ἔλασκεν>· [ἤλασεν.] ἐκάλεσεν
<ἔλασμα>· ὑπέρπυρον
<Ἐλαμῖται>· Πάρθοι (Act. ap. 2,9)
<ἐλασμίη>· συρμαία
<ἔλα πόδ' ὧ>· ἔνρυθμον ...
<ἔλασεν>· διέτεμεν
<ἔλασεν>· ἤλασεν. ἐπέρασεν
*<ἐλάσσω>· μικρόν, ἥττονα Avg
<ἐλάσωσιν>· διώξωσι (Π 388) διάγωσιν
<ἐλάστρει>· [ἐκακοπάθει. ἐσκόπει.] ἐδίωκεν. ἐκυνήγει. ἤλαυνεν
*†<ἐλαστριῶν>· διαγινώσκων †g
*<ἐλάστρεον>· ἤλαυνον (Σ 543) A (g)
*<ἐλαστροῦται>· ἐλαύνεται A διώκεται
<ἐλᾶται>· ἡλιοῦται
<ἐλάτη>· λαχάνου εἶδος (Epich. fr. 160?) καὶ κώπη "ξεστῇς

ἐλάτῃσιν" (Η 5) καὶ αὐτὸ τὸ δένδρον, ἀφ' οὗ ἡ κώπη. καὶ πόλις τῆς Φωκίδος μεγίστη. καὶ τοῦ φοίνικος ἡ πρώτη ἔκφυσις

<ἐλατήρ>· τὸ πλατὺ πόπανον, ἀπὸ τοῦ ἐληλάσθαι εἰς μέγεθος,

ἢ πέμμα. καὶ *ἡνίοχος (Δ 145) Avgn

<ἐλατήριον>· φάρμακον καθαρτικόν (Hippocr. epid. 5,7

V 208,1 L)

<Ἐλάτης>· ὁ Ποσειδῶν, ἐν Ἀθήναις
*<ἐλάτῃσι>· κώπαις, ὅτι ἐξ ἐλατίνων ξύλων (Η 5) A
<ἐλάτη>· εἶδος δένδρου (Ε 560)
<ἐλατικαὶ κύνες>· θηρατικαί r
<ἐλατόν>· ἔλασιν. ἢ ἐληλασμένον (3. Regn. 10,16 ..)
<ἔλατρα>· πέμματα πρὸς θυσίαν [καὶ] πλασσόμενα
<ἐλατράβιζον>· τὸ βωμολοχεύειν καὶ πανουργεῖν <λατραβίζειν>

ἔλεγον.

*[<ἐλάτρευον> καὶ] <ἐλάστρευον>· ἐδίωκον A
<ἐλατρεύς>· ὁ τρίτην πύρωσιν ἔχων τοῦ σιδήρου, παρὰ τοῖς

μεταλλεῦσιν

<ἔλατρον>· Εὐκράτης ἐν Ῥοδιακοῖς (Fr. Gr. Hist. 514,1 J.) ἔν-

δυμα, κατάζωσμα

<ἔλαττον>· μικρόν, ἧσσον, ἧττον (Exod. 16,18)
<ἐλαττούμενον>· λειπόμενον (Sir. 25,2)
<ἐλάττωσις>· σμικρότης (Sir. 20,11) r
<ἐλαύνει>· ποιεῖ. παραβάλλει
<ἐλαύνετον>· μακρὸν ποιεῖτε. [ἐλαύνητον]. ἐμποιεῖτε. κινεῖτε

(Α 575)

<ἐλαύνοντες>· διώκοντες. τύπτοντες (Η 6)
<εἰρεσίαν>· κωπηλασίαν
[<ἐλαύτατον>· δεινότατον]
<ἐλαύνωσιν>· θερίζωσιν "ὄγμον ἐλαύνωσιν" (Λ 68), ἐλάσαι γὰρ

τὸ ἐκ χειρὸς πλῆξαι

<ἐλαφίαι>· οἱ τῶν ἐλάφων ἀστράγαλοι (Eupol.)
<ἐλαφίνης>· νεβρός
<ἐλάφιον>· κώνειον
*<ἐλαφηβόλος>· κυνηγός. APvgn ἀπὸ εἴδους ἑνὸς τῶν κυνηγου-

μένων (Σ 319)

<ἐλαφοβοσκός>· εἶδος βοτάνης
<ἐλαφογενές>· τῆς ἐλάφου ὁ μυελός
<ἔλαφον κεραόν>· ἄῤῥενα. ὁ γὰρ ἄῤῥην ἔχει κέρατα (Γ 24)
<ἔλαφος>· νεβρός
<ἐλάφου πηρίς>· οὗτος δοκεῖ βρωθεὶς πρὸς συνουσίαν ἁρμόζειν

(Nic. Ther. 586?)

<ἐλαφρά>· τὰ μὴ βαρέα. ἢ κοῦφα (Ε 122)
*<ἐλαφρία>· μωρία r A
*<ἐλαφρία>· κουφότης (2. Cor. 1,17) npb
<ἐλαφρίζων>· παρασκευαζόμενος ῥᾳδίως (Archil. fr. 87 Bgk)
<Ἐλαφρός>· *εὐβάστακτος A κοῦφος Avgn ἢ Ζεὺς ἐν Κρήτῃ
<ἐλάχαινεν>· ἔσκαπτεν. ὡμάλιζεν· ἀφ' οὗ καὶ τὸ <λάχανον>. ἢ τὸ

μεγάλως χαῖνον [ἢ χαῦνον] (ω 242)

<ἐλάχεια>· μικρά. ἢ βαθύγειος, καὶ εὔγειος (ι 116 v. l.)
<ἐλαχία>· ἐδάρη. Κρῆτες
[<ἐλαχίζει>· πλανᾶται]
<ἐλάχιστος>· μικρὸς πάνυ, ὕστερος, ἔσχατος
<ἔλαχον>· ἐκληρωσάμην (Ι 367) ἐκληρώσαντο (Κ 430)
<ἐλαχύν>· εὐτελῆ. ἢ μικρόν (Callim. fr. 525 Pf.)
<ἔλαψα>· διέφθειρα. Κύπριοι
*[<ἐλγόωνται>· ἐλπίζουσιν] A
*<ἔλδεται>· ἐπιθυμεῖ (Ε 481) vg
*<ἔλδομαι>· [ἐλδῶ.] ἐπιθυμῶ. vn θέλω (ε 219)
*<ἔλδωρ>· ἐπιθυμία r (A) vgn
<ἕλε>· λάβε. κατάσχες. ἢ ἔλαβεν (Α 197)
<ἐλεά>· κάνεα, πλέγματα. [κατάκλισις. κρύψις]
<ἐλέαγνος>· φυτὸν θαμνῶδες
<ἐλεαίρει>· οἰκτείρει, ἐλεεῖ (Β 27)
<ἐλεαίρεις>· ἐλεεῖς, οἰκτείρεις (Ζ 407)
<ἐλεᾶς>· ὀρνέου εἶδος (Ar. Av. 302)
[<ἐλέατοι>· οἱ δειπνοκλήτορες]
<Ἐλεαλή>· Θεοῦ ἀνάβασις, ἐν ὑπερηφανείᾳ (Isai. 15,4)
<Ἐλεάτης>· κατὰ μὲν Ἀπολλώνιον Ἐλεατικός, ἀπὸ πόλεως

Ἐλέας, διὰ τὸ Φωκαέων εἶναι τοὺς Ἐλεάτας ἀποίκους

<ἐλλέβορον>· δηλητήριον φάρμακον r ἤτοι βρῶμα
*<ἐλεγεινή>· χαλεπή (gp)
<ἐλεγεῖα>· τὰ ἐπιτάφια ποιήματα
<ἐλεγεῖαι>· εὐμέλειαι
<ἐλέγξει>· βασανίσει. ἐτάσει (Ps. 140,5 ..)
<ἐλεγκτά>· ἐπονείδιστα, ἐλέγχου ἄξια, εὐεξέλεγκτα
<ἐλέγξεις>· ὀνείδει περιβαλεῖς ἢ ἐλέγχῳ (Ι 522?)
*<ἔλεγξις>· ὀνείδισις ASgn ἀτιμία, ὕβρις (Iob 21,4)
*<ἐλεγχέες>· ἐπονείδιστοι (Δ 242) ASn
<ἐλεγχέμεν>· ἐλέγχειν (Greg. Naz. c. 2, 2, 1, 137)
<ἐλεγχές>· αἰσχρόν r
[<ἐλεγχθεεῖς>· ἐπονείδιστοι]
<ἐλεγχθεῖσαι>· αἰσχυνθεῖσαι
<ἐλεγχείη>· ὄνειδος, μέμψις, αἰσχύνη (Χ 100) (S)
*<ἐλέγχιστος>· ἐπονείδιστος, ASvg αἴσχιστος (Δ 171)
*<ἔλεγοι>· μῦθοι. ᾠδαί, θρῆνοι (g) ἔνθεν καὶ <ἐλεγεῖα> τὰ ἐπιτάφια

ποιήματα r

*<ἐλεεῖ>· οἰκτείρει (Ps. 114,5) ASvgb
<ἐλεεινά>· οἰκτρά. *[οἰκτρῶς, ἐλεεινῶς (Β 314) Sn
<ἐλεεινοί>· ταλαίπωροι
<ἐλεδώνη>· ὁ πολύπους r
*<ἑλεῖν>· λαβεῖν AS ἀνελεῖν (Ε 118) N
<>ε λεϊστή>· ληπτή (Ι 408)
<Ἐλεήμων>· ἐν Κύπρῳ καὶ Καρχηδονίᾳ Ἀφροδίτη
*<ἐλέηρεν>· ἠλέησεν gn
†<ἐλεθαινομένη>· ἀκολασταίνουσα
<ἐλεία ἢ ἔλα>· ἡ τοῦ ἡλίου αὐγή. ἢ πόμα. ἢ ὕδωρ ἅλας ἔχον

καὶ εἶδός τι μέλους. καὶ Ἥρα ἐν Κύπρῳ. καὶ Ἄρτεμις ἐν Μες- σήνῃ

<ἐλείη>· ἀγρία νόσος r
[<ἐλεήσατο>· ἐξεχμαλώτευσεν]
<ἑλειθερεῖ>· εὐδίᾳ
<ἑλειθερεῖς>· ἐν ἡλίῳ τιθέμενοι, ἢ θερμοί
<ἑλειογενές>· ὄρυζα S
<ἑλειόριζον>· κύπειρος S
<ἐλειός>· εἶδος ἱέρακος
<ἐλειούς>· Ἀρίσταρχός φησι γίνεσθαι ἐν τοῖς φρυγάνοις ὡς

σαύρας. ὁ δὲ Καλλίστρατος σκωληκοειδές τι, ᾧ χρήσασθαι εἰς δέλεαρ τοὺς ἁλιεῖς· εἶναι δὲ ἐν ταῖς δρυσίν. οὐκ <εὖ> .. ἔστι γὰρ ζῷον τετράπουν ὁ <ἐλειὸς> καλούμενος μῦς, ὁ σκίουρος

[<ἐλεινύειν>· στρατεύεσθαι]
<ἐλελεῦ>· ἐπιφώνημα πολεμικόν. οἱ δὲ προαναφώνησις παιανισμοῦ.

τίθησι δὲ αὐτὸ Αἰσχύλος ἐπὶ σχετλιασμοῦ ἐν Προμηθεῖ δεσμώτῃ (877)

<ἐλελιζομένη>· σειομένη (Ar. fr. 500)
<ἐλέλικτο>· συνέστραπτο (Ν 558)
<ἐλελιξάμενος>· σείσας. *ἐπιστραφείς g συστρέψας (Β 316) S
<ἐλέλιξεν>· *διέσεισεν AS ἐκίνησεν (Α 530) ἐκράδανεν. συστρα-

φῆναι ἐποίησεν

<ἐλελίστροφε>· εὔστροφε. ὁλόστροφε
<ἐλελίσφακος>· πόα τις ὁμοία δικτάμῳ
*<ἐλελιχθέντες>· συστραφέντες. συναχθέντες (Λ 587) AS
<ἐλελίχθημα>· σεισμόν
<ἐλελιχθῆναι>· συστραφῆναι, μεταβάλλεσθαι
*<ἐλελίχθησαν>· μεταβαλλόμενοι συνεστράφησαν (Ε 497) AS
[<ἐλεμοσπέρμα>· ὅπερ ἑψῶντες Λάκωνες ἐσθίουσιν]
<ἕλεν>· ἔλαβεν. (Ε 136) ἀφεῖλεν. ἐνίκησεν (Δ 457)
<Ἑλένεια>· ἑορτὴ ἀγομένη ὑπὸ Λακώνων
<ἑλένιον>· βοτάνη τις, ἥν φασιν Ἑλένην σπεῖραι πρὸς τοὺς ὄφεις,

ὅπως βοσκόμενοι ἀναιρεθῶσιν

[<ἐλέννας>· ἐχλεύαζεν, ὕβριζεν]
<ἑλένη>· λαμπάς, δετή
<ἑλένιος>· ἀγγεῖον, χωροῦν τέταρτον
[<ἐλείπαναν>· πλουσίαν ἐποίησαν]
<ἑλινοί>· κλήματα [τὰ] τῶν ἀμπέλων
<ἐλεητύν>· ἔλειον (Ξ 82)
<ἐλεξάτην>· ἐκοιμήθησαν. δυϊκῶς
<ἐλέξατο>· ἐκοιμήθη (Ι 666)
<ἔλεξεν>· εἶπεν. ἠρίθμησεν. κατέκλινεν. ἐπέλεξεν
<ἐλέξω>· διελογίσω
*<ἐλεόθρεπτον>· τὸ ἐν ἕλει τραφέν n, ἢ ἑλοτρεφές (Β 776)
<ἐλεοῖσι>· μαγειρικοῖς τραπεζίοις. καὶ οἱ μὲν δασύνουσιν, ἵνα ᾖ

τοῖς ἐκ λύγων πεπλεγμένοις τῶν ἐξ ἕλους ληφθέντων· οἱ δὲ ψιλοῦσιν, ἐξ ἐλαΐνων εἶναι ξύλων τὰς τραπέζας λέγοντες (Ι 215)

<ἐλεόν>· μαγειρικὴ τράπεζα rp ἴκριον, κανοῦν
<ελεος>· *οἶκτος ASPps ἢ ἕλους, συνδένδρου τόπου, ἢ [καθύδρου

(Δ 483) S

<ἐλέποκες>· ἰχθὺς ὅμοιος φυκίδι
<ἑλεπόδιον>· εἶδός τι †βάναυσος
<ἑλεπόλεις>· *μηχανήματα, οἱ κριοί ASn ἢ οἱαδήποτε S δι' ὧν

αἱ πόλεις καθαιροῦνται (1. Macc. 13,43) Svg παρὰ δὲ Κρησὶ τὰ τῶν πλοίων ὄργανα

<ἐλέπουν>· οἷον ἐλέπιζον τύπτων καὶ μαστιγῶν
*<ἑλέσθαι>· θέλειν. λαβεῖν (Ν 268) AS
<ἕλεσθε>· λάβεσθε S παρασκευάσασθε (Ε 529)
†<ἐλέταιον>· ἔπαιον, ἐπάτασσον
<ἑλετή>· ληπτή (g) αἱρετή (Ι 409)
<ἑλέτην>· εἷλον, ἔλαβον. ἀπέκτειναν. δυϊκῶς (Η 8)
<ἕλετο>· ἔλαβεν (Μ 102) ἀφείλετο (Ι 368)
<ἐλεύθεραι αἶγες ἀρότρων>· τοῦτο παροιμιωδῶς ἐλέγετο ἐπί

τινος ἀπολελυμένου

<ἐλεύθερον ἦμαρ>· τὴν ἐλευθερίαν. περιφραστικῶς (Ζ 455)
<Ἐλευθέριος Ζεύς>· τὸν Μῆδον ἐκφυγόντες ἱδρύσαντο τὸν

Ἐλευθέριον Δία. τοῦτον δὲ ἔνιοι καὶ Σωτῆρά φασι. τιμᾶται δὲ καὶ ἐν Συρακούσαις καὶ παρὰ Ταραντίνοις καὶ ἐν Πλαταιαῖς καὶ ἐν Καρίᾳ ὁ Ἐλευθέριος Ζεύς

<ἐλευθέριον ὕδωρ>· ἐν Ἄργει ἀπὸ τῆς Κυνάδρας πίνουσι κρήνης

<οἱ> ἐλευθερούμενοι τῶν οἰκετῶν, διὰ τὸ καὶ τὸν Κέρβερον κύνα ταύτῃ διαδρᾶναι καὶ ἐλευθερωθῆναι

<Ἐλευθερεύς>· Διόνυσος ἐν Ἀθήναις, καὶ ἐν Ἐλευθεραῖς
*<ἐλευθεροστομῶ>· παῤῥησιάζομαι (Eur. Andr. 153) r. ASgn
*<ἐλεύσεως>· ἀφίξεως (Act. ap. 7,52) AS
<ἐλεύθω>· ἔρχομαι. Εἰλείθυια
<Ἐλευσίνια>· ἀγὼν θυμελικὸς ἀγόμενος Δήμητρι παρὰ Λάκωσιν.

καὶ ἐν Σικελίᾳ τιμᾶται Ἄρτεμις, καὶ Ζεὺς Ἐλευσίνιος παρ' Ἴωσιν

<ἐλευσίω>· οἴσω
<ἐλεύσομαι>· ἔρχομαι, ἐπανέλθω (Ζ 365)
<ἐλεφαίρειν>· ἀπατᾶν
<ἐλεφαίροντα>· ἐξαπατῶντα. βλάπτοντα. ἀδικοῦντα (τ 565?)
<ἐλεφαίρεται>· βλάπτει. ἀδικεῖ
<ἐλεφαντίασις>· εἶδος λέπρας
<ἐλεφάντινα>· τὸ ἐλεφάντινον ὀστοῦν· "ὡς δ' ὅτε τις ἐλέφαντα γυνή"

(Δ 141). οἱ δὲ λευκὰ ἔρια. καὶ ῥυτὸν τρεῖς χόας χωροῦν. ἔνιοι δὲ καὶ τοὺς ὀδόντας. καὶ τὸ σωματικὸν [ἢ] πάθος

<ἐλεφάντινα>· λευκά r
*<ἐλεφῆραι>· ἀπατῆσαι AS
†<ἐλεφηρέα>· ἢ βάψαν. ἢ βλέφαρα†
<ἐλεφηράμενος>· βλάψας S διαψευσάμενος (Ψ 388)
<ἐλέγχει>· ψηλαφᾷ
<ἐλέχθη>· ἠριθμήθη
<ἐλεγχόμην>· ἐξηλεγχόμην
<ἐλευσέαν>· τὴν βρυωνίαν
*<ἔλεψεν>· ἐλέπισεν (Α 236) rpΣ
<Ἐλεών>· πόλις τῆς Βοιωτίας (Κ 266) καὶ θάμνος. καὶ ὄφις, ὃν

ἔνιοι σκυτάλην καλοῦσιν

<ἐλεώτερον>· ἐλεεινότερον
*<ἕλη>· σύνδενδροι τόποι (Ies. 33,9 ..) ASnvg
*<ἐληΐζοντο>· διηρπάζοντο AS(gn)
*<ἐλήισατο>· ᾐχμαλώτευσεν. διήρπασεν, ἀφείλατο ASvg ἐλῄστευ-

σεν (Eur. Tro. 866)

<ἐληΐσθη>· ἐλῃστεύθη
<ἐληλακότες>· διαπεράσαντες, ὁδεύσαντες (Ev. Io. 6,19)
<ἐληλαμένον>· ἠλασμένον
*<ἐλήλατο>· [ἐλήλασεν.] ἢ ἥρμοστο. ἢ πεπερόνητο (Δ 135) AS
<ἐλήλαται>· συνέχεται p πεπερόνηται (Π 518)
*<ἔληξαν>· ἐπαύσαντο (Ζ 107?) Sn (Avg)
<ἕληται>· πορθήσεται
<ἐλθέμεν>· ἐλθεῖν (Ο 146 ..)
<ἐλθέτως>· ἀντὶ τοῦ ἐλθέ. Σαλαμίνιοι
<ἔλθητον>· ἔλθητε. δυϊκῶς (Κ 444)
<ἐλθοῦσα>· ἀπελθοῦσα (Α 394) (S)
<ἐλιάνθη>· ἐχλιάνθη
<ἐλίασεν>· ἐτίναξεν
<ἐλιάσθη>· *ἐκλίθη, AS ἐστράφη, ἔφυγεν. ὤλετο. ἔπεσεν. ἀπε-

χωρίσθη (Ο 543)

<ἑλίβοτρυς>· ἄμπελός τις μέλαινα
†<ἔλιγεν>· ὤλισθεν
<ἐλίγαινον>· ὀξὺ ἀνεβόων (Λ 685)
<Ἐλυφεύς>· Διόνυσος ἐν Σάμῳ
<ἑλίγματα>· ψέλλια
†<ἐλιγρόν>· ὑγρόν
<Ἐλιεύς>· Ζεὺς ἐν Θήβαις
*<ἕλικα>· κύκλον AS ἐνώτια. ἢ δακτύλιοι. ἢ τὰ περὶ τοὺς καρποὺς

ψέλλια ASvgn

<ἕλικας>· ἑλικοκεράτους S ἐπικαμπῆ τὰ κέρατα ἔχοντας (Ι 466)
*<ἕλικες>· τῆς ἀμπέλου τὰ κληματώδη. ἢ ἐνώτια. ἢ ψέλλια (Σ 401)

AS ἢ δακτύλιοι S ἢ <ἑλίγματα>

<Ἑλίκη>· πόλις Βοιωτίας ἐν ᾗ Ποσειδῶν τιμᾶται (Θ 203) καὶ ἡ

ἰτέα. τινὲς καὶ σπέρμα τοῦ ὑοσκυάμου

<ἑλικηδόν>· κυκλοειδὴς στροφή
*<ἕλικι>· κλήματι ἀμπέλου (Gen. 49,11) ASvgb
<ἑλικοβλέφαρος>· καλλιβλέφαρος (Hes. Theog. 16) s
*<ἑλικοειδῶς>· κυκλοειδῶς ASvg
<ἕλικας βοῦς>· ἤτοι ἀπὸ τῶν κεράτων, ἢ ἀπὸ τῶν ποδῶν

ἑλικοειδεῖς. <ἑλικὸν> γὰρ τὸ συνεστραμμένον (Φ 448)

<ἑλικοί>· οἱ ἀσφοδελοί
<ἑλικόν>· ὀρθόν. καὶ [μέλαν r περιφερές
<ἕλικος βοὸς ἀμφὶ φονῆισι>· περὶ βοὸς φόνοις ἐκκειμένης

(Ο 633)

<ἑλικτά>· στρεβλά, σκαμβά
<Ἑλικώνιον ἀμφὶ ἄνακτα>· ... (Υ 404)
*<ἑλίκωπας>· εὐοφθάλμους A
<ἑλίκωπες>· οὐλότριχες
*<ἑλικώπιδα>· εὐόφθαλμον ASvg εὐειδῆ (Α 98)
<ἑλικτῆρες>· ἐνώτια r
<ἑλικτοτέρας>· πολυπλόκους
<ἑλίκων ἀπὸ χειρός>· νημάτων φερομένων ἐν τῷ ἀτράκτῳ
<Ἑλικώνια μουσεῖα>· ὡς †ἐπὶ τὴν γῆν
<ἑλίκωπας πλοκάμους>· ἀντὶ τοῦ ἑλικούς
<ἑλίκωπες>· μελανόφθαλμοι. ἢ ἑλικοὶ κατὰ πρόσοψιν, ἀνακεκλας-

μένα ἔχοντες τὰ βλέφαρα. ἢ περιφερεῖς τὰ πρόσωπα (Α 389)

<ἑλικῶπι>· εὐοφθάλμῳ
[<ἐλιλίχθησαν>· συνεστράφησαν]
<ἐλίμαρ>· κέγχρῳ ὅμοιον [ἐλινή] ἢ μελίνῃ ὑπὸ Λακώνων
<ἐλινύειν>· σχολάζειν (n), λήγειν, [ὀκνεῖν (Λ), ἀναπαύεσθαι,
  • στραγγεύεσθαι, ἢ διατρίβειν AS(g)
<Ἐλινύμενος>· Ζεὺς ἐν Κυρήνῃ
*<ἐλινύων>· ἀναπαυόμενος ASn
<ἕλιξ>· νέος κλάδος ps μέλας. καὶ ὁ αἰγίλωψ. καὶ ἡ κατάγραφος

καὶ ἡ ἀναγλυφὴ παρὰ τοῖς ἀρχιτέκτοσι. [καὶ ὁ καρπός]. καὶ ψέλιον. καὶ τοῦ ὠτὸς ἡ περιοχή. καὶ δεσμός τις. ἢ τύλιγμα. ἢ †παράκλησις

*<ἑλιξάμενος>· ἐπιστραφείς (Μ 408) An
<ἑλίξας>· πλέξας. [κάμψας S, στρέψας (Ψ 466)
<ἑλιξόκερως>· στρεβλόκερως
*<ἐλίπανας>· ἤλειψας. ἐφαίδρυνας r. (AS) vg πλουσίαν ἐποίησας

(Ps. 23,5) g(AS)

*<ἐλιπάρει>· ἠξίου, ἐκολάκευε, παρεκάλει Sgn
*<ἐλιπάρησεν>· ὁμοίως ASgb
<Ἐλιπεύς>· ὁ Ἐνιπεὺς ποταμός
[<ἔλιπεν>· ἐπιθυμητικῶς ἤσθιεν]
†<ἕλις>· μόνος. καὶ ὅλος
[<ἐλισμός>· ἥσυχος]
*<ἑλυσθείς>· ἑλίξας ἑαυτόν (Ω 510)
<ἑλίσσει>· πλέκει
[<ἐλίσθη>· ἔπεσεν]
*<ἐλίσσετο>· παρεκάλει, ἐδέετο (Α 15) ASvgn
<ἑλίσσεσθαι>· στρέφεσθαι
*<ἑλισσομένη>· εἱλουμένη (Α 317) n
<ἑλισσομένου>· εἱλουμένου
<ἑλίσσων>· πλέκων. ψευδόμενος, οὐκ ἐπὶ εὐθείας λέγων. ἢ κινῶν.

Εὐριπίδης Σισύφῳ (fr. 674)

<ἐλίστρευον>· ἐτάφρευον
<ἐλιφαίμησεν>· ἔξαιμος ἐγένετο
<ἐλιχάζει>· πλανᾶται
*<ἑλιχθέντων>· συστραφέντων (Μ 74) g
<ἐλιχνῶντο>· τοῦτο πέπαικται ἐπὶ τοῦ λιχνεύειν παρὰ Ἀριστο-

φάνει ἐν Εἰρήνῃ (756)

<ἑλίχρυσος>· οἱ μὲν τὸ ἀῤῥενικὸν ... οἱ δὲ τὸ ἄνθος τῆς ἑλιχρύ-

σου βοτάνης

<ἑλιττόμενος>· στρεφόμενος
<ἕλκανα>· τραύματα
<ἑλκανῶσα>· ἡλκωμένη, ἢ ἡλκοποιημένη ὑπὸ πυρός
*<ἕλκεα>· τραύματα (Θ 405) S
*<ἕλκει>· ἀνάγει, σύρει (Ω 52) gp
*<ἑλκέμεν>· καθέλκειν (Β 152) n
<ἕλκεο>· ἕλκε (Α 210)
<ἕλκεος>· τραύματος (Λ 811)
*<ἑλκεσιπέπλους>· ἐφελκομένας τὸν πέπλον (Ζ 442) S(g)
*<ἕλκετο>· ἥλκυσεν (Α 194) n
*<ἑλκεχίτωνες>· ποδήρεις χιτῶνας ἔχοντες S ἄζωστοι. (Ν 685)
<ἕλκη>· λῦπαι. Σοφοκλῆς Τριπτολέμῳ (fr. 557)
<ἑλκηΐς>· ἡ λιθάργυρος
*<ἑλκηθμοῖο>· ἑλκύσεως (Ζ 465) AS
*<ἕλκος>· πᾶν τραῦμα (Δ 190) ASbps
<ἑλκοποιόν>· κανθαρίς
<ἕλκυσον>· σῦρον (Iob 28,18) r
<ἑλκυστάζων>· ἕλκων, παρασύρων (Ψ 187)
<ἑλκυστῆρα>· φορβεά, ἤτοι καπίστριον
<ἑλκυστῷ>· λείῳ
<ἕλλα>· καθέδρα. Λάκωνες. καὶ Διὸς ἱερὸν ἐν Δωδώνῃ
*<ἐλλάμψεως>· φωτισμοῦ ASvg
<Ἑλλάς>· πόλις ἐν Θεσσαλίᾳ. καὶ τὸ ἔθνος. ἡ Ἀχαΐα. (Β 683)

καὶ ἡ αὐτόθεν γυνή

<ἐλλάσαι>· συγκλεῖσαι. κωλῦσαι
<ἐλλέβορος>· *βοτάνη, ἣν ἐσθίουσιν οἱ †ὄρτυγες AS ἢ κόσμος

γυναικεῖος χρυσοῦς (Ar. fr. 320,6)

<Ἐλλεσίη>· ἡ Ἀθηνᾶ
<ἔλλειν>· ἴλλειν. κατέχειν
<ἐλλεδανοί>· δεσμοί, σχοῖνοι
*<ἐλλεδανοῖσι>· τοῖς δεσμοῖς (Σ 553) AS
<ἔλλερα>· ἐχθρά, πολέμια. ἄδικα (Callim. fr. 283)
<ἐλλείχοντα τῶν Ἀθηνῶν>· ... οἱ δὲ ἀττικίζοντα, ὃ καὶ ποιοῦ-

σιν οἱ πρόσγραφοι, ἵνα φαίνωνται ἀστοί. <Ἐλλείχοντα> δὲ ἐμφορούμενον, ἀπὸ τῶν τὸ μέλι λειχόντων (Com. ad. 769)

<Ἕλληνες>· οἱ ἀπὸ τοῦ Διός, τοῦ Ἕλληνος. *ἢ φρόνιμοι (ASg)

ἤτοι σοφοί

*<Ἑλληνοδίκαι>· οἱ κριταί, οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας AS
<Ἑλληνοταμίαι>· οἱ τοῦ κομιζομένου φόρου παρὰ Ἀθηναίοις

ταμίαι

[<ἑλληνύει>· ἑορτάζει. παύεται. ἀργεῖ]
<Ἑλλήσποντος>· *ποταμὸς ἐπὶ τῆς παραλίας ASn ἡ μεταξὺ

Τροίας καὶ Χεῤῥονήσου θάλασσα r

<ἐλλίζων>· τίλλων
†<ἑλλήθεις>· οὐχ αἱ ἄγριαι μέλισσαι, ἀλλὰ φυτόν, ὁ αἰγίλωψ
*<ἐλλόβια>· ἐνώτια r. ASvg
*<ἐλλόγει>· καταλόγισαι (Ep. Philem. 18 v. l.) ASgn
*<ἐλλόγιμος>· γεγραμματισμένος ASvg
[<ἐλλοδάνοισι>· δεσμοῖς]
<Ἑλλοί>· Ἕλληνες οἱ ἐν Δωδώνῃ S καὶ οἱ ἱερεῖς (Π 234 v. l.)
<ἐλλόμενα>· περικλειόμενα
<ἐλλόν>· ἀγαθόν. γλαυκόν. χαροπόν. ἐνθαλάττιον. ταχύ. ἄφωνον.

ὑγρόν. ἔλαφον νεογνόν (τ 228)

<ἔλλοπες>· ἐλλείποντες τῆς ὀπός, τουτέστιν ἄφθογγοι, ἄφωνοι

<καὶ οἱ λεπιδωτοί.> καὶ δασεῖς. καὶ τραχεῖς. καὶ ποικίλοι

<ἐλλόπιδας>· ἡ λέξις παρὰ Κρατίνῳ (fr. 408). γέγονε δὲ παρὰ

τοὺς <ἐλλούς>, καὶ λέγει κοινῶς τοὺς νεβροὺς καὶ τοὺς στρου- θούς· ἢ νεοττοὺς ὄφεως ἀπὸ τοῦ ἅλλεσθαι

<Ἐλλοπιεῖς>· [ἄφωνοι. καὶ οἱ λεπιδωτοί]
[<ἐλλοπίς>· εὐόφθαλμος. χαροπή]
<Ἐλλοπιῆες>· οἱ νῦν Ὠρεῖται, παρὰ Χαλκιδεῦσιν
†<ἐλλοπῶ>· ἀγαθήν
<ἐλόωσιν>· ἐλάσωσιν (Ν 315)
<ἐλλός>· τὸ ἔκγονον τῆς ἐλάφου νεογνόν, ὁ νεβρός (τ 228), καὶ

Δωδωναῖος. καὶ ὁ ἐνθαλάττιος

†<ἔλλυες>· ζῷα ἐν τῷ †Σμαράγδῳ ποταμῷ
<ἔλλυσιν>· ἔκλυσιν. Κρῆτες
<ἐλλύτατον>· οἰκτρότατον
<ἐλλύτης>· πλακοῦς τις
<ἐλλυχᾶται>· πλανᾶται. διατρίβει
<Ἑλλώτια>· ἑορτὴ Εὐρώπης ἐν Κρήτῃ
<ἑλλωτίς>· Εὐρώπης στέφανος πλεκόμενος, πηχῶν εἴκοσι
<έλματα>· ὁμιλήματα. ἐνειλήματα. σανιδώματα
<ἐλμακίνη λειμῶνος>· ἡ λεπτὴ [καὶ λευκὴ] σχοῖνος
*<ἕλξεις>· ἑλκύσεις ASPvgn
<ἑλξίνη>· ἡ περδίκιος βοτάνη
<ἕλξω>· ἑλκύσω, ἀνάξω
<ἐλογίζετο>· ἐνοεῖτο (Thuc. 3,83,7)
*<ἑλοίμεθα>· ἐπιλεξοίμεθα n λάβοιμεν (Β 127)
*<ἕλοιο>· ἀνάσχοιο. βουληθείης (υ 62) AS
*<ἕλοιτο>· θέλοι (Eur. Alc. 464) ASn
<ἑλόμην>· ἀφειλόμην (Θ 108) (S)
<ἕλον>· εἷλον, ἀφεῖλον. ἐπόρθησαν
*<ἑλόντας>· ἀφελόντας, λαβόντας. νικήσαντας gn
[ἑλόντες] <ἑλόμενοι>· ἀφελόμενοι, λαβόμενοι
*<ἑλόντες>· λαβόντες AgN ἀνελόντες (Eur. Or. 1213) πορθήσαν-

τες. χειρωσάμενοι APg

[<ἑλόντων>· ἐλαυνόντων. καὶ τὰ ὅμοια]
*<ἕλος>· σύμφυτος τόπος. (Ο 631) AS ἢ χεῖλος ποταμοῦ n. καὶ ὁ

τελματώδης τόπος. καὶ πόλις ἐν Λακεδαιμονίᾳ (Β 584)

<ἑλοῦ>· λάβε. [ἐπίλεξαι (Eur. Phoen 951) p
[<ἐλούπησεν>· ἐψόφησεν. ἐσχίσθη]
<ἑλοῦσαι>· ἀρξάμεναι. [λαβοῦσαι (θ 436) (gn)
<Ἐλουσία>· Δημήτηρ παρὰ †Αλφουσίοις
*<>ε λόφον>· τὸ ἄκρον τῆς περικεφαλαίας (Κ 573) AS
<ἐλόχα>· ἐνήδρευεν
*<ἐλοχεύθη>· ἐγεννήθη. [ἐγαμήθη] vg (ASPn)
<ἐλόχησεν>· εἰς λόχους ἤγαγεν (Hdt 1,103,1 v. l.)
*<ἔλπεο>· ἔλπιζε (Υ 201) AS
<ἔλπεον>· ἤλπιζον
<ἔλπεται>· δοκεῖ, *[ἐλπίζει vg προσδοκᾷ (Κ 105)
<ἔλπει>· ἐλπιδοποιεῖ (β 91)
*<ἐλπίς>· προσδοκία g
*<ἔλπομαι>· ἐλπίζω (Η 199) r. vgn
<ἔλπομαι εὐχόμενος>· καυχῶμαι ἐλπιδοποιούμενος (Θ 526 v. l.)
*<ἔλπονται>· ἐλπίζουσιν ASvg
*<ἔλποντο>· ἤλπιζον (Μ 261) AS
<ἕλπος>· ἔλαιον, στέαρ. εὐθηνία
*<ἐλπωρή>· ἐλπίς. r S δόκησις (β 280)
*<ἐλπωρῇσιν>· ἐλπίσιν (Greg. Naz. c. 1, 2, 2, 211) g
*[<ἐλπτέοντες>· ἐλπίζοντες] S
<ἔλσαι>· συσχεῖν. *συνελάσαι. συγκλεῖσαι (Α 409) Sn
<ἔλσαν>· συνήλασαν (Λ 413)
<ἐλύμην>· ἐλυτρωσάμην. ἐλυτρώθην (Φ 80)
[<ἐλσούς>· τὰς μυῖας]
*<ἐλυμήνατο ὗς ἐκ δρυμοῦ>· κατέφαγε χοῖρος ἐξ ὕλης (Ps.

79,14) AS

<ἔλυμα>· τὸ τοῦ ἀρότρου †πέριον. (Hes. op. 430) νύσσα. καὶ τὸ

ἱμάτιον. καὶ ἡ ἀιών

<Ἐλύμνιος>· Ποσειδῶν ἐν Λέσβῳ. καὶ νῆσος τῆς Εὐβοίας (Soph.

fr. 404. 802)

<ἐλύμνιαι>· δοκοὶ ὀρόφιναι
<ἔλυμοι>· τὰ πρῶτα τῶν αὐλῶν, ἀφ' ὧν ἡ γλωσσίς. οἱ δὲ ἁπλῶς

αὐλούς (Soph. fr. 412). καὶ σιτῶδες σπέρμα. καὶ ἡ τῆς κιθάρας καὶ τοῦ τόξου θήκη

<ἔλυμος>· σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθίουσιν (Ar. fr. 398) n
*<ἐλυσάμην>· ἀπέδωκα g
<ἔλυσεν>· ἀπελύτρωσεν (Λ 106)
<ἐλυσθείς>· κουφισθείς. ἑλισθείς (Ω 510)
*<ἐλύσατο>· ἐλυτρώσατο (Φ 42) r. ASvg
<ἐλύσσει>· εἱλεῖται
<ἐλύσθη>· παρελύθη. συνειλήθη. *ἔπεσεν (Ψ 393) vg, ἐνεποδίσθη
†<ἔλυται>· ἔρχεται
*<ἐλύτροις>· καλύμμασι, σκεπάσμασιν Av
<ἔλυστα>· ἄμπελος μέλαινα
[<Ἐλύτιος>· Ποσειδῶν ἐν Λέσβῳ]
<ἔλυτρα>· κυρίως τὰ ἐνειλήματα. ἢ τὰ καλύμματα (Soph. fr.

941) καὶ σκέπαι. καὶ σωλῆνες (Hdt. 4, 173) δέρματα

<ἔλυτρον>· *δέρμα ASvg θήκη. (Ar. Ach. 1120) λέπυρον. S

ἐνείλημα. κάλυμμα, [σκέπασμα Sh

<ἔλφος>· βούτυρον. Κύπριοι
<ελω>· κατέχω, πιάζω. ἐλάσω
*<ἐλωβήσαντο>· ἔβλαψαν AS(vg)
<ἕλωμαι>· πορθήσω. *ἀφέλω. λάβω (Α 324) vg (A)
<ελων>· ἤλαυνον. ἐπορεύοντο (Ω 696) *ἢ λαβών ἢ ἀρξάμενος

(θ 500) ἢ ἀφελόμενος (Α 139) AS

<ἐλώγη>· ἔλεγεν
<Ἐλωός>· ὁ Ἥφαιστος παρὰ Δωριεῦσιν r
<ἕλωρ>· *ἕλκυσμα v λύμη. ἄγρα. θοίνη· "μὴ δή με ἕλωρ" (Ε 684)
  • εἴλημμα. θοίναν. ἄγρευμα. AS
<ἕλωρα>· ... (Σ 93)
<ἑλώρια>· ἑλκύσματα. καταστρέφει δὲ εἰς σπαράγματα. βρώματα

(Α 4) ASvg

<ἐλώρη>· πελώρη
<Ἐλώριος ἀγών>· τελούμενος ἐπὶ Ἐλώρου ποταμοῦ
<ἐλώσθη>· ἐφοβεῖτο. ἐμαλακίσθη
<ελωσι>· λάβωσιν (Δ 416) g ἐλαύνωσιν
*<Ἕλωτες>· μισθωτοί, ἐν τῷ ἕλει ἐργαζόμενοι g
<ἐλώφησεν>· ἔληξεν ... κυρίως ἐπὶ τῶν <λόφων> (r)
<ἐμὰ δάκρυα>· τῶν ἐμῶν δακρύων (Α 42)
<ἐμαίμασσε>· [προεωθεῖτο, ἢ] προεθυμεῖτο. *[ἐκυματοῦτο. ἐκλο-

νεῖτο. ἐταράττετο (Iob 38,8) AS

<ἐμετός>· ἐξέραμα
<ἐμαλάχθη>· ἐνέδωκεν
*<ἔμαρψα>· κατέλαβον (Eur. Rhes. 681) ASvg
*<ἔμαρψας>· ἐκράτησας vgn
<ἐμασάμην>· εὗρον
<ἔμασσε>· ἠνώχλει
<ἐμάσταζεν>· ἐμασήσατο
<ἐμάτησεν>· *ἐματαιώθη ASvgn ἐλήρησεν. ὑστέρησεν. ἥμαρτεν

(Π 474)

<ἐμαραίνετο>· ἐσβέννυτο (Ψ 228)
<ἐμαργήναντο>· ἐξεμήναντο
<ἐμαρνάσθην>· ἐμάχοντο (Η 301)
<ἐμαρυκᾶτο>· ἐμασᾶτο
<ἐμαυτῷ βαλανεύσω>· ἐμαυτῷ διακονήσω p Λέγεται δέ, ὅταν

ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ <τις> λαμβάνων τὴν ἀρύ- ταιναν διακονῇ. ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ (Ar. Pac. 1104)

<ἐμαυτῷ συνεπίσταμαι>· ἐν ἑαυτῷ ἐπίσταμαι
*<ἐμβαδόν>· πεζῇ διὰ θαλάσσης (Ο 505) ASvg
<ἐμβαθύνους>· σεσοφισμένους, σοφούς
[<ἐμβάδιον>· παίζει ἐπὶ τούτου]
<ἐμβάδια>· τὰ ὑποδήματα
*<ἐμβαίη>· ἐμποδὼν γένηται. ἐναντιωθῇ AS
<ἐμβακανίτης>· τὸ μετὰ τοῦ ταρίχους καὶ στέατος σκευαζόμενον

βρῶμα

<ἔμβαλε κύλλῃ>· οἱ αἰτοῦντες κατὰ παιδιὰν τὴν χεῖρά πως

περιάγοντες καὶ κοιλοῦντες παρακαλοῦσιν ἐμβάλλειν (Ar. Equ. 1083)

<ἐμβαλεῖν>· κατακλῖναι. Λάκωνες
<ἐμβάλλεο θυμῷ>· ἐνθυμοῦ κατὰ ψυχήν (Κ 447)
†<ἐμβάλλοντος>· βλαισόπους
<ἔμβαρος>· ἠλίθιος, μωρός r ἢ νουνεχής. p Μένανδρος Φάσματι

(fr. 2 Koe.)

<ἐμβάς>· εἶδος ὑποδήματος. r καὶ μέρος τι τῆς χελώνης
*<ἐμβατεῦσαι>· τὸ κατέχειν καὶ καρποῦσθαι χωρίον ἢ οἰκίαν ἢ

ὅλον τὸν κλῆρον (Ios. 19,49 ..) AS ἢ ζητῆσαι

*<ἐμβατεύσας>· ζητήσας S ἐπιβαίνων APn (vg)
<ἐμβατήρ>· παρὰ τοῖς ἀρχιτέκτοσι οὐδός
<ἐμβατήριον>· εἶδος αὐλήματος
<ἐμβαφίας>· λοπάδες βαθεῖαι. ἀπὸ τοῦ βάπτειν ἐν βάθει
<ἐμβάφιον>· ὀξύβαφον, παρὰ Ἱππώνακτι (fr. 112 Bgk)
*<ἐμβεβροντημένος>· ἀναίσθητος ASPn
†<ἐμβεβίωθεν>· τέθνηκεν
[<ἐμβεβρυττομένος>· ἀναίσθητος. ἐμβρόντητος]
<ἐμβεκανεῖται>· ἐμπέπλεκται
*<ἐμβεβώς>· ἐπιβεβηκώς (Eur. Phoen. 2) AS
<ἐμβείη>· ἐμβῇ, ἐμποδίσῃ, χωρήσῃ
<ἐμβήῃ>· ἐμποδοστατῇ. ἐμποδὼν γένηται (Π 94)
†<Ἐμβίανος>· Ἄρης
<Ἐμβλώ>· πέπλασται παρὰ τὸ ἐμβλέπειν· ὡς ἡ Δωρὼ καὶ Δεξώ
†<ἐμβλωκυῖαν>· ἐν τῷ ἀνδρὶ ἡδοιοῦσαν†
*<ἔμβολα>· μοχλοί. ἀσφάλειαι (Eur. Phoen. 114 ..) Agn
<ἐμβολήν>· *πληθύν. ὁρμήν Avg ἐνθήκην. ἀπόθετον χρῆμα
<ἐμβολίδες>· αἱ περιθεταί ...
<ἐμβόλιμα ἔπη>· τὰ ὑπὸ τῶν γραμματικῶν ὡς ἀλλότρια καὶ

νόθα ἀθετούμενα

<ἐμβόλιμον>· τὸν μῆνα, καὶ τὴν ἡμέραν. [καὶ †ἀνδραποδισμόν]
<ἔμβολα>· Εὐριπίδης Παλαμήδῃ (fr. 590) καὶ Σκίρωνι ( fr. 681)

ἔμβολα. τὸ δὲ πολὺ ἀῤῥενικῶς λέγουσι τοὺς ἐμβόλους

<ἔμβολον>· Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (fr. 317) τὸ

αἰδοῖον. [ἀῤῥενικῶς δέ φασι τὸν τῆς νεὼς ἔμβολον, τὸ χάλ- κωμα, τὸ περιτιθέμενον κατὰ τὴν πρῷραν. καὶ ἔμβολον τοῦ θυρίου]

<ἔμβολος>· εἶδος θηρίου ἐν λαχάνοις
<ἐμβραμένα>· εἱμαρμένη (Sophr. fr. 119) (AS)
<ἔμβραχυ>· μικρόν. ἢ καθόλου, [ὅλως p [συντόμως. ἁπλῶς qs
†<ἔμβριον>· θεῖον
<ἔμβραται>· εἵμαρται
<ἐμβρέμεται>· ἐμπίπτει. ἐμφυσᾷ (Ο 621)
<ἔμβρεος>· ἐνεός. μωρός
*<ἐμβριθές>· βαρύ A στιβαρόν Ag στερεόν gh πλατύ A
*<ἐμβριμήματι>· κινήματι (Thren. 2,6) AS
<ἐμβριμῆσαι>· ἐπιτιμῆσαι. κελεῦσαι, προστάξαι μετ' ἐξουσίας
*<ἐμβριμώμενος>· μετὰ ἀπειλῆς ἐντελλόμενος (Ev. Io. 11,38) ASn
<ἐμβροντηθέντες>· ἐνεοὶ γενόμενοι. μωρανθέντες
*<ἐμβροντησίας>· μανίας, φρενοβλαβείας A θάμβους
*<ἐμβρόντητος>· παραπεπληγμένος τὴν διάνοιαν r. AS μαινόμε-

νος v (A)

<ἔμβρυλλαι>· ἁγναὶ ἡμέραι. καὶ γῆς ἔντερα
*<ἔμβρυον>· νεογνὸν βρέφος rg τὸ ἐν γαστρὶ γυναικὸς n ἔτι

διάπλασμα. Avg ἢ ὀλίγον

†<ἔμβαχον>· ἔμβρυον
<ἐμβρόνιον>· μικρὸν καὶ ἀπόρφυρον ἱμάτιόν τι Ἰβηρικόν
<ἐμβύσας>· ἐμπλήσας
<ἐμέγηρε>· ἐφθόνησεν (Ψ 865)
<ἐμέθεν>· ἐμοῦ (Α 525)
*<ἐμεῖο>· ἐμοῦ (Α 174) ASvgn
<ἐμεῖο>· ἐμοῦ ἔστι δὲ ἀσύναρθρον
<ἐμείρετο>· ἐπεθύμει
<ἐμειδία>· ἐγέλα r
*<ἔμελλεν>· ἐῴκει (Β 39) g
<ἐμέλλετε>· ἐῴκειτε. ἐφαίνεσθε. οὐδαμοῦ γὰρ ἐπὶ χρόνου κέχρη-

ται τῇ λέξει (Λ 817)

*<ἐμέλησεν>· [ἐφρόνησεν.] ἐφρόντισεν r. gn
*<ἔμενον>· παρέμενον (Ε 522) AS
*<ἐμέμυξαν>· ἐπέξεσαν AS
*<ἐμεῦ>· ἐμοῦ (Α 88) S
<ἐμίνη>· ἐμοί (Rhinth. fr. 13)
<ἐμήσατο>· ἐτεκτήνατο. ἠπάτησεν. ἐμηχανήσατο. (ἐβουλεύ-

σατο g ἐποίησεν (Ζ 157)

<ἐμηχανησάσθην>· ἐμηχανήσαντο. δυϊκῶς
<ἐμίαινεν>· ἐκ μίξεως διέφθειρεν (Ezech. 22,11 v. l.)
<ἐμεσίας>· †διαχρήματα, ἐμετούς (Hippocr. morb. 2,43)
<ἐμίγνυτο>· ὡμίλει
<ἐμίν>· ἐμοί
†<ἐμήνυθεν>· [ἔπραθεν], ἔπρασεν†
<ἐμιμήσατο>· ὡμοιώσατο
<ἐμίως> ἐμοῦ (Rhinth. fr. 13)
<ἐμίσγομεν>· ἐμιγνύομεν
<ἐμίστυλλεν>· εἰς ὀλίγον διῄρει
<ἐμῇ πεντόζῳ>· χειρὶ ἐμῇ
<ἔμιχθεν>· ἐμίχθησαν. πληθυντικῶς (Γ 209)
<ἐμείωσεν>· ἔφθειρεν
<ἔμμα>· ἱμάτιον. [ἢ καθαπτόμενον. καὶ ἀπομασσόμενον]
<ἐμμακεδονίξαι>· χρήσασθαι ...
<ἐμμαλάξαι>· †ἐμμεῖναι, τῇ χειρὶ ἐπιλαβέσθαι
*<ἐμμαπέως>· ἐσπουδασμένως (AS) ταχέως r ἅμα τῷ εἰπεῖν n

προθύμως (Ε 836) r

<ἐμμανῶς>· ὀργίλως r ἐκθύμως
<ἐμμάσαι>· ἐνερεῖσαι
*<ἐμματαιάζων>· ματαιολογῶν ASvgn
<ἐμματεῖται>· ἐνερείδει. ἐνλαμβάνεται. ζητεῖ κατὰ μέρος
<ἐμματέων>· ψηλαφῶν. φιλονεικῶν. ὁρμῶν
*<ἐμμελές>· ἐπιμελές. ἔμμετρον ASPp
<ἐμμελέεσσι>· τοῖς φροντίζουσιν
<ἐμμελέστατος>· κηδεμών
<ἐμμέλεια>· εἶδος ὀρχήσεως. καὶ Πλάτων (Legg. 7,816b) ἐπαινεῖ

τὴν ὄρχησιν, καί φησιν ἢ ἀπὸ τοῦ μέλους ὠνομάσθαι, ἢ ἀπὸ τοῦ πρὸς τὰ μέλη γίνεσθαι. Τραγικὴ δὲ ἡ ὄρχησις. ἀκύρως δὲ Αἰσχύλος (fr. 10?) ἀντὶ τοῦ σατυρική, ἥ ἐστι <σίκιννις>

<ἐμμελής>· καθήκων. [προσηνής r
<ἐμμελῶς>· προθύμως. ἐῤῥωμένως. *συνετῶς ASvgn
*<ἐμμεμαώς>· ὁμοίως (Ε 142) AS
<ἐμμεμηνότα>· μαινόμενον
<ἐμμέμυκεν>· καταμέμυκε. ἢ ἐπικέκλιται. παρὰ τὸ μεμυκέναι.

τινὲς δὲ <ἐμνήμυκεν> (Χ 491)

<ἐμμένει>· προθυμεῖται
*<ἐμμεναι>· καθέζεσθαι A εἶναι (Α 117) †ἕως αὐτοῦ AS ἢ ἐπί-

μενε S

*<ἐμμενές>· ἀδιαλείπτως A πρόθυμον (Κ 361) (r) A
<ἐμμενέως>· προθύμως. βιαίως (Hes. Theog. 712)
<ἐμμενέως>· προθυμούμενος. ἐῤῥωμένως
<ἐμμεσότροπος>· μέτριος
†<ἔμμεται>· ὀρχεῖται
<ἐμμηλάδας αἶγας>· τὰς μετὰ τῶν προβάτων νεμομένας (Call.

h. Ap. 51 v. l.)

<ἔμμηνοι>· αἱ κατὰ μῆνα τελούμεναι θυσίαι
<ἐμμήρους>· †ἐνομηρείεον ὄντας. παρὰ τοὺς <ὁμήρους> τοὺς ἐπὶ

συμβάσει διδομένους

<ἐμμόνιαι>· συνθῆκαι
*<ἔμμονος>· ἐπιμένουσα AS ἀεί, ἤτοι ἀδιαλείπτως (Lev. 13,51 ..)
<ἐμμόρατι>· τετεύχασιν
*<ἔμμορεν>· ἔτυχεν ASn ἔλαχεν n ἐκλήρωσεν (Α 278)
<ἔμμορον>· εἱμαρμένον
<ἔμμορος>· τετευχώς r
<ἐμόρμησεν>· ἐπενόησεν
<ἔμμοτος>· τραυματίας. νοσώδης (Hippocr.)
<ἐμνήμυκεν>· εἰς ὑπόμνησιν ἤνεγκεν (Χ 491)
*<ἐμνώοντο>· μνήμην ἐποιοῦντο (Β 686) ASg
*<ἐμόγησα>· ἔκαμον, ἐκακοπάθησα (Α 162) ASvg
<ἐμογήσατο>· ἐκακοπάθησεν
[<ἐμοί>· ἐμοῦ. ἔστι δὲ σύναρθρον]
<ἐμοῖο>· ἐμοῦ (Α 259)
*<ἔμολεν>· ἦλθεν (Eur. Hec. 642 ..) gn
[<ἐμορίδαι>· μέτοικοι]
<ἔμορτεν>· ἀπέθανεν
<ἐμορμολύττετε>· ἐδεδίττεσθε
*<ἔμπα γε μήν>· ὅμως μέντοι (Greg. Naz. c. 2, 2, 1, 344) S
<ἔμπα δέ>· ὅμως δέ, ἀλλ' οὖν (Greg. Naz. ep. 18, 2 ..)
<ἐμπάζεο>· φρόντιζε (α 271)
<ἐμπάζεσθαι>· ἐπιστροφὴν ποιεῖσθαι. καὶ σέβεσθαι. *ἐντρέπε-

σθαι. (Σ) φροντίζειν (Sp)

<ἐμπάζεται>· σέβεται
<ἔμπαιον>· ἔμπειρον. μέτοχον. ἢ ἐπίσιτον (υ 379)
<ἔμπαις>· ἐγκύμων (Cratin. fr. 287) An
*<ἔμπα>· ὅμως S
<ἐμπαίττονται>· ἐμπαίζουσιν
*<ἔμπαλιν>· εἰς τὰ ὀπίσω g ἐξ ἐναντίας (A) p ἢ ἐπὶ τὰ ἕτερα A
<ἐμπαλάξαι>· ἐμπλέξαι
<ἐμπαλάγματα>· αἱ ἐμπλοκαί (Aesch. Suppl. 295)
<ἐμπάμονι>· πατρῳούχῳ
<ἔμπαν>· πάντως. ὅμως (Pind. Pyth. 5,74?)
*†<ἔμπα πόλιος>· στήριγμα τῆς πόλεως (Π 549) A
*†<ἐμπάρει>· παρεκάλει As
*<ἐμπαροινοῦντας>· ὑβρίζοντας r. A (n)
<ἔμπαρος>· ἔμπληκτος
<ἐμπάσεις>· ἐγκτήσεις
†<ἐμπασέντας>· ἀρχεῖόν τι ἐν Λακεδαίμονι
<ἐμπιστῆρας μύθων>· πιστωτάς, μάρτυρας
<ἐμπαστήρια>· μελίπηκτα
<ἔμπαστον>· κατανθιζόμενον
<ἔμπεδα>· ἐπιτελῆ. ἀληθῆ. βέβαια, ἰσχυρά. ἀμετάλλακτα.

ἀσφαλῆ (Ι 335)

<ἐμπεδὴς γαμόρος μάρψεν Ἅιδης· ἔμπεδον> ἔλεγεν τὸν

Ἄιδην, ὡς Ἱππῶναξ ἀντὶ τοῦ †οὖνεμπέδου †χθόνιος. Οἱ δὲ οὕτως· ὁ Ἅιδης ἐπιμελής ἐστι γάμορος καὶ ἀσφαλής, οὐκ ἀμε- λῶν οὐδενός, ἀλλ' †εἰς τὴν γῆν λαμβάνων †τὴν μερίδα, οἷον τὴν γῆν μεριζόμενος (trag. ad. 208)

<ἐμπεδορκεῖν>· εὐορκεῖν. παίζει δὲ Ἀριστοφάνης (fr. 772) παρὰ

τὰς πέδας

*<ἐμπεδοῖ>· διδάσκει p βεβαιοῖ, np πιστοῦται, [ἀσφαλίζεται An
*<ἔμπεδον>· βέβαιον, ἀσφαλές (Ε 254) r T
<ἔμπεδος>· *βέβαιος, ἀσφαλής (Δ 314) A ἀραρώς. ἀκίνητος
<ἐμπέλανα>· πόπανα
<ἐμπέλα>· ἐμπέλαζε. πρόσαγε. ἔγγιζε.
*<ἐμπελάσαι>· προσεγγίσαι A
*<ἐμπέπαιχα>· ἐνέπαιξα, ἐχλεύασα (Exod. 10,2) ASvgn
<ἐμπολωρός>· ἀγορανόμος. Λάκωνες
<ἐμπεπαρμένον>· ἐμπεπερονημένον. ἐνηλωμένον
<ἐμπεπᾶσθαι>· ἐνυπάρχειν. κεκτῆσθαι
†<ἐμπεπειρακται>· ἐμπεπόδισται
<ἔμπεπτα>· πλακούντια πύρινα, εἰς ἃ ἐντίθεται τὰ διὰ τυροῦ

<σκευαζόμενα>. Ῥόδιοι

<ἔμπειρος>· ὑπομονητικός
<ἐμπεσεῖν>· ἐμπίπτειν
<ἐμπέραμον>· ἔμπειρον
<ἐμπερής>· ἔμπειρος. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 426)
<ἐμπερκάζουσαν>· ὑποθάλλουσαν. μελανίζουσαν
<ἐμπερκαίνονται>· ἐμποικίλλονται
<ἐμπερονατρίς>· ἱμάτιον διπλοῦν
*<ἐμπερονῆσαι>· διατρῆσαι ASvgn
<ἐμπεσεῖν>· εἰς δεσμωτήριον ἀχθῆναι (Isai. 10,4)
<ἐμπεταλίς>· ἔδεσμα διὰ τυροῦ σκευαζόμενον
<ἐμπεφυυῖα>· περιπλεκομένη (Α 513)
<ἐμπηγός>· ἧλος
<ἐμπήκτης>· ὁ τὰ δικαστικὰ γραμματίδια παρὰ τοῦ θεσμοθέτου

λαμβάνων ὑπηρέτης, καὶ πήσσων εἰς τὴν κανονίδα

*<ἔμπηρα>· ἀνέξοχα An
<ἐμπήρους>· Δημήτριος ἐν Σικελίᾳ (fr. 2)·

"Λακεδαιμόνιοί θ' ἡμῶν τὰ τείχη κατέβαλον, καὶ τὰς τριήρεις ἔλαβον ἐμμήρους· ὅπως μηκέτι θαλαττοκρατοῖντο Πελοποννήσιοι." Ἔμμηροι οὖν οἱ ἐνομήρεις ὄντες· τοὺς γὰρ ἐπὶ συμβάσει διδομέ- νους, ὥσπερ ἐνέχυρα τῶν ὡμολογημένων, ἔνθεν <ὁμήρους> λέγεσθαι

*<ἔμπης>· ὅμως (ε 205) πάντως. ὁμοίως (Ξ 174) ASvgn
*<ἐμπίδες>· εἶδος κωνώπων A (n)
<ἐμπίνειν>· πίνειν
*<ἐμπίπλαται>· πληροῦται. χορτάζεται (Eccles. 4,8) Avg
*<ἐμπίπραται>· καίεται, ἐμπυρίζεται n
<ἐμπίπτων>· ἀπορῶν
<ἐμπίς>· κώνωψ. ἢ εἶδος ζῴου παρὰ τοῖς ὕδασι γενόμενον, ὅμοιον

κώνωπι, μεῖζον δέ

<ἐμπίσειον>· καὶ τὸ βραχὺ καὶ τὸ δαψιλῶς πιεῖν
<ἔμπισον>· πότισον
<ἔμπλαστ' ἐρεῖς>· ψεύσῃ ἀκρίτως
<ἐμπλακείς>· περικρατήσας, περιλαβών (Eur. Hipp. 1236)
*<ἔμπλεοι>· πλήρεις (A)
*<ἔμπλεῳ>· [ἐμπλεῖς] πλήρεις (Agp)
<ἐμπλευροῦ>· ἐνάλλου εἰς τὰς πλευράς. Σοφοκλῆς Αἰχμαλωτίσιν

(fr. 50)

<ἐμπλήγδην>· ἐμπληκτική. ἀκρίτως. εὐμεταβόλως (υ 132)
<ἐμπλήκτους>· μαινομένους, μεμηνότας. εὐμεταθέτους. καταπληκ-

τικούς

<ἔμπληκτον>· εὐμετάβολον. μανιῶδες. καὶ τὰ ὅμοια
*<ἔμπλην>· χωρίς. ἐγγύς, πλησίον (Β 526) An
<ἐμπλῆξαι>· ἐμπεσεῖν. ἐγγίσαι
<ἐμπλησμένην>· πεπλησμένην
<ἐμπλόκια>· ἑορτὴ παρὰ Ἀθηναίοις. καὶ τὸ σὺν ταῖς θριξὶ πλε-

κόμενον γυναιξίν (Isai. 3,18)

<ἐμπνεῖ μου>· ἐρᾶι μου, ποθεῖ με
†<ἐμπνεῖ>· πεπληρωμένος
*<ἔμπνευσεν>· ἐνέπνευσεν S
<ἔμπνευστος>· ἄφρων. [ἢ ἀφανής]
<ἐμπνύθη>· ἐν αὑτῷ ἐγίνετο, καὶ [ἐφρόνησεν] <ἀνεβίωσεν>

(Ε 697 v. l.)

<ἔμπνυτο>· [ἀνεβίωσεν] <ἐφρόνησεν> (Χ 475 v. l.)
<ἔμπνοια>· ἀναπνοή
<ἐμποδίζειν>· μασᾶσθαι. οἱ δὲ ἰσχάδας μασᾶσθαι ταῖς μελίσσαις,

ἢ θλίβειν τοῖς ποσὶ τὰς ἰσχάδας

<ἐμποδίζων ἰσχάδας>· μασώμενος. τοῦτο δέ φασιν εἰρῆσθαι

ἐπὶ τῶν μισθῷ ταῖς μελίσσαις ἰσχάδας μασωμένων. τοῦτο δέ φασί τινες εἶδος εἶναι παιδιᾶς (Ar. Equ. 755)

<ἐμποιεῖ>· κτᾶται
<ἐμποίνιμον>· τὸ ἐμ ποινῇ
*<ἔμπυον>· τὸ γαλακτῶδες ὑγρόν r. A
<ἐμπεδοῦσθαι>· βεβαιοῦσθαι, ἀσφαλίζεσθαι
*<ἐμπολᾷ>· περιέρχεται. A πραγματεύεται An(g)
<Ἐμπολαῖος>· ὁ κερδῷος Ἑρμῆς
<ἐμπολέμια>· τὰ εἰς πόλεμον εὔθετα (Plat. legg. 12,943 a)
<ἐμπολή>· *κέρδος AS οἱ δὲ τὰ φορτία. ἢ τὴν ἀργυρέην ἀλλαγήν
*<ἐμπολήσαντες>· πριάμενοι, ὠνησάμενοι ASvgn
<ἔμπολις>· ὁ πατρίδα ἔχων (Eupol. fr. 137)
<ἐμπολόωντο>· ἐνεπόλων. περιεποίουν (ο 456)
*<ἐμπολῶντο>· ἐνεβάλλοντο A
*<ἐμπομπεύων>· θριαμβεύων vg †καταστοχάζων
<ἐμπόρευμα>· πραγματεία, ἐμπορία r
<ἐμπορίδαι>· μέτοικοι. [ἐπιβάται]
<ἐμποριοδονήτας>· ἐνοικίου πρακτῆρας
<ἐμπόριος>· μέτοικος
<ἔμπορος>· *πραγματευτής Ag καὶ ὁ ἐπ' ἀλλοτρίας νεὼς πλέων g

μισθοῦ, ὁ ἐπιβάτης· "ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλο- τρίης;" (ω 300)

*<ἐμπορποῦσθαι>· φιβλοῦσθαι (1. Macc. 14,44) ASvg
<ἐμπόρπημα>· ὑφάσματος εἶδος
<ἐμπόρω>· ἔμποροι. δυϊκῶς
<Ἔμπουσα>· φάσμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον καί,

ὥς τινες, ἑνὶ ποδὶ χρώμενον (Ar. Ran. 293) Ἀριστοφάνης (fr. 501) δὲ τὴν Ἑκάτην ἔφη <Ἔμπουσαν>

[<ἔμπρεον>· ἔμπειρον]
<ἐμπρέπον>· ἐπιπρέπον, πρέπον. ὅμοιον
*<ἐμπρέποντα>· διαπρέποντα ASvgn
*<ἐμπρῆσαι>· καῦσαι (Iud. 9,52) Agn
<ἐμπριόεντα>· τραχύν
<ἐμπύλαιαι>· νυμφαῖα
*<ἐμ πυμάτοισιν>· ἐν ἐσχάτοις (Λ 65) A
<ἔμπυος>· ὁ ἐμπυϊκὸς παρὰ Μενάνδρῳ (fr. 843 Koe.)
<ἔμπυρα>· τὰ καιόμενα ἱερά
*<ἐμπύρευμα>· λείψανον (Greg. Naz. or. 4,42 ..) r. Anps
<ἐμπυρία>· ὅρκος ὁ δημόσιος. καὶ μαντεία, παρὰ Βοιωτοῖς
<ἐμπυριβήτην>· τὸν ἐπιτιθέμενον τῷ πυρὶ (Ψ 702)
<ἐμπυριβήτης>· οὕτως Εὖκλος <ὁ> χρησμολόγος ἐκαλεῖτο. λέγε-

ται δὲ καὶ τρίπους ὁ ἐν πυρὶ τιθέμενος

<ἐμύλλανεν>· ἐμυκτήρισεν
<ἐμύδαινεν>· ἔβρεχεν
<ἐμύξατο>· ἔπιεν
<ἔμυζεν>· ἔστενεν (Hippocr. epid. 5,6) ἀπεθήλαζεν (Archil. fr.

32 Bgk)

<ἐμυήθην>· ἐμυσταγωγήθην r
<ἐμύθευεν>· ἔλεγεν
<ἐμυθεόμην>· ἔλεγον (β 172)
<ἔμυκεν>· ἐψόφησεν. ἔχανεν
*<ἐμυκᾶτο>· ἐφώνει (Plat. rep. 10,615 e?) A
*<ἐμύξατο>· ἀηδίσθη ASvg
<ἐμύς>· ζῷον ἐν λίμνῃ καὶ ἐν πηγῇ γινόμενον. οἱ δὲ χελώνην τὴν

ἔχουσαν οὐράν

[<ἐμυσάκτετο>· ἐβδελύσσετο. <ἐμυσάττετο>]
<ἐμύσαττον>· ἐσίκχαινον
<ἐμυσάττετο>· ἀηδίζετο. ἐβδελύσσετο
<ἔμυσεν>· συνῆλθεν
*<ἐμφαίνειν>· ἐνδείκνυσθαι gn σημαίνειν (g)
*<ἐμφαίνων>· δεικνύων ASvg σημαίνων
*<ἐμφανές>· φανερόν (Exod. 2,14 ..) ASvg
<ἐμφανέστατα>· ἄγαν φανερώτατα
<ἐμφανίζων>· φανεροποιῶν
<ἐμφανισθήσονται>· φανήσονται
*<ἐμφαντικῶς>· ἐννοητικῶς ASvg
<ἐμφανῶν>· δηλαυγῶν ἐμφάσει τεκμηρίων
*<ἐμφανῶς ἥξει>· φανερῶς ἔλθῃ (Ps. 49,3) Anps
<ἐμφαρυξάμενος>· ἐμφαγών
*<ἐμφάσεως>· [ἐννοητικῶς] ἐννοήσεως Ag
*<ἔμφασις>· δήλωσις r (AS) μέγεθος Sgn (A) νόησις v (AS)
[<ἐμφαντικῶς>· ἐννοητικῶς. ἐμφανῶς]
*<ἐμφαντικός>· ἐμφανής AS
*<ἐμφαντικώτερον>· δηλωτικώτερον ASvgps
<ἔμφατον>· αἰνιγματοειδῶς εἰρημένον
†<ἐμφάατον>· πλακοῦντα τετυρωμένον
*<ἐμφερές>· ὅμοιον ASvgn
a) <ἐμφέρεται>· ἐφίεται. *[φέρεται ASvg περιφέρεται. b) *<<ἐμ-

φερεῖς>·> ὅμοιοι ASvg

*<ἐμφερής>· ὅμοιος r. Sn
*<ἐμφέρεια>· ὁμοιότης r. ASv(gnP)
*<ἐμ φερέτρῳ>· ἐν τῷ φορείῳ (Σ 236) A
*<ἐμφῆναι>· δεῖξαι r. AS
<ἐμφιλοχωρεῖ>· σχολάζει ἢ *τὴν χώραν φιλῶν (Agn)
*<ἐμφιλοχωροῦντες>· ἐνοικοῦντες n ἐν παραμοναῖς
<ἔμφορα>· προσβεβλημένα ἀγέλῃ προβάτων
<ἐμφόρβιον>· τελώνημα
*<ἐμφορηθέντες>· κορεσθέντες (n) χορτασθέντες, πληρωθέντες (ps)
*<ἐμφοροῦμαι>· χορτάζομαι, πληροῦμαι Svgn καὶ τὰ ὅμοια
<ἔμφραξις>· πόνος ὤτων
<ἔμφρονι>· ἐχέφρονι, συνετῷ, φρονίμῳ
*<ἔμφρων>· συνετός ASvn φρόνιμος v
*<ἐμφύλιον>· συγγενικόν g ἢ τῆς αὐτῆς φυλῆς vgS (An)
<ἔμφυλον>· τὸν ἐκ τῆς αὐτῆς <φυλῆς>· rn οὐ πολέμιον, ἀλλ' ἐμ-

φύλιον (ο 273)

<ἐμφύσημα>· πάθος περὶ τοὺς ὀφθαλμούς
*<ἔμφυτον>· ἐν τῇ φύσει ASvg
<ἐμψηφίσαι>· ὅταν δανειστὴς ἀποδιδόντος χρεώστου μὴ εὐθέως

ἀναλαμβάνῃ εἰς ὄφλημα

<ἐμψίουσα>· ἐρέγματα διδοῦσα (Aesch. fr. 51)
<ἐμφωλεύει>· κρύπτεται
*<ἔμψυχον>· ζῷον AS
<ἐμωλύνθη>· ἐπαύσατο. ἠμβλύνθη. [μενέων ἐμῶν ἐπιθυμιῶν ἢ

προθυμῶν]

<ἐμῶν μενέων ἀπερωεύς>· τῶν ἐμῶν προθυμιῶν ὁ κωλυτής

(Θ 361)

<ἐμώσατο>· εὗρεν. ἐτεχνάσατο. ἐζήτησεν
<ἐν>· ἀντὶ τοῦ εἰς. καὶ ἀγανακτοῦντος ἐπιφώνημα. καὶ πρόθεσις
<ἐναβρύνεσθαι>· ὡραΐζεσθαι ἢ ἐντρυφᾶν· <ἁβρὸς> γὰρ ὁ τρυ-

φερός

<ἐναβρύνεται>· *μεγαλοφρονεῖ ASn ἐντρυφᾷ vgn σεμνύνεται.

λαμπρύνεται

*<ἐναγές>· μυσαρόν, ἀκάθαρτον (n)
<ἐναγής>· πονηρός
*<ἐναγῆ>· μεμισημένον AS
*<ἐναγές>· μεμιασμένον (ASn)
<ἐναγίζειν>· τὸ χοὰς ἐπιφέρειν, ἢ θύειν τοῖς κατοιχομένοις (Hdt.

1,167,2) ἢ διὰ πυρὸς <δαπανᾶν> ἢ φονεύειν. <Ἄγος> γὰρ τὸ μίασμα

<ἐναγίσματα>· ὁλοκαυτώματα r
*<ἐναγισμοί>· τὸ αὐτό ASvgn
*<ἐν ἀγκοίνηισιν>· ἐν ταῖς ἀγκάλαις (Ξ 213) AS
<ἐναγκωνιεῖς>· ἀποκλινεῖς
<ἐναγοράζειν>· ἐναθροίζεσθαι
*<ἐναγοῦς>· ἀκαθάρτου ASvgn
<Ἔναγρος>· ἔπαγρος. καὶ Ἀπόλλων ἐν Σίφνῳ
*<ἔναγχος>· πρώην. προσφάτως, A πρὸ μικροῦ, ἀρτίως ASvgn

νῦν, ἐγγύς, πρὸ βραχέος ASn

<ἐναγῶν>· ῥυπαρῶν
*<ἐν ἀγωνίᾳ>· ἐν μερίμνῃ (ev. Luc. 22,44) AS
<Ἐναγώνιος>· ὁ Ἑρμῆς
<ἑνάδες>· σύστημα
[*<ἐνάδοντες>· ἐμπεσόντες g Σ]
<ἐναερίζει>· μετεωρίζει
<ἐνναΐζω>· λιτανεύω πρὸς τοῖς ναοῖς r
*<ἐν ἀέθλωι>· ἄθλωι (Π 590) ASn
<ἐναθρεῖν>· ἀτενίζειν
*<ἐναθύροντες>· παίζοντες AS
<ἐναθύρσας>· ἐμπαίξας
*<ἔναιεν>· ἔμενεν. ᾤκει (Ε 543) S (gb)
<ἐν Ἅιδῃ>· ἐν τῷ σκότῳ
*<ἐν αἰθρίᾳ>· ἐν [τῷ] φανερῷ ASgn
<ἐν αἰνῇ>· ἐν τῇ δεινῇ (Γ 20)
*<ἐν αἰνίγματι>· ἐν παρεικασίᾳ AS ἐν παραβολῇ (1. Cor. 13,12)
[<ἐννεός>· ἔκπληκτος]
<ἐναίρει>· ἀναιρεῖ, φθείρει
<ἔναιρε>· ἄνελε, *φόνευε (n), σκύλευε (Κ 481)
*<ἐναίρειν>· τὰ αὐτά (Φ 485) S
*†<ἐναιρέσει>· ἐνθλίψει AS
[<ἐναίσασθαι>· φθαρῆναι. γηρᾶσαι]
*<ἐναίσιμα>· ἀγαθά, καὶ καθήκοντα (Β 353) ASn
<ἐναίσιμοι>· μαντευτικοί. καθήκουσαι (Ω 40)
<ἐναίσιμον>· καθῆκον (Ζ 519) r (g) T πρᾷον. ἡδύ. [αἴσιον r

καλόν [ἀγαθόν r ἀληθές

<ἐναισιμία>· διοσημία
<ἐναίσιμος>· τὰ καθήκοντα, προσήκοντα εἰδώς. ἢ Ζεὺς ἐν Κο-

ρωνείᾳ. καὶ καθήκων

<ἐναισίου>· ἀριστεροῦ. [οἱ δὲ ἐνάσαρι]
<ἐναιχμάσαι>· ἐνμαχέσασθαι
*<ἐν ἀκαρεῖ>· ἐν ῥιπῇ ASvgn Ἀκαρῆ, ἀκαρί, ἐν ἀκαρεῖ· <η>, <ι>, δίφ-

θογγον

*<ἐν ἀκμῇ>· ἐν δυνάμει (Esth. 5,1 d) ASvg
*<ἐν ἀλαλαγμῷ>· ἐν εὐφήμῳ βοῇ (Ps. 32,3 ..) ASvg
*<ἐνάλια>· τὰ θαλάττια ASvg (n)
<ἐνάλιαι κορῶναι>· αἴθυιαι (ε 66)
*<ἐναλίγκιος>· ὅμοιος r. S (Avb) ἐοικώς (Ν 242)
<ἐναλίσαι>· ἐγκυλῖσαι
<ἔναιμος>· ἀνὴρ ζωός. συγγενής. καὶ ὁ Ζεύς
<ἐναλλάξαι>· δοῦναι, ἀμεῖψαι
*<ἐνάλλονται>· ἐπιπηδῶσιν AS
<ἐνάλλοντας>· ἐμπηδῶντας. ἢ *ἐμπεσόντας. AS
*<ἐναλόντα>· συλληφθέντα, κρατηθέντα Avg
<ἐν ἅμματι>· ἐν φλογί
<ἐναμμένος>· ἐγκεκομβωμένος
<>ένανδρον>· κενὸν ἀνδρῶν
<ἐναμπυκίσαι>· ἐγχαλινῶσαι
<ἔναντα>· φανερῶς
*<ἔναντι>· ἐξ ἐναντίας r. Sn
<ἐναντίβιος>· ἐναντίαν δύναμιν ἔχων
<ἐναντίοι ἀλλήλοισιν>· ἐρίζοντες πρὸς ἀλλήλους (Λ 67)
*<ἐναντίον>· ἐνώπιον. ἐμπρός ASP
<ἐναντιότης>· ἔρις. [καὶ <ἐναντίοι ἀλλήλοις>· ἐρίζοντες]
<ἔναξεν>· ἔσαξεν. ἐπίλωσεν. συνεπλήρωσεν. ἐπιμελῶς ἐμέστωσεν

(φ 122)

<ἐναπείληπτο>· ἐγκατείχετο
*<ἐναπερείσασθαι>· ἐμπῆξαι AS στῆσαι (2. Macc. 9,4)
<ἐναπέψυξε>· τέθνηκεν
*<ἐναπειλημένους>· διακρατηθέντας A
<ἐναποθέρομαι>· †ἐνδέχομαι
<ἐναπομάξασθαι>· τὸν τύπον ἀναλαβεῖν
*<ἐναπομάξεται>· ἐναποτυπώσει AS
*<ἐναπομάττεσθαι>· ἀναλαμβάνειν. μανθάνειν AS
*<ἐναποματτόμενοι>· ἐντυποῦντες ASvgn
<ἔναρ>· εἰς τρίτην. Λάκωνες
<ἔναρα>· ὅπλα. σκῦλα, λάφυρα (Ζ 480)
<ἐνάραι>· ὑγιᾶναι
†<ἐναράνει>· ἐντρυφᾷ
*<ἔναρα βροτόεντα>· τὰ σκῦλα τὰ ἀνθρωπίνῳ αἵματι μεμιασμένα

(Ζ 480 ..) A

<ἐναργῆ>· δῆλα, φανερά. βέβαια, ἀσφαλῆ
<ἐναρεῖν>· κυΐσκεσθαι. διαλέγεσθαι
<ἐνάρης>· ἐνηρμοσμένος
<ἔναρθρον>· εὐάρμοστον. ἡ ὑπὸ γράμμασι δηλουμένη φωνή
<ἐναρίζει>· συκοφαντεῖ
<ἐναρίζειν>· [συκοφαντεῖν] σκυλεύειν· <ἔναρα> γὰρ τὰ σκῦλα·

"οὐδέ μιν ἐξενάριξε" (Ζ 417) καταχρηστικῶς δὲ ἀναιρεῖν (Χ 376) ... ["Ἤτοι βέλτερόν ἐστι κατ' οὔρεα θῆρας ἀναιρεῖν" (Φ 485)]

*<ἐνάριζεν>· ἀνεῖλεν, ἐφόνευεν A ἐσκύλευεν (Π 731)
*<ἐναρίζοι>· φονεύοι An καὶ τὰ ὅμοια (Α 191)
*<ἐνάριζον>· ἐσκύλευον A ἀνεῖλον (Ο 343)
<ἐναρίθμια>· φίλα, συνήθη
<ἐναρίθμιος>· συμψηφισθείς, καταριθμηθείς (Β 202)
†<ἐνάρεσθαι>· ἀπολλύειν. φθονεῖν. ἐρείδειν. [ἀπολαύειν]
<ἐναρίσασθαι>· ἐξοπλίσασθαι
<ἐναρκεῖ>· ἐνδέχεται
<ἐναρκτεύει>· φωλεύει, κρύπτεται
*<ἐν ἄρκυσι>· <ἐν> δικτύοις (Greg. Naz. c. 2, 1, 1, 155) Avgn
*<ἐναράξει>· ἐνορμήσει A
*<ἐναρσφόρος>· σκυλοφόρος (Hes. scut. 192 v. l.) Agn
"<ἐναροκτάντας> δὲ φθογγ.. σκότος ὑψοῦ τέλος ἀθανάτων

ἀπολείψει" Αἰσχύλος ἐν Νηρηΐσιν (fr. 151). οἱ ὑπομνηματι- σταὶ παρὰ τὸ "οὐχ ὁσίη φθιμένοισιν ἐπ' ἀνδράσιν εὐχετάα- σθαι (χ 412)" ἵνα ᾖ ὁ νοῦς· ὁ δὲ <ἐναροκτάντας> θάνατός μοι ἐπικαυχώμενος τὸ ἐκ τῶν θεῶν τέλος ὑψοῦ ἀπολείψει, τὰ τῶν ἀθανάτων ὕψη, καὶ ἐπὶ τοὺς ἐχθροὺς ἥξει

<ἔναρος>· ἔνοχος. [ἐπικατάρατος r
*<ἐνάρων>· σκύλων An
†<ἐναρῶν>· ἐπαύσατο σκύλων†
<ἔνας>· εἰς τρίτην
*<ἐνασελγαίνων>· πορνεύων A
<ἐνᾶσθαι>· φθαρῆναι. γηρᾶσαι
<ἐνάσθη>· ᾠκίσθη (Callim. fr. 680) r
<ἐνάσσατο>· ᾠκίσατο r
<ἐν ἀσπίδος ἄντυγι πάλτο>· ἐνεπλάκη τῇ ἀσπίδι (Ο 645)
<ἔναστρος ὥστε μαινάς>· Ἀχαιὸς Ἀλφεσιβοίᾳ (fr. 16) ἀντὶ

τοῦ Ὑάς· τὰς γὰρ Βάκχας Ὑάδας ἔλεγον

*<ἐν ἄστεσιν>· ἐν πόλεσιν (Avgn)
<ἐναστεϊζόμενον>· ἐνοικοῦντα
*<ἐν ἀτόμῳ>· ἐν ῥιπήματι. An ἐν τάχει (1. Cor. 15,52) A
<ἔναυδος>· ἔμπνους. φωνήεις
*<ἐναυάγησαν>· ἐκινδύνευσαν (1. Tim. 1,19) A (vg)
*†<ἐναυάζει>· ἀμφιβάλλει As
*<ἐναυλίζεσθαι>· ἐνδιατρίβειν A (g)
*<ἐναυλισθήσεσθαι>· ἐνοικισθήσεσθαι A (gs)
*<ἐναύλισμα>· νεωστὶ γενόμενόν τι AN οἴκημα ASvgb
<ἔναυλοι>· αἱ ἐπὶ τῶν χειμάῤῥων ποταμῶν καταβάσεις. τινὲς δὲ

ποταμοὺς χειμάῤῥους (Π 71). ἢ διατριβαί

*<ἔναυλον>· νέαν ἔχον τὴν εὐεργεσίαν Avgn, οὐ πρὸ πολλοῦ· ἢ

διατρίβοντα A

*<ἔναυλος>· ὁ ἀκουόμενος, παρὰ τὸν αὐλόν A
<ἐναύλους>· ποταμούς, χειμάῤῥους Agn. διόρυγας (Π 71) An
<ἐναυλόχουν>· κατὰ πλοῦν ἐλόχων
<ἔναυὁν>· ἔνθες. Κύπριοι
*<ἐναύοντες>· ἀνάπτοντες πυρί. τὰ γὰρ σμήνη τῶν μελισσῶν

διώκουσι διὰ πυρὸς καὶ καπνοῦ A (n)

<Ἔναυρος>· ὁ Ἀπόλλων
<ἐναύρω>· πρωΐ. Κρῆτες
<ἐναῦσαι>· ἐνάψαι. ἢ μεταλαβεῖν
*<ἐναύσασθαι>· ἐξάψαι Anp
*<ἔναυσμα>· λείψανον. μετάληψις AS
*<ἐναύσματα>· ἀρχάς. ἐμπυρεύματα ASvgn φαντάσματα AS
<ἐναυχῆσαι>· ἐνλαμπρύνασθαι
<ἐναυχοῦσα>· ἐλλαμπρυνομένη. σεμνυνομένη. καυχωμένη [ἐνα-

φρένει θυμόν]

<ἐνάχθη>· ἐσάχθη. ἐπληρώθη. ἐπιλώθη
<ἐνναύων>· πρὸς τῷ ναῷ διάγων, ἱκετεύων
*<ἐν βένθεσιν>· ἐν βάθεσιν (Α 358) AS
*<ἔνβεννος>· ὑελοειδής Avgp
*<ἐν βουλῇ>· ἐν φροντίδι (2. Esdr. 10,3 v. l.) ἐν συναγωγῇ. ἐν

ὁδῷ (Ps. 1,1) AS

<ἐμβρῆσαι>· ἐν φόβῳ
*<ἔν γε δή>· ἐν πρόθεσις, <γε, δὴ> σύνδεσμοι ASv(g)
<ἐνγείνωνται>· ἐνγεννήσωσιν (Τ 26)
<ἐνγηράσασθαι>· [ἐν] γήρᾳ χρήσασθαι
*<ἐν γήρᾳ πίονι>· γῆρας λιπαρόν (Ps. 91,15) Avgp
†<ἔνγλαυσιν>· ἐνγλαύκεσιν
<ἐν γούνασι>· ταῖς φρεσί (Ρ 514 ..) καὶ μέλεσι
*<ἐνγράφει>· ἐγχαράττει ASn
<ἐνδακοῦσα>· κατεσθίουσα
<ἐνδαμεῖ>· ἐμμένει
<ἐνδαναία>· ἐρημία
<ἐνδανδαίνει>· ἀτενίζει. κατατολμᾷ
†<ἐνδαές>· ἐν διανοίᾳ ἑκάστου
<ἐν δ' ἄνεμος πρῆσεν>· ἐνέπρησε δὲ ὁ ἄνεμος. ἐνεφύσησεν, ἐγέ-

μισεν, ἐκόλπωσεν (Α 481)

<ἐν δαπέδῳ>· ἐν τῷ ἐδάφει (λ 577)
<ἐνδάπιον>· ἐγχώριον
<ἐν> δ' ἄρ' <ἔβη>· ἀνέβη δέ (Γ 761)
<ἔνδασαι>· μέρισον
<ἐν δ' Αἴθυια>· οὕτως Ἀθηνᾶ τιμᾶται παρὰ Μεγαρεῦσιν· ἐπειδὴ

εἰς αἴθυιαν ἀπεικασθεῖσα ὑπὸ τὰ πτερὰ ἔκρυψε τὸν Κέκροπα, καὶ διεκόμισεν εἰς τὰ Μέγαρα

<ἐνδατεῖται>· ἀπομερίζει (Aesch. fr. 350)
<ἐνδατουμένη>· ἐπιλαμβανομένη. μερίζουσα
<ἐνδατούμενος>· μεριζόμενος. καὶ οἱονεὶ κακῶς λέγων σφοδρῶς.

ἀπὸ τῆς <δαιτός> (Eur. Herc. 218)

<ἔνδαυλον>· λοχμῶδες. δασύ
[<ἐνδέναι>· γνῶναι]
<ἐν δέ>· πρὸς τούτοις δέ. ἐν αὐτῇ δέ (Σ 483 ..)
*<ἐνδεεῖ>· χρείαν ἔχοντι AS πτωχῷ (ASn)
<ἐνδέειν>· ἐλλείπειν
[<ἐνδεῖ>· ἐντέλλεται]
<ἔνδεια>· πενία, πτωχεία. πεῖνα (Prov. 6, 11)
[<ἔνδεικτο>· ἐσήμηνεν]
*<ἐνδείξει>· ἐπιδείξει A ἐντελεῖ
<ἔνδειξις>· ἀπόδειξις
*<ἐνδείξομαι>· ἀπολογήσομαι (Τ 83) ASvg
†<ἐνδείξω>· ἐντινάξω
<ἐνδεῖν>· *χρῄζειν, ASgN <ἐν> ἐνδείᾳ εἶναι, καὶ ἐλλείπειν
<ἕνδεκα>· ἄρχοντες, οἷς παρεδίδοντο οἱ θανάτῳ καταδικασθέντες
<ἑνδεκαδικόρ>· εἶδός τι φασκωλίου. <Λάκωνες> S
<ἐδεκάτευσα>· τὴν δεκάτην ἐπραξάμην
*<ἐνδελεχεῖ>· πυκνάζει [Λάκωνες] (Sir. 41,6 v. l.) A
*<ἐνδελεχισθήσεται>· ἐνβραδυνεῖ (Sir. 20,19 ..) A
*<ἐνδελεχισμός>· ἐπιμονή (Sir. 7,13) (Ag)
*<ἐνδελεχῶς>· ἀδιαλείπτως, συνεχῶς, ἐπιμόνως (Exod. 29,38 ..)

Avgn

<ἐνδελιτές>· παντελές (Epich. fr. 183)
<ἐνδενδίλλειν>· ἐμβλέπειν
<Ἔνδενδρος>· παρὰ Ῥοδίοις Ζεύς· καὶ Διόνυσος ἐν Βοιωτίᾳ
<ἐν δεξιᾷ>· ἐκ δεξιῶν, <οὐκ> <ἐνδέξια>· εἰ μὲν προπαροξυτόνως,

οὐκ ἂν ἐπενέγκαιμεν τὸ ἀντικείμενον "<ἔστι δὲ πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον>" (Thuc. 1, 24, 1)

<ἐν δέοντι>· ἐν μέρει
<ἐνδέοντες>· δανειζόμενοι
<ἐν δέ οἱ ἦτορ>· ἐν δὲ τοῖς στήθεσιν αὐτοῦ ἡ ψυχή (Α 188)
*<ἐν δ' ἔπεσεν>· ἔπεσεν <δέ> (Δ 134) A
*<ἐν δὲ ῥυτῆρσι>· τοῖς λώροις (Π 475) A
<ἐν δὲ σθένος ὦρσεν>· ἕκαστον ἐῤῥώννυσεν (Β 451)
†<ἐνδεές>· συνεχές
<ἐνδευκέα>· ἐμφερῆ, ὅμοια
<ἐνδευκές>· ὅμοιον
<ἐνδεῶς>· ἐλλιπῶς r
<Ἐνδηΐδες>· αἱ νύμφαι ἐν Κύπρῳ
<ἔνδηλοι>· φανεροί
<ἐνδημία>· παρουσία r
<ἐνδήμου>· συγγενικοῦ
<ἐνδημησάντων>· ἐλθόντων
<ἔνδια>· ὀδύνη. λεῖψις πράγματος. ἢ μεσημβρία. διατριβή
<Ἐνδίαγρος>· Ἄρτεμις
<ἐνδιάθετος λόγος>· πᾶς λόγος ἐν νῷ λαμβανόμενος
<ἐνδιαθέτως>· ὁλοψύχως r ἢ διηνεκῶς
<ἐνδιάθηκος λόγος>· πᾶς ἔγγραπτος
<ἐνδιαιτᾶται>· σύνεστι. διατρίβει
<ἐνδιαιτᾷ>· †ἀρκέσει
<ἐνδιαίτημα>· *διατριβή Pgn οἰκητήριον r οἴκημα
*<ἐνδιατρίβων>· ἐπιμένων (Thuc. 7, 81, 4) (A)
<ἔνδειγμα>· ἀπόδειξις (2. Thess. 1,5)
<ἐνδιάζω>· μεσημβρίας ὥρᾳ ...
<ἐνδιάασκεν>· διετέλεσε διάγων ἐν <ὑπαίθρῳ> (Theocr. 22, 44)
<ἐνδίεσαν>· ἐπεδίωξαν, ἐπώτρυναν, ἐσπούδασαν (Σ 584)
<ἐνδιές>· ἔνυδρον
<ἐν δίκῃ>· δικαίως
[<ἐνδίες ἵπποι>· ἐν τῷ Ἀδρίᾳ ἵπποι· καὶ λυκοπαδεῖς καὶ λυκο-

φόροι]

*<ἔνδικον>· ἀληθές n δίκαιον Avgn ἄξιον (Ep. Rom. 3,8) n
*<ἔνδιος>· μεσημβρινός (δ 450) n
*<ἐνδίκως>· δικαίως Avg ἀξίως (vgn) ἀληθῶς (Eur. Or. 505 ..)

Avg

<ἐνδίνων>· τῶν μελῶν. ἀπὸ τοῦ <ἐνδύσασθαι> τῷ θώρακι καὶ

τοῖς ἄλλοις ὅπλοις (Ψ 806)

*<ἐνδίοις>· ὀρθρινοῖς An
[<ἐνδίσματα>· ἐναλίσματα]
<ἐνδιῶνται>· μεσημβριάζουσιν
*<ἐνδοιαστόν>· ἀμφίβολον Ngp ἀμφιδοξούμενον
...· ἐν δισταγμῷ, ἐν φροντίδι
<ἐν δοιῇ δέ>· ἐν δισταγμῷ δέ (Ι 230)
<ἐνδοιϊτίναι>· οἱ ἀπὸ ἑπτὰ πατέρων καὶ μητέρων ἀστῶν κατά-

γοντες τὸ γένος

<ἐν δοκῇ>· ἐν ἐπιβουλῇ
<Ἐνδοκία>· Δημήτηρ παρὰ Ἀθηναίοις
<ἔνδοκος>· ἐνέδρα
[<ἐνδομαρία>· ἡ κτίσις· ἢ παροιμία]
<ἐνδομενία>· κτῆσις. ἢ ἀποσκευή
†<ἐνδόθρας>· τὰς ἀποκοπὰς τῶν νεοδόρων δερμάτων
[<ἐνδοιέμεναι>· ὅσοι ἀπὸ ἑτέρων πατέρων καὶ μητέρων]
*<ἐνδομυχί>· ἐν ἀποκρύφῳ τόπῳ vg
*<ἐνδόμυχοι>· κάτοικοι AP
*<ἔνδον>· ἔσωθεν r. AP
*<ἐνδόσθια>· ἔγκατα (Exod. 29,17 ..) r. A
<ἐνδόσιμον>· τὸ πρὸ τῆς ᾠδῆς κιθάρισμα r
<ἔνδοσις>· ὁμοίως r
*<ἐνδούμενοι>· ἐνδεσμεύοντες A ἢ δεσμούμενοι Agp
<ἐνδούπησα>· ἐνέπεσα (μ 443)
<ἔνδρατα>· τὰ ἐνδερόμενα σὺν τῇ κεφαλῇ καὶ τοῖς ποσί
<ἐν Δριώνας>· δρόμος παρθένων ἐν Λακεδαίμονι
[<ἔνδροια>· καρδία δένδρου καὶ τὸ μέσον]
*<ἐνδρομίδες>· ὑποδήματα ps
<Ἐνδρομώ>· Δημήτηρ ἐν Ἁλικαρνασῷ
*<ἔνδρυον>· καρδία δένδρου. καὶ τὸ μέσον A
<ἐνδοιάζει>· ἀπορεῖ. διστάζει (r) n
*<ἐνδοιασμός>· ἀμφιβολία r δισταγμός rg καὶ ἀπορία
†<ἔνδυδαν>· ἕωθεν†
<ἐνδυκέως>· φιλοφρόνως. *[ἐπιμελῶς (Ψ 90) A
<ἐνδύκιον>· πιστόν. φίλον. ἐμφερές. βέβαιον. ἀπόκρυφον
<ἐνδυκές>· συνεχές. συνετόν. ἀφελές. ἀσφαλές. γλυκύ. πρόθυμον.

εὔνουν. πιστόν. ἐπιμελές

<ἐνδῦναι>· εἰσδῦναι. εἰσελθεῖν
<ἐνδύλω>· ἔνδοθεν
<ἐνεβάτευσεν>· κατέσχεν
*<ἔνδυνεν>· ἐνεδύσατο (Β 42) N
<Ἐνδυμίωνα Κᾶρα>· Ἀριστοφάνης (fr. 915) τὸν Ἐνδυμίωνα

Κᾶρά φησι διὰ τὸ περὶ τὸν Λάτμον δοκεῖν αὐτὸν τεθάφθαι

<ἔνδυσις>· κατάδυσις
<ἐνδύτας>· αὐλωτὸς στάμνος
<ἐνδωρότερον>· ὠμότερον. ἀκρατέστερον
<ἐνδώσω>· ὑποσημανῶ. παρέξω. δηλώσω
†<ἐνεασμός>· ἐμπαιγμός. πανουργία, δόλος
*<ἐνεβριμήσατο>· ὠργίσθη r. APgn ἐτάραξεν (En. Io. 11,33)

r. v

<ἐνέβριθον>· ἐνεκύουν
*<ἐνέγκασθαι>· ἐνέγκαι g φέρειν
<ἔνεγκον>· ἔνεγκε (Gen. 27,4 ..)
*<ἐνεγκοῦσαν>· τὴν μητέρα. ἢ πατρίδα Avg ἢ πόλιν
<ἐνεγλαυκώς>· φοβερὸς ἰδεῖν
†<ἐνέδεκτο>· ἐνεσήμηνεν. ἐνετείλατο
<ἐνεδιάσθη>· [εἰσ] ἐνεπλάκη
*<ἐνεδίδου>· ἐχαυνοῦτο (Gen. 8,3) A
*<ἐνέδρα>· ἔγκρυμμα AN δολερὸν ὑποκάθισμα Avg
*<ἐνεδρεύει>· δόλον μηχανᾶται Avg ἐνκαθέζεται AN κατατηρεῖ

(Ps. 9,30)

<ἐνέδρη>· ἐνηδρεύθη
*<ἔνεγκεν>· ἤνεγκεν AS
[<ἔνιεν>· ᾤκει]
<ἐνέεικαν>· ἤνεγκαν
<ἐνεείκω>· ἐνέγκω
<ἐνέηκεν>· ἐνέβαλεν (Κ 89)
*<ἐνεθουσία>· ἐμαίνετο ASvg
*<ἐνέθορεν>· ἐνεπήδησεν AS
<ἐνειπή>· ἀπειλή
*<ἐν εἴδεσιν>· ἐν διαφοραῖς ASvg
<ἐνέθρεξεν>· προσωρμίσθη
<ἐνεθρίωσαν>· θρῖον ἐποίησαν, ὅπερ ἐστὶ βρῶμα
<ἐνεθυμίαζον>· ἐνεθυμούμην
<ἔνει>· Ἀττικοί. ἔνηθεν
<ἐνείληται>· ἐζημίωται
<ἐνειλημμένους>· πολιορκηθέντας
<ἐνειμάμην>· ἐμερισάμην
<ἐνεῖκαι>· ἐνέγκαι (Σ 334)
*<ἔνειμεν>· ἔδωκεν (ξ 449) N
<ἐνειματιών>· ὁ τὰ †ἐνπάσματα τοῖς ἀνδριᾶσιν ἐκτιθείς
<ἔνειρα>· ἐνέβαλον. ἐνεπερόνησα
*<ἔνειρας>· ἐνέῤῥαψας. S ἐνέβαλας AS ἥρμοσας. συνῆψας (Iob

10,11)

<ἐνείρων>· ἐναρμόζων. συνάπτων
<ἐνείς>· ἐνθέμενος (Eur. Bacch. 851)
<ἐνείσποι>· εἴποι (Ξ 107)
*<ἐνεῖχον>· ἐχόλουν AS ὠργίζοντο (Gen. 49,23) s (gn)
<ἕνεκα>· τοὔνεκα, τούτου [χάριν (Α 110) Sn
[<ἐνεκές>· εἰς τρίτην]
*<ἐνσκήψαντα>· ἐφορμήσαντα ASvg
<ἐνεκολάβισε>· κατέπιεν. ἀπὸ τῶν ἀκόλων. ἢ καὶ ἐπέρανεν, ὥς

τινες. οἱ δὲ <ἐνεκολήβασεν>

*<ἐνεκοπτόμην>· ἐνεποδιζόμην (Rom. 15,22) AS
*<ἐνεκότουν μοι>· ἐμηνίαζον. ἐμνησικάκουν (Ps. 54,3) ASvg
<ἐνέκρουσεν>· προσέβαλεν. ἐπέσχεν
<ἐνεκρίκωσεν>· ἐνέδησεν (Hippocr. oss. nat. 18, IX 194,8 L.)
<ἐνέκυρσεν>· ἐνέτυχεν S ἐπλησίασεν (Ν 145)
*<ἐν ἐλλεδανοῖσι δέοντο>· ἐν τοῖς δεσμοῖς ἐδέσμουν (Σ 553) AS
*<ἐνέλειπεν>· εἴασεν AS
*<ἐνέλειψε>· παρέλειψε AS(vg)
<ἐνελήκησα>· ἔπλησα. ἐψόφησα (Cratin.?)
†<ἐνελήκισεν>· ἐνεκύλισεν
<ἐνελίπανεν>· ἔπλησεν. [ἔπληξεν]
<Ἐνελυσκίς>· Δημήτηρ ἐν Σάμῳ
<ἔνελος>· νεβρός
*<ἔνεμεν>· ἔβοσκεν AS εἶχεν
*<ἐνεμέσσα>· ἐμέμφετο (Ν 16) ἢ ἐμεμψάμην AS
<ἐνένωτο>· ἐνενόητο (Hdt. 1, 77, 3)
<ἐνένιπεν>· *ἐπέπληξεν AS ἐλοιδόρησεν, ὠνείδισεν. ἠπείλησεν

(Π 626)

*<ἐνέμοντο>· ᾤκουν (Β 496) gn
*<ἐνέντος>· ἐμβαλόντος ASN
<ἐνέξεται>· ἐνσχεθήσεται
<ἐνεοί>· ἄφωνοι (Act. ap. 9,7)
[<ἐνεόλκον>· ἰσόῤῥοπον] r
*<ἐνεόν>· κωφόν. καὶ μωρόν ASn ὅθεν καὶ <ὁ> ἀμνήμων (Prov.

17,28)

*<ἐνεός>· νωχελής. μετέωρος ASg κωφός vg μάταιος μωρός g ὃς οὔτε

ἀκούει οὔτε λαλεῖ

*<ἐνεόχμωσεν>· ἐκίνησεν AS ἠλλοίωσεν Σ [ἐκαινοποίησεν (Avg) Σ
*<ἐνεπάγησαν>· ἐνηλώθησαν (Ps. 37,2) ASvg
<ἐνεπαρῴνησαν>· ἐνύβρισαν
<ἐνεπάρησαν>· συνεπλάκησαν
<ἐνέπασσεν>· ἐνεποίκιλεν g ὅθεν καὶ <παστός> (Γ 126) [ἢ ἐνέτα-

σεν. ἢ ἐπόκιλεν]

*<ἐνέποντες>· λέγοντες (Λ 642) Avgn
<ἐνέπουσι>· λέγουσιν (Eur. Or. 1461)
<ἐνέπει>· λέγει. κελεύει. ἱστορεῖ
<ἐνεπιδημεῖν>· ἔνδημον εἶναι
<ἐνέπνεον>· ἐβίουν
<ἐνεπνύνθη>· ἀνεβίωσεν. ἠγέρθη (Ε 697 v. l.)
<ἐνέπρηθον>· ἔκαιον (Ι 585)
*<ἐνεργεῖ>· πράττει ASNs
<ἐνέργησις>· ἡ εἰς γλουτοὺς κάθεσις τῶν χειρῶν
*<ἐνεργεῖται>· κατασκευάζεται (1. Esdr. 2,20) AS
*<ἐνεργεῖν>· ἑτοίμως πράττειν (Ep. Phil. 2,13) ASvg
*<ἐνεργής>· δυνατός ASvg ἰσχυρός (Ep. Hebr. 4,12)
<Ἐνεργίδα>· Δημήτηρ
<ἐνεργμός>· κροῦσμα μουσικόν· τὸ δ' αὐτὸ καὶ <ἔνερξις> (Phryn.

com. fr. 6)

*<ἐνεργοί>· ἕτοιμοι πρὸς ἐργασίαν AS ἢ αἱ μὴ ἀργαί
*<ἐνεργουμένη>· εἰσακουομένη. τελουμένη (S)
*<ἔνερθεν>· κατωτάτω, ὑποκάτωθεν (Θ 16) ASvgn
<ἐνερείσας>· *ἐμπήξας ASvgn στηρίξας. ἢ ἐμβαλών
<ἐνερείσομεν>· ἐμβλέψομεν
*<ἐνερείδοντες>· ἐμπηγνύντες ASn
*<ἐν ἕρκεσι>· περιφράγμασι N τείχεσιν (φ 238)
*<ἔνεροι>· νεκροί. ὑποχθόνιοι n ἀσθενεῖς
*<ἐνέροις>· τοῖς ὑπὸ τὴν γῆν τόποις (Ο 188) n
<ἔνερθεν>· κάτω
<ἐνέρτατον>· κατώτατον r
<ἐνέρτεροι>· οὕτω λέγονται [οἱ Τιτᾶνες r διὰ τὸ κατατεταρτα-

ρῶσθαι.

*<ἐνέρτερος>· κατώτερος vgn ἐν <τῷ> κατωτέρῳ <διάγων τόπῳ>

(Ε 898) n

*<ἔνεσαν>· ἦσαν S ἐνῆσαν (Ζ 244)
<ἐνεσιάλευεν>· ἔπτυεν, ἐνέπτυεν
<ἐνεσίῃσιν>· ἐννοίαις, καὶ βουλῇ (Ε 894)
<ἐνεσκίμβηκεν>· ἐνεστήρικται. ἐνεσκίρωται
*<ἐνεσκίμφθη>· κατεπάγη (Π 612) Sgn
*<ἐνέσκιμψεν>· ἐνέπεσεν g
*<ἐνεσκιρωμένη>· ἐῤῥυπωμένη (AS) b
<ἐνεσκιρωμένον>· τὸ †ἄγαν ἔχον (Isai. 27,1 Hex.?)
<ἐνεσκευάσατο>· καθωπλίσατο
<ἐνέστακται>· ἔνεστιν κατά τι μέρος (β 271)
*<ἔνεστιν>· ἔξεστιν. ἐξόν AS
<ἐνεστῶτα>· παρόντα. προκείμενον (1. Esdr. 9,6)
*†<ἐνέτας>· τοὺς ἐνοικοῦντας AS
<Ἐνετᾶν>· ἐκκεῖτ..
*<ἐνετείλατο>· παρήγγειλεν r. AS διετάξατο. ἐσαφηνίσατο (Gen.

2,16 ..)

*<ἐνέτῃσι>· περόναις Sg ἀπὸ τοῦ <ἐνίεσθαι>, ἢ [πόρπαις (Ξ 180) S
[<ἐνέτησεν>· ἐπερόνησεν]
<Ἐνετίδας πώλους στεφανηφόρους>· ἀπὸ τῆς περὶ τὸν

Ἀδρίαν Ἐνετίδος· διαφέρει γὰρ ἐκεῖ ...

<ἐνετός>· ἐγκάθετος (Menand.)
<ἐνετύλιξεν>· ἐνείλησεν (Matth. 27,59 ..) r
<ἐνετύρευσεν>· ἐνετάραξεν. ἐνεσκεύασεν (Com. ad. 998?)
<Ἐνετῶν>· τελείων. ἢ ἐπὶ γένους τῶν ἡμιόνων (Β 852)
<ἐνευναίου>· ἐγκοιτίου
<ἐνεύναιον μέγα καὶ πολύ>· ἐγκοίτιον (ξ 51)
†<ἐνεύνακτοι>· οἱ παρθενίαι
<ἔνευνοι>· ἐπιτήδειοι τόποι εἰς κύπριν
*<ἐν εὐσήμῳ>· ἐν καλῇ καὶ ἀγαθῇ (Ps. 80,4) ASp
<ἐν εὐφήμῳ>· ἐν εὐβοήτῳ
<ἐνεύχεσθαι>· τὸ δεόμενόν τινος τυχεῖν ἐξορκίσαι τὸν ἀξιούμενον
†<ἐνέφει>· ἐρείδει
*<ἐνέφηνεν>· ἐνέδειξεν (2. Macc. 3,16 v. l.) ASvg
<ἐνεφλεβοτόμει>· πολλάκις διεῖλε τὰς φλέβας (Hippocr. nat. oss.

18,9. 194,8 L)

*<ἐνεφόρησεν>· ἐνεπλήρωσεν ASs
*<ἐνεφορεῖτο>· ἐχορτάζετο (AS)
<ἐνέφραξε>· συνέκλεισε. περιετείχισεν (Iud. 16,4 ..)
†<ἐνέφενεν>· ἐλάβετο
*<ἐνέχεεν>· ἐνέβαλεν ASvg
*<ἐνέχει>· μνησικακεῖ. ἔγκειται AS
*<ἐνεχείρησεν>· προέθηκεν (AS)
<ἐν ἐχεγγύῳ>· ἐν βεβαίῳ
<ἐν Ἐχελιδῶν>· Ἔχελος ἥρως, ὡς δὲ ἔνιοι ἐπίθετον ἥρωος, ἀπὸ

τοῦ ἕλος παρακεῖσθαι τῷ ἡρῴῳ. ἔστιν δὲ ὁ Ἀθηναίων ἱππό- δρομος ἐν Ἐχελιδῶν ἐν ᾧ ἱππικοὶ ἤγοντο ἀγῶνες καὶ ναὸς Ἐχέλου

*<ἐνέχεσθαι>· ἐγκαλεῖσθαι. κρατεῖσθαι AS συνέχεσθαι
<ἐνέχεται>· συνέχεται (Ezech. 14,4)
<ἐν ἐχθέσει>· ἐν ἐκρίψει (Sap. 11,14 v. l.)
*<ἐνεχόμενοι>· κρατούμενοι AS
<ἐνεχρίμφθη>· ἐνέπεσεν. ἐνεβλήθη
<ἐνέχρισεν>· ἐνεκέντρισεν
<ἐνέχυρα>· ἀῤῥαβῶνες r
*<ἕνη>· τριακάς. Ἀττικῶς AS
*<Ἐνηάτεκ>· ὄνομα κύριον AS
<ἐνήδοιτο>· ὠφελοῖτο. χαίροιτο. φαιδροῖτο
*<ἐνηέας>· προσηνεῖς (ASvg) ἀγαθούς. συνετούς. [ἐπιεικεῖς (AS)
<ἐνήει>· ἐσώρευεν
<ἔννεον>· ἐκολύμβων (Φ 11)
<ἐνηής>· σώφρων s ἀγαθός Ss προσηνής. πρᾷος r
<ἔνη> καὶ <ἔνης>· τὸ μετὰ τὴν αὔριον
<ἐνηείη>· ὁμιλία. [ἀγαθότης r
*<ἐν ἠϊόσιν>· ἐν τοῖς αἰγιαλοῖς A
<ἕνη καὶ νέα>· ἡ τριακάς
<ἐνήκαμεν>· ἐνεβάλομεν (μ 401)
*<ἐνῆκας>· ἐνέβαλας. ἐναπέθου (Ι 700) (AS)
<ἐνήνεικα>· ἐντέθεικα
<ἐνήλατον>· μέρος νεώς
†<ἐνηλεγείς>· ἐν ἐπιθυμίᾳ ὤν
<ἐνηχῆσαι>· δογματίσαι
[<ἐνηλίαζ>· ἑορτὴ τοῦ Ἐνυαλίου]
<ἐνηλινδήθημεν>· ἐνεκυλίσθημεν
*<ἐνηλινδοῦντο>· ἐνεκυλίοντο AS
<ἐνηλύσιος>· ἐμβρόντητος. κεραυνόβλητος
<ἐνηλύσια>· τὰ κατασκηφθέντα χωρία <ἐνηλύσια> λέγονται·

ἔνιοι δὲ εὐκίνητα, παρὰ τὴν <ἔλευσιν>· ἄλλοι δὲ τὰς ἐν τοῖς ἀβάτοις χωρίοις ἀφιδρυμένας †νύμφας

<ἐν ἡμετέρου>· παρ' ἡμῖν, ἐν ἡμῖν
*<ἐνῆν>· χρῆν ASvg ἢ δυνατὸν ἦν g (A)
[<ἐνείους>· πρᾴους, ἢ πρᾴας]
*<ἐνήρατο>· ἀπέκτεινεν (Ε 43) gS
<ἐνηρείας>· συναλλαγάς
*<ἐνηρείψαντο>· ἀνήρπασαν ἐκ τῆς γῆς (Υ 234) ASvg
*<ἐνῆρκται>· ἀρχὴν ἐποίησεν. ἐνήρξατο (Num. 16,47 v. l.) ASvg
†<ἐνηρκτήν>· γενναῖον
*<ἐνῆρσεν>· ἐνήρμοσεν r gn
<ἕνης>· τριακάδος
<ἐνήσει>· ἐμβαλεῖ (ο 198)
<ἐνήσομεν>· καθήσομεν. καθελκύσομεν (β 295) *ἐμβαλοῦμεν

(Ξ 131) ASP

*[<ἐνηυλισμένον>· κεκαθαρισμένον AS]
*<ἐνῆφθαι>· ἐνηρτῆσθαι AS
*<ἔνηφι>· εἰς τρίτην (Hes. op. 410) ASgn
<ἐνηχούμενος>· κατεχόμενος
*<ἐνηχούμενος>· ὁ ἑτέρωθεν ἦχον ἐκδεχόμενος AS
*<ἐνηχοῦντος>· ἐπιφωνοῦντος. ἐμβάλλοντος ASP
<ἔνθα>· τότε, χρονικόν (Α 22) καὶ ἐν τόπῳ (γ 109)
<ἔνθα>· *ὅτε. ἢ ποῦ Sg ἢ ἐνταῦθα (Β 311) n ἢ ἐπὶ τόπῳ. ἢ ἐκεῖ
*<ἐνθάδε>· ἐνταῦθα (Α 171) ASn ὧδε AS εἰς τοῦτον τὸν τόπον
<ἐνθάδιος>· ἐντόπιος r
*<ἔνθα καὶ ἔνθα>· τῇδε κἀκεῖσε (Β 462) ASvgn
<ἐνθαλάμια>· πλάσματα ἐκ μήκωνος καὶ σησάμης
*<ἐν θαλάμοις>· ἐν οἴκοις (Eur. Andr. 788) AS
†<ἐνθαλλῶς>· οὐκ ὀρθῶς
<ἔνθ' ἄν>· τότε (Δ 223)
<ἐνθαλύξας>· σφοδρῶς πυρακτώσας
<ἐνθεμένω>· ἐνθέμενοι. δυϊκῶς
<ἔνθεν>· αὐτόθεν (Δ 58) ἔσωθεν. ἐκεῖθεν. ἢ τότε. ἢ ὧδε. ἢ ἐκ

τούτου

<ἐνθεναρίζει>· ἐνχειρεῖ
*<ἔνθεο>· ἔνθου (Δ 410) n
<ἔνθεος>· ἔνδοξος. ἔντιμος. θεῖος
<ἐνθεσίδουλος>· ψωμόδουλος <Ἀριστοφάνης>
<ἔνθεσις>· ὁ ψωμός
*<ἔνθεσμον>· νόμιμον ASgn ἔννομον r
<ἐνθορεῖν>· ἐνορμῆσαι
†<ἔνθολκον>· ἰσόῤῥοπον r
<ἐνθορίσκει>· ἐνθρύπτει
†<ἐνθοργάζει>· πονεῖ
*<ἔνθους>· ἐνθουσιαστής AS μαινόμενος n πνευματοφόρος r (AS)
<ἐνθουσία>· ἔκπληξις r (b)
*<ἐνθουσιάζουσι>· θαυμάζουσιν AS
*<ἐνθουσιασμός> ἐστιν, ὅτε ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ

θεοῦ ASPvgn

*<ἐνθουσιῶν>· μαινόμενος AS ὁρμῶν. ἢ [μανίαν ἔχων n
†<ἐνθραδές>· ἐμμανές
†<ἐνθρεῖν>· φυλάσσειν
†<ἔνθρια>· ζῴδια
<ἐνθριάζειν>· παραπαίειν. ἀπὸ τῶν μαντικῶν <θριῶν>
<ἐνθρίακτος>· ἐνθουσιῶν καὶ ἔνθεος. Σοφοκλῆς Σίνωνι (fr. 501)
<ἐνθρίζειν>· ἐνατενίζειν. νύσσειν
<ἐνθριμματίς>· οἱ μὲν πλείους διὰ τοῦ <ι>, ἔνιοι δὲ διὰ τοῦ <υ>· ἤτοι

ἀπὸ τοῦ <θρύου>, ἢ ἀπὸ τοῦ θρύβεσθαι

<ἔνθρυπτα>· τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. εἴδη

πεμμάτων. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι. καὶ Ἀπόλλων δὲ παρὰ Ἀθηναίοις <Ἔνθρυπτος> (Dem. 18,260)

<ἔνθρυσκον>· λάχανον, †καρίῳ ὅμοιον. φέρει δὲ καὶ ἄνθος, ὥστε

εἶναι καὶ βρωτὸν καὶ στεφανωτόν

*<ἔνθυιον>· ἐρωτικόν AS
<ἐνθύμημα>· ...
<ἐνθυιάζω>· ἐμπίπτω. καὶ ἐνορμῶ
*[<ἐνθυμήσιον>· ἄπειρον. ἔννομον Σ]
<ἐνθύμιζε>· ἐνθυμοῦ
*<ἐνθυμιζόμενοι>· ἐνθυμούμενοι (Thuc. 5, 32, 1 v. l.) Anp
*<ἐνθύμιον>· ἄπυρον (Ps. 75,10) [σεμνόν] Σ
<ἐνθυμῶ>· ἐνθυμοῦ
<ἐν θυμῶι>· κατὰ θυμόν (Ζ 524)
<ἓν θυμῷ μεμαῶτες>· ἓν καὶ τὸ αὐτὸ φρονοῦντες (Γ 9)
<ἐνθύριον>· μέρος τι τῆς νεώς
<ἐνθύσκει>· ἐντυγχάνει
<ἐνθυσκός>· ὁ ἀσφαλός, τὸ ὄρνεον
<ἐνθωκεῦσαι>· ἐμφωλεῦσαι, ἐνκρύπτεσθαι
*<ἔνι>· ἔνεστιν ἐν τῷ A ἐν τῇ. [ἔνεισιν S
*<ἔνια>· [προσηνῆ.] ἄττα [ἅτινα] τινά ASvgn
<ἐνιᾶσιν>· ἐμβάλλουσιν r
*<ἐνιαχοῦ>· εἴς τινας τόπους ASvgn
<ἐνὶ βένθεσιν>· ἐν τοῖς βάθεσιν (Greg. Naz. c. 2, 1, 1, 569)
*<ενὶ δαιτός>· τῆς εὐωχίας ASn
*<ἐνιδρύσασθαι>· ἀσφαλῶς καθίσαι AS(n)
*<ἐνίδρυται>· ἐνκαθέζεται ASvg στερεοῦται
*<ἐνιείς>· ἐπαφίων ASn
*<ἐνιεῖσα>· ἐμβάλλουσα ASvn
[<ἐνιεμένους>· δέροντας]
*<ἐνιέναι>· ἐμβάλλειν ASn ἐναποθέσθαι AS
*<ἐνιέντα>· ἐμβάλλοντα AS(g) ἐγκελευόμενον
*<ἐνίεται>· ἐμβάλλεται gnp
<ἐνιέντες>· ἐγκελευόμενοι
*<ἐνιζῆσαι>· ἐγκαθίσαι ASvg
*<ἐνιζήσαντα>· ἐγκαθίσαντα A ἐγκαθήμενον S
[<ἐνιῆλαι>· κωλῦσαι]
*<ἐνίημι>· ἐμβάλλω. ἐναποτίθημι r. AS
†<ἐνιηλίζειν>· τὴν Ἐνυάλιον ἑορτὴν ἄγειν
[<ενίηλος>· ἀνόητος]
<ἐνὶ ἤνοπι>· ἐν κατόπτρῳ ἐνήχῳ λαμπρῷ (κ 360)
*<ἐνίησιν>· ἐμβάλλει ASvn ἐπιπέμπει (μ 65)
<ἐνικλᾶν>· *ἐμποδίζειν AS ἐγκόπτειν. ἀπὸ τῶν κατασσομένων,

μεταφορικῶς (Θ 408)

*<ἐνείκασθαι>· ἐνέγκαι ASg
<ἔνικεν>· ἤνεγκεν, ἔφερεν (Ο 705)
*<ἐνείκεον>· ἐφιλονίκουν (Σ 498) AS
*<ἐνὶ καυλῷ>· ἐν τῷ δόρατι (Ν 608) ASn
*<ἐνὶ Κνωσῷ>· πόλει τῆς Κρήτης (Σ 591) AS
<ἐνιλλώπτειν>· κεκλασμένῳ τῷ ὄμματι ἐμβλέπειν. καταμωκᾶσθαι
<ἐνιλλώψας>· καταμωκησάμενος· <ἴλλους> γάρ φασι τοὺς ὀφθαλ-

μούς

<ἐνὶ μεγάροις>· ἐν τοῖς οἴκοις (Β 137)
*<ἐνὶ νηΐ>· ἐν πλοίῳ (ξ 345) ASs
*<ἔνιοι>· τινές ASvgn ἢ φανεροί g
<ἐνὶ οἴκῳ>· ἐν τῷ οἴκῳ. ἐν τῷ Ἄργει (Α 30)
*<ἐνὶ οἴνοπι πόντῳ>· ἐν τῇ μελαίνῃ θαλάσσῃ (ε 221 ..) AS
<ἐνιπάζων>· τύπτων
*<Ἐνιπεύς>· ποταμὸς n Θεσσαλίας (λ 238)
*<ἐνιπή>· ἐπίπληξις. λοιδορία. ὀργή n ψόφος. πληγή
*<ἐνιπῇ>· τῇ διὰ λόγων ἐπιπλήξει AS ἢ ἀπειλῇ (Ξ 104) A
<ἐνιπῆσαι>· ἀπειλῆσαι. βοῆσαι
*<ἐνιπλήξαντες>· ἐμπελάσαντες S πλησιάσαντες (Ο 344) ἢ <ἐπι-

πλήξαντες>

<ἐνὶ προδόμῳ>· ἐν τῇ πρὸ τοῦ οἴκου στοᾷ (Ι 473)
<ἐνὶ προμάχοισιν>· ἐν τοῖς ἔμπροσθεν μαχομένοις (Δ 458)
<ἔνιπτε>· ἐπέπλησσεν. ἐλοιδόρει (Γ 438)
<ἐνίπτειν>· κακοῦν. ψέγειν. λοιδορεῖν
<ἐνισκίμψαντες>· ἐνερείσαντες (Ρ 437)
<ἐνισκίμφθη>· προσεπελάσθη, προσηγγίσθη. ἐνεπάγη (Π 612)
<ἔνισπεν>· ἐξεῖπεν, *εἶπεν (Β 80) r. n
<ἐνισπεῖν>· εἰπεῖν, ἀγγεῖλαι (γ 93)
<ἐνισπέσθαι>· ὃ νῦν †μὴ καταπίνειν
<ἐνὶ σπλάγχνοισιν>· ἐν τοῖς ἐντέροις (Greg. Naz. c. 2, 1,1, 7)
*<ἐνισσέμεν>· ἐπιπλήττειν (Ο 198) ASn
<ἐνίσσων>· *ἐπιπλήσσων ASn λοιδορῶν (Χ 497)
*<ἐνὶ σταδίῃ>· ἐν τῇ συστάδην μάχῃ. (Η 241) S
<ἐνιστάμενον>· ...
*<ἐν ἴσῳ>· ὁμοίως AS
<ἐνίστασθαι>· ἀμύνασθαι
*<ἐνὶ στρατῷ>· ἐν τῷ στρατοπέδῳ (Α 91) S
<ἐνισχημένων>· κεκρατημένων
<ἐνὶ φρεσὶ θῆκε>· κατὰ νοῦν ἔσχεν (Α 55)
*<ἐνὶ χηλῷ>· ἐν τῇ κιβωτῷ. ἐν †τῷ πλοίῳ (Π 254) ASn
<ἐνὶ χώρῳ>· ἐν τῷ χώρῳ (κ 271)
<ἐνίψει>· λέξει AS ἐπιπλήξει. καὶ ἐρεῖ (Η 447)
*<ἐνίων>· τινῶν AS
<ἐν καθέξει>· ἐν κατοχῇ
<ἐνκάθετοι>· ἐνεδρεύοντες (Iob 19,12)
*<ἐνκάθετος>· ἐνεδρεύων, ἐπιτηρῶν AP(vg) ἐντόπιος (Iob 31,9)

(A)

<ἐν Καρὶ τὸν κίνδυνον>· παροιμία ἐπὶ τῶν <ἐν> εὐτελέσι τὰς

πείρας ποιουμένων

<ἐν καρὸς αἴσῃ>· ἐν θανατηφόρῳ μοίρᾳ· b <Κῆρες> γὰρ αἱ θανα-

τηφόροι μοῖραι (Ι 378)

<ἐνκαταμίξαι>· ἐντίμους ποιῆσαι
<ἐνκατακλώσαντες>· ἐνείραντες
<ἐνκατασυρφάζειν>· ἐνυβρίζειν
<ἐνκατασκήψασαν>· ἐμπεσοῦσαν
<ἐνκατελέγησαν>· ἐνῳκοδομήθησαν (Thuc. 1, 93, 2)
*†<ἐνκέσι>· ἐν τύποις. ἐν γλυφαῖς ASgn
<ἐν κεφαλαίῳ>· ἐν συντόμῳ (Xen. Cyr. 6, 3, 18) p
<ἐν Κέῳ τίς ἡμέρα>; παροιμία ἐπὶ τῶν οὐκ εὐγνώστων· "οὐδεὶς

γὰρ οἶδεν ἐν Κέῳ τίς ἡμέρα" (Eupol.) ὅτι οὐχ ἑστᾶσιν αἱ ἡμέραι, ἀλλ' ὡς ἕκαστοι θέλουσιν ἄγουσιν. ὅθεν λέγεται· σεαυτῷ νουμηνίαν κηρύσσεις

*<ἐν κημῷ>· ἐν κουρκούμῳ (Ezech. 19,4 ..) AS
[<ἐν κηρὸς αἴσῃ>· ἐν καρὸς μοίρᾳ]
*<ἐν κλήρῳ>· ἐν μερίδι (Exod. 6,8 ..) AS
<ἐν κονίῃ>· ἐν μάχῃ. ἢ ἐπὶ γῆς (Ε 75)
*<ἐνκολάψας>· ἐγχαράξας A
*<ἐνκομβωθείς>· δεθείς A
<ἐνκομβώσασθαι>· ἐπισωρεύσασθαι. An στολίσασθαι (i Petr.

5,5) Avg

*†<ἔνκομον>· ἐν τομαρίῳ, ἴσον θείας κελεύσεως AS
*<ἐνκόπτων>· ἐμποδίζων, διακωλύων A
<ἐν κόσμῳ>· ἐν σεμνότητι (Sir. 26,16)
<ἐν κοτύλῃ φέρειν>· παιδιᾶς εἶδος. ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ,

ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο

*<ἔνκτητον>· κτώμενον (Lev. 22,11) A
<ἐν λαμπτῆρι>· ἐν τῇ λυχνίᾳ
<ἐνλαπιθάζεσθαι>· μαχέσασθαι Λαπίθαις. ἢ ἐνθυμηθῆναι
<ἐν λέκτροις>· ἐν στρώμασιν (Χ 503)
<ἐν λιμένι>· τῷ ἐν τῷ γυμνικῷ θεάτρῳ
<ἐνλιμενίζειν>· τελωνίζειν τὰ ἀπὸ λιμένων καὶ θαλάσσης (Ar.

fr. 455)

*<ἐνλείπει>· διαφωνεῖ A
<ἐν λευκώμασιν>· ἔθος ἦν τὰ πιπρασκόμενα χωρία ἢ σώματα

δημοσίᾳ ἀπογράφεσθαι ἐν σανίσι λευκαῖς, οἱ δὲ πυξίοις κεχρις- μένοις λευκῇ γῇ, τὰ ὀνόματα καὶ τῶν κτημάτων καὶ τῶν ἀνδραπόδων καὶ τῶν πριαμένων αὐτά, ἵν' εἴ τις βουληθῇ αἰτιάσασθαι ἐπ' ἀδείας ἔχοι ἐντυχὼν τῷ λευκώματι

<ἐνλόβια>· ἐνώτια
*<ἐν μακρύμασιν>· ἐν ἀποστασίαις (2. Esdr. 9,1) AS
<ἐνμαγαρεύειν>· ἐγκεκλεῖσθαι παρὰ γειτόνων
*<ἐν μεγάροισι>· <ἐν> τοῖς οἴκοις (Α 418) n
<ἐν μύρτου κλάδῳ>· ἐν μυρσίνης κλάδοις (Ar. Lys. 632?)
[<ἐννεοί>· ἄφωνοι]
<ἐννέα ἄρχοντες>· ἀρχὴ διὰ ἐννέα ἀρχόντων
<ἐννεάβοιον>· ἐννέα βοῶν ἄξιον· ἢ ἐννάβυρσον. ὁ δὲ <βοῦς>

νόμισμα (Ζ 236)

<ἐννεάκροσσον>· πολλοὺς κροσσοὺς ἔχον
<Ἐννεάκρουνος>· κρήνη Ἀθήνησι ἣν πρότερον <Καλλιρόην>

ἔλεγον· τῶν δὲ τυράννων οὕτως αὐτὴν κατασκευασάντων ἐκλήθη <Ἐννεάκρουνος>, ὥς φησι καὶ Θουκυδίδης (1,15,5)

†<ἐννεάπον>· λοξόν
<Ἐννέα ὁδοί>· ἡ νῦν <Ἀμφίπολις> (Aeschin. 2, 31 ..)
<ἐννεάμυκλος>· ἰσχυρός. ἐνναέτης (Callim. fr. 650)
*<ἐννεάχιλοι>· ἐννακισχίλιοι (Ε 860) Sn
<ἐννεάψυχος>· ὁ κύων. παροιμιωδῶς
<ἔννεεν>· ἐξέτεινεν
*<ἐν νέμει>· ἐν συμφύτῳ (Λ 480) AS
*<ἔννεπεν>· ἔλεγεν (Θ 412) ns (AS)
<ἐννεσίῃσι>· βουλήσεσιν. ἐννοήσεσιν (Ε 894)
<ἐνένιπεν>· ὠνείδισεν. ἠπείλησεν. ἐπέπληξεν (Ο 546)
<ἐννέωροι>· ἐνναετεῖς· <ὦρος> γὰρ ἐνιαυτός (λ 310)
*<ἐννέωρος>· ἐνναετής (τ 179) ASn (vg)
<εννεω>· ἐν ναῷ. ἢ εἰς ναῦν. ἢ εἰς νεοττούς
<ἐννῆ>· θ# Κυρηναῖοι
<ἐνηής>· σώφρων. ἀληθής. ἀγαθός. [πρᾷος p
<ἐννῆμαρ>· ἐπὶ ἐννέα ἡμέρας (Α 53) r. An
<ἐν νηπιέηι>· ἐν νηπιότητι (Ι 491)
<ἐννηπήχεες ἦσαν>· ἐπαινοῦσί τινες τὴν ἀκρίβειαν. τὰ γὰρ

σύμμετρα τῶν σωμάτων τοῦ πλάτους τὸ μῆκος <καὶ> τετρα- πλάσιον ἔχει (λ 311)

<Ἐννησιάδες>· Νύμφαι παρὰ Λεσβίοις
†<ἐννήσει>· φθείρει. ὁμοιοῖ†
<ἐννήυσκλοι>· ὑποδήματα Λακωνικῶν ἐφήβων
<Ἐννήιος>· ἐν Χίῳ ὁ Ἑρμῆς
<ἐννήιον>· κώπης μέρος, τὸ ἐπὶ τοῦ σκαλμοῦ ἔνδον ἐν τῇ νηΐ
<ἐννοδίῳ>· ἀγκυροβολίῳ (δ 785 v. l.)
*<ἔννομον>· ἔνθεσμον (Eur. Phoen. 1651) ASvg
<ἐνναετείρας>· ἐνοικούσας
[<ἐννόσεμεν>· ἐπιπλήττειν]
†<ἐννοσία>· ἀλογία. ἀργία
*<ἐννοσίγαιε>· σείων καὶ S κινῶν τὴν γῆν (Η 455) S (Ag) s
<ἐννοσίγαιος>· κινησίγαιος. ἐπίθετον Ποσειδῶνος (Ξ 135)
<ἔννοσις>· κίνησις
*<ἐννοσίχθων>· ὁ τὴν γῆν σείων (Η 445) (Sg)
<ἐννοσίφυλλον>· κινησίφυλλον (Β 632 v. l.)
<ἔννοια>· βουλή (Prov. 2,11 ..)
<ἐννοαί>· πηγαί
<ἑννύειν>· ἐνδύειν r
<ἔννυθεν>· ἐκέχυντο
*<ἐννουστάταις>· φρονίμοις
<ἐν νύσσῃ>· τῷ καμπτῆρι (Ψ 338)
<ἐννύχιον>· διὰ τῆς νυκτός
<ἐννύχιον κρύπτεις>· σκοτεινῶς καὶ δολίως· τινὲς δὲ <ἐμμύχιον>

ἐν τῷ μυχῷ

*<ἐννύχιος>· νυκτερινός (Φ 37) r. S
<ἔννυχος>· νυκτερινός rsp(g), αὐτονύχιος (Λ 716)
<ἕννυτο>· ἐνεδύετο (ε 229) r
<ἐν ξυνοχῇσιν>· ἐν ταῖς συμβολαῖς (Ψ 330)
<Ἐνοδία>· Ἄρτεμις. καὶ κυνηγετικά. ὡς Ἀνδρομενίδης
<Ἐνόδιος>· Ἑρμῆς <ἐν> Πάρῳ
*<ἐν ὁδῷ>· ἐν ἔργοις. ἐν πίστει. ἐν βίῳ (Ps. 24,12) g
<ἑνοειδεῖς>· ἑνὶ θεῷ ὅμοιοι
*<ἐνόησεν>· εἶδεν S κατὰ νοῦν (1. Regn. 4,20 ..)
<ἕνοι>· οἱ περυσινοὶ ἄρχοντες
[<ἔνοιστρον>· τὸ ἔσωθεν τῆς κοιλίας r ἐν ᾧ ἡ κόπρος]
*<ἑνοῖ>· συνάπτει, ἐκ δύο ἀποτελεῖ ἕν A
<ἐνοιάδες>· αἶγες, αἳ μὴ κορύπτουσιν
<ἐν ὅλμῳ εὐνάσω>· οἱ μὲν Ὅλμον μάντιν φασί· οἱ δὲ τοὺς ἐν

ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι

<ἐν ὁμίλῳ>· ἐν ἀθροίσματι. ἐν μάχῃ (Θ 94)
<ἐνομόρξατο>· κατέμαξεν. ἐνέβαλεν (Greg. Naz. c. 1, 2, 14, 57

v. l.)

*<ἐνόν>· ἐνυπάρχον r ASvgn ἢ δυνατόν gpT ἐστι
<ἐν ὀνείρῳ>· ἐν ὕπνῳ (Χ 199)
*<ἐνοπῇ>· φωνῇ, βοῇ (Γ 2) (ASn)
<ἐνοπτιλίζειν>· ἐμβλέπειν
<ἐνόπλιον>· ἔνοπλον
*<ἔνοπτρα>· κάτοπτρα ASvgn. ἔσοπτρον (Eur. Tro. 1107) (sp)

[ἔνηχον]

[<ἐνόπτητος>· ἐνωπίοις]
<ἐνορταλίας>· τὰς νεοσσείας. Κρῆτες
*<ἐνορμισθήσομαι>· προσορμήσω AS
<ἔνορμος>· ἡ ἀγορὰ παρὰ Θετταλοῖς
*<ἔνορχα>· ὄρχεις ἔχοντα S (Avgn) ἔφηβα (Ψ 147)
<ἐνόρχην λαόν>· τὸν ἐπὶ ἥβης· ἀφ' οὗ καὶ τὸ <ὀρχηδόν> (Com.

ad. 90?)

<Ἐνόρχης>· Διόνυσος ἐν Σάμῳ
*<ἐνόρσας>· ἐμβαλών (Ο 62) AS
*<ἔνος>· ἐνιαυτός [ἐπέτιος], ἐπέτειος καρπός gT
<ἐνοσηλεύετο>· νοσῶν διῃτᾶτο
<ἔνοσις>· κίνησις r
<ἐνοσιφύλλων>· τῆς τῶν φύλλων κινήσεως
*<ἐνοσίχθων>· ὁ τὴν γῆν σείων (Η 445)
*<ἐνόστησας>· ἐπανῆλθες. ASvgn προσέπιπτες AS
*<ἐνοσφίσατο>· ἔκλεψε. ASvgn μετέσχεν (Act. ap. 5,2) AS
<ἐνοσφίσθησαν>· ἀπεστράφησαν. ἀπεχωρίσθησαν
<ἐνοσφίσω>· ἀπηλλοτρίωσας
<ἐνούσιος>· συμφυής. πολυκτήμων
<ἐν οὐχ ἑνί>· ἐπὶ τοῦ πολλοῦ λέγεται
<ἐν ὀφθαλμοῖσιν>· ἐν τοῖς ὄμμασιν (Α 587 ..) ἢ *θεαμάτων

ASg

<ἐνοχλεῖ>· διοχλεῖ
*<ἔνοχος>· χρεώστης. ASvgn ὑπεύθυνος (1. Cor. 11,27) ASvg.

ὑποκείμενος

*<ἐν παλάμαισιν>· ἐν ταῖς χερσίν (Ε 558) n
*<ἔνπαλιν>· ἐναντίον As
*<ἐν παραβύστῳ>· ἐν μυστηρίῳ gn, ἐν κρυπτῷ, λεληθότως vgp,

λάθρα (Hyperid. fr. 57 Tur.)

<ἐν περάτῃ>· ἐν τῇ δύσει τῆς γῆς (Ψ 243)
<ἐν πείσῃ>· ἐν ἡσυχίᾳ. ἐν χώρᾳ. ἐν πεισμονῇ (υ 23)
<ἐν πίθῳ τὴν κεραμείαν μανθάνω>· παροιμία, ἐπὶ <τῶν>

τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων <δὲ> εὐθέως τῶν μεγάλων καὶ τελείων· ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχει- ροίη. Δικαίαρχος (fr. 100 W) δέ φησι, ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς οἰκείοις ποιεῖσθαι· ὡς κυβερνήτης ἐπὶ τῆς νεώς, καὶ ἡνίοχος ἐπὶ τοῦ ἵππου

<ἐν πέντε κριτῶν>· ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ ἐστίν· πέντε δὲ κριταὶ

τοὺς κωμικοὺς ἔκρινον (Epich. fr. 229)

*<ἐνίσπῃ>· εἴπῃ A
<ἐν πλάδῳ>· ἐν χαλάσματι. καὶ ἐν ἀνέσει
<ἐνπλατειάσασα>· ἐν πλατείαις τύπτουσα ταῖς χερσίν. ἢ τρυφε-

ρευομένη

<ἔνπλην>· πλησίον (Β 526)
*<ἐν προβλήματι>· ἐν ὑποκρίσει ASvgn
*<ἐν προσχήματι>· ἐν προφάσει. AS
<ἐν Πυθίῳ χέσαι>· Πεισίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν·

τῶν δὲ Ἀθηναίων παριόντων <καὶ> μισούντων αὐτὸν ..., οὐδὲν ἐχόντων ποιεῖν, ἐνίους προσουρεῖν τῷ περιφράγματι καὶ πλησίον ἀφοδεύειν τῆς οἰκοδομῆς, ὥστε διοχλεῖσθαι τοὺς ἐργαζομένους

<ἐνραβδώσας>· ἐγγράψας
<ἐνριγισκάνειν>· ἐνριγοῦν <Φερεκράτης Μυρμηκανθρώποις>

(Com. ad. 10 Dem.)

<ἐν ῥύπῳ>· οἱ ῥυπῶντες
<ἐν Σάμῳ κομήτας>· ἔνιοι Πυθαγόραν τὸν σοφόν φασι τὴν

πυκτικὴν ἀσκῆσαι καὶ ἀπ' αὐτοῦ τὴν παροιμίαν λέγεσθαι, ἁμαρτάνοντες ...

<ἐνς ἀῶ>· αὔριον.
<ἐνδεῦσαι>· βάψαι
*<ἐνσείσεις>· διασείσεις (4. Regn. 8,12)
<ἐνσημαίνεται>· ἐπιδείκνυται
*<ἐν σηκοῖς>· ἐν ναοῖς ASvgn
*<ἐνσείεις>· ἐπιβάλλεις AS
*<ἐν σικυηράτῳ>· τόπος σικυδίων (Isai. 1,8) A (S)
*<ἐνσκιρωθείσης>· ἐμπαγείσης· <σκίρωμα> γὰρ λέγεται τὸ ἀνία-

τον πάθος r. AS

<ἐνσκῆψαι>· ἐνερεῖσαι
*<ἐνσκήψαντες>· ἐφορμήσαντες n
<ἐνσκευάσασθαι>· καθοπλίσασθαι
[<ἐνσκίφθη>· ἐνεπάγη]
*<ἐνσκυθίζειν>· σπαράττειν A
<ἔνσπονδοι>· οἱ μετέχοντες σπονδῶν (Thuc. 1, 40, 4 ..)
<ἔνστασις>· ἀνταγώνισμα r
<ἐνστάτης>· ἐχθρός r *ἐνιστάμενος, καὶ μὴ ἀναχωρῶν ASn
*<ἐν στέρνοις>· ἐν στήθεσιν (Eur. Phoen. 134) ASvgb
*<ἐνστερνισάμενος>· περιπτυξάμενος r. ASvg
<ἐν στερνομάντισιν>· ἐνγαστρίμυθοις. Σοφοκλῆς Αἰχμαλωτίσιν

(fr. 56)

<ἐν στήθεσιν>· ἐν ταῖς διανοίαις (Α 83)
<ἐνστηνές>· ἰσχυρόν. ἢ σαφές
<ἐνστροβιλίσας>· συστρέψας s
<ἐνστρωφᾶσθαι>· ἐνστρέφεσθαι
<ἐν σφανίῳ>· ἐν κλιναρίῳ
<ἐνσών>· ἐλθών
*<ἐντακείς>· ἐμφυείς ASgn
*<ἐν ταλάροισι>· τοῖς κοφίνοις, τοῖς καλαθίσκοις ASvg τοῦ τυροῦ

(ι 247) S

*<ἐνταλθέντα>· ἐπιτραπέντα ASvg
<ἐνταμιευόμενον>· ἐνθησαυριζόμενον
<ἔν τ' ἄρα οἱ>· τότε δὲ αὐτόν
<*ἔν τ' ἄρα οἱ φῦ χειρί>· ἐν τῇ χειρὶ κατέσχεν AS, ἢ ἐλάβετο τῆς

χειρὸς αὐτοῦ (Ζ 253)

*<ἐν Τάραντι>· [ἐν τόπῳ] ἐν πόλει τῆς Σικελίας. [καὶ] εἰσέρχονται

AS

<ἐνταῦθα>· καὶ τὸ χρονικόν. καὶ τὸ ἐπὶ τόπου. καὶ ἔνθα δή, ἢ

ὧδε

<ἐνταυθοῖ>· ἐνταῦθα (Φ 122) r
[<ἐνταχείς>· ἐμφυείς]
*<ἔντεα>· τεύχεα. ὅπλα (Κ 75) AS
<ἔντεα δαιτός>· σκεύη· τὰ μὲν γὰρ <ἔντεα> ὅπλα, τὰ δὲ <ὅπλα>

σκεύη (η 232)

*<ἐν τεγέεσιν>· ἐν οἴκοις ASn
*<ἐντεθηλότως>· θαλλόντως AS(gn)
<ἐντεθρίωκεν>· ἐνείληκεν ἢ ἐσκεύακεν, ἀπὸ τῶν θρίων. (Men.

Sam. 241) Δηλοῖ δὲ καὶ τὸ βακχεύειν, ἴσως ἀπὸ τοῦ Διονύσου· <Θρίαμβος> γὰρ ἐλέγετο διὰ τὴν τῆς συκῆς καὶ τῶν θρίων εὕρεσιν

*<ἐντείλασθαι>· προστάξαι r. AS
*<ἐν τελαμῶνι>· ἐν τῷ ἀναφορεῖ, ἐπιδέσμῳ AS
<ἐν τελέεσιν>· ἐν τοῖς τῶν στρατιωτῶν τάγμασιν (Σ 298)
<ἐντεθετταλίσθαι>· ἐνκεχλαμυδῶσθαι. σύνηθες γὰρ Θετταλοῖς

χλαμυδοφορεῖν (Eupol. fr. 201)

<ἐντέλεια>· τάξις ἀρχοντική r
*<ἐν τέλει>· ἄρχοντας ASvgn
†<ἐντεθόρυξον>· ἔνσαξον
<ἐν τέλει θέσιν>· ἐν οὐρᾷ θέσιν ἐν τάγματι
*<ἐντελεστέρῳ>· τελειοτέρῳ (ASvgn)
*<ἐντέλλεται>· παραγγέλλει (Am. 6, 12) ASb
*<ἐντελέχεια>· ἐνέργεια r. n
<ἐν τέλμασιν>· ἐν βορβόροις· <τέλμα> γὰρ ἰλυώδης καὶ κάθυγρος

τόπος

<ἐντεῖναι>· πληγὰς δοῦναι
<ἐντελῆ>· τετελεσμένα
<ἐντελέστατοι>· ἐντιμότατοι
<ἐντελομίσθους>· τέλειον μισθὸν λαμβάνοντας
<ἐντελῶς>· τελείως r
<ἐντέμνουσι>· τοῖς ἥρωσιν ἐναγίζουσιν
<ἐντεομήστωρ>· ὅπλων ἔμπειρος r
*<ἐντεριώνη>· τὸ ἐντὸς ASvgn τοῦ ἀγρίου σικυοῦ S ἢ τὰ ἔνδον
<ἐντερόνεια>· ἐντεριώνη, τὸ μεσαίτατον τῆς νεώς (Ar. Equ.

1185)· ἤτοι τὸ μέσον τοῦ ξύλου, καρδία, [καὶ] οἱ δὲ μυελός

<ἔντερον οἰός>· αἱ χορδαί (φ 408)
<ἔντεσα>· ἔσωθεν
<ἐντεσιεργούς>· τοὺς μὴ ψιλῶς νωτοφόρους, ἀλλ' ἅμαξαν ἕλκον-

τας (Ω 277)

*<ἐντεσιμήστωρ>· ἔμπειρος ὅπλων r
*<ἔντεσιν>· ὅπλοις S σκεύεσιν (Ε 220) [ὅπλοις]
*<ἐντεσιουργούς>· σκεύεσιν ἐργαζομένους, οὐ νωτοφόρους S
†<ἐντεσμένας>· κεκοσμημένας
<ἐντέταται>· τὸ παῖσαι <ἐντεῖναί> φασι
*<ἐντέτηκεν>· ἐνκεκόλληται (4. Macc. 8,26) ASvg
*<ἐντετηκότος>· ἐμπεπηγότος An (S)
<ἐντετηκώς>· ἐμπεπηγώς
<ἐντετύλικται>· ἐμπέπλεκται. ἐνείληται
*<ἔντυε>· παρασκεύαζε g
*<ἐντεῦθεν>· ἔνθεν, παραυτά ASgn, ἐκ τούτου Agn
*<ἔντευξις>· ἀπάντησις κατὰ τῶν πλημμελησάντων. δέησις εἰς

ἐκδίκησιν SP

<ἐντύχῃ>· ἐντυγχάνῃ [ὥπλισται]
*<ἐν τῇ ἀδολεσχίᾳ>· ἐν λύπῃ (Ps. 54,2) AS
<ἐν τῇ ἑτέρᾳ>· ἐν τῇ ἀριστερᾷ
*<ἐν τῇ σαρκί>· ἐν τοῖς πάθεσι τῆς σαρκός (Ep. Rom. 7,5) AS(n)
<ἐντετεύχηται>· ὥπλισται
<ἐντί>· εἰσίν
<ἐντίθεσο>· ψωμίζου
[<ἐντίν>· ἡμῖν]
*<ἐν τίσιν>· ἐν ποίοις ASvg
<ἐντιτόν>· ἔνδικον
<ἔντομα>· ὅρκια. καὶ καθάρματα
*<ἐντομίαι>· <εὐνοῦχοι> g
*<ἐντομίας>· εὐνοῦχος ASgh
*<ἐντομίδας>· σμιλάρια, ψαλίδια (Lev. 19,28 ..) ASg(n)
*<ἐντομίδες>· ξυσμαὶ ὀξέως γινόμεναι AS καὶ τοῖς [λοιποῖς] σώ-

μασιν ἐντεμνόμεναι. τοιαῦτα δὲ εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς αὑτῶν οἱ ἄπιστοι ASvg

<ἔντομοι>· ἔνορκοι
<ἔντονον>· ἰσχυρόν. ὀξύ (Eur. Hipp. 118 v. l.)
<ἐντός>· ἔνδον, [ἔσω (Β 845 ..) n
<ἐντὸς ἑβδόμης>· ἀπείρητο Ἀθήνησι στρατείαν ἐξάγειν πρὸ

τῆς τοῦ μηνὸς ἑβδόμης (Callim.)

<ἐντὸς σαρκός>· ἐντὸς τοῦ σώματος
*<ἔντοσθεν>· ἔσωθεν (Δ 454) ASn
<ἔντος>· ὅπλον (Archil. fr. 6,2)
<ἐντοσθίδια>· τὰ σπλάγχνα r
*<ἐντραγεῖ>· ἐντρυφᾷ AS
<ἐντραγεῖν>· ψωμίσαι. ψωμίσασθαι
[<ἐντραγήτονον>· ἰσχυρόν]
*<ἐντραγούμενοι>· μασώμενοι AS
*<ἐντραγών>· φαγών AS
<ἐντρέπεται>· μετατροπὴν λαμβάνει. ἐπιστρέφεται. (Ο 554)

κάμπτεται. (α 60) λόγον ἔχει

*<ἐντρέπονται>· αἰδημονοῦσιν AS
*<ἐντρεπτικῶς>· ἐλεγκτικῶς AS
<ἐντρέχειν>· ἐναρμόζειν
*<ἐντρεχέστερον>· γοργότερον r. ASvgn
<ἐντρέψασθαι>· τὸ εἴσω τρέψαι τὸ ἱμάτιον
<ἐντριβάσαι>· ἐναντίαν τύψαι
*<ἐντριβής>· τετριμμένος. ἀκριβής r. ASvg
<ἐν τριόδοισιν>· ἐπὶ τῶν ἀδήλων πραγμάτων ἔλεγον, ἐπειδὴ

ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδεν, ποίᾳ χρήσεται ὁδῷ

†<ἔντριτον>· τὸ διονίου ἔμβρωμα, ὃ Γαλάται ἔμβρεκτόν φασιν†
<ἔντριχον>· ἀσθενές
<ἐντριχώσεις>· αἱ βλεφαρίδες τῶν ὀφθαλμῶν
[*<ἐντρομίδες>· ὑποδήματα AS]
<ἐντροπάδην>· ἐναλλάξ, μεταβολῇ χειρῶν
*<ἐντροπαλιζομένη>· κατ' ὀλίγον AS ἢ συνεχῶς S ἐπιστρεφο-

μένη (Ζ 496) A (Svg)

<ἐντροπή>· ἐπιστροφή
<ἐντροπίας>· εὐμετάβολος. ὀξίνης
<ἐντροπῶσαι>· ἐνδῆσαι
<ἐντρυγηφάνιον>· ὁ δευτερίας οἶνος
*<ἐντυγχάνει>· προσέρχεται AS
<ἔντυεν>· ὥπλιζεν (Ε 720)
<ἐντύεσθαι>· ὡπλίσθαι. κεκοσμῆσθαι
*<ἐντύνασαν>· κοσμήσασαν (Ξ 162) ASn
<ἐντύνει>· κελεύει. ἑτοιμάζει. σπεύδει
<ἐντύνειν>· κατασκευάζειν
*<ἔντυνον>· ἑτοίμασον, εὐτρέπισον (Ι 203) AS
*<ἐντύνοντο>· ηὐτρέπιζον (Ω 124) AS
<ἔντυος>· κόσμος r
†<ἐντυπαδία>· ὅταν τῷ ἱματίῳ τὴν χεῖρα πρὸς πρόσωπα κα-

τειλημμένος στήσῃ

*<ἐντυπάς>· πενθικῶς, ὥστε τὸν τύπον τοῦ σώματος φαίνεσθαι

(Ω 163) A

<ἐντυπές>· πύγδην. ἔμπληκτον
<ἐντυπάς>· ἐντετυπωμένος. ἐγκεκαλυμμένος τὸ πρόσωπον τῷ

ἱματίῳ. τὴν χεῖρα ἔχων πρὸ τοῦ προσώπου. ἢ κεκυφώς (Ω 163)

<ἐντυπὰς ἐν χλαίνῃ>· ἐντετυπωμένος τῷ ἱματίῳ (Ω 163)
*<ἐντυπούμενον>· ἐγγραφόμενον (2. Cor. 3,7) AS
<ἐντυχαλός>· ἐντευκτική
<ἐντυψίω>· ἐντινάξω
*<ἐν τωὐτῷ>· ἐν τῷ αὐτῷ, ὁμοῦ ASvg
<ἐν τῷ ῥά σφι>· ἐν τούτῳ δὴ αὐτοῖς (Λ 637)
<Ἐνυάλιος>· ὁ Ἄρης, ἢ ὁ τούτου υἱός· διὰ τὴν Ἐνυώ. ἢ *πολε-

μικός ASp, ἢ ὁ πολεμιστής (Ρ 211) vgn

*<Ἐνυαλίῳ>· τῷ Ἄρηϊ (Β 651) Avg
<ἐνυανεῖν>· τρυφᾶν
<ἐνυβρίζων>· ἐκπλήττων
<ἐνυγροθηρευτής>· ἁλιεύς
<ἐνυδρίς>· ζῷον ποτάμιον ἀμφίβιον, ὅμοιον κάστορι (Hdt. 4,

109,2)

<ἐνυδρώθη>· ὑδρωπικὸς r ἐγένετο
<ἐνύει>· ἔνδον. Λάκωνες
<ἐνύλαις>· [ὑλικὸν] ὑλικαῖς
*<ἐνυλισμένον>· κεκαθαρμένον Svgn
<ἐνύπνιον>· ὄναρ
*†<ἔνυον>· ἔφερον AS
<ἔνυρεν>· ἔτρισεν
<ἐνυρήσεις>· θρηνήσεις
*<ἔνυστρον>· τὸ μέγα ἔντερον τῶν ζῴων. ἡ κοιλία (Malach. 2,3

v. l.) ASPs

*<ἐν ὑφέσει>· ἐν ἐλαττώσει ASn (vg)
<Ἐνυώ>· πολεμικὴ θεά. ἢ μάχη. ἔστι δὲ πλαστὸν πρόσωπον,

ὡς Φόβος, καὶ Ἔρις, καὶ Κυδοιμός (Ε 592)

*<ἐν φιλότητι>· εἰς συνουσίαν (Β 232) N
<ἐν φρέατι κυνομαχεῖν>· παροιμία ἐπὶ τῶν δυσφεύκτων
<ἐν Φρεάτου>· ἐν τῷ δικαστηρίῳ, ἐν ᾧ ἐδικάζοντο ἐπὶ ἀκουσίῳ

φόνῳ

*<ἐν φρεσίν>· ἐν τῇ διανοίᾳ (Ρ 111) ASvg
<ἕνα φρεσὶ θυμὸν ἔχοντες>· ὁμονοοῦντες (Ν 487)
*<ἐν χορείᾳ>· ἐν χορῷ (Iudith 15,13) AS
<ἐνχριμφθεῖσαν>· ἐμπελασθεῖσαν (Ε 662)
<ἐνχρίμψας>· ἐμπελάσας (Ψ 334)
<ἐν χρῷ κουρά>· ἡ ψιλή, καὶ πρὸς αὐτῷ τῷ χρωτί
*<ἐνχώριοι>· ἐκ τοῦ αὐτοῦ τόπου ὄντες AS
*<ἐν ᾧ>· ἐν ᾧτινι ASvg ἢ ὅταν
<ἐνώλας>· ἐν ᾧ ὁ ἴουλος ἐπιγίνεται
<ἑνωθείς>· ἓν καὶ τὸ αὐτὸ γενόμενος
*<ἐνώμα>· ἔστρεφεν A ἐκίνει (Γ 218) ASn
<ἐν ὠμοῖς μάντεις>· ὅταν ἀπ' αὐτῶν τῶν σφαγίων μαντεύωνται·

οἷον οἱ ἡπατοσκοπούμενοι ἐν ὠμοῖς λέγονται μαντεύεσθαι. καὶ <ἐνωμοτεῖν> ...

<ἐνώμοτον>· ὡρκισμένον, *ἢ τοῖς ὅρκοις ἔνοχον (ASvg)
<ἐνωμοτία>· τάξις τις διὰ σφαγίων ἐνώμοτος
<ἐν ὠμῷ γήραϊ>· ἐν χαλεπῷ γήρᾳ· <ὠμὸς> γὰρ ὁ χαλεπός (ο 357)
*<ἔνωπα>· ἐν ὄψει (Ο 320) n
<ἐνωπῇ>· ἐς ὄψιν, *προσόψει, φανερῶς. (Ε 374) ASvg ἐν μάχῃ

AS

[<ενώπηται>· τεταπείνωται]
<ἐνώπια>· *εὐθεῖα AS οἱ καταφωτιζόμενοι τοῖχοι. *ἐμπρός AS
<ἐνώπια>· τὰ κατ' ἀντικρὺ τοῦ πυλῶνος φαινόμενα S μέρη, ἃ

καὶ διεκόσμουν <ἕνεκα> τῶν παριόντων. ὁ δὲ Κράτης τὰς φλιὰς ἀπέδωκεν †ἐνίνοχος (Θ 435 ..)

<ἐνώπιον>· ἐν ὀφθαλμοῖς, ἐν τῇ προσόψει (ep. Rom. 12,17 ..)
†<ἐνωπάλιζεν>· ἐνέτεινεν, ἐνεδίδου
<ἐνωπῶς>· ἐμφανῶς
<ἔνωρος>· ἔναιμος. ζῶν
<ἐνῶρσεν>· διήγειρεν (Ζ 499)
<ἐνῶρτο>· *ἐνώρμησε AS διεγήγερτο (Α 599)
*<ἑνώσας>· συνάψας S
<ἐνώσατο>· διενοήθη
<ἕνωσις>· μῖξις. σύζευξις
<ἐνώταις>· ἐνωτίοις. τῇ προσῳδίᾳ ὡς φιλόπαις. Σοφοκλῆς Αἰχμα-

λωτίσιν (fr. 51)

†<ἐνωτία>· ἀμέλεια
<ἐνωτίζου>· ἐν τοῖς ὠτίοις δέχου (Iob 33,1 ..)
<ἐνώτισε>· τὰ νῶτα περιεσκέπασεν (Eur. Phoen. 654) Agn (S)
*<ἐνωχλήθην>· ἠῤῥώστησα (1. Regn. 30,13) ASvg
<ἐξ>· ἡ πρόθεσις "ἐξ ἀκαλαρείταο βαθυῤῥόου" (Η 422) ...
<ἐξάγαστον>· ἄξιον θαύματος r. (Snp)
*<ἐξάγειν>· παροξύνειν A
<ἐξάγγελος>· ἄγγελος, ὁ τὰ ἔσω γεγονότα τοῖς ἔξω ἀγγέλλων
<ἔξαγε κούρην>· ἔξαγε τὴν κόρην (Α 337)
<ἐξάγιστον>· τὸ οὐ δεόντως εἰσενεχθὲν εἰς ἱερόν· ἢ τὸ ἀκάθαρτον
<ἐξαγέτης>· καλαμίνθη
<ἐξάγιστα>· πάντα τὰ ἱερὰ καὶ ἀφωσιωμένα, ἃ οὐχ οἷόν τε

ἐκκομίζεσθαι τῶν ἱερῶν. ἔνιοι δὲ ἁγνὰ ἀπέδοσαν

*<ἐξάγιστος>· ἀκάθαρτος. πονηρός gn
<ἐξαγκυρῶσαι θύραν>· ἐκστροφῶσαι
*<ἐξαγορεύει>· φανεροῖ AS
*<ἐξαγορεύων>· πᾶσι δηλῶν. λέγων ASn
<ἐξαγρεῖν>· ἐξάγειν. ἐξαιρεῖν
<ἐξάγων>· ἐκβάλλων. προφέρων
<ἐξαγκωνίζεσθαι>· ...
*<ἐξαγωνίοις>· ἐξ ἀγώνων πόνον ἔχουσιν S
*<ἐξαγώνιος>· [τοῖς ἔξω τοῦ ἀγῶνος, ἢ] ἔξω τοῦ ἀγῶνος r Avg

ὤν

<ἐξάγω χωλὸν τραγίσκον>· παιδιᾶς εἶδος παρὰ Ταραντίνοις
<ἐξ ἀελπτίης>· ἐξ ἀνελπίστου (Archil. fr. 54,4)
*<ἐξ ἀήταο>· ἐξ ἀνέμου AS
<ἐξᾳρημένον>· ἐξῃρημένον
<ἐξαθελγόμεναι>· ἐκθλιβόμεναι
[<ἐξαινεῖτο>· ἀφηρεῖτο]
<ἐξαίνυται>· ἐξαιρεῖται
*<ἐξαίνυτο>· ἐξῃρεῖτο (Υ 459) S
*<ἐξαΐξαντες>· ἐξορμήσαντες ASvg
*<ἐξαιρεῖται>· ἐξυφαιρεῖται AS
<ἐξαιρειν>· λαμβάνειν. [ὑψοῦν (Σ)
<ἐξαίρετα>· ἐπίλεκτα (vn)
<ἐξαιρέταρ>· ἁρπάγη, ἢ ἅρπαξ ὁ πρὸς τὰ ἀντλήματα
*<ἐξαίρετον>· ἐπίλεκτον vn προηγούμενον (Gen. 48,22)
<ἐξαιρεύμην>· ἐξαίρετα ἐλάμβανον (Ε 232)
*<ἐξαιρήσοντες>· πορθήσοντες AS (vg)
*<ἐξαιρούμενος>· ἀποκομιζόμενος. ῥυόμενος (1. Regn. 30,8 ..)

ASvg

<ἐξαίσια>· ὑπέρμετρα. οὐκ ἐπιτήδεια. ἢ *παντὸς ἐπέκεινα <θαύ-

ματος>. ὑπερβάλλοντα (Iob. 9,10 ..) ASvgn

<ἐξαίσιοι>· κωλυτικοί. ἢ πολλοί, μεγάλοι. ἀνυπέρβλητοι. *ἐπέ-

κεινα παράδοξοι (A)

<ἐξαίσιος οἰωνός>· ὁ ἀσύμφορος· ἀπέστησε γὰρ ὅλως.

ἀλλότριος

<ἔξαιτον>· ἐξαίρετον (Μ 320) r. n μέγα. καλόν. ἀγαθόν
<ἐξαίφνης>· ἐξαπίνης r
<ἐξακέσαιο>· ἐξιάσαιο. θεραπεύσειας (Δ 36)
<Ἐξακεστήριος>· ὁ Ζεύς. καὶ ἡ Ἥρα
*<ἐξάκουστον>· περιβόητον A
*<ἐξακριβάζει>· ἐξιχνιάζει (Iob 28,3?) AS
<ἐξάκτωρ>· ὁ ἀπαιτῶν τὰ δημόσια r
†<ἐξακολουθοῦσθαι>· ἐκθρούζεσθαι†
*<ἐξαλαπάξαι>· ἐκπορθῆσαι (Α 129) AS (nP)
<ἐξαλδαίνει>· ἐκβλαστάνει
*<ἐξαλέασθαι>· ἐκκλίνειν (Hes. op. 105) AS
<ἐξαλέεινεν>· ἐξέκλινεν
*<ἐξαλείφθησαν>· ἀπώλοντο (Gen. 7,23) AS
*<ἐξαληλιμμένος>· ἀπαλειφθείς AS ἢ κεχρισμένος S
<ἐξαλίζεται>· συναθροίζεται s
<ἐξαλῖσαι>· κυλῖσαι. ἐκκομίσαι (Ar. Nubb. 32)
<ἐξ ἀκαλαῤῥείταο>· ἐκ τοῦ πρᾴως ῥέοντος (Η 422)
*<ἔξαλλα>· διάφορα (Sap. 14,23) λαμπρά. ἀλλόφυλα (2. Regn.

6,14) AS ἢ ἐξόχως (Dan. 11,36)

<ἐξάλματα>· πηδήματα r (p)
*<ἐξαλοῦνται>· ἐκπηδήσουσιν (Mich. 2, 12 ..) ASvg
<ἐξάλειπτρον>· σκεῦος ἀργυροῦν, φιάλῃ παραπλήσιον, ἐξ οὗ ἐν

τοῖς συμποσίοις ἠλείφοντο μύρῳ (Ar. Ach. 1063)

<ἐξάλμενος>· ἐξαλόμενος (Ο 571)
<ἐξ ἁλός>· ἐκ τῆς θαλάσσης S ἢ ἔξω τῆς θαλάσσης (λ 134)
<ἐξάλφεις>· εὑρίσκεις
<ἐξαλύξωμαι>· φυλάξωμαι. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ

(656 v. l.)

<ἐξαλφήσεις>· ἐκτιμηθήσῃ μεγάλως. ἀπὸ τοῦ <ἀλφαίνειν>. καὶ

γὰρ <ἀλφηστὴς> ὁ ἔντιμος· τινὲς δὲ ἐκλάμψεις

<ἐξάπινα>· ἐξαίφνης (Lev. 21,4 ..)
<ἐξαμβλίσκει>· διαφθείρει ἐγκυμονούμενον
<ἐξαμβλωθείς>· ἐκτρωθείς
<ἐξαμβρακοῦται>· ἐκλύεται. ἀπὸ τοῦ <ἀμβρακεύειν>, ὅ ἐστι

καρτερεῖν

*<ἐξαμαρτάνει>· πλημμελεῖ AS
<ἐξαμβλίσκοντα>· διαφθείροντα
<ἐξαμείψει>· ἐκτελέσει. πορεύσεται. ἐναλλάξει
<ἐξαμοιβάς>· ἑτέροις καὶ ἑτέροις
<ἐξαμοῦν>· ἐκθερίζειν
<ἐξ ἀμφοῖν>· ἐξ ἀμφοτέρων
<ἐξαμφοτερίσας>· τὸ ἀμφίβολον ποιῆσαι. καὶ τὸ δύο πραγμά-

των ἐκπεσεῖν

*<ἐξαμβλοῦμεν>· ἐκτιτρώσκομεν (Eur. Andr. 356) AS
<ἐξανάξει>· ἀνάξει πρὸς τὸν ἥλιον
<ἐξανδήρισον>· ἐκπέρασον
<ἐξανδραποδίζεται>· αἰχμαλωτίζεται
<ἐξανεμοῦσθαι>· ἐπαίρεσθαι. ἢ ξηραίνεσθαι. ἢ μετεωρίζεσθαι
†<ἐξανέσασα>· ἐπιστρέψασα
<ἐξανεχώρει>· λεληθότως ὑπέφευγεν
<ἐξανθῆσαι>· ἐκζέσαι
<ἐξανθήσει>· ἀνθήσει (Ps. 102,15)
<ἐξανέψιοι>· ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, ἢ αἱ μητέρες
[<ἐξανήσας>· ἐξαντήσας]
<ἐξανίησιν>· ἀναπέμπει r
[<ἐξανόμεναι>· ἐκκενούμεναι]
<ἐξάντες>· ἐξεναντίας. ὁτὲ δὲ τὸ ὑγιές
<ἐξάντης>· ὁ τῆς νόσου ἔξω ὤν
<ἐξαντῶν>· ἀντιάζων. ... τῆς κόῤῥης καὶ τοῦ πώγωνος οἷον

ὑπογενειάζων. ἢ οὕτως· <ἐξαντῶν> κατὰ τῆς ὑγείας αὐτοῦ ἐξορκῶν>· τὸν ὑγιαίνοντα γὰρ <ἐξάντη> ἔλεγον

*<ἐξ ἀντύγων>· ἐκ τῶν περιφερειῶν τοῦ ἅρματος (Eur. Rhes.

567) A (gn)

<ἐξανύω>· ἐξανύσω. ἐκτελέσω. *[κατεργάσομαι (Λ 365) p (g)
a) <ἐξάνω>· ἄνωθεν b) <ἐξάγῃ>· ἐξενέγκῃ
<ἐξαπαλλαγῇ>· ὑποχωρήσῃ (Thuc. 4,28,4)
<ἐξαπαλλάξει>· ἐκπορθήσει, ἐκκενώσει (Υ 30)
<ἐξαπατᾷ>· χλευάζει. *[δελεάζει. φενακίζει As
<ἐξαπάτερθεν>· ἐκ τοῦ ἑτέρου
<ἐξαπάφω>· ἐξαπατήσω (ψ 79)
<ἐξαπαφών>· ἐξαπατήσας
*<ἐξαπίνης>· αἰφνιδίως. ἐξαίφνης (Ε 71) APvg
<ἐξαποπειρῆσθαι>· πειρᾶσθαι
<ἐξ ἀπίης γαίης>· ἀλλοτρίας, ἢ ξένης. ἢ μακρὰν οὔσης (Α 270)
*<ἐξάπινα>· <αἰφνιδίως> r. g.
<ἐξαποινᾶσθαι>· παραλογίζεσθαι
*<ἐξ ἀπόπτου>· ἐπὶ τοῦ ὑψηλοῦ τόπου Ag, ὅθεν ἔστιν περισκο-

πεῖν τὰ ὑποκείμενα (Greg. Naz. or. 3 p. 49) A

<ἐξαπορηθῆναι>· ἐξαφανισθῆναι. [ἐν ἀπορίᾳ γενέσθαι (2. Cor.

1,8) Avg

<ἐξ ἀποτρόχου>· ἐκ περιδρόμου (Ar. fr. 637)
*<ἐξ ἀπροσεξίας>· ἐξ ἀμελείας A
*<ἐξάπτεσθαι>· κρατεῖσθαι τοῦ ἅρματος (A)
<ἐξᾶραι>· οὕτως λέγεται, ὅταν τι τῶν ὀρνέων εἰς μετέωρον ὕψος

αἴρηται

*<ἐξαράξαντες>· ψοφήσαντες, κρούσαντες Avgn
<ἐξαράξασθαι>· διῶξαι
<ἐξᾶρεν>· ἐκτός ἐστιν
*<ἔξαρθρος>· ἐκμελής (4. Macc. 9,13) Avgn
<ἐξαρῆξαι>· ἐκφορῆσαι
*<ἐξαρκεῖ>· ἐπαρκεῖ (Eur. Hipp. 278) Avg
<ἐξαρκέσει>· ἐκποιήσει
<ἐξαρκῆ>· ἀρκοῦσαν
<ἐξ ἀρακίων>· ἐκ φιαλῶν
*<ἔξαρνος>· ἀρνούμενος APvgn
*<ἐξάρξατε>· προκατάρξατε. καταλέξατε (Ps. 146,7) APvg
<ἔξαρον>· ἆρον. ἐξάλειψον (Sir. 36,6)
<ἐξαρτηδόν>· μετὰ τοῦ ἐκκρέμασθαι
*<ἐξαρτίζει>· πληροῖ. τελειοῖ gn
<ἐξαρτῆσαι>· ἐκκρεμάσαι. τελειῶσαι
<ἐξαρτύειν>· παιδεραστεῖν
<ἐξαρύσαι>· ἐξαντλῆσαι
<ἐξαρώμεναι>· ἐξ ἀγκῶνος φλεβοτομούμεναι
<ἑξᾶς>· εἶδος <νομίσματος> παρὰ Συρακουσίοις
<ἐξασελγαίνωμεν>· ἀναπληρώσωμεν ...
<ἐξαυαίνεται>· ἀποθνήσκει (Ar. fr. 612)
<ἐξαύδα>· *ἔξειπον Av (gn), λέγε. (Α 363) r φώνησον. βόησον
<ἐξαῦσαι>· ἐξελεῖν <Εὔπολις> (s)
<ἐξαυστήρ>· κρεάγρα (Aesch. fr. 2?)
*<ἐξαυτῆς>· παραυτίκα Avgn
<ἐξαῦτις>· μετὰ ταῦτα r ἐκ δευτέρου (Α 223) n
<ἐξαφάζων>· ἔξω ἑαυτοῦ γιγνόμενος. καὶ περιβλέπων
†<ἑξαφολέκτης>·
<ἑξαφορήσωσιν>· εὐπορίσωσιν
<ἐξαφύουσιν>· ἐξαντλήσουσιν
<ἐξέβλω>· ἐξέτρωσεν
<ἐξεγένετο>· ἐξεποίησε
<ἐξέγρετο>· ἐξηγέρθη
<ἐξέγρης>· ἐξηγέρθης
<ἐξεγρύτευσας>· ἐξηρεύνησας
<ἐξεδεδιῄτητο>· ἔξω τῆς νομίμου διαίτης ἐγεγόνει (Thuc.

1,132,2)

*<ἐξεδιῄτησεν>· κακῶς διῴκησεν Avgp (b)
<ἐξεδίφησεν>· ἐξεζήτησεν
†<ἐξεδίωσεν>· ἐπόρθησε. κατέκοψεν
*<ἐξ ἑδέων>· ἐκ τῶν καθεδρῶν (Α 533) An
<ἐξ ἕδρης>· ἐκ καθέδρας. ἢ ἐκπρεπής (Τ 77)
<ἔξεδρον>· τὸν οὐκ αἴσιον οἰωνόν, οὐκ εὔθετον ὄρνιν. οὐκ ἐν

δέοντι τὴν ἕδραν ἔχοντα

<ἐξεδύοντο>· ἀπεδίδυσκον (Γ 114) r
<ἐξέθανεν>· ἐλιποθύμησεν. <ἐξέπνευσεν>
*<ἐξέθει>· ἐξέτρεχεν Agn
<ἐξεθίαζε>· χορείας ἐπετέλει
*<ἐξέθυσεν>· ἀνεῖλεν (Eur. Or. 191) Avgn
*<ἐξέθορεν>· ἐξεπήδησεν (Φ 539) Avgn [ἐξέπνευσεν]
*<ἐξαιθριασθέν>· λαμπρυνθέν A (g)
<ἐξέθρωσκεν>· ἐξεπήδα r
<ἐξέθωψεν>· ἐξεθώπευσεν (Soph. fr. 773?)
<ἐξεῖ>· ἔξω. Λάκωνες
<ἕξεια>· τὰ ἑξῆς
<ἐξειδεῖς>· περισσοί. ἐκπρεπεῖς
<ἐξείη>· ἔξοδος. κέρδος
*<ἑξείης>· ἐφεξῆς (Α 448) n
<ἐξεικάδιοι>· οἱ ἐκ τῆς αὐτῆς εἰκάδος καὶ τάγματος τοῦ αὐτοῦ
*<ἐξείκοιτο>· παραγένοιτο A
<ἐξ †εἴκλω>· ἀπὸ δείπνου
*<ἐξεικονισμένον>· μεμορφωμένον (Exod. 21,22) Avg
<ἐξείλατο>· ἐῤῥύσατο (Sap. 10,1 ..)
<ἐξειλεγμένων>· ἐκλεκτῶν Avg (n)
<ἐξειλλεῖν>· ἐκβάλλειν
†<ἔξειον>· ἐπιζήμιόν τι καταδικάζειν τοῖς ἑκουσίως ... οἱ δὲ ἀπό-

λυσιν ἐγκλήματος

<ἐξείπω>· φανεροποιήσω (Ι 61)
*<ἐξείνισσα>· ἐξένισα (Γ 207) np
<ἔξειρα>· σκορπίος, ὁ ἰχθῦς
*<ἐξείρετο>· ἠρώτα (Ε 756) r. n
<ἐξερεείνων>· ἐξερευνῶν (μ 259)
<ἐξειρύσας>· ἑλκύσας
*<ἔξεισιν>· ἐξέρχεται (Eur. Alc. 215) r. Avg
*<ἐξειλώτισεν>· ὡς ἐπὶ †τοῦ λωτοῦ †ἐξεπόρθησεν A
<ἐξείς>· ἀφιείς
<ἔξειτι>· ἐξελεύσεται
<ἐξεκαρυκεύθη>· ὠψοποιήθη καὶ συνεκόπη· <καρύκη> γὰρ

ἔδεσμα ἐκ πολλῶν συγκείμενον

*<ἐξεκαλέσω>· <παρῃτήσω> [ἐκ τῶν προμαχόνων] A
<ἐξεκέδασεν>· ἐξεπέτασεν
<ἐξεκήλησεν>· ἐξηύλησεν. ἔθελξεν
<ἐξεκηρίωσας>· ἐξέστησας
<ἐξεκήρανεν>· ἐξέφθειρεν
<ἐξεκνημώθη>· ἐξεφθάρη
<ἐξεκοδόαξεν>· ἐξέχεεν
[<ἐξεκδούαζεν>· ἐξήνεγκεν]
<ἐξεκόμπασεν>· ἐξέπληξεν
†<ἐξεκ.νόθη>· κατηντλήθη
<ἐξεκορήθη>· ἐξεκαλλύνθη
<ἐξεκκλησίασεν>· συνήθροισεν (Lev. 8,4 ..)
<ἐξεκυλίσθη>· ἔπεσεν. ἀπεῤῥίφη (Ζ 42) r
*<ἐξεκώμασεν>· ἐξεπόρνευσεν Avgn
<ἐξελάαν>· ἐξελάσαι. ἀποδιῶξαι (Θ 527)
*<ἐξελαθῆναι>· ἐκδιωχθῆναι A
<ἐξελατέους>· ἐκδιωκτέους
<ἐξελάσωμεν>· ἐκβάλωμεν
<ἐξέχεα>· ἐξήρασα
<ἐξέλειπεν>· ἐπαύσατο (Gen. 18,11 ..)
*<ἐξελέσθαι>· σῶσαι (Isai. 44,20 ..) As
<ἐξέλιπον>· ἐξώλισθον (Ps. 77,33 ..)
*<ἐξελεύθεροι>· οἱ τῶν ἐλευθερουμένων υἱοί A
†<ἐξελθεῖν>· ἐξωθεῖν
<ἐξέλεψεν>· ἐξέγλυψεν. ἐξελέπισεν
<ἐξελιγμός>· κίνησίς τις παρὰ τοῖς τακτικοῖς, ἡ ἐνόπλιος ...
*<ἐξελίσσουσι>· κινοῦσιν (Eur. Troad. 3) An
<ἐξελκόμενος>· περιαγόμενος. περισυρόμενος (Ep. Iac. 1,11)
<ἔξελον>· ἐξαίρετον ἔδωκαν (Λ 626)
<ἐξελύθη>· ἐπαύσατο τῆς ὁρμῆς (Ε 293)
<ἐξελύτρωσας>· [ἐγύμνωσας] ...
<ἐξελώπισεν>· †ἀπήνθησεν. ἐξεσκύλευσεν, ἐξέδυσεν (Soph. Trach.

925)

*<ἐξ ἐμέθεν>· ἐξ ἐμοῦ (Α 525) Agn
<ἐξέμεν>· ἐξαφεῖναι (Λ 141)
<ἐξεμέτρει>· ἐπὶ ἅλωνος ἐμέτρει
<ἐξεμήμεκεν>· ἀπήρασεν. ἐξέχεεν
<ἐξέμμορεν>· ἔλαχεν (ε 335)
<ἐξέμολεν>· ἐξῆλθεν (Λ 603) r
<ἐξεμοῦντες>· ἀποβάλλοντες
*<ἐξεμούσωσεν>· ἐξεπαίδευσεν (Eur. Bacch. 825) As
<ἐξέμπαλιν>· ἐπαριστέρως
<ἐξ ἐναντίων>· ἐξ ἀντικειμένων (Greg. Naz. c. 2, 2, 8, 202)
<ἐξενάριξας>· ἐσκύλευσας (Π 692)
<ἐξενάριξεν>· ἐσκύλευσεν. ἀπέκτεινεν (Ε 151)
<ἐξ ἐνάρων>· ἐκ τῶν σκύλων (Ι 188)
<ἐξ Ἐνετῶν>· πόλις Παφλαγονίας (Β 852)
*<ἐξ ἐνοπῆς>· ἐκ τῆς μάχης vg, ἢ βοῆς (Ρ 714) An
†<ἐξεντισμέναι>· κεκοσμημέναι (Ar. Lys. 43)
*<ἐξ ἐπάλξεων>· ἐκ τῶν προμαχώνων (Eur. Phoen. 1009) Avgn
*<ἐξέπαλτο>· ἐξεπήδησεν (Α)
<ἐξεπατάγησαν>· ἐξεφώνησαν
<ἐξεπατάχθη>· ἐξεπλάγη
*<ἐξ ἐπαφῆς>· ἐκ ψηλαφήσεως An
<ἐξέπερσεν>· ἐξεῖλεν. ἐπόρθησεν
*<ἐξεπέτασεν>· ἥπλωσεν A ἀνέῳξεν (Prov. 13,16)
<ἐξέπελεν>· ἐξεγένετο
<ἐξ ἐπιδρομῆς>· ἐξαίφνης
<ἐξέπινεν>· προέπινεν
*<ἐξ ἐπιπολῆς>· ἄνωθεν g, ἄριζος
<ἐξεπιτάξ>· ἐξεπίτηδες
<ἐξ ἐπιδιφριάδος πυμάτης>· ἐξ ἄκρας τῆς ἄντυγος τοῦ δίφρου.

ἐκ τῆς ἐπιβάσεως τοῦ παραβάτου γάρ. τοῦ δίφρου καὶ τοῦτο τὸ μέρος (Κ 475)

<ἐξεπλάγη>· ἐθαύμασεν. ἐξέστη
*<ἐξέπλει>· ἐξέπλεεν Avgp
*<ἐξεπολεμοῦντο>· τὰ πολεμίων καὶ ἐχθρῶν ἔπραττον A
*<ἐξεπολέμωσε>· πολεμίους εἰργάσατο Avgp
<ἐξεπράθομεν>· ἐξεπορθήσαμεν (Α 125) r
*<ἐξεπράξατο>· ἐφόνευσεν (Eur. Bacch. 1161 v. l.) A
<ἐξεπύρωσεν>· ἐξέφλεξεν
<ἐξ ἐράνου· ἔρανος> εὐωχία
<ἐξεργάσῃ>· διαφθείρῃ
<ἐξερέεινεν>· ἠρώτησεν (Ι 672)
<ἐξερεείνων>· ἐξερευνῶν (μ 259) r
<ἐξερέῃς>· ἐξηγῇ
<ἐξερεύειν>· ἐξευρεῖν
<ἐξέρευκα>· ἐξηρεύνηκα
<ἐξερεύμην>· ἐξαίρετα ἐλάμβανον (ξ 232)
*<ἐξερέω>· λέξω (Α 212) n. [ἢ τὴν ἐπιθυμίαν ἐπλήρωσαν]
<ἐξ ἐρέβευς>· ἐκ τοῦ σκότους (Θ 368)
<ἐξ ἐρέβευσφιν>· ἐκ τοῦ <ἐρέβους>, ὅ ἐστιν σκότους (Ι 572)
<ἐξέραμα>· <ὁ ἔμετος> (2. Petr. 2, 22)
*<ἐξερεύξεται>· ἐξενέγκῃ (Exod. 7,28) A
†<ἐξέρεκτα>· ἐκπέση
†<ἐξερίπῃ>· ἐκπέσῃ (Ξ 414) n
<ἐξ ἔρον ἕντο>· ἐξήνεγκαν τὸν ἔρωτα, τουτέστιν τὴν ἐπιθυμίαν

ἐπλήρωσαν (Β 432)

*<ἐξερπετεῖν>· ἐξιέναι Avgn
<ἐξερύσαι>· ἐξαγαγεῖν. ἑλκύσαι (Ε 666)
<ἐξέροιτο>· ζητοίη. καὶ διηρώτα
*<ἐξερπύσαι>· ἐξολισθῆσαι A
<ἐξέῤῥον>· ἐξεπορεύοντο
<ἐξέῤῥωσας>· ἐπ' ἐμὲ ἀφῖξαι. ἤτοι ἐπὶ τῶν νεύρων
*<ἐξερύησαν>· ἔφυγον (1. Macc. 9,6) (vg)
<ἐξερύοι>· ἐξέλκοι (Κ 505)
<ἐξερύσασκεν>· ἐξεῖλκεν (Κ 490)
†<ἐξέῤῥω>· ἐκφῦναι
*<ἐξερῶ>· ἐξάξω (Eur. Or. 560) (nv)
<ἔξεσα>· ἔξωθεν. Λάκωνες
<ἐξεσίη>· ἡ κατὰ πρεσβείαν ἔξοδος (Ω 235)
<ἐξεσίας>· πρεσβείας
<ἔξεσκον>· ὑπῆρχον
<ἐξεσίην>· δημοσίαν ἐκπομπήν. χρείαν. ἀγοράν. λῆμα. πρεσβείαν.

δημηγορίαν. ἀπαίτησιν. χρήματα (φ 20)

<ἐξέσμων>· ἔσμηχον. καὶ <ἔσμων> δὲ τὸ αὐτό
<ἐξεστηκότα>· εἰς δίκην κεκληκότα ...
<ἐξεστηκὼς οἶνος>· ὁ ὀξίνης
*<ἐξέσσυτο>· ἐξώρμησεν, ἐξήρχετο (Η 1)
<ἐξέσται>· ἐπ' ἐξουσίας ἔσται
*<ἐξέστην>· ἐθαύμασα. ἐξεπλάγην (Habac. 3,2) Ag
*<ἔξεστιν>· δυνατόν <ἐστιν> (Eur. Hec. 435 ..) Avgn
*<ἐξέστησεν>· εἰς ἔκστασιν ἤγαγεν Avg
<ἐξέστρεψεν>· μετέβαλεν
<ἐξ ἑστίας ἄρχεσθαι>· παροιμία
<ἐξετάζεται>· ἀριθμεῖται [οὐ δεόντως]
<ἐξέταμον>· ἐξέκοψαν (Α 460) r
*<ἐξετανύσθη>· ἡπλώθη (Η 271) r Ap
<ἐξέτασις>· βασανισμός (Sap. 1,9 ..)
*<ἐξετασμός>· κρίσις. Agbps ἐρώτησις (Prov. 1,32)
<ἐξετέλειον>· ἐπλήρωσαν (Ι 492)
<ἐξέτειον>· ἐκ τούτου τοῦ ἔτους, οἷον <ἐπέτειον>
*<ἐξέτηξας>· ἀνήλωσας (Ps. 38,11) Av
*<ἐξέτηξεν>· ἐλέπτυνεν (Ps. 118, 139) r (g)
*<ἐξ ἔτι τοῦ>· ἐξ ἐκείνου τοῦ χρόνου (Ι 106) vgn
<ἐξετμήθη>· διεκόπη
*<ἐξετόξευσεν>· ἐξέπεσεν (Eur. Andr. 365) A
<ἐξετράπησαν>· ἐξέκλιναν
<ἐξετρίβετο>· σφόδρα ἐκοσμεῖτο
<ἐξευασμένου>· τεθνεῶτος, γενομένου ...
<ἐξευγενίσω>· ἐλευθεροποιήσω
<ἐξευδίασεν>· εὐδίαν ἐποίησεν
<ἐξέτρωσεν>· ἐξήμβλωσεν, ἔῤῥιψε τὸ βρέφος
<ἐξ εὐετηρίας>· ἐξ εὐδαιμονίας
<ἐξ εὐηγεσίης>· ἐξ εὐδαιμονίας (τ 114)
<ἐξευμαρίσθη>· παρεσκευάσθη
<ἐξευμενίσασθαι>· ἐξιλεώσασθαι, ἐξιλάσκεσθαι
*<ἐξευμενίσονται>· ἐξιλεώσονται (4. Macc. 4,11) Agn
<ἐξ εὐνῆς>· ἐκ κοίτης (Χ 190)
*<ἐξ εὐπατριδῶν>· ἐξ εὐγενῶν Avg
†<ἐξεύχομαι>· ἀφίξομαι
*<ἐξ εὐωνύμων>· ἐξ ἀριστερῶν (Exod. 14,22) Ag
*<ἐξεφαάνθη>· ἐφάνη (Δ 468) As
<ἐξεφάνη>· φανερὸς ἐγένετο
<ἐξέφαινον>· ὑπέφαινον
[<ἐξέφατο>· δεδαπάνητο]
<ἐξεφαύλιζον>· ἐξευτέλιζον
*<ἐξ ἐφημερίας>· ἐκ τοῦ συνεχοῦς (ev. Luc. 1,5) ASvg
<ἐξέφθιτο>· ἐξέφθαρτο. δεδαπάνητο (ι 163)
*<ἐξεφόρουν>· ἐξέφερον ASgp
<ἐξέφρηκεν>· ἀφῆκεν
*<ἐξέφυ>· ἐβλάστησεν r. ASvgn
*<ἐξεφύρθης>· ἐμιάνθης (Ierem. 3,2) AS(vg)
*<ἐξεφύσησα>· διεσκόρπισα. [ἐξεφυσίασα]. ἐβδελυξάμην (Mal.

1,13 ..) AS(vg)

†<ἐξεχαρυβδαάνθη>· ἀνεπόθη†
<ἐξέχεαν ὅρκια>· οἷον παρέβησαν
<ἐξέχειν>· ἀνατέλλειν ἥλιον
<ἔξελ' ἐμένα>· χωρὶς ἐμοῦ. Λάκωνες
*<ἐξέχεσθαι>· ἐξέχειν AS
<ἐξεχύθησαν>· ἠφανίσθησαν (Lam. 4,1)
*<ἐξαψάμενος>· κατασχών. περιπλακείς ASgn
<ἐξέωσαν>· ἐξώρισαν, κατέβαλον, ἢ *ἐξέβαλον ASvgnP
*<ἔξηβος>· ἔξω τῆς ἥβης. τριάκοντα πέντε ἐτῶν AS
<ἐξηγεῖσθαι>· ἡγεῖσθαι
*<ἐξηγήσατο>· ἡρμήνευσε (en. Ioan. 1,18) AS
<ἐξηγητής>· ὁ περὶ ἱερείων καὶ διοσημειῶν ἐξηγούμενος
<ἐξηγοῦ>· καθηγοῦ (Eur. Bacch. 185)
*<ἐξηγορίαν>· ἐπαγγελίαν (Iob 22,22) ASvgn
<ἐξηγορηκώς>· ἐξειρηκώς
*<ἐξῆπται>· ἤρτηται. κρέμαται gΣ
<ἐξέθυψεν>· ἐξέκαυσεν
<ἐξήϊα>· θυμιάματα
*<ἐξῃκασμένοι>· ὁμοιωθέντες (Eur. Phoen. 162?) ASg
<Ἐξηκεστίδης>· μοχθηρὸς συκοφάντης
<Ἐξήκεστος>· ἡταιρηκώς. ὅθεν καὶ τοὺς εὐρυπρώκτους ὁμωνύ-

μως <Ἐξηκέστους> ἔλεγον

<Ἐξηκεστιδαλκίδαι>· παρὰ τὸν Ἐξηκεστίδην καὶ Ἀλκίδην
*<ἐξήμβλωσεν>· ἐξέτρωσεν gn ἐξέφθειρεν r οὐ διέ
<ἐξήλατον>· εὐποίητον. ἢ [ἓξ πτυχὰς ἔχον (Μ 295) (b)
<ἐξήλατος>· συντετριμμένος
*<ἐξήλεγκτα>· φανερῶς γενόμενα AS
<ἐξηλευθέρωται> ὁ δοῦλος, ὁ δὲ πράγματος ἀπολυθεὶς <ἠλευθέ-

ρωται>

<ἐξήλατον>· ψιλῶς μὲν ἐξ ἐλασμάτων καὶ πτυχῶν συγκείμενον·

δασέως δὲ ἑξάπτυχον (Μ 295)

*<ἐξηλιασμένον>· κεκαυμένον (Ag) v ὑπὸ τοῦ ἡλίου (2. Regn.

21,13)

*<ἐξ ἠλιθιότητος>· ἐξ ἀναισθησίας ASvgn
†<ἐξηλήμβωρ>· ἔβλεπε. Λάκωνες
<ἐξηλοιῶμεν>· ἐξεκαθάραμεν
<ἐξήλυξεν>· ἐξέφυγεν (Eur. Hec. 1194)
*<ἐξημεροῖ>· πραΰνει (4. Macc. 1,29) ASvgn
*<ἐξήμβλωσεν>· ἐξέτρωσεν gn ἐξέφθειρεν r οὐ διέσωσεν
*<ἐξήμευσε>· ἀπεκίνησε AS
*<ἐξημμένοι>· ἐκδεδεμένοι. ASg ἢ ἐνδεδυμένοι S(n)
<ἐξημερῶσαι>· ἡμεροποιῆσαι (Eur. Herc. 20)
<ἐξημοιβά>· ἀλλακτὰ διὰ τὸ πλῆθος (θ 249)
<ἐξημοιβαί>· ἕτεραι
*<ἐξῆν>· ἐξεγένετο. ἢ δυνατὸν ἦν Avg
<ἐξημάρευσε>· ἐπέρασεν
<ἐξηνδρωμένον>· ὀρθιάζοντα
<ἐξινήσαμεν>· ἐξεβάλομεν
[<ἐξηνηθησάμην>· διῆλθον. ἀνέγνων. ἐξεφόρησα]
[<ἐξηνέριξας>· ἐσκύλευσας. ἀνεῖλες]
*<ἐξήνιοι>· ἀλλότριοι, παρὰ τὸ ἔξω ἡνίων γενέσθαι· <ἡνία> δὲ τὰ

λῶρα· AS(vg) ἀνυπότακτοι Svg (A)

*<ἐξήνιον>· ἔξω τοῦ ζυγοῦ AP
<ἐξηντληκέναι>· ἐξαπαντλῆσαι (Eur. Med. 79)
*<ἐξηπάτησεν>· ἐξεπλάνησεν (Sus. 56) ASn
*<ἐξήπαφεν>· ἠπάτησεν (ξ 379) r. AS
<ἐξεπέδου>· ἔλυε τὰ πέδα
<ἐξηπειρῶσθαι>· ἤπειρον γενέσθαι
<ἐξηπέτριπται>· δεδαπάνηται. Λάκωνες
[<ἐξήπιλεν>· ἐξεγένετο]
<ἐξηρεύξατο>· προεβάλετο (Ps. 44,1) r
*a) <ἐξηρμένην>· ὑψουμένην Sg b) <<ἐξῃρημένην>>· περιῃρη-

μένην AS

<ἐξήριπεν>· ἐξέπεσεν (Hippocr. med. off. 12, III 314,6 L.)
*<ἐξῄρηνται>· ἐξηρήμωνται ASn
*<ἐξηρτημένοι>· κρεμάμενοι ASg ἢ κεκοσμημένοι (Exod. 28,7?)
*<ἐξηρώησαν>· ἐξώρμησαν (Ψ 468) r. (S)
<ἑξῆς>· ἐφεξῆς
*<ἐξησκημένον>· δυσνόητον n
*<ἐξησκληκότες>· ξηρανθέντες AS (vg)
<ἐξητασμένος>· δεδοκιμασμένος
*<ἐξῄτησαν>· ᾔτησαν. ἐδυσώπησαν. παρεκάλεσαν AS
<ἐξηυλημένον>· ἄχρηστον. αἱ γὰρ παλαιαὶ γλωσσίδες τῶν

αὐλῶν ἐξαυλίδες ἐλέγοντο, καὶ αἱ κατατετριμμέναι

†<ἐξήχμησαν>· ἠρήμωνται· διὰ τὸ τὰ ξόανα ἀπολελοιπέναι

αὐτούς· ἢ ὅτι οὐκ ἐπέθυον αὐτόθι οἱ βάρβαροι τῷ θεῷ

*<ἐξηχεῖτο>· ἐξηκούετο (3. Macc. 3,2) ASvgn
*<ἐξήχηται>· ἐξῆλθεν. ἐκηρύχθη (1. Thess. 1,8) AS
<ἐξίατρος>· ἐκθυτικός
<ἐξιεροῦν>· χρήματα θεοῖς ἐπαγγέλλεσθαι
<ἐξιθυίω>· †ἔξω καθίσω
<ἐξιθύνει>· ὀρθοῖ (Ο 410) (S)
<ἐξικνεῖσθαι>· χωρεῖν
<ἐξικμάζεται>· ἐξόλλυται
<ἐξικνεῖται>· ...
<ἐξικνούμενον>· ἐξαρκοῦν. εἰσδυόμενον
<ἑξικόρ>· ἑκτικός
*<ἐξίκοιτο>· παραγένοιτο N (p)
*<ἐξιλάσεται>· προσεύξεται. πραϋνεῖ (Lev. 4,20 ..) AS
*<ἐξιλάσκεσθαι>· ἐξευμενίσασθαι (Lev. 17,11 ..) ASPb
*<ἐξίλασμα>· ἀντίλυτρον. ἀνακτητικὸν δῶρον (Ps. 48,7 ..)

ASvgn

<ἐξίλλειν>· ἀπείργειν, κωλύειν. κτείνειν. ἐκβάλλειν ASn
<ἐξίμεναι>· ἐξαφεῖναι. ἐξελθεῖν (λ 531 v. l.)
[<ἐξίνε>· ἐπεσβέννυεν]
<ἐξινώμενον>· ἐκκενούμενον. ἐκστραγγιζόμενον· λέγεται δὲ ἐπὶ

τῶν χολὴν καθαιρομένων (com. ad. 1004 K.)

<ἐξιποῦται>· ἐκπιέζεται
[<ἐξιπόμενος>· καθαιρόμενος χολήν, ἢ ἐξεμῶν, ἢ ἐκρέων]
<ἐξιονθίζω>· "ἐξιονθίζω τρίχα" (Soph. fr. 661) ἐκδίδωμι. ἔστι γὰρ

ἴονθος ῥίζα τριχῶν, ἢ <τὸ> ὑπερέχον

<ἕξις>· ἦθος, ἢ ἐκ τοῦ ἔχειν. φρόνησις. συνήθεια (Hebr. 5,14)
<ἐξίθμη>· ἔξοδος
*<ἐξιστορήσαντες>· ἀναζητήσαντες ASvn
*<ἐξ ἰσοστασίου>· ἐξ ἴσου· ἐκ τοῦ ὁμοίου AS
*<ἐξιστακέναι>· θαυμάσαι (Act. 8,11) ASvg
*<ἐξίσταντο>· ἐθαύμαζον (Act. 2,7) ASs
<ἐξίστασθαι>· διαφθείρεσθαι
<ἐξίσταται>· ἐκπλήττεται (Iob 36,28)
<ἐξίστη>· ἐξέπληττε
<ἔξιστον>· ἔχθιστον
<ἐξίστιον>· ἱερεῖον
<ἐξίταλα>· ἀναλώματα
<ἐξίτηλα>· ἀσθενῆ. *ἀνόητα n ἄχρηστα. *ἀδόκιμα. S ἐγγὺς

ἀφανισμοῦ ASvgn

*<ἐξιτηλία>· μωρία (A) S
<ἐξίτηλον>· ἐξολλύμενον. ἀμαυρόν. *ἢ τὸ ἀπολλύμενον· παρὰ

τὸ <ἐξιέναι>, ὅ ἐστι ἐξελθεῖν AS ἢ ἀνόητον S

*<ἐξίτηλος>· ὑπερήφανος. βλάξ (ASPn) διεφθαρμένος S(n)
<ἐξιτήρια>· ἡμέρα, ἐν ᾗ τὰς ἀρχὰς ἀπετίθεντο Ἀθήνησιν
*<ἐξιτήριον>· ἀποτακτικόν ASvg
<ἐξιτητός>· ἐκπορευόμενος r
*<ἐξιχνεύει>· ἐξερευνᾷ. ἀναζητεῖ (Sir. 18,4) A
*<ἐξιχνιασάμην>· ἐξηρεύνησα, AS ἀνεζήτησα (Iob 5,27?)
<ἓξ μέτρα>· ἑξάμετρα
<ἐξώβλητον>· ἐξόριστον. ἀπόβλητον
*<ἐξ οὗ δή>· ἀφ' οὗ δὴ χρόνου (Α 6) n
<ἐξοδῆσαι>· ἐξοδεῦσαι
<ἐξοδίαν>· ἐκστρατείαν (1. Esdr. 4,23)
<ἐξόδιοι νόμοι>· δι' ὧν πάντες ἐξελεύσονται (Cratin. fr. 276)
*<ἔξομπλον>· ἴσον <ὑπόδειγμα> AS
*<ἐξονομακλήδην>· ἐξ ὀνόματος καλῶν (Χ 415) S
<ἐξονομάσεις>· ὀνομάσεις
*<ἐξονομήνῃς>· ἐξ ὀνόματος [εἰπών. ἢ] ἐξείπῃς (Γ 166) ASn
*<ἕξοντες>· ἔχοντες AS
<ἐξ ὄνυχος>· παροιμία
<ἐξοπλίσας>· ὁπλίσασθαι κελεύσας
*<ἐξ ὀπός>· ἐκ τῆς φωνῆς (Greg. Naz. c. 2, 1, 34, 80) nT
<ἐξορίζειν>· ὀρὸν ἐκπιέζειν τυροῦ
[<ἐξ ὀρίου>· ἐπιτηδείου ἀνέμου]
<ἐξορίζομαι> ...
<ἐξόριστος>· τῶν ὅρων ἐκτός (Dem. 21, 105)
*<ἐξορμᾷ>· ἐκπηδᾷ. ἔξεισιν AS ἐκτρέχει Sb
*<ἐξοθύνει>· παρορμᾷ AS
<ἐξορμενίζεις>· ἐκκεκαύληκας. ἐκκέχυσαι
<ἐξορύξαι>· ἐκφθεῖραι (1. Regn. 11,2)
<ἐξορχήσομαι>· χλευάσω, ὑβρίσω
*<ἐξοσιοῦν>· δικαιοῦν AS
*<ἐξοσιούσθω>· ὅσιος γινέσθω (Eur. Bacch. 70) AS
*<ἐξωστρακίσθη>· ἐξωρίσθη· ἐπειδὴ εἰς ὄστρακον ἔγραφον

AP (S) g τὰς ἐξορίας g

[<ἐξότολον>· φανερόν]
*<ἐξ οὗ>· ἀφ' οὗ (Α 6) ASv
<ἐξουδένωσας>· ἀπεδοκίμασας (Iud. 9,38 ..)
*<ἐξουδενώκασι>· κατευτέλισαν (1. Regn. 8,7) AS
<ἔξουθα>· ἐκτός
*<ἐξουθενεῖ>· παρακρίνει ASn
<ἐξουθενούμενοι>· κατευτελιζόμενοι
<ἐξουλάς>· ἐκβολάς
<ἐξουλῆς δίκη>· ἐξουλῆς δικάζεταί τις, ὅταν φάσκῃ κατέχεσθαι

αὐτοῦ κτῆμά τι ἐπιβάλλον αὐτῷ· ὅπερ <ἐξίλλειν> λέγεται, τουτέστιν ἐκβάλλειν

*<ἐξ οὐρίου>· ἐξ ἐπιτηδείου ἀνέμου ASvgn
*<ἕξουσιν>· ἐφέξουσιν (Ν 51) n(S)
*<ἐξοφρυωμένοι>· ἐπηρμένοι. ὑπερήφανοι ASn (v)
*<ἐξ ὀχέων>· ἐκ τῶν ἁρμάτων (Γ 29) AS
*<ἐξοχετευόμενα>· ἐκρέοντα, ἢ ἐκτὸς ἔχοντα τοὺς ὑδρηγούς AS
<ἔξοχος>· ἔνδοξος r ἢ ἄριστος (Β 480 ..)
<ἐξοχώτατος>· ὑπέρτατος
*<ἐξόχως>· ὑπερβαλλόντως ASg καλλίστως. [πάνυ (3. Macc.

5,31?) ASgn

<ἔξοχον>· ἐκπρεπές (Ζ 194 ..)
<ἐξπέδιτον>· ...
<ἐχυδαροῦται>· ἐξυδατοῦται
<ἐξυδατισθέν>· ὡς ὕδωρ
<ἐξ ὑμάλων>· ἐξ ὁμοίων
*<ἐξ ὑπαρχῆς>· ἐξ ἀρχῆς ASvg
<ἐξ ὑπερκρεμῶν>· ἐξ ὑπεροχῆς, ἐκ κορυφῆς
<ἐξύπισθα>· ἐκ τοῦ ὀπίσω (Lyr. ad. fr. 67 Bgk)
*<ἐξ ὑπογύου>· ἐκ τοῦ σύνεγγυς r. ASvg
<ἔξυσ' ἀσκήσασα>· ὑφάνασα (Ξ 179)
*<ἔξυσεν>· ἐδημιούργησεν AS
*<ἐξυφήνας>· κατασκευάσας g
<ἔξω ἀμέλγεται>· ἐκθλίβεται
<ἐξωβάδια>· ἐνώτια. Λάκωνες
*<ἐξώγκουν>· ἔθαπτον (Eur. Or. 402) Sgn ἐμεγάλυνον
*<ἐξώγκωσεν>· ὕψωσεν ASvg
†<ἐξωγύρου>· εὐκαταπρήστου AS
<ἔξω Γλαῦκε>· τοὺς χειμαζομένους ἐν θαλάσσῃ φασὶ λέγειν.

παροιμιῶδες δέ· ἐπεὶ δοκεῖ ὁ Γλαῦκος φανεὶς χειμῶνα σημαίνειν

[<ἐξώδια>· ἔξοδος. ἐξώδια]
<ἐξώκοιτος>· εἶδος ἰχθύος. <ὁ> καὶ <ἄδωνις>
*<ἐξώκειλεν>· ἐξέπεσεν. r. Sn ἐκ μεταφορᾶς τῶν πλοίων AS
*<ἐξώκειλον>· ἐξῆλθον S (APn)
*<ἐξώκοιτος>· ἔξω κοιταζόμενος r. AS
<ἐξωλίμας>· οὐκ αἰσίους
*<ἐξώλης>· κίναιδος r. ASv(g)
<ἐξώλιγξε>· ὤλισθεν [ἐξώλλυται ἀπόλλυται]
*<ἐξώμβρησεν>· ἐπήγαγεν ὀξέως AS ἢ ἐπήνεγκεν (Sir. 1,19) (g)
<ἐξωμίς>· χιτὼν ὁμοῦ καὶ ἱμάτιον. τὴν γὰρ ἑκατέρου χρείαν

παρεῖχεν· καὶ χιτῶνος μὲν διὰ τὸ ζώννυσθαι, ἱματίου δὲ ὅτι τὸ ἕτερον μέρος ἀνεβάλλετο. παρ' ὃ καὶ οἱ κωμικοὶ ὁτὲ μὲν <ἔνδυθι> ὁτὲ δὲ <περιβαλοῦ> ...

*<ἔξωμος>· χιτὼν δουλικός ASvg
*<ἐξωμόσατο>· ἀπηγόρευσεν r. ASgn
<ἐξωμοσία>· ἄρνησις μεθ' ὅρκου
*<ἐξ ὠνίων>· ἔξω τῶν πρασίμων AS πραγμάτων S
<ἐξώπαζεν>· ἐξέπεμπεν
<ἐξώπιον>· ἔκτοπον. ἔξω
*<ἐξωραϊσμένον>· κεκοσμημένον ASn, κεκαλλωπισμένον g
<ἐξώργισα>· ἐξεθύμωσα [ἐξώροις]
*<ἐξώροις>· γραίαις AS ἢ γέρουσιν
*<ἔξωρον>· τὸν παρηκμακότα, ἄκαιρον AS, ἢ παλαιόν
*<ἐξώσθη>· ἐξεβλήθη r. AS
*<ἐξώσθησαν>· κατεβλήθησαν. κατέπεσαν g
*<ἔξωσον>· ἄπωσαι, ἔκβαλε (Ps. 5,10 ..) ASvgn
<ἐξώσω>· ἀπώσω, [ἐκβαλῶ (Ioel 2,10) r
<ἐξώστρα>· ἐπὶ τῆς σκηνῆς τὸ ἐκκύκλημα· <Φρύνιχος>
[<ἐξωστρακίσθη>· ...]
*<ἔξωθε πάγης>· ἔξω παγίδος AS
<ἔξω τριακάδος>· οἱ μὴ μεταλαμβάνοντες παῖδες ἢ ἀγχιστεῖς

κλήρου τελευτήσαντός τινος Ἀθήνησιν ἐκαλοῦντο

<ἐξωτικὰς δίκας>· τὰς ξενικάς
*<ἐξ ὠτειλῆς>· ἐκ τοῦ τραύματος (Δ 140) ASn
<ἐξώτρυνεν>· ἐξέπεισεν
<ἐξώφελλεν>· ἐπιπολὺ ηὔξησεν (ο 18)
<ἐξωχέτευται>· [ἐπιπολὺ ηὐξήθη]
*<ἐξῴχοντο>· ἐξεπορεύοντο r. ASPn
<ἕο, ἑοῖο, ἕθεν>· ταῦτα ἰσοδυναμεῖ· καὶ ὀρθοτονούμενα δηλοῖ

ἑαυτοῦ ἢ ἑαυτῆς, ἐγκλινόμενα δὲ αὐτοῦ, αὐτῆς S

*<ἔοι>· ἔσται. εἴη Sn, γένοιτο g, ὑπάρχοι (Ξ 333) ASvgn [αὐτοῦ,

αὐτῆς]

*<ἔοικεν>· ὡμοίωται SPg πρέπον ἐστί n δοκεῖ. ἁρμόζει. φαίνεται

(Α 119 ..) SPn

<ἔοικέ τοι>· πρέπει σοι (Ι 70)
*<ἐοικός>· πρέπον. ὅμοιον ASvg
*<ἐοικότα>· καθήκοντα. *πρόσφορα Σp ὡμοιωμένα
*<ἐοικώς>· ὡμοιωμένος (Β 20) ASn
*<ἕοιμι>· ἐμβάλλοιμι vgn
*<ἑοῖο>· τοῦ αὑτοῦ. ἢ ἑαυτοῦ (Β 662) AS
*<ἑοῖσι>· τοῖς ἑαυτοῦ (Α 83) ASvgn
<ἑοῖσιν>· ἰδίοις. οἰκείοις (Μ 222)
<ἐόληται>· τετάρακται. ἐπτόηται. ὠδύνηται
†<ἔολον>· πρόσφορον. χρηματιστόν
<ἐολότων>· εἰλημένων S
*<ἔολπεν>· ἐλπίζει. προσδοκᾷ. οἴεται (φ 317) (AS)
*<ἑόν>· ἴδιον gn τὸν ἑαυτοῦ. Sn ἑαυτόν "ἑὸν γένος"
*<ἐόντα>· ὑπάρχοντα, [ὄντα (Α 352) n
*[<ἐόντες>· ἐξ ἔθους ἐπιφοιτῶντες] A
*<ἔοργας>· εἰργάσω (Γ 57) n
*<ἔοργεν>· ἔπραξεν ASvg εἴργασται A διέθηκεν (Β 272)
<ἐοργίζεται>· τορυνᾶται. <ἐόργη> γὰρ ἡ τορύνη
†<ἔορτα>· ἔδοξε. κρεμνᾶται†
<ἐορτάς>· ἀρεσκούσας. καλάς
[<Ἔορτος>· ἢ] <Ἐορδός>· Μακεδών, ἀπὸ ἔθνους
<ἔορ>· θυγάτηρ. [ἀνεψιός r
<ἔορες>· προσήκοντες, [συγγενεῖς r
<ἐοσσητήρ>· ἐπίκουρος. τιμωρός. ἀντὶ τοῦ <ἀοσσητήρ>
*<ἑοῦ>· τοῦ ἑαυτοῦ (Α 496) AS
<ἐοχμόν>· <καθ' ἃ συνδέδεται ὁ τράχηλος> p
<ἐπάβολος>· ἐπιτυχών
*<ἐπαγαλλιάζων>· ἐπιχαίρων AS
*<ἐπαγγείλωσιν>· κελεύσωσιν
<ἐπαγγεῖλαι>· ἐκκαλέσαι. ἐντυχεῖν
*<ἐπαγγελία>· ὑπόσχεσις (Rom. 4,13 ..) AS καὶ <ἐπάγγελμα>

(2. Petr. 3,13)

<ἐπαγγέλλῃ>· κελεύεις
<ἐπάγει>· ἐπιφέρει. ἐνποιεῖ. θηρεύει
<ἐπαγείρειν>· ἐπισυναθροίζειν (Α 126) r. b
<ἐπάγη>· ἐστερεώθη. ἐπήχθη (Κ 374) *ἐνεφυτεύθη g συνεπλάσθη.

ἐγένετο. ὡς καὶ <ἁρματοπηγὸς> λέγεται

<ἐπαγίνησεν>· ἐπῆγεν
<ἐπαγκομίζεσθαι>· ἐπανάγεσθαι
†<ἔπαγλος>· κατόθριξ†
<ἐπαγορίαν ἔχει>· ἐπίμωμός ἐστιν
<ἔπαγρον>· ἀγρευτικόν, ἄγριον. ἐν τῷ ἀγρεύειν εὐτυχῆ
<ἐπαγλάϊξον>· ἄκρατον ἐπίχεον (Lyr. ad.)
<ἐπαγχάσασθε>· ἐπαναχωρήσατε
<ἐπαγασσαμένη>· ἐκπληγεῖσα
<ἐπάγω>· ἐπιφέρω (Gen. 6,17 ..)
<<ἐπαγωγά>·> ἐπαγόμενα. τὰ ἐπαχθέντα. *[ἐφολκά g ἢ ἀπατη-

τικά (4. Macc. 8,15) ASvg

*<ἐπαγωγάς>· αἰχμαλωσίας (Sir. 10,13?) AS
*<ἐπαγωγή>· συμφορά. πειρασμός. ἤτοι τὸ ὁπωσοῦν κακῶς

ἐπαγόμενον (Sir. 3,28) ASvg

<ἐπαγώγιον>· ἀνηρτισμένον
<ἐπαγωγή>· αἰφνίδιος ... Κασάνδρᾳ (trag. ad.?)
*<ἐπαγωνιεῖται>· φιλονικήσει r ASvgn
*<ἐπᾴδοντος>· φαρμακοῦ (Ps. 57,6) r. ASvg
*<ἐπαείρει>· ἐπαίρει AS αἴρει A
*<ἐπαΐεις>· ἐπακούεις ASP
*<ἐπαειράμενον>· ἀφαιρούμενον AS
*<ἐπαείρας>· ἐπεγείρας (Κ 80?) AS
†<ἐπαεσσούριον>· κατήγορον
*<ἐπ' αἶαν>· ἐπὶ γῆν (Θ 1) AS
[<ἐπαΐχδην>· ὅσον ἐπιψαῦσαι]
<ἐπαιγίζοντα>· σφοδρότερον πνέοντα ἄνεμον· <καταιγίδες> γὰρ

αἱ τῶν ἀνέμων ἐμβολαί (ο 293)

<ἐπαιγίζων>· ἐπικαταιγίζων, τουτέστι ἐπιπίπτων (Β 148)
<ἐπαιδεύσατο>· τὸν υἱὸν ὁ πατήρ, <ἐπαίδευσε> δὲ ὁ διδάσκαλος
<ἐπαινέσαντος>· εὐφημίσαντος
<ἐπαινή>· ἐπαινετή. ἢ δεινή, καὶ φοβερά (Ι 457)
<ἐπαΐειν>· αἰσθάνεσθαι
[<ἐπαίας>· μετεωρήσας]
[<ἐπαίμονες>· ἀπόγονοι]
<ἐπαΐξας>· ἐπιδραμών, *[ἐφορμήσας (Β 146) (S)
<ἐπαίνους>· τὰς κρίσεις. καὶ τὰς συμβουλίας. καὶ τὰς μαρτυρίας

Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ (fr. 231)· καὶ †ἀλκέοι ταῖς ἐπαινέ- ταισιν

<ἐπ' Αἰνύρων ὁδόν>· Αἴνυρα χωρίον τῆς Θρᾴκης ἀπὸ Αἰνύρου

ὀνομασθέν (Archil. p. 439 Bgk.)

*<ἐπαΐοι>· αἰσθάνοιτο. ἐπακούοι AS
*<ἐπαΐοντα>· ἐπακούοντα ASvg
<ἐπαῗραι>· προτρέψασθαι
[<ἐπαίσαι>· λαβεῖν]
*<ἐπαίρων>· κουφίζων. ὑψῶν AS(g)
<ἐπαΐσαι>· αἰσθέσθαι. ἐπακοῦσαι. πεισθῆναι
<ἐπᾶισας>· *ἔτυψας, ἐπάταξας, ἔπληξας (Iob 4,19) (ASvg)

ἔδειρας. ᾖσας, ἔψαλας

<ἐπαίσιοι>· καθήκοντες. ἐπιβάλλοντες
<ἐπαΐσσων>· ὁρμῶν. ἐπερχόμενος (Κ 369)
<ἐπάϊστος>· φανερός. κατάφωρος (Hdt. 2, 119,3 ..)
<ἐπαϊών>· ἐπακούσας
*<ἔπαιτοι>· αἴτιοι (Α 335) n
*<ἐπ' ἀκινήτοισιν>· ἢ τάφοις. ἢ λίθοις (Hes. op. 750) AS
<Ἐπακμόνιος>· Ποσειδῶν ἐν Βοιωτίᾳ
<ἐπακοντισμός>· βόλου ὄνομα
<ἐπάκοοι>· οἱ μάρτυρες. καὶ οἱ ἐπισκοποῦντες τὰς δικαστικὰς

ψήφους

<Ἐπάκριος>· Ζεύς. ὁ ἐπὶ τῶν ἄκρων τῶν ὀρῶν ἱδρυμένος. ἐπὶ γὰρ

τῶν ὀρῶν τοὺς βωμοὺς αὐτῷ ἵδρυον ὡς ἐπιπολύ

<ἐπ' ἀκροτάτῳ>· ἐπ' ἄκρῳ (Β 793)
<ἐπάκρισεν>· ἐπέδραμεν
<Ἐπακταῖος>· Ποσειδῶν ἐν Σάμῳ
*<ἐπακτήρ>· κυνηγός r. ASvgbp
[<ἐπακτήρεσιν>· ἀλλεπαλλήλοις, συνεχέσιν]
*<ἐπακτῆρες>· κυνηγοί, οἱ τοὺς κύνας ἐπάγοντες g καὶ δίκτυα

καὶ δόλους (Ρ 135)

*<ἐπακτόν>· ἔξωθεν (Eur. Phoen. 343) ASvgn
<Ἐπάκτιος>· ὁ Ἑρμῆς ἐν Σικυῶνι
<ἐπακτὸς ὅρκος>· <οὐκ> ἐγχώριος, ἀλλ' ἀπὸ ξένης ἐπηγμένος·

ἢ ἐφ' ὃν ἕτερος ἄγει, οὐκ αὐθαίρετος

<ἐπακτούς>· ἐπηγμένους
<ἐπακτρίδας>· τὰς ἁλιάδας· <ἐπακτρεῖς> γὰρ οἱ ἁλιεῖς καὶ

καθόλου οἱ κυνηγοί. καὶ <ἐπακτροκέλης> δὲ εἶδος πλοίου

<ἐπακτρεῖς>· παροιμία· δοῦναι μὲν εἰς ἐπακτρέων, λαβεῖν δὲ μή.

[καὶ οἱ κυνηγοὶ <ἐπακτρεῖς>]

*<ἐπακτῶν>· ἔξωθεν προσγινομένων. ἢ ἐπὶ τῶν αἰγιαλῶν ἢ τῆς

πέτρας· <ἀκτὴ> γὰρ ἡ πέτρα καὶ ὁ αἰγιαλός AS

<ἐπάκτωσαν>· ἔκλεισαν, [ἐφράξαντο (Archil. fr. 187) r
<ἐπαλαζονευόμενον>· καταθρασυνόμενον
<ἐπαλείφων>· γυμνάζων (vg)
<ἐπαλείφοντας>· γυμνάζοντας
<ἐπαλάσσετο>· κατεπίμπλατο (Λ 169)
<ἐπαλλάξαντες>· *ἐφαμματίσαντες. ἐπιπλέξαντες. (Ν 359) Sgp

ἐναλλάξαντες AS ἐξ ἀντεμβολῆς ἐπεκτείναντες

<ἐπαλλαχθεῖσα>· ἐπαλλάξασα. Σοφοκλῆς Κολχίσιν (fr. 322)
*<ἐπαλλήλων>· ὁμοίων Avgb (S)
*<ἔπαλλεν>· ἔσειεν n
<ἐπάλθημεν>· ...
*<ἐπαληθείς>· πλανηθείς (δ 81) AS
*<ἐπ' ἀλλοδαπῆς>· ἐπὶ ξένης AS
<ἐπάμων>· δοῦλος, λάτρις
<ἐπαλαστήσασα>· σχετλιάσασα, δεινοπαθήσασα, ἐπιχαλεπή-

νασα (α 252)

<ἐπαλῖναι>· ἐπαλεῖψαι
<ἐπαλλακεύετο>· παλλακῇ ἐχρῆτο
<ἐπάλλησεν>· ἐφθάρη
<ἐπάλμενος>· πηδήσας AS, ἐφορμήσας r, ἐφαλόμενος (Η 260) s
*<ἐπάλξεις>· οἱ προμαχῶνες τῶν τειχῶν (Μ 258) q. vgnp
*<ἔπαλξις>· πύργος ASvg. οἱ τῶν τειχῶν προμαχῶνες
†<ἐπαλογῆς>· σπουδῆς. ἀνταποδόσεως (Sir. 2,2)
<Ἐπαλουσία>· ἡ Ἀθηνᾶ
<ἐπάλταξε>· παλτῷ ἔβαλεν
<ἐπάλυνεν>· ἐλεύκανεν. ὕγρανεν, ἀνέδευσεν. ἢ ἐπεπάσθη. ἢ ἀπὸ

τῆς <πάλης>, ἐλεύκανε χιόνι (Κ 7)

<ἐπᾶλτο>· ἐφήλατο. ἐπέδραμεν (Φ 140) [ἐκραδάνθη. ἐσείσθη.]
<ἐπαμβλήδην>· ἀναβαλλόμενος. ἀνακρουόμενος
<ἐπαμειβόμενον>· ἐπαλλαττόμενον
*<ἐπαμείψομεν>· ἀνταλλάξωμεν, ἀντιδῶμεν (Ζ 230) ASn
<ἐπαμέτραιον>· μέτρον τι παρὰ Κνιδίοις
<ἐπ' ἁμεροφάντῳ>· ἐπὶ ἡμέραι φανέντι
<ἐπαμήσατο>· ἐπεβάλετο (ε 482)
<ἐπαμησόμεθα>· ἐπιφορήσομεν
<ἐπ' ἀμνηστείᾳ>· ἐπ' ἀμνησικακίᾳ
<ἐπαμοιβαδίς>· ἐναλλάξ (ε 481)
<ἐπάμονες>· [ἀπόγονοι.] ἀκόλουθοι (r)
*<ἐπαμῦναι>· βοηθῆσαι (3. Macc. 1,27) r. ASvg
†<ἐπαμφάδησεν>· ἐθαύμασεν. περιεβλέψατο
*<ἐπαμφιάζοντες>· ἐπενδύοντες AS
<ἐπαμφιέσας>· ἐγκρύψας
*<ἐπαμφίσκοντες>· ἐνδύνοντες A (g)
*<ἐπ' ἄμφω>· ἐπὶ τοῖς δυσίν vgn
*<ἐπάναγε>· ἐπάνελθε AS. ἐπίστρεφε (Sir. 17,26)
*<ἐπάναγκες ἔχω>· ἀνάγκην ἔχω AS
<ἐπαναγνῶναι>· ἐξαναγνωρίσαι
<ἐπαναζεῦξαι>· ἐπανελθεῖν
<ἐπαναθεῖναι>· μεταθέσθαι
<ἐπανακροῦσαι>· εἰς τοὐπίσω χωρῆσαι. ἐπὶ τῶν κωπηλατούν-

των, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούωνται, ἵνα εἰς τοὐπίσω χωρήσῃ τὸ πλοῖον (Ar. Av. 648)

*<ἐπαναλήψομαι>· ἐπαναλαμβάνω ἄνωθεν ASvgp
<ἐπαναλύων>· ἐπαναστρέφων
<ἐπαναπτήσιμον>· ἐπαναπτῆναι θέλοντα, καὶ πορευθῆναι
<ἐπαναρύεται>· μετὰ κρίσιν θύει, κρέα δίδωσιν
<ἐπανάστασις>· ἐπανέγερσις
<ἐπανατείνει>· ἐπανατείνεται. ἐφήπλωται
*<ἐπ' ἀναφορέων>· ἐπ' ὤμων (Num. 4,10) AS
*<ἐπαναχθέντα>· ἐπανακομισθέντα (2. Macc. 12,4) AS(n)
*<ἐπανεῖτο>· ἐνεργεῖτο AS
<ἐπανεῖπαν>· ἐπεκήρυξαν
*<ἐπανελέσθαι>· ἐπαναλαβεῖν AS
<ἐπανελθεῖν>· ἀναβῆναι
*<ἐπανελθών>· ὑποστρέψας. δεύτερον ἐλθών (Prov. 3,28) AS
<ἐπανερέσθαι>· ἐπερωτᾶν (Hippocr. prognost. 2, II 114,8 L.)
<ἐπ' ἀνέρι>· ἐπ' ἀνθρώπῳ (Greg. Naz. c. 2, 1, 1, 236)
<ἐπάνεισιν>· ἐπαναστρέφει r, ἀνακάμπτει
<ἐπανέρχεται>· ἐπαναστρέφει. ἐκ δευτέρου ἔρχεται
<ἐπανέστησαν>· μετ' αὐτοὺς ἀνέστησαν (Β 85)
*<ἐπανέχειν>· ὑψοῦν ASgpb
*<ἐπάνηκε>· ὑπόστρεψον (Prov. 3,28) r. ASvg
*<ἐπανήραντο>· ἐπανέλαβον. παρὰ τὸ ἆραι AS
<ἐπ' ἄνθεσιν>· ἐπὶ τὰ ἄνθη (Β 89)
<ἐπανθρακίδες>· τὰ ἐπ' ἀνθράκων ὀπτώμενα ἰχθύδια
*<ἐπανιτέον>· ἐπανοδευτέον ASvgPn
<ἐπανιών>· ἐπαναστρέφων r
*<ἐπαντέλλων>· ἀναφέρων AS ἀνατέλλων (Eur. Phoen. 105)
*<ἐπ' ἀντολαῖς>· ἐπ' ἀνατολαῖς (Eur. fr. 482) AS
*[<ἐπάξιοι>· ἀκούοι AS]
*<ἐπάξονται>· ἐπιφέρουσι, βαστάζουσιν (Exod. 28,39) AS
<ἐπαοιδία>· φαρμακεία, γοητεία
*<ἐπαοιδοί>· φαρμακοί AS, γόητες (Exod. 7,11 ..) S(g)
<ἐπ' ἄπειρα>· δυσνόητα. [πολλά (b)
*<ἐπ' ἀπήνην>· τὴν ἅμαξαν (Ω 590) AS
<ἐπαποδρόμιον>· [ἡ] ἱερεία, παρὰ Κρησίν
*<ἐπαπόρησις>· ἀπορία ASg
<ἐπάρας>· κουφίσας. ὑψώσας
<ἐπαράς>· κατάρας (Ι 456)
*<ἐπαράσαι>· κουφίσαι AS
<ἐπαράσασθαι>· ...
*<ἐπαραμένοι>· οἱ παρὰ μοῖραν ἀπολλύμενοι ASP
[<ἐπάρασας>· ἀπέδυ, ἐπώλησας]
*<ἐπάρατος>· ἐπικατάρατος r SPn (A)
<ἐπάργεμος>· ἀποκεκρυμμένος. ἢ νόσος ὀφθαλμῶν. Ἐπάργεμα

γὰρ λέγεται τὰ ὄμματα, ὅταν ᾖ τετυφλωμένα ὑπὸ λευκωμάτων· καὶ πάντα δὲ τὰ τυφλὰ καὶ ἀφώτιστα οὕτως λέγονται (Aesch. Ag. 1113)

<ἐπάργεμα>· ὄμματα τετυφλωμένα r
<ἐπάργυρον>· μισθωτήν r
<ἐπάρη>· ἐκεντήθη
*<ἐπαρήγουσαν>· βοηθοῦσαν (2. Macc. 13,17) ASgn
<ἐπαρήξει>· βοηθήσει
<ἐπαρήρει>· ἐφήρμοστο (Μ 456)
*<ἐπαρίστερα>· κακά. ἀηδῆ AS
*<ἐπαρκεῖ>· ὑπουργεῖ. χορηγεῖ. βοηθεῖ AS
<ἐπαρκές>· αὔταρκες
<ἐπάρκιοι>· ἔμπειροι. βοηθοί
†<ἐπάρισμα>· ἀφανῆ. ἄσημα
[<ἐπαρμένοι>· οἱ παρὰ μοῖραν ἀπολλύμενοι]
<ἐπαρμόν>· χῶμα κάθυγρον
<ἐπαρξάμενοι>· σπείσαντες (Α 471) Svgn ἐπιστάντες AS
<ἐπαρξόμενος>· ἐπαρχὰς ληψόμενος
<ἐπάριτοι>· τάγμα Ἀρκαδικὸν μαχιμώτατον. καὶ οἱ παρὰ Ἀρ-

κάσι δημόσιοι φύλακες

*<ἔπαρσις>· ὑπερηφανία (Zach. 12,7 v. l.) (AS)
<ἐπαρτέας>· ἑτοίμους. ἀπηρτισμένους (τ 289)
*<ἐπαρτᾷ>· ἐπικρεμάζει AS
<ἐπαρτέϊ νηί>· εὐτρεπεῖ νηί (Greg. Naz. c. 1, 2, 2, 224)
<ἐπάρουρος>· ἐπίγειος. ἢ κηπουρὸς ἐπιμίσθιος (λ 488)
<ἐπαρτηΐαν>· παρασκευήν
*<ἐπαρτήσας>· κρεμάσας ASgn
*<ἐπαρυστρίδες>· ἐλαιοχύται (Zach. 4,2) vgn ἢ ἀντλητῆρες Agn
<ἐπαρχία>· φυλή. ἢ πατρίς
<ἐπαρώμενοι>· καταρώμενοι
*<ἐπᾷσαι>· ᾆσμα εἰπεῖν γοητικόν. ἐπιλαλῆσαι (Ierem. 8,17 v. l.)

AS

*<ἐπάσαντο>· ἐγεύσαντο (Α 464) ASg ἐκτήσαντο
*<ἐπασθμαίνων>· πνευστιῶν (4. Macc. 6,11) AS
[<ἐπάσιοι>· καθήκοντες]
<ἐπασκεῖν>· σέβεσθαι. ἁγνεύειν.
<ἐπασκηταί>· ἀθληταί
<ἐπάσκιον>· ἡ χώνη. Σικελοί
*<ἔπᾳσμα>· <ᾆσμα γοητικόν> n
<ἐπ' ἀσπίδα>· εἰς εὐώνυμα
<ἔπασσεν>· ἐποίκιλλεν S. ὕφαινεν (Χ 441)
*<ἐπασσύτεροι>· ἄλλοι ἐπ' ἄλλοις (Α 383) As
*<ἐπασσύτερον>· ἀλλεπάλληλον (Δ 423) r. AS
<ἐπ' ἀσφαλοῦς>· ἀσφαλεῖς
<ἐπάσω>· ἐκτήσω. Αἰσχύλος Πρωτεῖ Σατυρικῷ (fr. 215)
<ἐπάταξαν>· *ἔτυψαν AS ἐτροπώσαντο. ἐνίκησαν (Iud. 3,29 ..)
<ἐπάτερθεν>· ἐπέκεινα
<ἐπαίτια>· ἐπιτίμια (Sol. legg.)
<ἐπαύλια>· ἡ [δὲ] δευτέρα τῶν γάμων ἡμέρα οὕτως καλεῖται,

ἐν ᾗ κομίζουσι δῶρα οἱ οἰκεῖοι τῷ γεγαμηκότι καὶ τῇ νύμφῃ. ἴσως ἀπὸ τοῦ <ἐπαυλίζεσθαι> τὴν νύμφην

<ἔπαυλις>· *μάνδρα βοῶν AS. ἢ οἴκημα. ἢ *αὐλή AS. ἢ στρα-

τοπεδεία. καὶ ἡ ποιμενικὴ αὐλή

<ἔπαυλος>· ἐπίσκηνος. ἔνοικος. [χαράδρα]
<ἐπαύλους>· ἐπαύλεις. μάνδρας (ψ 358)
<ἐπαύρασθαι>· ἀπολαῦσαι p ἐπιτυχεῖν. [ἐπιτελεῖν]. ἐπιψαῦσαι
<ἐπαυρεθέντα>· ἐπιβάλλοντα
<ἐπαύρῃ>· ἐπιτύχῃ. ἐπιψαύσῃ (Λ 391)
*<ἐπαυρεῖν>· ἀπολαῦσαι A
*<ἐπαυρίσκονται>· ἐπιτυγχάνουσιν (Ν 733) AS
*<ἐπαύροι>· ἀπολάβοι g. μεταλαμβάνοι
<ἐπαύρους>· τοὺς χειμάῤῥους ποταμούς
<ἐπ' αὐτατῶν>· παρ' αὑταῖς
<ἐπαύρωνται>· ἐπαίσθωνται (Α 410)
<ἐπ' αὐτοφώρῳ>· ἐπ' αὐτόπτῳ. ἐπ' ὄψει
<ἐπ' αὐτοφανέσι>· ἐπ' αὐτοφώρῳ. *Ἐπ' αὐτοφώρῳ δὲ ὁ φανε-

ρῶς καταληφθείς, ὑπεύθυνος γενόμενος, ἢ ἐπ' αὐτῷ τῷ κλέμ- ματι εὑρεθείς, ἔτι κατέχων αὐτό AS

<ἐπαυχεῖ>· ἐπεύχεται
*<ἐπαφᾶται>· ψηλαφᾷ ASvgPn ἐπιψαύει ASP
<ἐπαφῆκεν>· ἐπαπέλυσεν Avg. ἐπέδωκεν. ἐξέβλυσεν
<ἐπαφησαμένη>· ἁψαμένη
<ἐπάφησεν>· ἐπαφήσατο
*<ἐπαφίησιν>· ἐπαπολύει A
*<ἐπαφώμενος>· ψηλαφῶν r. ASPg
<ἐπαχθεῖς>· ἐπίπονοι. ἀηδεῖς
*<ἐπαχνώθη>· ἠνιάθη, ἐλυπήθη AS
[<ἐπαχνώθη>· τὰ αὐτά]
*<ἐπάχνωσεν>· ἐλύπησεν ASP ἠνίασεν
*<ἔπεα>· λόγοι n, ῥήματα
<ἔπεα πτερόεντα>· τὰ ἔπη πτηνὰ εἶπε, διὰ τὸ ταχέως προ-

φέρεσθαι τοὺς λόγους. τὰ ἁρμοστά· πτερῶν γὰρ οὐδὲν εὐαρ- μοστότερον (Α 201 ..)

*<ἔπεα ηὔδα>· λόγους AS
†<ἐπεβάρος>· ἐπανέκαμψεν
*†<ἐπέβεις>· ἐπιβάται A
*<ἐπέβησαν>· ἐπήρχοντο (χ 424) AS
<ἐπεβήσατο>· ἐπέβη (Κ 513)
<ἐπέβησεν>· ἐπιβῆναι ἐποίησεν (Θ 129)
<ἐπέβρισεν>· ἐπεβάρησεν (Μ 414) b
<ἐπεγκανάξαι>· ἐπεμπιεῖν. ἢ ἐπιχέαι
<ἐπεγκλάσας>· τοῖς ὄμμασί πως διανεύσας
<ἐπέγναψαν>· ἐπεκατέκλασαν. ἐπέγναμψαν
*<ἐπέγνω>· μετενόησεν AS
<ἐπέγραψεν>· ἐπεχάραξεν. *ἐπέγλυψεν AS. ἐπέξυσεν (Δ 139)
*<ἐπέγρετο>· ἐπεγείρετο (Κ 124) AS
<ἐπ' ἐδάφους>· ἐπὶ γῆς (Iob 9,8)
<ἐπεδέετο>· ἐδέετο, ἔχρῃζεν
<ἐπέδησεν>· κατέσχεν. ἐδέσμευσεν (Δ 517)
<ἐπεζάρηκεν>· ἐπεβάρυνεν
*<ἐπεζάρει>· ἐπεβάρει. ἐπέκειτο AS. ἐπεκράτει (Eur. Rhes. 441)
<ἐπεζήτει>· ἠνώχλει. ἐπεχείρει. ἐπετήρει
<ἐπεζήτουν>· τὰ αὐτά (1. Macc. 7,13)
<ἐπεζύγωσε>· προσέκλεισεν
<ἐπέθελγον>· κατεδαπάνων
*<ἐπεθείαζεν>· ἐχόρευεν. ἐθαύμαζεν ὡς θεόν ASvgn
*<ἐπέθρωσκον>· ἐπεπήδων ASvg
<ἐπέθεντο>· ἐπέκειντο. ἀντέκειντο (Ps. 58,3)
<ἐπει>· *λέγει SP. ὅτι. ἢ ἐπειδή (Β 115) Ag ἢ ἐπειδάν. ἢ ἐπεί τι.

ἢ εἰ δὲ μή

<ἐπεί>· ἀφ' οὗ χρόνου "ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν" (α 2)
<ἐπεὶ ἄρ τινα>· ἐπὰν τινά (Θ 269)
*<ἐπεὶ ἂρ τμάγεν>· ἐπεὶ διεχωρίσθησαν (Π 374) S
<ἐπιβουλεύων>· λοιδορῶν, ἐφυβρίζων
<ἔπειγε>· πορεύου. σπεῦδε (Eur. Or. 799 ..)
<ἐπείγει>· κατάγει. καθέλκει (Μ 452 ..)
<ἐπείγεται>· σπεύδει, σπουδάζει
<ἐπειγωλὴ καὶ ἔπειξις>· ἡ σπουδή r
<ἐπείγω>· σπουδάζω r
*<ἐπὶ δὲ ᾔνεον>· ἐπῄνουν, καὶ συγκατετίθεντο (Γ 461) AS
<ἐπειδήπερ>· ἐπειδή
<ἐπειδή>· ἐξ ὅτου
<ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη>· εὐθέως ἀπὸ τῆς

γενέσεως ὑπὸ τῶν μοιρῶν κατεκρίθη (Τ 9)

<ἐπιείξω>· ὑπείξομεν
*<ἐπειή>· ἐπειδή ASp
<ἐπείθετο>· ἐπείσθη (Α 33)
<ἐπειδὴ πρῶτα>· ἐπειδὴ ἅπαξ (Α 235)
<ἐπειὴ πολὺ φέρτερος>· ἐπειδὴ πολὺ κρείττων (Δ 56)
*<ἐπεί κε>· ἐπειδάν (Α 168) Sn
<ἐπεί κ' ἕωμεν πολέμοιο>· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου

(Τ 402)

*<ἐπειλημμένη>· κρατοῦσα (Gen. 25,26) ASvg
<ἐπεὶ μάθον>· ἐπεὶ ἔμαθον (Ζ 444)
<ἐπεικτάς>· ὑπόσχεσις. σπουδή
<ἐπεί μ' ἔτεκες>· ἐπειδή μ' ἐγέννησας (Α 352)
<ἐπεκέκλετο>· ἐπεκαλεῖτο (Ι 454)
*<Ἐπειοί>· οἱ Ἠλεῖοι (Β 619) A. καὶ οἱ πλησιόχωροι
*<Ἐπειός>· ὁ Ἠλεῖος. ἀπὸ πόλεως AS
<ἐπεὶ οὐδὲ ἔοικεν>· ἐπεὶ οὐδὲ πρέπει (Α 119)
<ἐπεὶ οὐ ἕθεν>· ἐπεὶ οὐκ αὐτῆς (Α 114)
<ἐπεὶ οὔ ποτε>· ἐπειδὴ οὔποτε (Ε 441)
<ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν>· ἐπεὶ οὔκ εἰσί μοι αἴτιοι (Α 153)
<ἐπεὶ οὔ τοι>· ἐπεὶ οὐδαμῶς σοι (Α 515)
<ἐπείπασθαι>· ἐξειπεῖν
<Ἐπειός>· οὕτως ἐκαλεῖτο Κρατῖνος ὁ Κωμικός· ἴσως διὰ τὸ

ταξιαρχῆσαι τῆς Οἰνηίδος φυλῆς καὶ δειλότερος φανῆναι. καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν. [σημαίνει] (Com. ad. 31)

<ἐπεί ῥα>· ἐπειδή (Α 458)
<ἔπειραν>· ἔπηξαν (Α 465)
<ἐπειράτιζες>· ἐπείραζες
<ἐπειρᾶτο>· ἐπείραζεν. ἐδοκίμαζεν (Δ 5)
<ἔπειρεν>· ἐπέρα (Υ 479). ἐνεῖρεν. ἐκέντησεν (Ι 210)
<ἐπείρη>· ἐπειρᾶτο
<ἐπειπών>· ἐπιβοήσας
*<ἐπειρῶντο>· ἐσπούδαζον. ἐβούλοντο (φ 184) AS
*<ἐπεισάκτου>· ἀλλοτρίου r. AS(gn)
<ἐπεί σε λέοντα γυναιξίν>· ... (Φ 483)
*<ἔπεισιν>· ἐπελεύσεται S. ἐπέρχεται (Α 29) ASPn
<ἐπέρχονται>· ἐπικαταλαμβάνουσιν (Iob 37,9)
*<ἐπεισκρινόμενον>· ἐπεισερχόμενον (A) S
*<ἐπισπεῖν>· ἐπακολουθοῦντας ἔχειν S
*<ἐπεισρεύσαντα>· ἐπεισελθόντα S(A)
*<ἐπεισφρήσαντες>· ἐπεισενέγκαντες An
*<ἔπειτα>· μετὰ ταῦτα (Α 121) Avgn. τάχιστα (λ 598) A. ἀντὶ

τοῦ δή Avg

<ἐπεὶ φίλον ἄϊον ἦτορ>· ἐπεὶ ᾐσθόμην τῆς ψυχῆς ἀλγησάσης

(Ο 252)

*<ἐπεῖχεν>· προσεδόκα. προσεῖχεν (Act. ap. 3,5) AS
<ἐπεί χ' ἕωμεν πολέμοιο>· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου

(Τ 402). παρὰ τὸ "<ἐξ ἔρον ἕντο>" (Α 469 ..)

*<ἐπειχθῶμεν>· σπουδάσωμεν AS
*<ἐπεῖχεν>· ἐπέκειτο AgP(S)
<ἐπέκελσεν>· ἐπώκειλεν (ν 114)
*<ἐπέκεινα>· παρεκεῖ. ἀνωτέρω. ἐξωτέρω (Iesai. 18,1 ..) ASvg
<ἐπέκερσαν>· ἐπέκειραν (Π 394?)
<ἐπεκεκήκαστο>· ἐπωνείδιστο
*<ἐπέκλυεν>· ἐπήκουεν (ε 150) r. A
<ἐπέκλωσαν>· ἐπήγαγον
*<ἐπεκλώσαντο>· ἐπικατέκλωσαν. ἐπεμοιράσαντο. ἐκύρωσαν. ἐπε-

κλήρωσαν (Ag). ἐπεμοίραναν (α 17 ..) (ASn)

<ἐπεκονίθη>· κατωρύχθη
<ἐπεκραίαινεν>· ἐπετέλει (Β 419)
<ἐπεκρήηνεν>· ἐπετέλεσεν. ἐπεκύρωσεν, ἐβεβαίωσεν (Callim. h.

Dian. 40)

<ἐπεκύλλωσεν>· ἐπηύξησεν. ἐπὶ τῶν διαρτιζόντων, <οἳ> κατα-

λείπουσιν ...σταῖς, ἵνα τῷ δοκοῦντι μικρὸν προστίθηται. καὶ τοῦτό ἐστιν <ἐπικυλλῶσαι>

*<ἐπεκώμασεν>· ἐπεδήμησεν, ἐπῆλθεν, ἐκ μεταφορᾶς τοῦ <κώμου>,

ὅ ἐστι ἐνθουσιῶντος πλήθους AS

<ἐπελάνθανεν>· εἰς λήθην ἦγεν
<ἐπελαύνειν>· ἐπιπέμπειν
<ἐπέκτασις>· ἡ ἐπιπολὺ τάσις
<ἐπέλαχεν>· ἐκληρώσατο
<ἐπελέξατο>· τὰ γεγραμμένα ἀνέγνωσεν
*<ἐπέλετο>· ἐγένετο. ἐφάνη AS
<ἐπελήκεον>· ἐκρότουν τοῖς ποσί (θ 379)
*<ἐπελήσθην>· ἐληθαργήθην (Ps. 30,12) ASvg
<ἐπέλιξεν>· ἐπέδραμεν
<ἐπέλυσας>· ἐξείλου
<ἐπελώβευον>· ἐπετίμων. διέπαιζον τοῖς λόγοις. ἐπέσκωπτον.

ὕβριζον (β 323)

<ἐπεμαίετο>· ἐφήπτετο n, ἐπέψαυεν. ἐπεθύμει (Ε 748)
<ἐπέμαρψε>· κατέλαβεν
<ἐπεμάσσατο>· συνετάραξεν (Υ 425 v. l.?). ἐφήψατο, ἐψηλάφη-

σεν (π 172)

*<ἐπεμβάλλεται>· τρώγει AS
<ἐπεμβεβαώς>· ἐπιβεβηκώς (Ι 578)
<ἐπεμβαίνει>· ἀναβαίνει
<ἐπέμεινεν>· ἐπεκάθισεν
*<ἐπεμήνατο>· ἐμάνη (Ζ 160) gn
<ἐπεμάνην>· ἠράσθην
<ἐπεμήνιεν>· ἐπωργίζετο (Ν 460)
*<ἐπέμυξαν>· ἐπεμυκτήρισαν (g) n, ἐπεμύχθισαν AS. ἐξεφαύλισαν

(Δ 20 ..)

<ἐπεμύξατο>· ἐπεστέναξεν, ἐπεγόγγυσεν
<ἐπ' ἔναρ>· εἰς τετάρτην. Λάκωνες
*<ἐπενάσθην>· ἐπῳκίσθην AS
*[<ἐπ' ἐναύων>· ἐπὶ τῶν ἀγκυρῶν] AS
<ἐπενδίεσαν>· ἐπηφίεσαν
<ἐπενδόμενοι>· ἐπερειδόμενοι
<ἐπενείματο>· ἐπῆλθεν
<ἐπενεγκεῖν>· ἔτι ἐνεγκεῖν
*<ἐπένειμεν>· ἐπέβαλλεν Ab(S)
*<ἐπενήνεον>· ἐπεσώρευον AS [ἐπεσωρεύθησαν] (Η 428)
<ἐπενήνοθεν>· *ἐπήνθει (Β 219) AS. ἔπεστιν. ἐπῆν (θ 365)
*<ἐπενήχετο>· ἐπεκολύμβα. ἐπεφέρετο ASvg
*<ἐπένοντο>· ἐνήργουν (Ω 124) AS
*<ἐπέντυεν>· εὐτρέπιζεν (Θ 374) AS
<ἐπενώτισεν>· ἐφώρμησεν. Ἀμφιτρύωνι δευτέρῳ (Archipp. fr. 5)
<ἐπεξέλευσις>· ἐκδίκησις
*<ἐπεξέρχεται>· ἐκδικεῖ (Sap. 14,31) AS
*<ἐπέοικεν>· πρέπον ἐστίν (Α 126) (n)
*<ἐπεπαιώνιστο>· ἐπεφήμιστο AS
<ἐπέπαστο>· ἐπεπλήρωτο. *ἐκτήσατο (Greg. Naz. c. 2, 1, 1,

172) gS

<ἐπέπηλεν>· ἐκλήρωσεν
*<ἐπέπιθμεν>· ἐπεπιστεύκειμεν (Β 341) AS
<ἐπέπληγον>· πλήσσοντες ἐν τῷ τρέχειν (Ε 504)
<ἐπεπλήξατο>· ἔπαισεν
<ἐπεπολέμωτο>· πολεμίως διέκειτο
*<ἐπεπωλεῖτο>· ἐπεπορεύετο (Δ 231) vgn
*<ἐπέρασα>· ἐπώλησα (Φ 78) AS
*<ἐπέραστος>· ἐπιθυμητός A, ἐράσμιος ASvg
*<ἐπερειδόμενος>· ἐπιστηριζόμενος (Prov. 3,18?) APvgn
[<ἐπέρεισαν>· ἐπεβάρησαν]
<ἐπέρεψα>· ἐπεσκεύασα. ἐπεκόσμησα. ἐπεστέγασα (Α 39)
*<ἐπερηρεισμένα>· ἐποικοδομηθέντα ASg
*<ἐπερείσασθαι>· ἐπιστηριχθῆναι ASPb
*<ἐπερείδεται>· ἐμπήγνυται. εἰσβαίνει AS
*†<ἐπεῤῥίσσαι>· φιλοποιῆσαι (Ω 335) AS
<ἐπέρχομαι>· τολμῶ. ἐγχειρῶ
[<ἐπέῤῥοον>· ἔθαπτον. ἐκήδευον]
[<ἐπέῤῥισεν>· ἐφεστιάσατο]
<ἐπεῤῥόθησε>· [ἔσεισεν]. ἔκραξεν (Eur. Hec. 553 ..). [ὑγίασεν

ἐποίησεν]

<ἐπεῤῥώοντο>· ἤλουν· καὶ ἔστιν οἷον μετὰ ῥώμης ἐκινοῦντο καὶ

ἤλουν. καὶ ἐπηκολούθουν (υ 107)

<ἐπεῤῥώσαντο>· ἐῤῥωμένως *ἐπεσείσθησαν (Α 529) gn. ἢ ῥώ-

μην καὶ ἰσχὺν ἐπέβαλον. ἢ ἐῤῥωμένως ὠρχήσαντο (Hes. Theog. 8)

†<ἐπεῤῥώπτην>· ὑπηρέτην
*<ἔπερσεν>· εἷλεν. ἐπόρθησεν (α 2) n [ἔθαπτεν. ἐκήδευεν]
<ἐπέρτερα>· μείζω. καὶ ὑψηλότερα
*<ἐπερόνησεν>· διέτρησεν ASb
[<ἔπεσαν>· ἐγεύσαντο]
*<ἐπέσαξεν>· ἔστρωσεν (Gen. 22,3) ASvg
<ἐπεσβολίαι>· λοιδορίαι. ἐπιτιμήσεις. πολυλογίαι. κακολογίαι

(δ 159)

<ἐπεσβόλος>· λοίδορος. πρόγλωσσος. τοῖς ἔπεσι βάλλων (Β 275)
<ἕπεσθαι>· ἀκολουθεῖν (Eur. Troad. 422) b
*<ἔπεσι>· λόγοις Pvgn, λέξεσιν (Α 77)
*<ἐπέσκαζεν>· ἐχώλευεν (Gen. 32,31) AS
<ἐπεσκεμμένως>· συνετῶς (Greg. Naz. or. 6,1 p. 190 d)
*<ἐπέσκεψαν>· ἐπέβλεψαν, ἐπεῖδον n
<ἐπέσπεν>· ἠκολούθησεν
<ἐπέσπερξα>· ἐφώρμησα
<ἐπεσσεύοντο>· ἐπῄεσαν. ἐφώρμων. ἐπηκολούθουν r μετὰ σπου-

δῆς (Β 86)

*†<ἐπέσσηθον>· ἐπελέκων. ἐπελέπτυνον AS
<ἐπέσσευον>· ἐτάβλιζον n. ἐδαπάνιζον
<ἐπεσσύμενος>· ἐπελθών. ἐπορούσας, ἐφορμήσας (Ξ 147)
<ἐπεσσύμενον>· πορευόμενον. [προθυμούμενον (Μ 388) (A)
*<ἐπέσσυται>· ἐφορμᾶται (Α 173) An
<ἐπέσσυτο>· ὥρμα. ἐπῆλθεν (Ε 438)
*<ἐπεστενάχοντο>· ἐπέστενον (Δ 154). καὶ ἤχουν A
<ἐπεστέψαντο>· ἐπεστεφάνωσαν. πλήρεις ἐποίησαν, *ἐπλήρω-

σαν (Α 470) ASn

<ἔπεστιν>· ἐπέτυχεν (4. Macc. 1,10)
*<ἐπεστιασόμεθα>· εὐωχούμεθα AS
*<ἐπέστιον>· ἔποικον AS. κατάλυμα S
*<ἐπεστράτευσαν>· ἐπολέμησαν (Iesai. 29,7 ..) ASvg
<ἐπ' ἐσχαρόφιν>· ἐπὶ ἐσχάρᾳ (ε 59)
<ἕπ<εται>>· ἀκολουθεῖ ASvg. συνεπάγεται. πρέπει
<ἑπέται>· ἀκόλουθοι, θεράποντες. <ἐφέται>· οἱ τὰς φονικὰς δίκας

δικάζοντες

<ἐπετέτακτο>· ἐν τάξει ἢ ὄπισθεν ἠκολούθει (Xen. Hell. 1, 6,

30)

*<ἐπέτειον>· ἐπὶ τοῦ νῦν ἔτους (Deut. 15,18) ASvgn
<ἐπέταξεν>· ἐνετείλατο (Ps. 106,29)
*<ἐπέτελλεν>· ἐνετέλλετο (Δ 229) n
*<ἐπετέλλετο>· παρήγγειλε ASn. παρετίθετο (Δ 301) An
[*<ἐπετέμετο>· παρήγγειλεν A ἐπετίμησεν]
*<ἐπετήδευσεν>· ἐμηχανήσατο. [ἐσπούδασεν (Esth. 8,12 m) AS
<ἐπετιμήσατο>· τιμωρίαν ἐπέθηκεν
<ἐπετοξάζοντο>· *ἐτόξευον, ἐστοχάζοντο AS. ἐφώρμων τόξοις

καὶ δόρασι βάλλειν ἢ τιτρώσκειν (Γ 79)

<ἐπέτρεψεν>· ἐπέτρεπεν. ὑπεχώρει (Κ 116)
<ἐπέτριψαν>· ἦραν
*†<ἔπεττον>· ἐπίτινων† AS
[<ἐπέβεις>· ἐπιβάται. ἐπίβησαν
<ἐπεβήσαντο>· ἐπήρχοντο
<ἐπεβήσατο>· ἐπέβη
<ἐπεβῆσαι>· ἐπεβῆναι ἐποίησεν
<ἐπέβρυσεν>· ἐπεβάρυσεν]
*<ἐπετώθαζεν>· ἐπενέβη. ἐπέπληττεν. ἐπέχαιρεν ASPvg
*<ἕπευ>· ἕπου, ἀκολούθει (Κ 146) S
<ἐπευθόμεθα>· ἠκούομεν (S)
*<ἐπευκτή>· ἐπιθυμητή (Ierem. 20,14) r. ASvg
<ἐπευνακτοί>· οἱ συγκοιμηταί
<ἐπ' εὐνάων>· ἐπὶ τῶν ἀγκυρῶν (Ξ 77)
*<ἐπεύξατο>· ἐκαυχήσατο (Υ 388) n
<ἐπ' εὐρέα>· ἐπὶ τὰ πλατέα (Β 159)
<ἐπ' Εὐρυγύῃ ἀγών>· Μελησαγόρας (fr. 330,2 J.) τὸν Ἀν-

δρόγεων Εὐρυγύην εἰρῆσθαί φησι τὸν Μίνωος, ἐφ' ᾧ τὸν ἀγῶνα τίθεσθαι ἐπιτάφιον Ἀθήνησιν ἐν τῷ Κεραμεικῷ. καὶ Ἡσίοδος· Εὐρυγύης δ' ἔτι κοῦρος Ἀθηνάων ἱεράων (fr. 104 Rz.)

<ἐπ' εὐσεβίῃ>· ἐπ' εὐσεβείᾳ (Greg. Naz. c. 2, 1, 10, 3 ..)
<ἐπεύχεο>· καυχῶ (ψ 59)
<ἐπεύχεται>· καυχᾶται (Ε 119)
<ἐπεφάνη>· ἐπ' αὐτοφώρῳ ὤφθη (ep. Tit. 2,11)
*<ἐπευφήμησεν>· ἐν εὐφήμῳ βοῇ εἶπεν (Α 22) (gn)
<ἐπάφεσαν>· ἐφῆκαν
<ἐπέφλυσεν>· βλαστῆσαι ἐποίησεν
*<ἔπεφνεν>· ἐφόνευσεν ASn, ἀνεῖλεν, ἀπέκτεινεν (Δ 397) ASvg
*<ἐπέφραδεν>· διεσάφησεν gn εἶπεν (Λ 795) g
*<ἐπέφραδον>· εἶπον ASn. ἐπέγνωσαν (Κ 127)
*<ἐπέφρασαν>· διεσήμαναν AS. εἶπον A
*<ἐπεφύοντο>· ἐπήρχοντο ASvgn
*<ἔπεχε>· ἐπίκεισο ASPgn. πρόσεχε. κάτεχε. [ἐπίμενε (Sir. 5,1 ..) vg
†<ἐπεχερ>· ἀκόλουθον
*<ἐπέχει>· ἐπιμένει (Iob 27,8) ASvg
<ἐπέχεται>· κωλύεται
<ἐπεχείρεον>· ἐπετίθεσαν. ἐπεχείρουν (ω 386)
<ἐπεχθισμένου>· βάρος βαστάζοντος b
*<ἐπέχοντες>· κρατοῦντες (ep. Phil. 2,16) AS
*<ἐπεχωρίαζεν>· ἐπεδήμει AS
*<ἐπέχραον>· ἐπεβάρησαν ASg ἐπῆλθον (β 50)
<ἐπέχραον>· ἐπέθεντο. ὥρμησαν. ἄθροι ἐπέστησαν (Π 352)
<ἔπεψεν>· ἐπραΰνθη n
<ἐπέων>· λέξεων, λόγων (Λ 702 ..)
†<ἐπεβαλλομένη>· ἐνθεαζομένη
<ἐπηβολή>· μέρος. ἢ <ἐπιβολή>
<ἐπήβολος>· *ἔμπειρος AS ἐπιστάτης. δεσπότης A. μέτοχος. ἐπι-

βολὴν ἔχων. δεσπόζων (β 319)

*<ἐπηβόλους>· ἐπιτευκτικούς (gn), ἐπιτηδείους n, ἢ ἐπιτυχεῖν

μέλλοντας· <βάλλειν> γὰρ τὸ ἐπιτυγχάνειν AS

*<ἐπήγαγεν> <<λίβα>·> ἐπήνεγκεν <ἄνεμον> (Ps. 77,26) AS
<ἐπήγαγον>· ἐπηγαγόμην εἰς τὸ πεῖσαι (ξ 392)
<ἐπηγανίδες>· †ἐπινύγματα
<ἐπηγγελλόμην>· παρεκάλουν. ἐπέστελλον. Σοφοκλῆς Ἠλέκτραι

(1018)

*<ἐπήγετο>· ἐπεφέρετο ASvg
<ἐπηγκενίδες>· τὰ διηνεκῆ τῆς σχεδίας ξύλα. αἱ εἰς μῆκος καθηλού-

μεναι σανίδες. οἱ δὲ τὰ παραθέματα, ἢ πλάγια (ε 253)

<ἐπηγμένως>· κατασπουδαζόντως
<ἐπηγορίαν>· ὀνομασίαν r
*<ἐπῄει>· ἐπήρχετο (Eur. Phoen. 1164) r. ASv
*<ἐπῄεσαν>· ἐπήρχοντο (λ 233) r. Agn
<ἐπηετανόν>· συνεχές. ἀδιάλειπτον. παρατεταμένον διὰ παντὸς

τοῦ χρόνου. δαψιλές (δ 89 ..)

*<ἐπηετανῶν>· ἀδιαλείπτων AS
†<ἐπιεθανις>· λεπτὸν πρόβατον
<ἐπ' ἤϊα>· ἐπὶ σιτία
<ἐπήκοοι>· κριταί. καὶ οἱ μάρτυρες. καὶ οἱ δικάζοντες
<Ἐπήκοος>· Ἀφροδίτη ἐν Καρχηδόνι
[<ἐπηκουρία>· βοήθεια. συμμαχία]
<ἐπήκρισεν>· ἐπ' ἄκρον ἤγαγεν. τέλος ἐπέθηκεν (Aesch. Choe.

932)

*<ἐπήλεγεν>· ἐπῇρεν. ἐκίνησεν AS
<ἐπηλήθισεν>· ἠλήθευσεν
<ἐπῆλθε>· κατέλαβεν
<ἐπῆλθέ μοι>· ἦλθέ μοι
<ἐπηλύγαιον>· ἐπινεφές. σκοτεινόν
<ἐπηλυγασάμενος>· ἐπίπροσθεν <ποιησάμενος>
<ἐπήλπιζον>· ἠλπιδοποίουν
*<ἐπηλυγίζονται>· ἐπισκιάζονται ASn. ἐπικρύπτονται
<ἐπήλυδας>· νεωστὶ ἐλθόντας ἐξ ἑτέρας γῆς. ἐπιλεκτούς. ἢ οὐκ

ἰθαγενεῖς

*<ἔπηλυς>· ξένος APgn, νεωστὶ ἐλθών ASn, ἄλλοθεν ἐλθών g
<ἐπηλυσία>· ἐπῳδὴ φαρμάκων. ἢ ἔφοδός τινος
<ἐπήλυσις>· ἔφοδος. ἐπαγωγή
*<ἐπήλυθεν>· ἐπῆλθεν g
*<ἐπήλυτος>· ἔποικος An. προσήλυτος r
<ἔπηλις>· τὸ πῶμα τῆς λάρνακος (Soph. fr. 944)
<ἐπ' ἤματος>· τὸ ἐν μιᾷ ἡμέρᾳ ποιῆσαί τι
*<ἐπημοιβοί>· ἐνηλλαγμένοι (Μ 456) g
<ἐπ' ἤματι>· ἐν μιᾷ ἡμέρᾳ (Τ 229)
<ἐπημοιβοί>· διπλοῖ. παράλληλοι. ἀλλασσόμενοι
<ἐπημύει>· ἐπικατακλίνει (Β 148). [ἐπιστενάζει. ἐπιγογγύζει.]

ἐμπίπτει

*<ἐπήμυνον>· ἐβοήθουν r. ASPn
*<ἐπήν>· ἐπειδάν (Α 168) r. Sn
*<ἐπῄνεον>· ἐπῄνουν (Γ 461) AS
<ἐπήνθησεν>· ἐβλάστησεν
[<ἐπήνιον>· προσορμηστήριον. τόπος παραθαλάσσιος]
<ἐπήν κεν>· ἐπάν, ὅταν (Greg. Naz. c. 1, 2, 15, 17)
<ἐπήνυσεν>· ἐπετέλεσεν r
<ἔπηξεν>· ἔστησεν (Ν 570) r
*<ἐπήπυον>· ἐπεβόων (Σ 502) ASg
*<ἐπήρατε>· καλέ AS
*<ἐπηρᾶτο>· ἐκρέμασεν AS
<ἐπήρατον>· ἐπέραστον (Σ 512)
*<ἐπηράτου>· ἐπεράστου (Ι 228) ASvgn
<ἐπηρεάζει>· βιάζει
<ἐπήρεια>· βία
<ἐπῆρεν>· ἀνέπεισεν (4. Regn. 14,10)
*<ἐπήρετο>· ἐπηρώτα r. AS
<ἐπήρετμοι>· ἐπίκωποι (β 403)
[<ἐπηρέσιον>· τὸ προσκεφάλαιον]
<ἐπηρέσσατο>· εὐαρέστους ἐποίησεν
<ἐπηρεφέας>· ἐπεστεγασμένας
[<ἐπηρεφέος>· ἐπεστεγασμένους]
*<ἐπήρθη>· ὑψώθη (2. Regn. 5,12 ..) AS
*<ἐπήρκεσεν>· ἐβοήθησεν (Β 873) g
<ἐπῆρξε>· κατῆρξεν
*<ἐπῆρσεν>· ἐφήρμοσεν. ἐπέρασεν (Ξ 167) AS
*<ἐπηρτημένην>· ἐπικειμένην ASPg. ἐπικρεμαμένην SP (Av)
<ἐπήρτυεν>· ἐφήρμοζεν (θ 447)
*<ἐπήρωσεν>· ἐκάκωσεν (4. Macc. 18,21) AS
<ἐπησθεῖεν>· ἐπιχαρεῖεν
*<ἐπησθέντες>· χαρέντες ASn
*<ἐπῄσθετο>· <ἔγνω> AS
<ἐπήσκηται>· ἐπικεκαλλώπισται. κεκόσμηται (ρ 266)
[<ἐπιστάν>· ἐπὶ πολὺ ἀνατεταμένον]
<ἐπῇσται>· ἐπιδέδεται ἐπῳδῇ
<ἐπητέος>· εὐλογίστου. εὐγνώμονος, συνετοῦ. πρᾴου (φ 306 v. l.)
<ἐπητές>· αἴσιον
<ἐπητής>· σώφρων. λόγιος. ἀληθής. δίκαιος. φρόνιμος. παρὰ τὰ

ἔπη. πρᾷος. χρηστός (ν 332)

*<ἐπήτριμα>· ἄλλα ἐπ' ἄλλοις, πυκνά (Σ 552) g
<ἐπίτριπτος>· λόγιος. πανοῦργος
*<ἐπηύδων>· ἐπεφώνουν ASPn
<ἐπηύρουν>· ἐπέτυχον r παρὰ τὸ <ἐπαυρεῖν>
<ἐπήορα>· κρεμάμενα. μετέωρα
*†<ἐπήωρσαν>· ἐφόρμησαν n
<ἔπι>· ἔπεστιν (Α 515) S, ἔνεστι. καὶ ἐπὶ τόπῳ ἡ πρόθεσις ἐπί·

"αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει" (ι 140)

<ἐπιαλές>· τερπνόν
<ἐπιάλης>· ὁ <ἐφιάλτης>· ὃν Αἰολεῖς †<ἐφέλην>, ἄλλοι <ἐπιάλ-

λην>, καὶ <ἐπωφέλην> καλοῦσιν

*<ἐπιαλμένον>· ἐφαλλομένον (Η 15) S
<ἐπιανδάνει>· συναρέσκει (Η 407)
†<ἐπιανέω>· ἐπιτρέπω
[<ἐπὶ ἂρ τμάγεν>· ἐπειδὴ ἐχαρίσθησαν]
<Ἐπίασσα>· Δήμητρος ἐπώνυμον
<ἐπίασσεν>· ἐβόησεν
<ἐπίαχον>· ἐπεβόησαν (Ξ 148)
*<ἐπιβάθρα>· ἐπίβασις (AS) g
<ἐπίβαθρον>· μισθὸς τῆς βάσεως τῆς εἰς τὴν ναῦν, τουτέστιν

ναῦλον (ο 449)

<ἐπίβδαι>· αἱ μεθέορτοι ἡμέραι· ἀπὸ τοῦ ἐπιβιβάζεσθαι ταῖς

ἑορταῖς οὐκ οὔσας ἐξ αὐτῶν. ἢ <ἐπίδαι> κατὰ πρόσθεσιν τοῦ

<β>, διὰ τὸ ἐπὶ τῇ δαιτὶ καὶ ἑορτῇ ἄγεσθαι αὐτάς
*<ἐπιβαλεῖ>· ἐπιῤῥίψει (Prov. 20,26 ..) AS
<ἐπίβαλοι>· πτέρναι
<ἐπιβαλλόμενος>· ἐπιβολὴν κατὰ πρόθεσιν ἔχων. ἐπιθυμῶν

(Ζ 68)

<ἐπίβαμα>· ὑποπόδιον
<ἐπίβασιν>· ἀνάβασιν. *βάδισιν (Ps. 103,3) AS
<ἐπιβασκέμεν>· [φθονεῖν]. ἐπιβιβάζειν (Β 234)
<ἐπιβατεύουσιν>· ἀμφισβητοῦσι q. ζητοῦσι
<ἐπιβάτην>· τὴν πτέρναν τοῦ ποδός
<ἐπιβάτης>· *ἐπὶ νῶτον βαίνων AS. ἢ ὁ μὴ κωπηλάτης, ἀλλὰ

πλέων μαχητής (Ezech. 27,29)

<ἐπιβατόν>· ὁδευομένην
<ἐπιβήματα>· εἴδη χορικῆς ὀρχήσεως
<Ἐπιβήμιος>· Ζεὺς ἐν Σίφνῳ
[<ἐπιβήσει>· ἐπιβαρήσει Sn. ἐπισχύσει] S
<ἐπιβήσομαι>· καταφύγω
<ἐπίβησον>· μετασχεῖν ποίησον (Θ 285)
*<ἐπιβιβῶ>· ἀναφέρω (Ose. 10,11) AS
<ἐπιβατικά>· ἃς ἡμεῖς λέγομεν <παρενθήκας>, ἐπὶ τῶν ἐμπορι-

κῶς πλεόντων

[<ἐπιβλάς>· συννεφὲς νιφετῷ]
<ἐπίβλημα>· πῶμα. ἢ [ῥάκος (Matth. 9,16) r
<ἐπιβλής>· μοχλός (Ω 453) Sp
<ἐπιβλήτης>· δοκός. μοχλός
<ἐπιβλύξ>· συνεχής (Pherecr. fr. 130,4)
<ἐπιβοᾷ τὸν Μύσιον>· ὅταν θρηνῶσιν αἱ Μυσαί, τὸν Μύσιον

[τὸν] Ὕλαν ἀνακαλοῦνται

<ἐπιβλαί>· περόναι
*<ἐπιβόλαια>· ἐπιβλήματα (Ezech. 13,18 ..) AS
<Ἐπιβολεύς>· ὁ Ἡρακλῆς παρὰ Θουρίοις
<ἐπιβολή>· *ὁρμή (AS). ἐγγραφή. *[ζημία A
<ἐπιβουλεύει>· ὁρμᾷ. ζημιοῖ
<ἐπίβουλος>· ἐχθρός (ASgn). ἐπηρεάζων (A). λοίδορος (3. Regn.

5,18)

<ἐπιβόλως>· φρονίμως
<ἐπιβότορι>· ποιμένι S, βοσκήτορι. ἐνόρχει, μὴ ἐκτετμημένῳ,

ἐπιβαίνοντι

<ἐπιβοῶνται>· ἐπικαλοῦνται
<ἐπιβρέμοντες>· ἐπηχοῦντες
<ἐπιβρέξαι>· ἐπαρύτειν. βρέξαι
[<ἐπὶ βρεχμόν>]· ἐπὶ βρέγμα. ἐπὶ στόμα καὶ κεφαλήν (Ε 586)
*<ἐπιβρίσει>· ἐπισχύσει. ἐπιβαρήσει (Ε 91) Ag
*<ἐπιβρίθων>· ἐπιβαρῶν (Iob 29,4) ASvg
<ἐπιβρέμει>· ἐπιφωνεῖ (Eur. Bacch. 151)
<ἐπιβρῖσαι>· ἐπαγαγεῖν. ἐπελθεῖν. ἐπιστηρίξαι. ἐπιβαρεῖν. ἐφορ-

μῆσαι. βιάσασθαι

*<ἐπιβυσάτωσαν>· φραξάτωσαν ASn. φιμωσάτωσαν AS
<ἐπιβωμίζοντι>· θύοντι
<ἐπιβώσομαι>· ἐπικαλέσομαι (n), ἐπιβοήσομαι (α 378)
<ἐπίβωτος>· λεῖος, ὁμαλός
<ἐπιβώτορι μήλων>· βοσκήτορι τῶν ποιμνίων. ἐπιστάτῃ. ἢ

ἐφιππαστῆρι. οἱ γὰρ τῶν βασιλέων υἱοὶ πρῶτον ἐπὶ τῶν κριῶν ἱππεύειν ἐμάνθανον (ν 222)

<ἐπιγαμία>· *συγγένεια ASb. ἢ τὸ παρ' ἀλλήλων ἄγεσθαι
<ἐπίγαμος>· πατρωὸς <ἐπιγήμας>
*<ἐπιγάνυσθαι>· χαίρειν AS (ng)
<ἐπίγαυρον>· ἰσχυρόν (s)
<ἐπιγαυρωθείς>· ἐπαρθείς
<ἐπιγεινομένοις>· ἐπιγενομένοις (Κ 71)
<ἐπιγελαστάς>· ὁ καταγελῶν. Λάκωνες
<ἐπιγλωσσώμεναι>· ἐπιλαλοῦσαι
<ἐπιγλωσσῶ>· ἐποιωνίζου διὰ γλώττης. Αἰσχύλος Ἡρακλείδαις

(fr. 77)

<ἐπιγνάμψασα>· ἐπικατακλάσασα. συμπείσασα. στυγνάσασα

(Α 569)

<ἐπιγνάμψω>· ἐπικλάσω
<ἐπίγνωθι>· μάθε, γνώρισον (Gen. 31,32 ..)
<ἐπιγνώμη>· συγγνώμη. διάγνωσις
*<ἐπιγνώμονος>· συνετοῦ. γνῶσιν ἤτοι γνώμην ἔχοντος AS
<ἐπιγνώμων>· ἐπόπτης
<ἐπειγομένων>· ἐπὶ πάντων σπευδόντων
<ἐπιγονή>· γέννημα (Am. 7,1)
<ἐπὶ γούνασι>· παρὰ γόνασιν (Ζ 92)
<ἐπιγουνίδα>· τὸ ἐπάνω τοῦ γόνατος g. Λέγει δὲ τὸν μηρόν,

ἀφ' οὗ ἐκδεκτέον τὴν τοῦ σώματος εὐεξίαν (ρ 225)

*<ἐπιγράβδην>· ἐπ' ἄκρων ξύσαι, ἐπιξεστικῶς (Φ 166) r. ASn
<ἐπιγράμματα>· αἱ ἐπιγραφαί
<ἐπιγραφεύς>· ζωγράφος
<ἐπιγράψαι>· ἐπιτελεῖν. ἐπιξύσαι (Ν 553)
<ἐπιγράφεται>· ξύεται, χαράσσεται. *ὀνομάζεται AS
<ἐπιγύων>· τῶν πρυμνησίων κάλων, ἅ τινες πείσματα καλοῦσιν
<ἐπίδαιτρον>· ὄψον
<ἐπιδαιτήσομαι>· ἐπιστελῶ. εὐωχηθήσομαι
†<ἐπιδακρυνθέντα>· ἐπιγραφέντα
<ἐπίδαλον>· λοιμικόν
<Ἐπιδαύριον>· τὸ Τροιζηνικόν
*<Ἐπιδαύριοι>· ἔθνος Πελοποννήσου AS
<Ἐπίδαυρος>· πόλις ἐν Ἄργει (Β 561)
<ἐπιδαψιλεύσει>· μεγαλοψυχήσει
<ἐπιδαψιλευόμενος>· μεγαλοψυχούμενος. ἐπιχορηγὼν πλου-

σίως

*<ἐπιδεᾶ>· ἐνδεῆ. ἐλλιπῆ ASvgn
*<ἐπιδείκνυται>· φανεροποιεῖ AS
*<ἐπιδεικτιῶντα>· ἐπιδείκνυσθαι θέλοντα AS, [ἢ θέλων]
<ἐπίδειξις>· ἐπιδεικτικός
<ἐπιδινήσας>· συστρέψας. συσσείσας
<ἐπὶ δὲ κληῖδ' ἐτάνυσσεν ἱμάντι>· τὴν δὲ κληῖδα παρήγαγε

τῷ ἱμάντι (α 442)

<ἐπιδεκτικός>· ἐπίδεκτος
<ἐπιδέξιος>· καλός, ἀγαθός. εὔμορφος
*†<ἐπιδεξιπολίης>· ἐκ τῶν δεξιῶν μερῶν περιστρέψας A
<ἐπίδεσον>· ἐπίστρεψον
<ἐπιδευεῖς>· ἐνδεεῖς S, χρῄζοντες (Ν 622)
<ἐπιδεύετο>· ἐπιδεής, ἢ ἐλλιπὴς ἦν (Ω 385)
[<ἐπιδεύσω>· ἐπικρύψω]
*<ἐπὶ δ' ἕψονται>· ἐπακολουθήσουσιν (Δ 63) ASn
†<ἐπιδεῦσαι>· ἐπιστρέψαι
<ἐπίλεκτον>· ἐπίσημον. μέγα
<ἐπιχειλέα σκύφον>· τὸν μὴ κενόν
<ἐπὶ Δελφινίῳ>· τοῦτο δικαστήριον, ἐφ' οὗ οἱ ὁμολογοῦντες

πεποιηκέναι φόνους ἐκρίνοντο

<ἐπιδεχόμεθα>· προσδοκῶμεν
<ἐπιδειπνίς>· Μακεδονικὸς κώθων, ἥδυσμα. †ἐθισμός
<ἐπιδημεύεις>· ἐν τῷ δήμῳ ἀναστρέφεις (π 28)
<ἐπιδημία>· παρουσία
*<ἐπιδήμιον>· κοινόν, δημόσιον Σ ἢ ἐμφύλιον ASg
<ἐπιδημίου>· ἐνδήμου. ἐμφυλίου. καὶ μὴ πρὸς πολεμίους γινο-

μένου (Ι 64)

<ἐπίδημον>· ὡς ἐπὶ πολὺ [ἢ] τὸν ὑπὸ δήμου τεταγμένον. ἢ *ἐν

τῷ δήμῳ ὄν (n)

<ἐπὶ Δηλίῳ μάχη>· Δήλιον, τὸ ἐν Βοιωτίᾳ τοῦ Ἀπόλλωνος

ἱερόν, ὃ ἐτείχισαν Ἀθηναῖοι. καὶ περὶ αὐτοῦ Βοιωτοῖς μαχεσθέν- τες ἡττήθησαν Ἱπποκράτους στρατηγοῦντος

*<ἐπιδικάζεται>· ἀντιποιεῖται ASvg
<ἐπίδικος>· †ἥτις οὐκ ἔστιν ἄνευ δικασίας. παῖς, εἰς πλείους συγ-

γενεῖς καὶ οὐσίας ἐστὶ δικάζοντες†

[<ἐπὶ δή>· ἐπὶ πολύ]
*<ἐπιδίφρια>· τὰ ἐπὶ τῷ ἁρματείῳ δίφρῳ (ο 51) (r) g
<ἐπιδιφριάδος>· ἐκ τῆς περιφερείας τοῦ ἅρματος (Κ 475)
†<ἐπίδναι>· πέλειαι ἢ πίλαι†
<ἐπίδοκα>· προσδόκιμα
<ἐπιδοκίδες>· προσδοκίαι
<ἐπίδοξα>· προσδοκώμενα
*<ἐπίδοξος>· προσδόκιμος Σ
*<ἐπιδορατίς>· ὁ σίδηρος τοῦ ἀκοντίου, τὸ ἄνω ASvg <μέρος> vg
<ἐπιδορπίσασθαι>· ἐπιδειπνῆσαι
<ἐπιδορπίσματα>· τραγήματα, ἐπίδειπνα
<ἐπίδοσις>· ἡ προῖξ. καὶ *αὔξησις vS (Ag)
<ἐπιδούριτον>· ἐπιπαραστροφίδα
<ἐπιδραμέτην>· ἐπεδίωκον. ἐπήρχοντο (Ψ 418)
<ἐπιδράμωμεν>· ἐπιδιώξωμεν
<ἐπιδράττονται>· κρατοῦνται
*<ἐπιδρομάδην>· παρέργως. κατὰ σπουδήν (Greg. Naz. c. 2, 2,

7,304) ASPvg

<ἐπιδρομή>· ἔφοδος. ἁρπαγή. *ἐπίβασις (AS)
<ἐπίδρομον>· κατωφερές, καθ' ὅ ἐστιν ἐπιδραμεῖν κατερχόμενον

ἀπὸ τοῦ τείχους. ὡς· "καὶ ἐπίδρομον ἔπλετο τεῖχος" (Ζ 434). καὶ τὸ ἱστίον τὸ ἐν τῇ πρύμνῃ κρεμάμενον, ὃ καλοῦσι σίφαρον καὶ ἔλασσον

<ἐπιδυοχεῖν>· ἐπιπωμάζειν
<ἐπιδώμεθα>· ἐπιδῶμεν θεούς, ἴδωμεν (Χ 254)
<Ἐπιδώτας>· Ζεὺς ἐν Λακεδαίμονι
*<ἐπίεζεν>· ἐξεπίασεν (Π 510) S
<ἐπιεικέα>· τὸν ἀστεῖον. ἢ τὸν ἀψευδῆ. ἄλλοι τὸν ἐγχωροῦντα

καὶ πρέποντα (Ψ 246)

<ἐπιεικές>· *καθῆκον, πρέπον, προσῆκον (Α 547) ASvg, ἱκανόν.

ἐπεοικός. προσηνές. εὔγνωμον. μέτριον. εὐφυές. σπουδαῖον. πρᾷον. ἀγαθόν

*<ἐπιεικτά>· φορητά, ὑποχωρητά (θ 307) g
*<ἐπιεικεύσατο>· ἠγάθυνεν (2. Esdr. 9,8) AS
<ἐπιεικῶς>· πάνυ, λίαν πρᾴως (1. Regn. 12,22 v. l.)
<ἐπιειμένε>· ἠμφιεσμένε, ἐνδεδυμένε (Α 149)
<ἐπιείξας>· ἐπιδεικτικῶν. κενοδοξῶν
<ἐπιεισαμένη>· ἐφορμήσασα (Φ 424) S, ὁμοιωθεῖσα
<ἐπιείσεται>· ἐπελεύσεται
<ἐπιείστορε>· ἐπιμάρτυρας. δυϊκῶς ἡ λέξις
*<ἐπιέναι>· ἐπελθεῖν r. ASPvg
†<ἐπὶ ἐπιτοῦτο>· ὑπέρθεσις. Λάκωνες†
<ἐπίεσσαν>· ἐπήρχοντο
<ἐπιέπεται>· ἀκολουθεῖ
<ἐπιέσασθαι γῆν>· ταφῆναι (Alcae. fr. 129,17 L. -- P.?)
<ἐπιεσάμενος>· λαβόμενος
<ἐπιέψω>· ἐπιτελέσω
†<ἔπιξα>· ὄρνεα. Κύπριοι
<ἐπιζάξ>· ἐπὶ τὰ ἀριστερά. καὶ ἐπ' εὐθείας. καὶ ἐπὶ τὴν σύντομον.

καὶ ἐπίτηδες. ἐκ πλαγίου. ἢ συντόμως. Ἀθηναῖοι

<ἐπιζαφελές>· θυμῶδες, ὀργίλον S. χαλεπόν. ἰσχυρόν. ἐπίκοτον
*<ἐπιζαφελῶς>· ηὐξημένως ἄγαν (Ι 512) AS
<ἐπιζευκτήρ>· σπεῖρα. καὶ σειρά
<ἐπιζύγιον>· μέρος τῆς νεώς
†<ἐπιζυγκεῖν>· ἐπισκαρδαμύττειν. ἐπιστέγειν. ἐπικατακλείειν
<ἐπιζυγοῦσα>· ἐπικλείουσα. μύουσα
<ἐπιζυγῶν>· ἀπολαμβάνων. συνέχων
<ἐπηγορέων>· κατηγορῶν
<ἐπίηλεν>· ἐπεξέτεινεν. ἔπεμψεν. ἐπήγαγεν. ἐπηύξησεν (χ 49)
<ἐπίηρα>· τὴν μετ' ἐπικουρίας χάριν r μεγάλην (Α 572), ἢ ἐκ τῆς

περιουσίας ὡς Ἀντίμαχος (fr. 143 Wyss)

<ἐπιήρανα>· ἐπικουρητικὰ τῆς ψυχῆς· "ποδῶν ἐπιήρανα θυμῷ

ποδάνιπτρα" (τ 343)

<ἐπιήρανος>· ἐπίκουρος. ἐπιθυμητός
<ἐπίηρος>· βοηθός. χάριν ἀποδιδούς
<ἐπιήρανα>· ἐπιχάριτα
[<ἐπιθαγγάνει>· ἐφάπτεται]
<Ἐπιθαλαμίτης>· Ἑρμῆς ἐν Εὐβοίᾳ
<ἐπιθάλπωντι>· ἐπιφλεγμαίνωσιν
<ἐπιθαλπές>· τερπνόν s
*<ἐπὶ θάτερα>· ἐπὶ τὰ ἕτερα ASvg
*<ἐπιθαρσύνων>· προτρεπόμενος (Δ 183) (n)
*<ἐπιθάνατος>· προσδοκώμενος ἀποθανεῖν Σ
<ἐπιθεάζει>· θεοὺς ἐπικαλεῖται
<ἐπίθετα>· τὰ <μὴ> πάτρια ἱερὰ παρὰ Ἀθηναίοις
<ἐπιθειάσας>· κατευξάμενος (Thuc. 2, 75, 1)
<ἐπίθεος>· σημεῖον ἐν θυτικῇ
<ἐπίθεσις>· ὁ τῶν δύο ἀριθμὸς παρὰ τοῖς Πυθαγορικοῖς
<ἐπίθετον>· ἡ στοιβή
*<ἐπίθεμα>· τὸ ἐπιτιθέμενον S
*<ἐπιθεῖναι>· κλεῖσαι (Ε 751) g
*<ἐπιθέτωσαν>· ἀντικείσθωσαν AS
<ἐπιθήκη>· φερνή ... "μείζων δ' ἐπιθήκη" (Hes. op. 38o)
*<ἐπίθημα>· πῶμα (Ω 228) (ASn)
*<ἐπιθήσει>· ἐπιβαλεῖ (Δ 190) AS
*<ἐπιθήσοντας>· ἐποξύνοντας. ἐπιφέροντας AS
*<ἐπιθειάσας>· τὸ θεῖον δεξάμενος ASvgn θεοφορηθείς n
*<ἐπιθιγγάνει>· ἐφάπτεται ASPvgn
†<ἐπιθλάσας>· συντόμως εἰπών
*<ἐπιθολοῦσιν>· ἐπισκοτοῦσιν. ταράττουσιν AS (vg)
<ἐπιθράνιον>· μέρος τι τῆς νεώς
<ἐπιθρέξαντος>· *ἐπιδραμόντος An, ἐπιξύσαντος (Ν 409)
<ἐπιθορνύμεναι>· σπερμαίνουσαι καὶ ζωογονοῦσαι· <θόρος> γὰρ

τὸ σπέρμα

<ἐπιθρᾶξαι>· †ἐπιθρύξαι. ἐπινύξαι
<Ἐπιθριδάκια>· ἑορτὴ Ἀπόλλωνος
<ἐπιθρώσκει>· ἐφάλλεται, ἐπιπηδᾷ
*<ἐπιθρώσκουσιν>· ἐπιπηδῶσιν (Ε 772) (gn)
<ἐπὶ θρωσμῷ πεδίοιο>· ὁδῷ πεδίου μὴ ἐπιδρόμῳ (Κ 160)
<ἐπιθυμελίαν ἀγῶνα>· τὴν τῶν διαφραγμάτων στάσιν
<ἐπιθυμίδες>· τὰ παντοδαπὰ στεφανώματα
*<ἐπιθυμῶν>· ὀρεγόμενος (Luc. 16,21) An
<ἐπιθύω>· ὥρμημαι
*<ἐπίθωνται>· σπουδάζουσιν. ἐπιτίθενται (Gen. 11,6 ..) AS
[<ἐπιθωτάζοντες>· ἐπιχλευάζοντες]
<ἐπιθωΰσσειν>· ἐπικελεύεσθαι
[<ἐπιισθέντες>· ἐπιχαρέντες]
<ἐπιείκελον>· ὅμοιον (Α 265 ..)
*<ἐπιΐστορα>· ἔμπειρον (φ 26) vgn
*<ἐπικαγχάζων>· ἐπιγελῶν ASvg
<ἐπὶ κάρ>· ἐπὶ κεφαλήν· δι' οὗ δηλοῖ τὸ καταφερὲς τοῦ ῥεύματος.
  • ἐπὶ κάρα (Π 392) vgn
<ἐπικαρπία>· καρποφορία
<Ἐπικάρπιος>· Ζεὺς ἐν Εὐβοίᾳ
*<ἐπίκαιρος>· εὔκαιρος A (vg)
<ἐπικάρπιον>· καρπόν
<ἐπικάρσια>· "ἐπικάρσια δὴ προπεσοῦμαι" (Com. ad. 640) πλά-

για, οὐ κατ' εὐθεῖαν φερόμενα

<ἐπικαρυκεύεται>· ἀρτύει
<ἐπικαχλάζεται>· διακινεῖται
*<ἐπεί κε λάβῃσιν>· ἐπὰν λάβῃ (Ι 324) AS
†<ἐπικέλια>· ἔπερα ἱμάτια
<ἐπικαταδαρθεῖν>· ἀφυπνῶσαι
<ἐπικεῖραι>· διακόψαι. διαφθεῖραι
<ἐπικεκλιμένας>· ἐπικειμένας. ἐπικεκλεισμένας (Μ 121)
<ἐπικεκόνημαι>· ἐξέφθαρμαι, ἀπόλωλα
<ἐπικέλσαντες>· ὁρμήσαντες, ἢ ἐπὶ τὸ ξηρὸν ἀγαγόντες τὴν

ναῦν (ι 138)

*<ἐπικερτομέων>· ἐπισκώπτων (Π 744) ASvgn
*<ἐπικεύσω>· κρύψω (Κ 115) ASgn
*<ἐπὶ κεφαλήν>· ταχέως g
<ἐπικέφαλον>· τὸ ἐπικεφάλιον
*<ἐπικεχήνασι>· προσέχουσιν AS
*<ἐπικήδειον>· ἐπιθανάτιον (Eur. Troad. 514) r. ASvgn
*<ἐπίκηρα>· ἐπίνοσα. μοῖρα. ἢ ἐπιθανάτια Avgn
<ἐπικηραίνειν>· ἐπιδυσμεναίνεσθαι
*<ἐπικήραν>· ἐπιμοίραν. ἐπιθανατίαν A σαθράν (AS)
<ἐπικηρότατοι>· ἐπισαθρότατοι
<ἐπικηρυκεύεται>· προκηρύσσεται ns
*<ἐπικίδναται>· σκορπίζεται g ἐφορμᾶται. [ἐφαπλοῦται (Β 850)

An

*<ἐπικίδνανται>· ἐφαπλοῦνται S
<Ἐπικιχράδας>· ὁ Ζεὺς ἐν Κῷ
<ἐπικλασθῆναι>· συμπαθῆσαι, ἐλεῆσαι
<Ἐπικλείδια>· ἑορτὴ Δήμητρος Ἀθήνησι
†<ἐπικλενύσας>· ἀπελθὼν λάθρα
<ἐπικλέπτοιτο>· ἐπιθυμοίη
<ἐπικλεηδόνα>· ἐπικληδόνα
<ἐπίκλην>· ἡ ἐπίκλησις παρὰ Ἀττικοῖς
*<ἐπίκλην>· ἐπωνυμίαν ASg
*<ἐπίκλημα>· μέμψις ἢ ἔγκλημα (Eur. Or. 569) ASgn
*<ἐπίκληρος>· ἐνούσιος γυνὴ. [δέσποινα Sb, εἰς ἣν κατήντησαν

πολλοὶ κλῆροι ASn

<ἐπίκλητος>· *ἐπίξενος ASn. ἔξωθεν ἐπεισερχόμενος (Am. 1,5)

ASgn. δαιτυμών. καὶ οἱ σύμμαχοι

*<ἐπικλινής>· ἐπιπίπτων A. προσρέπων An
<Ἐπικλόπειος>· Ζεὺς οὕτως καλεῖται
<ἐπίκλοπος>· δόλιος, πανοῦργος. ἢ ἐπιθυμῶν τοῦ κλέπτειν

(φ 397)

*<ἐπίκλυσις>· ἐπιῤῥοή r. AS (vg)
<ἐπικλυτόν>· ἐπονείδιστον. ἐπίδοξον
<ἐπὶ κοινῆς>· ἀντὶ τοῦ κοινῇ
<ἐπὶ κνάφου ἕλκων>· διαφθείρων. τὸ γὰρ πρότερον οἱ γναφεῖς

ἀκανθῶν σωρὸν συστρέψαντες, τὰ ἱμάτια ἐπὶ τοῦ σωροῦ ἔκναπτον· ὁ δὲ σωρὸς ἐλέγετο <γνάφος>. ὁ οὖν Κροῖσος τὸν ἐχθρὸν περιέξαινε ταῖς ἀκάνθαις καὶ οὕτως ἔφθειρεν (Hdt. 1,92,4)

<ἐπικοιμητηριάσασθαι>· ὑπηρετικὸν ὄνομα
<Ἐπικοίνιος>· Ζεὺς ἐν Σαλαμῖνι
<ἐπικομπῶν>· ἐπικαυχώμενος (Thuc. 8, 81, 3)
†<ἐπικόκκουρος>· ὁ παρατηρητὴς ἐν σταδίῳ παρὰ Λάκωσιν
<ἐπίκοπος>· χάραγμα ἐκ δευτέρου πληγέν
<ἐπίκορον>· ἐπίκοπον. Πάφιοι
*<ἐπὶ κόῤῥης>· ἐπὶ κεφαλῆς, ἢ γνάθου ASvg
†<ἐπίκοῤῥι>· ἐπὶ κονδυλίῳ†
<ἐπικόῤῥιστον>· κατακονδύλιστον
<ἐπίκοτα>· ἐπίμομφα, ἃ πᾶς ἄν τις μέμψαιτο. Σοφοκλῆς Ναυ-

πλίῳ καταπλέοντι (fr. 395)

<ἐπικότως>· ἐπιστρεφῶς
*<ἐπίκουρος>· βοηθός (Eur. Andr. 509 ..) r. Avg
*<ἐπικουρίας>· βοηθείας S, συμμαχίας (Sap. 13,18) ASb
*<ἐπικουρήσοντας>· βοηθήσοντας (Ε 614) A
*<ἐπίκουροι>· βοηθοί b, σύμμαχοι (Β 130) Sn. [ἐπίσκοποι. [καὶ

ἧλοι ξύλινοι S]

<ἐπικράδιον>· ἐπικάρδιον
<ἐπίκρανα>· περικεφάλαια, καλύμματα. ἐπιστύλια
*<ἐπικρανεῖς>· ἐπιτελέσεις. ἐπιμεληθήσῃ ASn
<ἐπικρανής>· ἐπιμελητής
<ἐπικρᾶναι>· τῇ κεφαλῇ ἐπινεῦσαι. τελέσαι
[<ἐπίκρανος>· ἐπιμελητής. ἐπίχαρις]
<ἐπικρατεῖ>· ἐξουσιάζει (1. Macc. 14,17)
<ἐπικρατίδιον>· στημονικὸν κάλυμμα ἄχρι τῆς κεφαλῆς
<ἐπικρατύνειν>· ἐπισχύειν, ὀχυροῦν
<Ἐπικρήναια>· ἑορτὴ Δήμητρος παρὰ Λάκωσιν
<ἐπίκρηνον>· κεφαλόδεσμον r
<ἐπικρήνωμεν>· ἐπιτελέσωμεν
<ἐπικριδόν>· ἐπίλεκτον
<ἐπικρίνασθαι>· ἀριθμῆσαι καθ' ἕνα ἕκαστον
<ἐπίκροκον>· σπαθητόν s
<ἐπίκρουμα>· ἐπίπληγμα, ἢ ἐπιχάραγμα· διὰ τὸ παρωνομάσθαι

τῷ Ἄργει· "Ἐπίκρουμα χθονὸς Ἀργείας." Σοφοκλῆς Ἰνάχῳ (fr. 265)

<ἐπικτένια>· τὰς ἠλακάτας. καὶ τοῦ ποδὸς τὸ πρὸς τοῖς δακτύ-

λοις μέρος

<ἐπὶ κτέρεα>· ἐντάφια (Ω 38) r
<ἐπίκτητον>· ἔξωθεν r ἐπανελθόν
<ἐπικύλλωμα>· ἐπικορύφωμα
<ἐπικύθριον>· τὸ πῶμα τῆς χύτρας
*<ἐπικυδέστερος>· ἐπικρατέστερος. ἐνδοξότερος ASvg
<Ἐπικυκλίδιος>· Ζεύς
*<ἐπικύψ>· ἐπικύψας AS
<ἐπίκωλος>· τὸν πόδα σκάζων
<ἐπικωμάζω>· χλευάζω r μυκτηρίζω
†<ἐπικωμάσας>· κρατήσας ταῖς θριξίν
*<ἐπίκωμος>· ὁ ἐπᾴδων τῇ φίλῃ. ἢ ἀπὸ οἴνου ᾄδων AS. ὑβριστής

Svgn. συγχαίρων gn

[<ἐπίκωπα>· ἐπίμεμπτα]
<ἐπικωπητήρ>· τροπωτήρ
*<ἐπιλαμφθέντες>· φωτισθέντες AS
<ἐπὶ λείαν>· ἐπὶ λῃστείαν (Sol. legg.)
<ἐπιλεγόμενος>· ἐπιλογιζόμενος
*<ἐπιλειψάσης>· καταλιπούσης. παρελθούσης A
*<ἐπιλείψει>· καταλείψει (Hebr. 11,32) AS
<ἐπιλεξαμένη>· ἐπικαλεσαμένη (Aesch. Suppl. 49?)
<ἐπιλεξάμενος>· διαλεγείς. ἐνθυμηθείς
*<ἐπιλελησμένη>· ἐπιλανθανομένη (Prov. 2,17 ..) AS
<ἐπιληΐδες>· οὕτω τῶν ἑσπερίων ... τινὲς ἐκαλοῦντο
<ἐπιλήμητος>· ὁ τετυφλωμένος
*<ἐπιλημένος>· κατέχων. τετυχηκώς A
<ἐπιληπτικός>· πασχικός. κατεχόμενος
<ἐπίληπτος>· καταφανής. καὶ ὁ τῇ ἱερᾷ νόσῳ συνεχόμενος
*<ἐπιλήπτῳ>· ὑπαιτίῳ AS. δαιμονιζομένῳ A (S)
<ἐπὶ Ληναίῳ ἀγών>· ἔστιν ἐν τῷ ἄστει Λήναιον περίβολον

ἔχον μέγαν καὶ ἐν αὐτῷ Ληναίου Διονύσου ἱερόν, ἐν ᾧ ἐπετε- λοῦντο οἱ ἀγῶνες <τῶν> Ληναίων, πρὶν τὸ θέατρον οἰκοδομη- θῆναι

†<ἐπιλησμονείη>· ἐπιλαθείη†
<ἐπιλήσονται>· ἐπιλανθάνονται (Η 452)
<ἐπιλλίζουσα>· καταμωκωμένη
<ἐπιλλίζουσι>· διανεύουσιν. ἐγκελεύονται (σ 11)
<ἐπιλίγδην>· *ἐπιράγδην <ἐξ> ἐπιδρομῆς AS <ὅσον> ἐπιψαῦσαι,

ἐπιξύσαι, ἐφάψασθαι [ὅσον] ἐξ ἐπιπολῆς. ἐπιγράβδην, ἐξ ἐπι- γραφῆς (Ρ 599)

<Ἐπιλίμνιος>· Ποσειδῶν
<ἐπιλίημι>· ἐπιτρέπω
<ἐπιλινᾶν>· ἐπιπορεύεσθαι τὰ ἑστῶτα λινὰ καὶ ἐπιβλέπειν
<ἐπιλιπές>· ἐλλιπές
<ἐπιλιτρίς>· τὸ μέσον τοῦ ζυγοῦ
<ἐπιλοβίς>· μέρος τοῦ ἥπατος
<ἔπιλλοι>· ὕπουλοι
<ἔπιλλος>· παράστραβος, ἡσυχῆ διάστροφος· παρὰ τοὺς <ἰλλούς>,

οἵ εἰσιν οἱ ὀφθαλμοί· δενδίλλων εἰς ἕκαστον (Ι 180)

<Ἐπιλύκειον>· ἀρχεῖον τοῦ πολεμάρχου Ἀθήνησιν
[<ἐπιλύγεον>· ἐπινέφελον, σκοτεινόν]
*[<ἐπιλύς>· ξένος] AS
<Ἐπιλυσαμένη>· ἐλευθερία. καὶ μία τῶν Εἰλειθυιῶν. καὶ ἐπώνυ-

μον Δήμητρος, παρὰ Ταραντίνοις καὶ Συρακουσίοις

<ἐπὶ Λειψυδρίῳ μάχη>· οἱ φυγάδες Ἀθήνηθεν, <ὧν> οἱ Ἀλκ-

μαιωνίδαι ἡγοῦντο, κατιέναι θέλοντες, πολλάκις ἔπταιον, καὶ Λειψύδριον τειχίσαντες ...

<ἐπιλώγεον>· τὸ μέγα ἄχυρον
<ἐπιμαίεσθαι>· ἐπιζητεῖν. ἐπιλαμβάνεσθαι. ἐπιψαύειν
<ἐπίμαλθα>· ἀγαθά. προσηνῆ. ἢ μαλακά. ἢ ἀσθενῆ λίαν
<ἐπὶ μάστακα>· τὸ στόμα. ἐν τῇ Ὀδυσσείᾳ (δ 287)
<ἐπίμαστον>· ἐπαίτην, ἐπιζητοῦντα τροφήν. [ἐπὶ τοῦ <μα-

σάσθαι>] ἐνδεᾶ τῶν ἀναγκαίων. [ἐνδεής] (υ 377)

<ἐπίμαστον κακόν>· ἐπισπαστόν, ἐφειλκυσμένον. δεινόν
<ἐπίμαστος>· ἐπίληπτος. ὀχληρός. δραπέτης. πεινητικός, τρο-

φὴν ἐπιζητῶν, ἐνδεής (υ 377)

<ἐπὶ μακρὸν ἄϋσεν>· μεγάλως ἐφώνησεν (Ε 101)
<ἐπιμάρτυρος>· μάρτυς ἐπὶ τοῖς γινομένοις (Η 76)
<ἐπιμασσάμενος>· ἐφαψάμενος, ψηλαφήσας (ι 446)
<ἐπιμάσσεται>· ἐπαύξεται ἐπὶ πλέον, ἀπὸ τοῦ <μάσσονος>, ὅ

ἐστι μακροτέρου· οἱ δὲ ἐφάψεται, ψηλαφήσει (Δ 190). ἢ οἷον οὐ λιμώσσει, ἀλλὰ καὶ προσεπιμάσσεται πλείω. Σοφοκλῆς Αἰχμαλώτισιν (fr. 52)

<ἐπιμαχία>· ἡ τοῖς ἀμυνομένοις [βοήθεια (Thuc. 1, 44,1) r
<ἐπίμαχοι>· ἐπίκουροι, βοηθοί
<ἐπίμαχον>· χωρίον, ᾧ οὐ δύναταί τις προσιέναι μαχόμενος

(Thuc. 4, 31,2)

*<ἐπιμέλεια>· σπουδή (Prov. 3,22) AS
<ἐπιμειλίξαι>· δοῦναι
<ἐπιμελείας οἶκος>· ἔνθα τὰ δημόσια ἔγγραφα ἔκειτο
<ἐπιμελῶς>· συνεχῶς. [σπουδαίως AS
<ἐπιμέμφεται>· ἐγκαλεῖ. ἐπιδεῖται. ἐπαιτιᾶται (Α 65)
<ἐπιμερής>· ἀριθμὸς οὕτως λέγεται, ὅταν ὁ μείζων τοῦ ἐλάττονος

ὑπερέχῃ μέρει τινί

[<ἐπίμερος>· μοιχεύεται]
<ἐπίμεστα>· πλήρη, τουτέστιν ἐπὶ κεφαλῆς, καὶ μὴ ἀπεψημένα.

Φερεκράτης· "βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης" (fr. 190)

<ἐπιμάξας>· ἐπισπάσας
<ἐπιμετρίδα>· τὸ ἐπίμετρον, ὃ προσάπτεται τῷ χιτῶνι
<ἐπὶ μήδεα κείρει>· τὰ βουλεύματα ἐπικόπτει. ἢ *τὰ ἔργα

ἐπιτέμνει χειρί (Ο 467) AS

<ἐπιμηλίς>· πόρπη. καὶ ἀπίου γένος
<ἐπιμήνιοι>· οἱ ἱεροποιοί. Ἐκαλεῖτο δὲ καὶ θυσία τις <ἐπιμή-

νια>, ἡ κατὰ μῆνα τῇ νουμηνίᾳ συντελουμένη

<ἐπὶ μηρῶν>· ... (Gen. 50,23)
*<ἐπιμίλεια καὶ δώσω>· τὰ ἀπόθετα χρήματα (Ι 147) n
*<ἐπιμίξ>· ἀναμεμιγμένως (Ψ 242) ASvgn
<ἐπίμονοι>· κάτοχοι
<ἐπὶ μοῖραν>· ἐπὶ θάνατον s
<ἐπιμόριος>· ἀριθμὸς ὑπερέχων ἑτέρου μέρει
<ἐπίμορτος>· σπόριμος γῆ. ἢ ἐπιμεριστή. λέγεται οὕτω καὶ ὁ

<ἐπὶ> μέρει ἐργαζόμενος (Sol. legg.). <Μορτὴ> γὰρ τὸ μέρος ἐκαλεῖτο καὶ <ἑκτήμοροι> οἱ τὸ ἕκτον τελοῦντες

*<ἐπιμορφάζουσι>· σχηματίζονται (r) AS
<ἐπίμοχθον>· ἐπίπονον (Sap. 15,7)
<ἐπιμοχθῆσαι>· σὺν μόχθῳ ἐπιπονῆσαι
<ἐπιμυλίδας>· ἐπιγονατίδας (Hippocr. Mochl. 1, IV 340,11 L.)
<ἐπίμυξις>· στεναγμός r
*<ἐπιμύσας>· καμμύσας. κλείσας AS
†<ἐπιμωρέων>· ἀδικουμένοις ἐβοήθουν
<ἐπινάξαι>· ἐπιπακτῶσαι
<ἐπινάκτιον>· τὸν ἐπιδιδόμενον ἔξω ναύτην
<ἐπινειμάτω>· ἐπαναγνώτω
<ἐπινείσεται>· ἐπελεύσεται
*<ἐπινέμησις>· ἐπιμερισμός r. AS
<ἐπινένακται>· τέτρωται, συντέτριπται τὰς φρένας
<ἐπινενύχθαι>· παραφρονεῖν
<ἐπινενυγμένον>· τὸ ἐπίτριπτον
*<ἐπινεφρίδιον>· τὸ ἐπὶ τῶν νεφρῶν λίπος (Φ 204) Sg
*<ἐπὶ νῆας>· ἐπὶ τὰς ναῦς (Α 12) n
*<ἐπὶ νηόν>· ἐπὶ τὸν ναόν n
<ἐπὶ νέωτα>· εἰς ἕτερον ἔτος
†<ἐπινήαται>· ἐφέλκεται
<ἐπίνητρον>· ἐφ' ᾧ τὴν κρόκην τρίβουσιν
*<ἐπινίκιον>· νικητήριον AS. βασιλέως σύμβολον ASPp
*<ἐπίνειον>· μικρὸς λιμὴν AS. [λίμναι] καὶ αἱ περὶ αὐτὸν στοαί AS
<ἐπίνοια>· ἐπιτήδευμα (Sap. 14,12)
<ἐπινομίς>· ἐν τοῖς ναυτικοῖς λέγεται
<ἐπίνομοι>· κληρονόμοι
*<ἐπινυκτίς>· φυλακὴ δοκοῦντι ἀδικεῖν AS
[<ἐπινύσκειν>· διδάσκειν]
†<ἐπίνυσεν>· ἐσωφρόνισεν (Ξ 249) AS
†<ἐπιξενοδοκεῦμαι>· ἐπιμαρτυροῦμαι
<ἐπίξενος>· ἐπιχθόνιος
<ἐπιξενοῦσθαι>· μαρτύρεσθαι. πορεύεσθαι. Σοφοκλῆς Ἀχαιῶν

Συλλόγῳ (fr. 149) καὶ Αἰσχύλος Κρήσσαις (fr. 120)

<ἐπίξηνον>· ξύλον, ἐφ' οὗ τὰ κρέα τιθέντες ἔκοπτον, οἷον τὸ

κρεωκόπον ξύλον <καὶ τὸ παρ' ἐνίοις ἐπίκοπον>

<ἐπιξήνου δίκη>· ἣν συνηγορεῖ <ἐπὶ ἐπιξήνῳ>, καὶ ἡττηθεὶς

ἀπόλλυται

<ἐπίξομεν>· ἐφήξομεν
<ἐπίξυλον>· [τὸ] ἐπιπαραστροφίδα τοῦ ὑφαινομένου ἱματίου.

[καὶ τὸ παρ' ἐνίοις ἐπίκοπον]

<ἐπιξύνῳ>· ἐπικοίνῳ (Μ 422) [γάρ ἐστιν τὸ ξανθόν]
<ἐπὶ ξυροῦ>· *ἐπὶ κινδύνου ASvgn. ἢ ἐπὶ τοῦ ὀξυτάτου, ἢ

ἀκροτάτου (Κ 173)

[<Ἔπιοι>· οἱ Ἴλιοι A]
<ἐπίορα>· χωρίου μέρος ἐν Σικελίᾳ
†<ἐπιοραντές>· τερπνόν. ἁρπαλέον
<ἐπιορκία>· ψεῦσμα (Sap. 14,16) r
<ἐπίορκον>· ὅρκου μὴ φροντίζοντα
<ἐπιορεξάμενος>· ἐπιδούς
<ἐπιόσσομαι>· ἐφορῶ. προαγορεύω. ἐπισημαίνομαι
<ἐπίουρα>· ὅρια (Κ 351)
<ἐπίουροι>· ἐπίσκοποι. καὶ ἧλοι ξύλινοι
<ἐπίουρος>· εἰ μὲν προπερισπωμένως περισσὴ ἡ πρόθεσις· <οὖρος>

γὰρ ὁ φύλαξ. εἰ δὲ προπαροξυτόνως πάλιν ὁ φύλαξ, ἀπὸ ξυλίνου ἐπιούρου (Ν 450)

*<ἐπιοῦσα>· ἐπερχομένη (Prov. 3,28 ..) r. Ag
<ἐπιοψάμενος>· ἐπιδών. ἐπιλέξας
<ἐπιόψονται>· προχειρίσονται. προΐδωσιν. ἐπιλέξονται
<ἐπίπαγος>· τὸ ἐπὶ τῶν ἑψομένων, ἡ γραῦς
<ἐπιπαιδειάζειν>· τὸ μὴ <ἐν καιρῷ> θύειν φρατρίαν. Λάκωνες
<ἐπίπταιμα>· ἐπίπταισμα, πρόσκομμα
<ἐπιπαιωνίζουσα>· ἀλαλάζουσα
<ἐπὶ Παλλαδίῳ>· δικαστήριον, ἔνθα ἐδίκαζον οἱ ἐφέται τοῖς

ἀκουσίων φόνων δικαζομένοις

<ἐπιπαματίδα>· τὴν ἐπίκληρον
<ἐπιπάξ>· συντόμως. ἐπίτομος ὁδός, καὶ ἡ ἐπ' εὐθείας. καὶ εἰκῇ.

ἢ ἐπὶ τὰ ἀριστερά

<ἐπίπαππος>· ὁ τοῦ πάππου πατήρ
<ἐπὶ παρατάξεως>· ἐν πολέμῳ
<ἐπιπαστάς>· ἑταίρας ἐπώνυμον
<ἐπίπαστα>· τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. οὕτως γὰρ

ἤσθιον αὐτά (Ar. Equ. 103)

[<ἐπίπαστον>· τὸν βρόχον· ὅταν γὰρ ἐπισπασθῇ σχοινίον, συν-

άγεται καὶ ἀποπνίγει]

*<ἐπίπεδον>· ἐπὶ τὴν γῆν. χαμόγαιον ASvg. ἰσόπεδον
<ἐπιπείθηται>· πεισθῇ (Α 218)
<ἐπιπεῖν>· καταλαβεῖν
<ἐπὶ πείραι>· ἐπὶ διαπείραι ἢ ἐπὶ λῃστείαι καὶ πειρατικῇ βλάβῃ

(Ar. Av. 583)

<ἐπιπείρει>· μοιχεύεται, ἢ μοιχεύει
<ἐπιπελάνιαι>· ὀλαί. καὶ πόπανα
*<ἐπὶ παιπαλοέσσῃ>· ἐπὶ τραχείᾳ (Μ 168) AS
†<ἐπίπεται>· φθίνει καὶ συμπίπτει
<ἐπίπετρον>· εἶδος βοτάνης παρὰ Θεοφράστῳ (h. pl. 7, 7,4)
<ἐπιπήχη>· τῶν πηχῶν τὰ ἄνω
<ἐπιπίσσειν>· ἐπιπάσσειν
<ἐπιλίσσασα>· σείσασα. διατινάξασα
<ἐπιπειθείη>· ἀναπεισμονή· †σα (Semon. fr. 1,6?)
*<ἔπιπλα>· ἱμάτια γυναικεῖα A. ἢ χρήματα AS, ἢ σκεύη, τὰ S

μὴ ἔγγεια, ἀλλ' [ἐπιπόλαια S

*†<ἐπίπλαδον>· φέρεσθαι †AS
*<ἐπὶ πλακός>· ἐπὶ μνήμης πάσης (Prov. 3,3 v. l.) ASg
<ἐπίπλατορ>· πλακοῦντος εἶδος
<ἐπιγλέποι>· ἐπόψεται
*<ἐπιπλεῖ>· ἐπιπλέει A
<ἐπίπλευρα>· τὰ παρὰ τοῖς μαστοῖς ὑπὸ τὰς μασχάλας
<ἐπιπλήξειν>· ἐπελθεῖν. ἐπιτιμῆσαι (Ψ 580). ὑβρίσαι
<ἐπίπλοον, ἐπίπλοιον>· ὁ πιμελώδης ὑμὴν ἐπὶ τῆς κοιλίας καὶ

τῶν ἐντέρων, ἐπίπλους λεγόμενος (Philet. com. fr. 17)

<ἐπιπλομένων>· κυκλουμένων. πληρουμένων. *ἐπερχομένων

(Hes. scut. 87) (Sg)

*<ἐπιπλώσας>· πλεύσας (Γ 47) r. Avgn
<ἐπιπνείηται>· ἐπιθυμῇ
<ἐπιπνείουσι>· ζῶσι. πνέουσιν (Hes. Theog. 872) n
<ἐπιπνεῦσαι>· ἐφορᾶν, ἐπισκοπεῖν
<ἐπιπνεύων>· ἐπιβλέπων. Αἰολικῶς. καὶ Ἀλκαῖος. ἤπου σύναγ'

ἄνδρων †δὰσμενον στρατὸν νομισμένοι† πνέοισα (Alcae. fr. 382 L. -- P.)

*<ἐπιπνοίας>· ἐπιπνεούσης AS
<ἐπίπνοι>· οἱ ὑπὸ θεοῦ κατεχόμενοι
<ἐπιποθῶ>· ἐπιθυμῶ (ep. Rom. 1,11)
<Ἐπιπολαία>· οὕτως ἐν Λακεδαίμονι ἡ Δημήτηρ ἱδρυμένη τιμᾶ-

ται

*<ἐπιπολάζει>· ἐπιπλέει APvgn
*<ἐπιπολαιοτέρων>· τῶν μὴ βαθέων AS
*<ἐπιπολάσαντες>· ἐπάνω τοῦ ὕδατος περιφερόμενοι AS
<ἐπιπόλαιον>· τὸν ἐπίπλουν ὑμένα (Eubul. fr. 95)
<ἐπιπολῆς>· ἀνωτάτω. *<τὸ> ἐπάνω ἐπιπλέον vg
<Ἐπιπολίαιος>· Ἑρμῆς ἐν Ῥόδῳ, ὡς Γόργων ἱστορεῖ (515 fr.

21 J.)

<ἐπιποληΐδες>· αἱ περόναι, αἷς αἱ γυναῖκες περονῶνται
<ἐπιπόλισον>· ἐποικοδόμησον
*<ἐπίπονον>· καματηρόν (Sir. 7,15) ASvg. [ἢ Ζεὺς ἐν Μιλήτῳ]
<Ἐπιποντία>· ἡ Ἀφροδίτη
<ἐπιπόρπαμα>· τὸ ἐπάνω τῆς πόρπης. καὶ τῶν ἱππέων ἡ τὰς

χλαμύδας συνέχουσα πόρπη. [ἐπειδὴ τῆς πόλεως ἐπίσκοπον ..]

<ἐπὶ πότμῳ>· ἐπὶ θανάτῳ
*<ἐπιπρηνές>· ἐπικάτω κατεστραμμένον (A)
<ἐπιπρηνής>· ἐπὶ στόμα. λοξός. ἐπικλινὴς *ἐπ' ὄψιν n
<ἐπιπρητήν>· αἰγὸς ἡλικία
<ἐπιπρίων>· τοὺς ὀδόντας τρίζων
<ἐπιπροίηλεν>· ἐξέτεινε. παρέθηκεν (Λ 627)
<ἐπίπροικος>· ἐπὶ προικὶ ἐκδοθεῖσα
<ἐπίπροικα>· τὸ δεύτερον ἐπὶ προικὶ δῶρον
†<ἐπακούη>· ἐπικαλοῦ
<ἐπιπροσθεῖ>· ἀντιπίπτει
<ἐπὶ πρύμνῃσιν>· ἐπὶ ἄκραις (Ν 762)
<ἐπιπρῴρους>· τὰς μὴ κατὰ πρύμναν προσεσχηκυίας
<ἐπιπτάρνυμαι>· μετακαλῶ. κατέχω· ἐπισχετικὸν γὰρ ὁ πταρ-

μὸς πολλάκις

<ἐπιπτέσθαι>· ἐπιπτῆναι (Δ 126)
<ἐπιπτύξαι>· ἐπερεῖσαι
<Ἐπιπυργῖτις>· ἡ Ἀθηνᾶ οὕτως ἐν Ἀβδήροις ἐκαλεῖτο
*<ἐπιπωλεῖται>· ἐπιπορεύεται (Γ 196) n
<ἐπίρεγμα>· ἐπίθυμα
<ἐπιρέκων>· ἐπισπεύδων
<ἐπιρέζεσκον>· ἐπετίθεσαν. ἔθυον (ρ 211)
<Ἐπιρνύτιος>· Ζεὺς ἐν Κρήτῃ
<ἐπιρέξαι>· ἐπιθῦσαι. ἐπαγαγεῖν
<ἐπιῤῥέπῃ>· *ἐπιβαρῇ (S) b. ἐπικρατῇ. ἐπιστήκῃ. ἐπικρέμηται

(Ξ 99)

<ἐπιῤῥεπής>· ἐμβριθεστέρα
<ἐπίῤῥημα>· ποιημάτιον τετράμετρον
<ἐπιῤῥήματα>· οὕτω προσαγορεύεται τὰ μετὰ τὴν παράβασιν

τασσόμενα τετράμετρα, ὑπὸ τοῦ χοροῦ λεγόμενα μηδέπω τοῦ ἑξῆς μέλους ἐπεληλυθότος. ἄλλοι δὲ ἐπῴδια μεταξὺ τῶν χορι- κῶν μελῶν ἰαμβεῖα βραχέως ἐπιλεγόμενα καὶ ἐφύμνια

<ἐπιῤῥήξας>· ἐπαγαγών
<ἐπὶ ῥηγμῖνι>· ἐπὶ τῷ αἰγιαλῷ (Α 437)
<ἐπιῤῥήσσει>· ἐπικλείει
<ἐπιῤῥήσεσκον>· ἐπεσπῶντο. ἐπεβάλλοντο. ἐπέκλειον μεθ' ὁρ-

μῆς (Ω 454)

<ἐπίῤῥησις>· ψόγος (Archil. fr. 8 Bgk.)
*<ἐπιῤῥησσέσκοντο>· ἔπραττον A. ἐπέκλειον
†<ἐπίῤῥηται>· ἐπικάτακται
*<ἐπίῤῥητον>· ἐπίψογον. αἰσχρόν (ASvgn)
*<ἐπίῤῥητος>· ἐπὶ κακῷ λεγόμενος, ἐπ' αἰσχρότητι ASn
[<ἐπιῤῥιείσκοντο>· ἔπραττον]
*<ἐπιῤῥοήν>· ἐπίῤῥοιαν ὑδάτων ASvg
<ἐπιῤῥοιζεῖν>· ἐπισίζειν. ἐπισεύειν. ἐπεγκελεύειν
*<ἐπιῤῥόθησαν>· ἐπήχησαν An, ἐπεβόησαν (Eur. Hec. 553

v. l.?) A

<ἐπιῤῥόθητα>· ἐπίψογα
*<ἐπίῤῥοθος>· ἰσχυρός AS. ἐπίκουρος A. βοηθός (Δ 390) ASn
<ἐπιῤῥόγανον>· ἀπόμακτρον
<ἐπὶ ῥοπῆς>· ἐπὶ μικροῦ
<ἐπιῤῥύσασα>· ἐπιθεμένη. ἐπιστάξασα
*<ἐπιῤῥωγολογοῦσι>· καλαμωμένοις ἀμπελῶνα AS
*<ἐπιῤῥωννύς>· ἐνισχύων r Avg, ἐκ τῆς ῥώσεως ἢ ῥώμης A
*<ἐπιῤῥώννυσιν>· ἰσχυροποιεῖ r. ASvg
<ἐπίῤῥωσις>· *βεβαίωσις. διόρθωσις AS. ὑγεία r
*<ἐπιῤῥυθμίζει>· διατυποῖ. ἐπανορθοῦται AS
<ἐπιρύσμιον>· ἐπιρέον
<ἐπιρύζειν κύνας>· ἐπαφιέναι. καὶ παρορμᾶν
<ἐπιῤῥώπια>· εὐτελῆ
<ἐπιῤῥωσθῆναι>· ἐπιθέσθαι. ἐπισωθῆναι. ἐπείγεσθαι
[<ἐπίσακτον>· ἀλλότριον]
<ἐπίσαλον>· ἡ ἐξ ... ἐπικινουμένη
<ἐπίσαμον>· λευκόν
†<ἐπισαχθής>· χρεωφειλέτης
<ἐπισείειν>· ἐκφοβεῖν. ἀνατείνεσθαι
<ἐπισειούσης>· ἐπικελευομένης. ἀπὸ τῶν τὰς ἡνίας ἐπιχαλών-

των. Σοφοκλῆς Ἀχαιῶν Συλλόγῳ (fr. 150)

<ἐπίσειον>· ἐφήβαιον. καὶ τὸ αἰδοῖον ἀνδρός τε καὶ γυναικός
<ἐπίσειστος>· εἶδος κουρᾶς
†<ἐπισέπτυλον>· ἐπίταξον
<ἐπισέληνα>· πόπανα μηνοειδῆ (Plat. com. fr. 174,10)
<ἐπίσημα>· τὰ ἐπὶ προσώπῳ σημεῖα. *ἢ εὔφωνα. ἢ εὔμορφα AS
*<ἐπίσημος>· ἐπιφανής. ἔνδοξος ASvg. προφανέστερος (Eur. Hip-

pol. 103 ..)

[<ἐπισθέντες>· ἐπιχαρέντες]
<ἐπίσθμιον>· σκέπασμα περὶ τὸν τράχηλον
<ἐπίσιγμα>· ἐπεγκέλευμα κυσίν
[<ἐπισίδιον>· ἐπισιτιζόμενον]
[<ἔπισιν>· ἐπέρχεται. ἐπιτρέχει. ἐπινικᾷ]
<ἐπισινές>· βλαβερόν
<ἐπισινής>· ἀσθενής r
<ἐπισίνιος>· ἐπίβουλος r
<ἐπισίξαι>· ἐφορμῆσαι
*<ἐπισίξας>· ἐπαφεὶς ἐπὶ ὁρμήν S. ἢ ἐπιτάξας AS
<ἐπισίτιος>· ὁ τροφῆς χάριν ἐργαζόμενος (Plat. rep. 4,420 α)
*<ἐπισιτισμόν>· ἐφοδιασμόν (Gen. 42,25 ..) AS
<ἐπισίττειν>· κυνηγετικῶς παρορμᾶν
<ἐπισίφλιον>· αἰσχρόν. μωμητόν
<ἐπισκαλμίς>· τὸ ὑπὸ τῷ σκαλμῷ σανίδιον
<ἐπισκαφεύς>· ὁ μετὰ τὸν ἀροτῆρα ἐπισκάπτων
<Ἐπισκάφια>· ἑορτὴ παρὰ Ῥοδίοις
*<ἐπὶ σκέλος>· εἰς τὰ ὀπίσω AS
*<ἐπισκέπτει>· ἐπιβλέπει, ἐφορᾷ n
*<ἐπισκευασάμενοι>· εὐτρεπισθέντες (Act. Ap. 21,15) AS
<Ἐπίσκηνα>· ἑορτὴ ἐν Λακεδαίμονι
*<ἐπισκήνιον>· τὸ ἐπὶ τῆς σκηνῆς καταγώγιον AS
*<ἐπισκήπτει>· σημειοῦται. μέμφεται ASPg. προνοεῖται. ἐντέλ-

λεται S. ἐπιτιμᾷ gn

*<ἐπισκηπτέτω>· ἐπιμεμφέσθω An
<ἐπισκήπτω>· ἐπαρῶμαι. καὶ ἐνερείδω τὴν γνώμην, ἐπισκη-

ρίπτω (Eur. Phoen. 774?)

<ἐπισκήψασθαι>· ἐπιβαρῆσαι
*<ἐπισκηψάμενον>· ἐπισημειωσάμενον (ASvg)
<ἐπισκιασμόν>· κάλυμμα
<ἐπίσκοιος>· ἐπίσκοτος
<ἐπίσκοπα>· τυγχάνοντα τοῦ σκοποῦ
*<ἐπισκοπή>· ἐκδίκησις (Lev. 19,20 ..) (A) S
*<ἐπίσκοπος>· βασιλεύς. ἐπήκοος. φύλαξ. ἐπόπτης ASn(g). κατά-

σκοπος (Κ 342 Ω 729) An (g)

*<ἐπισκύζονται>· ὀργίζονται (Ι 370) gnp
*<ἐπισκυκλεῖν>· εἰσφέρειν AS. συνάπτειν S (vg)
*<ἐπισκυκλήσας>· συνάψας AS
<ἐπισκύνιον>· *τὸ ἐπάνω τῶν ὀφθαλμῶν ὀφρύδιον AS, ἢ τὸ

μεσόφρυον (Ρ 136)

<ἐπίσκυρος>· ὁ μετὰ πολλῶν σφαιρισμός. [καὶ ἄρχων, βραβευ-

τής. βοηθός. ἐπίσκοπος, ἔφορος, ἐπήκοος]

†<ἐπισμηγεῖν>· ἐπικόπτειν. ἐπικωλύειν
<ἐπισμῇ>· ἐπιτρίβει, ἀπὸ τοῦ <σμήχειν> ἢ τρίβειν ἢ πλύνειν·

λοιδορεῖ, πλήττει. <σμῶξαι> γὰρ τὸ πατάξαι (Ar. Thesm. 389). ἔνθεν <σμῶδιξ αἱματόεσσα> (Β 267)

<ἐπισμυγερῶς>· ἐπιπόνως (δ 672)
<ἐπισμυκτόν>· ἐπιμυκτηρισμόν
<ἐπίσπαστον>· αὐθαίρετον, ὅπερ ἑαυτῷ τις ἐπισπᾶται κακόν

(σ 73)

*<ἐπίσομαι>· ἐπελεύσομαι (Λ 367) AS
<ἐπὶ σοί>· κατὰ σοῦ (Ε 244)
<ἐπισπάσει>· ἐπιτεύξεται. Σοφοκλῆς Ἀτρεῖ ἢ Μυκήναις (fr. 137),

ἀπὸ τῶν ταῖς λίνοις λαμβανόντων

*<ἐπισπάσθω>· ἑλκυέτω τὸ δέρμα (1. Cor. 7,18) ASvgnp
*<ἐπισπᾶται>· <ἐφέλκει> A
[<ἔπισπε>· εἰπέ]
<ἐπίσπαστρον>· βρόχον r
<ἐπὶ σπείρας σχοινίον>· τὸ ἀναγκαιότατον. ἐν γὰρ χειμῶσι

τοῖς σχοινίοις πιστεύουσι. δηλοῖ οὖν τοὺς ἀναγκαίους φίλους

*<ἐπισπέρχειν>· ἐπισπεύδειν AS. ἐπείγειν (S)
<ἐπισπέρχουσαι>· ἐπισπεύδουσαι. ἐπειγόμεναι
<ἐπισπερχῶς>· μετὰ σπουδῆς
<ἐπισπέσθαι>· ἐπακολουθῆσαι (Ξ 521)
*<ἐπισπομένη>· ἐπακολουθοῦσα (Sn)
<ἐπίσπῃ>· ἐπισπάσηται. πληρώσῃ. *καταλάβῃ (Β 359) ASn
<ἐπίσπορα>· τὰ λάχανα
<ἔπισσα>· ὕστερον γενομένη. νεωτέρα (Hecatae. 1, 363 J. Cal-

lim. fr. 735)

<ἐπισσεύας>· ἐφορμήσας (ξ 399)
<ἐπισσεύουσα>· παρακελεύουσα
<ἔπισσον>· τὸ ὕστερον γενόμενον
<ἐπισσοῦ>· ἐφώρμησας
<ἐπίσσοχον>· ἀκόλουθον
†<ἐπισσυτέρη>· ὁρμητικωτέρα. ταχεῖα. †τομωτέρα
<ἐπίσσωτρα>· τὰ ἐπικείμενα τοῖς τροχοῖς σιδήρια, ἐπὶ τὴν γῆν

σοούμενα (Ε 725)

<ἐπισταδόν>· ἐφεστῶτες (μ 392). ἢ ἐφιστάμενοι ἐμπείρως. ἢ

κατὰ τάξιν ἑστῶτες

<ἐπισταδόν>· *ἐφεστηκώς. ἢ προστασία AS ἢ κατὰ τὸ ἑξῆς

(ν 54)

<ἐπισταθμία>· ὑποδοχὴ ξένων
<ἐπίσταμαι>· δύναμαι. οἴομαι
*<ἐπιστάμεθα>· δυνάμεθα (Ν 223) S
<ἐπισταμένως>· ἐμπείρως (Η 317). δυνατῶς. ἐπιστημόνως, συν-

ετῶς

*<ἐπιστασίαν>· προστασίαν AS. παραμονήν S (An)
<ἐπίστασις>· *γνῶσις ASg. ἢ μέρος τι τῆς νεώς
<ἐπιστατέον>· ἐπανοδευτέον. γνωστέον
<ἐπιστάτῃ>· μεταίτῃ. ἀπὸ τοῦ <ἐφίστασθαι> τῇ τραπέζῃ

(ρ 455)

<ἐπιστατήρ>· τὸ στόμα τῆς νεώς
<ἐπιστατῆρες>· ἀγορανόμοι. καὶ οἱ τῶν ποιμνίων νομεῖς
<Ἐπιστατήριος>· Ζεὺς ἐν Κρήτῃ
<ἐπιστάτης>· ἐφέτης ἢ ἐπαίτης, ἀπὸ τοῦ <ἐφίστασθαι>. ἢ ἐπί-

τροπος. ἢ διδάσκαλος. καὶ ὁ τακτικός. καὶ ὁ βραβευτής. καὶ ἄρχων τις Ἀθήνησι. καὶ ὁ ἐφεστηκώς

<ἐπιστῇ>· ἐφιστῇ
*<ἐπιστείβοντες>· πατοῦντες n
*<ἐπιστελεῖ>· [μέμψει ἢ] πέμψει AS
<ἐπιστέφει>· κεραννύει. οἰκοδομεῖ
<ἐπιστεφέας οἴνοιο>· ἐπεστεφανωμένους (Θ 232)
<ἐπιστεφές>· πλῆρες. κεκραμένον
*<ἐπίστῃ>· εἰδῇς (Gen. 47,5 ..) ASvg
*<ἐπίστηθι>· γνῶθι ASPn
<ἐπίστημα>· στήλη (Isae. fr. 159 Tur.)
*<ἐπιστήμης>· γνώσεως (Exod. 31,3 ..) AS (g)
*<ἐπιστημονικώτατος>· ἀκριβής. εἰσηγητής. ὑφηγητής ASvg
*<ἐπιστήμων>· σοφός (Sir. 10,25 ..) r. AS (vg)
<ἐπιστῆναι>· φανῆναι. ἐπικηδεύειν
*<ἐπίστηται>· γινώσκηται (Π 243?) ASn
<ἐπισίγματα>· ἐπικελεύσματα. Σοφοκλῆς Ἀθάμαντι (fr. 8). ἐπι-

στάλματα

<ἐπισίξαι>· ἐφορμῆσαι
<ἐπὶ στίχας>· κατὰ τάξεις. ἢ κατὰ τὸ ἑξῆς (Γ 113)
<ἐπίστιον>· οἴκημα. κατάλυμα (Hdt. 5, 72,1)
<ἐπίστιον>· ἐποίκιον (ζ 265)
<ἐπιστολαί>· ἐντολαί, ἐπιταγαί. Αἰσχύλος Προμηθεῖ(3). δια-

γράμματα. καὶ ἐπιστάλσεις

<ἐπιστομίζων>· φιμῶν. ἐλέγχων
<ἐπιστιχθεῖσαν>· παρασημειωθεῖσαν στιγμῇ
<ἐπίστρατα>· ἀποπίπτοντα τῶν πεμμάτων. καὶ ἕρματα
*<ἐπιστραβὴς ὄχημ' ἀκινδύνως φέρων> AS
<ἐπὶ στρατόν>· ἐπὶ στρατιάν
<ἐπιστροφάδην>· *ἐπιστρεφόμενος AS. ἰσχυρῶς. ἢ [μετὰ ἐπι-

στροφῆς g τοῦ σώματος, οἷον ἐπεστραμμένως. καὶ ἐνεργῶς (Κ 483)

<ἐπιστρέφομαι>· πλανῶμαι. *φροντίδα ποιοῦμαι (g)
<ἐπίστροφος>· ἐπιστροφὴν ποιούμενος, καὶ φροντίζων. ἢ εἰς

ἑαυτὸν ἐπιστρέφων τοὺς ἀνθρώπους. ἢ ἐπιμελητής

<ἐπιστροφαί>· διατριβαί. δίαιται. Αἰσχύλος Φρυξίν (fr. 271)
<ἐπιστροφίς>· τρίχες συνεστραμμέναι. ἢ ὅταν ἡ ὀσφὺς ᾖ στρεβλή
†<ἐπιστύξῃ>· ἐπαφῇ
†<ἐπιστυνιής, ἐπισυνιής>· ἢ ἐπιμελητής†
<ἐπισυρόμενοι>· προκυλινδούμενοι
*<ἐπισύστητε>· συνάχθητε (Ierem. 20,10) ASvg
<ἐπιστώθη>· ἐπείσθη. ἐπληροφορήθη (Ps. 77,8)
*<ἐπισφαλής>· βλαβερός (Ag) s(p). ἐπικίνδυνος r. Anps
<ἐπίσφατον>· ἐπιμωμητόν. ἢ †συνομιλητόν. ἢ ἐπὶ κακῷ ὠνο-

μασμένον

<ἐπισφελίτης>· ὁ θρανίτης· <σφέλας> γὰρ τὸ ταπεινὸν διφρίον,

τὸ ὑποπόδιον. τοιοῦτος δὲ καὶ ὁ θρᾶνος. ἔχει δὲ τὴν ἄνω ἕδραν

*<ἐπισφοραῖς>· δῶρα, ξένια. *καταδίκαις ASn
<ἐπισφύρια>· τὰ καλύπτοντα τὰ σφυρά (Γ 331)
<ἐπισφραγίζω>· σφραγίζω
*<ἐπεισφρήσας>· ἐπεισενεγκών n
<ἐπίσχειν>· κρατεῖν. ἢ κωλύειν (Ρ 465)
<ἐπίσχεο>· ἐπέχου
<ἐπίσχες>· ἀπέχου (Eur. Phoen. 92 ..)
<ἐπισχεδόν>· σύνεγγυς.
<ἐπισχερώ>· ἐφεξῆς Sgn, κατὰ τὸ ἑξῆς (Λ 668)
<ἐπισχεσίη>· πρόφασις (φ 71)
*<ἐπισχοίης>· ἐπιβάλοις (Ξ 241) S
<ἐπισχόμενον>· καταστοχαζόμενον (χ 15)
<ἐπισχύρους>· ἐπικούρους
<ἐπισχών>· προσάγων (Ι 489)
<ἐπίσωτρα>· ἡ ἔξω τοῦ τροχοῦ ἐπιφάνεια (Ε 725)
*<ἔπειτα>· εἶθ' οὕτως. ἢ μετὰ ταῦτα
†<ἐπιτάδιος>· ὁ ἐραστής r
<ἐπὶ τὰ κανᾶ>· τοῖς ἐπιτηδείοις
<ἐπιταδόν>· πολυχρόνιον
<ἐπιταλαιπωρεῖν>· ἐπικάμνειν. ἢ ἐπιπονεῖν (Thuc. 1, 123, 1)
<ἐπὶ τὰ Μανδροβούλου>· παροιμία ἐπὶ τῶν ἀεὶ ἐπὶ τὸ χεῖρον

τρεπομένων, ἀπὸ Μανδροβούλου τινός (Plat. com. fr. 54)

†<ἐπιταξίδις>· σιδηραῖ τινες, ὡς ἄγκυραι
<ἐπιτάῤῥοθος>· ἰσχυρός. *βοηθός ASvg σύμμαχος (Ε 808)
*<ἐπὶ τὰ πρόσω>· ἐπὶ τὰ ἔμπροσθεν Av
<ἐπίταρχον>· ἐπιτάφιον, ἐντάφιον
[<ἐπίταυρον>· ἰσχυρόν]
<ἐπεὶ τὰ χερείονα>· ἐπεὶ τὰ κακά (Α 576)
<ἐπιτελής>· ὡραία γαμεῖσθαι
<ἐπιτεῖλαι>· ἐντείλασθαι (Δ 64)
<ἐπίτειλον>· ἔντειλον, ἐπίταξον, πρόσταξον (Ω 112) r
<ἐπιτεθυμμένων>· ἐκκεκαυμένων
<ἐπιτειμήτωρ>· ἔκδικος r, τιμωρός (ι 270)
<ἐπιτεῖναι>· μεγαλῦναι, μακρῦναι
*<ἐπιτείνεται>· ἐπὶ τῷ ὄντι πλεονάζει, ἢ αὔξει AS, ἢ εἰς ἐπίδοσιν

ἄγεται (Sap. 16,24) S

*<ἐπιτειχίζουσιν>· ἐποικοδομοῦσιν A (vg)
<ἐπιτεκταντῆρες>· οἱ παρασκευασταί
<ἐπιτέλλει>· ἐντέλλεται. ἐπέρχεται
<ἐπιτέλλειν>· ἐντέλλεσθαι
<ἐπιτέλλεο>· ἐντέλλου (Α 295)
<ἐπιτελέωμα>· τὸ ἐπὶ θυσίᾳ γινόμενον
<ἐπιτελεῶσαι>· ὅπερ νῦν ἀφιερῶσαι λέγομεν
<ἐπιτελείωσις>· αὔξησις
<ἐπιτερῆ>· ἐκπιάσματα ἐλαιῶν r
<ἐπιτέρεναι>· εἶδος ἄρτων
<ἐπιτέρμιον>· ἐπὶ τοῦ τέρματος, οἷον ἐπὶ τοῦ τέλους (Aesch.

Niob. PSI 1208, 5)

<Ἐπιτέρμιος>· Ἑρμῆς
*<ἐπιτετανύσθαι>· ἡπλῶσθαι AS
<ἐπιτέτραπται>· ἐπ' ἐξουσίας ἐστίν (Ε 750)
*<ἐπιτετράφαται>· ἐπιτετραμμένοι εἰσίν (Β 25) r g
*<ἐπιτέταται>· αὔξει S
*<ἐπιτέτατο>· ηὔξανεν. ἤκμαζεν (Ο 413) S
<ἐπιτέτροφεν>· ἐπιπέπηγεν
*<ἐπιτετυφωμένον>· ἐπικεκαυμένον ASgn
*<ἐπίτευγμα>· ἐπιτυχία r. ASgn
*<ἐπίτευκται>· ἐν ἐπιτυχίᾳ ἐστί AS
*<ἐπιτευξόμενος>· ἐπιτυχών AS
<ἐπιτεχνήσεως>· μηχανῆς (Thuc. 1, 71,3)
<ἐπίτηδες>· ἑκούσιον. ἐπιμελές. ὀξυτόνως δὲ καὶ ἐπιτηδείους

(Α 142)

<ἐπιτήδειον>· ἕτοιμον. ὠφέλιμον
<ἐπιτήδειος>· ὁ φίλος g <ἀνεπιτήδειος> ὁ ἐχθρός
*<ἐπιτηδείως>· ἐπιμελῶς. ἁρμοδίως AS
<ἐπιτήδευμα>· ἐπίνοια. ἔργον, ποίημα
<ἐπὶ τῇ ἐμῇ αἰτίᾳ>· ὃ νῦν τῷ ἐμῷ κινδύνῳ
<ἐπιτιμᾷ>· τιμωρεῖται. ἢ τὴν τιμὴν αὔξει
<ἐπιτιμήτορα>· βοηθόν. τιμωρόν
*<ἐπίτειλον>· παράγγειλον (Ω 112)
<ἐπιτίμιον>· πρόστιμον. τιμωρία (Antiph. 3 α 4)
<ἐπίτιμον>· *πλούσιον Σ. τιμωρόν. τιμητόν
<ἐπιτμήγειν>· ἐπιτέμνεσθαι. σπεύδειν
<ἐπίτονος>· δεσμός, ᾧ κατησφάλισται ... τὸν ἱστὸν τῆς νεώς

(μ 423)

<ἐπὶ τὸ αὐτό>· ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον
*<ἐπιτοθάζει>· κολακεύει. χλευάζει, ἐπιγελᾷ n
<ἐπιτολή>· ἀνατολὴ ἄστρου, ἢ *φανερώσεως Σ
<ἐπὶ τοῦ ἐνεστῶτος>· ἐπὶ τοῦ παρόντος, ἢ τοῦ ἐνισταμένου
<ἐπὶ τούτοις>· πρὸς τούτοις
<ἐπιτραπεζώματα>· τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα

(Plat. com. fr. 74)

<ἐπιτραπεζίδιος>· ὁ παράσιτος
<ἐπὶ τραφερήν>· ἐπὶ τὴν ξηρὰν γῆν (Ξ 308)
<ἐπιτρέχων>· συντόμως
<ἐπιτρέψαι>· ἐπιτροπὴν δοῦναι. (φ 279). [ἢ ἀπολέσαι]
<ἐπιτρίβεται>· ἐπιφέρεται
*<ἐπιτριβόμενοι>· ἐπαιρόμενοι (An) g
*<ἐπιτρίμματα>· ποικίλματα A
*<ἐπιτριμμοί>· ἀλλεπάλληλοι (Σ 211) AS
*<ἐπιτρίψεις>· συντρίψεις. συντελέσεις (Ps. 92,3 v. l.) ASg
<ἐπιτροπάδην>· ἐπιθέτως. οὐκ ἐκ ψυχῆς. [ἐπεσπευσμένος]
<ἐπιτροπή>· ἔφοδος
<ἐπίτροπος>· ὁ προστατῶν χωρίων καὶ ὅλης τῆς οὐσίας καὶ

ὀρφανῶν

*<ἐπιτροχάδην>· ταχέως (Γ 213) ASvg
<ἐπιτρόχαλον>· πυκνῶς. καὶ ταχέως
<ἐπίτροχον>· ῥᾴδιον. ἕτοιμον. γοργόν
<ἐπιτρύζουσιν>· ἐπιγογγύζουσιν. ἐπιλέγουσιν (Callim. fr. 1,1)
<ἐπιτρύσσειν>· ἐπίμεινον. Λάκωνες
<ἐπιτυφῇ>· ἐπικαῇ. ἐπιπυρωθῇ (Ar. Lys. 221)
<ἐπιτυφῶ>· ἐπαπολύω. Συρακούσιοι
<ἐπιτυφῶσα>· ἐπιπυριάσασα
<ἐπιτυχόντων>· εὐτελῶν
<ἐπὶ τῷ δήμῳ>· ἐπὶ τῇ τοῦ δήμου καταλύσει (Sol. legg.?)
<ἐπιτωθάζοντες>· *χλευάζοντες AS, ἐπιγελῶντες. [ἢ ἡμεροῦν-

τες]

<ἐπὶ Φαληνίου>· τὸν Ἀλκιβιάδην φησὶ ὁ Ἀριστοφάνης (fr.

554) ἐπὶ Φαληνίου γεγενῆσθαι, σκώπτων παρὰ τὸν φάλητα· ἐπασχητία γάρ [ὁ φαλής]

<ἐπιφάμεναι>· συγκαταθέσθαι
*<ἐπίφατος>· ὁ πρὸς εὐμορφίαν φαινόμενος. ἐπιθέτης AS
<ἐπιφάτνιος>. ὁ ἑωσφόρος ἀστήρ
*<ἐπιφαύσκοντα>· ἀνατέλλοντα AS, φαίνοντα (Iob 31,26)
<ἐπιφημισμοῖς>· ὀδυρμοῖς (s)
<ἐπιφερομένους>· ὡρμηκότας
<ἐπιφέρει>· προσήκει
<ἐπιφέρεται>· ἀλαζονεύει
<ἐπιφημητῆρες>· οἱ εὐφημοῦντες. ἢ ἐπιφωνοῦντες. ἢ συγκατα-

τιθέμενοι

<ἐπιφημίζουσα>· εὐφημουμένη. ἐπιφημιζομένη
<ἐπιφημίσμασιν>· οἰωνίσμασιν (Thuc. 7,75,7)
<ἐπ' ἰφθίμῳ>· ἐπὶ τῇ ἰσχυρᾷ (Γ 336)
<ἐπιφλέγει>· ἐπικαίει (Β 455)
*<ἐπιφοιτᾷ>· παραγίνεται ASgps
*<ἐπιφοιτήσεως>· ἐπελεύσεως ASvgn. παρουσίας
*<ἐπιφοράς>· καταδίκας (g)
<ἐπιφορήματα>· τραγήματα μετὰ τὸ δεῖπνον (Ar. fr. 774)
<ἐπιφόριμα>· ἐπίδρομα
<ἐπίφορον>· τὴν φέρουσαν σῦν, ἔγκυον. Λάκωνες. καὶ ἀμπέλου

ὄνομα

<ἐπίφορος>· τοῦ τεκεῖν ἐγγὺς οὖσα
<ἐπιφράγματα>· τὰ ὑπὸ τὸ στόμα
<ἐπιφραδέστερον>· [συντομώτερον]. συνετώτερον r
*<ἐπιφρασαίμεθα>· σκεψαίμεθα (Ν 741) AS
<ἐπιφράσασθαι>· ὑπονοῆσαι. ἢ ἐπινοῆσαι
<ἐπιφράδμων>· ψευδολόγος
<ἐπίφρενα>· ὑποχόνδρια
<ἐπὶ φρεσί>· ἐν ταῖς διανοίαις (Α 55 ..)
<ἐπίφρονα>· φρόνιμον, [συνετόν (π 242) n
<ἐπιφρονέουσιν>· ἐπακούουσιν (α 351 v. l.?)
<ἐπιφροσύνη>· σωφροσύνη r ἐπιλογισμός (ε 437)
*<ἐπίφρων>· φρόνιμος (g)
<ἐπιφυέσθω>· βλαστησάτω
*<ἐπιφυλλίς>· βοτρύδιον μικρόν r. vg, ἐπὶ τέλει βλαστάνον (Iud.

8,2)

*<ἐπιφύοιντο>· ἐπιγίνοιντο AS
<ἐπιφωνεῖ>· βοᾷ, κράζει
<ἐπιχαλκίδα>· τὴν τὸ κανοῦν φέρουσαν εἰς τὰς θυσίας θερά-

παιναν

<ἐπιχαλκῖται>· ὁπλῖται
<ἐπίχαλκον στόμα>· τὸ τῶν αὐλητῶν, διὰ τὴν φορβειάν,

οἱονεὶ ἐπιστομίδα (Alcae. com. fr. 20)

<ἐπίχαλκος>· ἀσπίς· ἔχει γὰρ χαλκῆν τὴν ἐπιβολήν· ἔνιαι δὲ

βόειαί εἰσιν (Amips. fr. 17)

<ἐπὶ Χαριξένης>· ἐπὶ μωρίαις ἡ Χαριξένη διεβεβόητο, ἀρχαία

οὖσα· ἔνιοι δὲ καὶ ποιήτριαν αὐτὴν ἐρωτικῶν λέγουσιν. Ἔστι δὲ καὶ παροιμία <οἷα τὰ ἐπὶ Χαριξένης> (Ar. Eccl. 943)

<ἐπίχαρις>· ἡ παρὰ Ἀττικοῖς ἅβρα
<ἐπίχαρμα>· *χάρμα, ᾧ τινι χαίρει τις (Iud. 4,12 ..) AS. καὶ ὁ

ἐπίχαρτος

<ἐπιχαίρειν>· συγχαίρειν
[<ἐπιχαταί>· ἐνδεεῖς]
<ἐπίχειρα>· τὰ ὑπὲρ τὸν μισθὸν διδόμενα τοῖς χειροτέχναις
*<ἐπεχείρεον>· ἐπετίθεσαν
<ἐπιχειρεῖ>· τολμᾷ
<ἐπίχειρον>· ἀνταπόδοσις
*<ἐπιχειρονομοῦντες>· ταῖς χερσὶν ὡς νόμοις χρώμενοι (Phil.

leg. spec. 4,215) AS

†<ἐπιχερία>· χάριν ἐπιφέρουσα
<ἐπιχητίας>· ἐνδεής
†<ἐπιχιλάδιον>· τὸ χιλιοστόν
<ἐπιχειλές>· τὸ ἐλλιπές
<ἐπιχειλοῦντες>· πληροῦντες
<ἐπίχνουν>· ἐπεσκοτισμένον
*†<ἐπιχθεῖσθαι>· βεβαιοῦσθαι AS
*<ἐπὶ χθονί>· ἐπὶ γῇ (Α 88) Avgn
<ἐπιχοά>· κατάχυσις
<ἐπίχρονος>· ἐπίχαρτος
<ἐπιχρίσας>· περιχέας
<ἐπιχρισταί>· ἐπιχρωννύμεναι
<ἐπιχρώζω>· χρίω
*<ἐπίχυσις>· κονίασις AS
<ἐπίχυτον>· εἶδος πέμματος, καὶ νομίσματος ἐξ ἀργύρου καὶ

μολύβδου κεχυμένον

<ἐπιχώνια>· κάρυα
<ἐπιχώρησον>· ὕπαγε. μείωσον
<ἐπιχώρια>· συκοφαντικά. εἰς τοῦτο γὰρ Ἀθηναῖοι κωμῳδοῦν-

ται (Ar. Ach. 523)

*<ἐπὶ χώρας>· ἐπὶ τόπου (Exod. 14,27) ASvg
*<ἐπιχωρεῖ>· ἐπιγειτνιᾷ AS
<ἐπὶ ψαμάθοις>· ἐπὶ ταῖς παραθαλασσίαις ψάμμοις (Α 486)
*<ἐπιψαῦσαι>· ἐφάψασθαι ASPn
<ἐπιψαύσῃ>· ἐπιθίγῃ, ἅψηται (θ 547)
*<ἐπιψίσει>· ἐπιψιεῖ. ἐπιψωμιεῖ ASn
*<ἐπιψηφιεῖται>· ψῆφον παρέχει καὶ νίκην <τοῖς ἡμετέροις> AS
*<ἐπιψηφιζόμενος>· ἐπικρίνων ASgn
<ἐπιωγαί>· οἱ ἀνειμένοι τόποι καὶ ἀλίμενοι, ὑπαγωγὰς δὲ ἔχον-

τες καὶ ὑποσκέπην καὶ καταγωγάς (ε 404)

<ἐπιωγάς>· ἀνειμένοι τόποι, ἐφ' οὓς δύναται ἡ ναῦς ἐπέρχεσθαι

(ε 404)

*<ἐπιών>· ἐπιπορευόμενος (Σ 546) r. An
*<ἐπλάγχθην>· ἐπλανήθην AS
<ἐπλαζόμην>· ἐπλανώμην
<ἐπλάδα>· κατέδευεν
<ἐπλακίζετο>· τὰς κοιλίας ἐξεῖλεν
<ἐπλατάγησεν>· ἐψόφησεν, ἔνθεν τὸ <πλαταγώνιον> παίγνιον

ξύλινον, ᾧ ψοφοῦσιν

<ἔπλει>· ἐπορεύετο (Eur. Or. 63) s (vg)
*<ἔπλεο>· ἐγένου (Α 418) ASgn
<ἔπλετο>· *ἐγένετο Agnps. ἠνύετο. [ὑπῆρχεν (Α 506) r
*<ἔπλευ>· ἐγένου (Ι 54) n
*<ἐπλήγην>· ἐμάνην (Ps. 101,5 v. l.) ASvg
*<ἔπληντο>· ἐπλησίαζον r. ASn ἤγγιζον (Δ 449)
*<ἐπλήσθη>· ἐγεμίσθη (Υ 156) ASvg
<ἐπλίνθευσαν>· οἱ αἰχμάλωτοι πλίνθους ἐβάσταζον, ἕως τοῦ

λύτρα εἰσενεγκεῖν

[<ἐπνύθη>· ἠγέρθη. ἀνεβίωσεν]
[<ἔπνυτο>· ἐφρόνησεν]
*<ἐποβελία>· τόκος AS
<ἐπόγδοον>· τόνος μουσικός r
<ἐπογκίαι>· αἱ τοῦ πλοίου παρενθῆκαι
*<ἔποι>· λέγοι A Pn
[<ἐποίθετο>· ἠρώτα]
[<ἐποιθόμην>· ἠρώτουν. ἐμάνθανον]
<Ἐποικιδίη>· Δημήτηρ ἐν Κορίνθῳ
<ἐποικτίσας>· οἰκτείρας r
<ἐποίπνυον>· διηκόνουν. ἐπορεύοντο. ἐθεράπευον. [ἐνήργουν

(Σ 421) r

<ἐποίνασεν>· λύτρον ἀπέδοτο. ποινὴν ἔλαβεν τοῦ νεκροῦ
*<ἐποίσει>· ἐπενέγκοι (Α 89) r. ASgn
*<ἐποισθήσεται>· ἐπενεχθήσεται ASvg (n)
<ε ποιπνύοντα>· ἐνεργοῦντα (Ξ 155)
*<ἐποίχεται>· ἐπιπορεύεται ASvg ἐργάζεται A
*<ἕποιτο>· ἀκολουθοίη (Δ 314) ASvg bs
<ἐποιχόμεναι>· διακονοῦσαι. ἐπιπορευόμεναι. ἐργαζόμεναι. ὑφαί-

νουσαι. αἱ γὰρ ἡρωΐδες ὀρθαὶ ὕφαινον (ε 62)

<ἐποιχνεῖ>· ἐπιφοιτᾷ
<ἐποκεῖλαι>· ἐπὶ τὸ ξηρὸν ἐλθεῖν
<ἔπολμις>· εἶδος μάντεως
*<ἐπολυώρησας>· πολὺ ἐφύλαξας (Ps. 11,9) ASvg
*<ἐπολολύζει>· θρηνεῖ S
*[<ἐπόλια>· αἰγίδια] AS
*<ἑπόμενοι>· ἀκολουθοῦντες APvgn
<ἐποπίζεο>· ἐντρέπου. ἐπιστρέφου. κατασκεύαζε. φυλάσσου

(ε 146)

*<ἔποπος>· ὄρνεον (Zacch. 5,9) Agn
*<ἐπόπται>· θεαταί AS
[<ἐποπτεύοι>· ὑπολάβοι. νομίζοι]
<Ἐπόπτης>· Ζεύς. ἢ θεατής
*<ἐποπτεύσαντες>· θεωρήσαντες (1. Petr. 3,2) AS
†<ἐπορβεῖται>· φθονεῖ
<ἐπ' ὄρει>· ἐπὶ τῷ ὄρει
*<ἔπορεν>· ἔδωκεν vgnps ἐχαρίσατο (Ζ 168)
<ἐπ' ὀργῇ>· ἐπὶ τρόπῳ
<ἐπορεξάμενος>· ἐφορμήσας. ἐπελθών. ἐπιλαβόμενος (Ε 335)
*<ἐπόρησεν>· διεπέρασεν A
<ἐπόρθμευεν>· ἔπλεεν
*<ἐπόρθουν>· κατέσκαπτον ASvg. ἐδίωκον (Gal. 1,13)
<ἐπορθρεῦσαι>· ἐπαγρυπνῆσαι
<ἐπόρκιον, ἐπορκίσει>· ἐπιορκίσει
*<ἔπορσον>· ἐφορμῆσαι ποίησον (Ε 765) ASps
<ἐπορσύνετο>· ἡτοιμάζετο r
*<ἔπος>· ῥῆμα, λόγος (Β 361). φωνή Ag
*<ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε>· τόν τε λόγον εἶπε καὶ τὰ μέρη

αὐτοῦ διεξῄει (Α 361) S

†<ἐπισσόμενος>· προσορώμενος
<ἐποστρακίζειν>· ὀστράκοις παίζειν
<ἐποτούδιζε>· κατέβαλλεν ἐπὶ γῆν (Sophr. fr. 141)
<ἐπ' ὅτευ>· διατί. ἢ ἐπὶ τίνος
<ἐποτρύνει>· παροξύνει ASvgn. παρορμᾷ (Ζ 439)
<ἕπου>· ἀκολούθει (Eur. Phoen. 1274 ..)
<ἐπ' οὖδας>· ἐπὶ τὸ ἔδαφος (Eur. Med. 1195 v. l.)
<ἐπουδαῖοι>· ἐπιχθόνιοι
*<ἐπ' οὔρεϊ>· ἐπὶ τῷ ὄρει (Greg. Naz. c. 2, 1, 1, 2) ASg
<ἐπούρισας>· ἐφώρμησας (Eur. Andr. 610)
<ἐπούρισεν>· ὥρμησεν. ἀπέπεμψεν
<ἔπουρος>· εἶδος ἰχθύος
<ἕπουσαν>· *ἐπ' εὐθείας ἤγαγεν APn ἢ συνεργοῦσαν (Κ 516)
<ἑπούσῃ>· πονουμένῃ. φοιτώσῃ. [ποιουμένῃ]
<ἕπουσιν>· *<ἐνεργοῦσιν> (Ο 555) ASvg. ἀκολουθοῦσιν
†<ἐπουτίς>· θυσία παρὰ Ῥοδίοις
<ἐποφρύδιον>· μέτωπον
<ἔποχοι>· οἱ ἐπὶ τῶν ὀχημάτων διαβαίνοντες
<ἐποχωτέρα>· ἐπιμονωτέρα
[<ἐπόχεται>· ἐπιπορεύεται]
<ἔποχος>· ὁ ἐπὶ τοῦ ὀχήματος
*<ἐποχούμενος>· βασταζόμενος r. ASPvgnp
<ἔποψ>· ἐπόπτης. δυνάστης. καὶ εἶδος ὀρνέου
<Ἐπόψιος>· Ζεύς. καὶ Ἀπόλλων
*<ἐπόψομαι>· θεωρήσω An
*<ἐπὶ τὸ σίνεσθαι>· ἐπὶ τὸ βλάπτειν AS
*<ἔπραθον>· ἐπόρθησαν (Σ 454) S
<ἐπράνιξε>· κατέβαλεν
<ἔπρασσεν>· ἐπραγματεύετο (Dan. 6,4)
<ἐπρέσβευε>· πρεσβύτατος ἦν
[<ἔπρηξεν>· ἔπεσεν. ἐκρύβη]
<ἔπρηξας>· *ἐτέλεσας (Σ 357) AS, ἐπλήρωσας, ἐφύσησας. ἐκύρ-

τωσας

*<ἐπρίατο>· ἠγόραζεν (Prov. 31,16) r ASvgbp
*<ἔπρησεν>· ἔκαυσεν (Θ 217) ASvg
*<ἐπρυτάνευεν>· ἐδιοίκει nΣ
*<ἔπρωσεν>· ἐμοίρασεν Σ
*<ἑπταβόειον>· ἑπτάβυρσον (Η 220) rg
<ἑπτὰ γράμματα>· τὸ ὀργίλον. ἢ σκληρόν. καὶ Σάραπιν
<ἐπτάγρυτο>· ἐπτάρνυτο
<ἑπτάενον>· ἑπταετῆ
<ἐπταικότα>· πεσόντα
<ἐπταικώς>· σφαλείς ASvgn. ἢ πεπτωκώς (2. Macc. 14,17)
<ἐπτακέναι>· κεκρυφέναι
<ἑπταπόδην>· τηλικοῦτον τῷ μεγέθει, ἑπτὰ ποδῶν <μέγεθος>

ἔχοντα (Ο 729)

<Ἑπτάπορος>· ποταμὸς ἐν Τροίᾳ (Μ 20)
<ἑπτάπους σκιά>· τοῖς ποσὶ κατεμέτρουν τὰς σκιάς, ἐξ ὧν τὰς

ὥρας ἐγίνωσκον (Ar. fr. 675)

*<ἑπτάστομον>· ἑπτάπυλον (Eur. Phoen. 287 ..) AS
<ἔπτατο>· διεφορήθη. ἠφανίσθη (Ν 592)
*<ἑπτάτονος>· ἑπτάχορδος (Eur. Alc. 446) AS
<ἕπταχα>· εἰς ἑπτὰ μέρη (ξ 434)
<ἑπτάχορδα>· παλαιὰ μέλη δι' ἑπταχόρδου ᾀδόμενα (Ar. fr.

659)

<ἑπτάπεκτος>· ἡ βαθείας τρίχας ἔχουσα
*<ἐπτέρνισεν>· ἐσκέλισεν (Ose. 12,4) ASvgp
<ἐπτερύγη>· ἀνέπτη
<ἐπτερύξατο>· προσετρίψατο
<ἔπτηξαν>· ἐκρύβησαν. ἔπεσαν. [ἐφοβήθησαν (Iob 38,17) r(p)
<ἔπτη>· [ἔπτηξαν] <ἐπετάσθη> (Iob 20,8)
[<ἐπίστην>· ἐξεπλάγην]
<ἐπτόημαι>· πεφόβημαι r (vg)
<ἐπτοιῆσθαι>· τὸ ὀργᾶν πρὸς συνουσίαν
[<ἐπτόκασεν>· ἐκάλυψεν]
<ἕπτυσχλοι>· ἀνδρεῖον ὑπόδημα (Hermipp. fr. 67)
<ἐπτύσσοντο>· ἐκραδαίνοντο (Ν 134)
<ἐπύθετο>· *ἤκουεν. ἠρώτα. ἐμάνθανε ASvg τὸ αὐτὸ καὶ †τὸ

ἐπιθμός†

<ἐπύκασεν>· ἐνεκάλυψεν (Sapph. fr. 100 L. -- P.)
*<ἐπυλλίοις>· στίχοις AS
<ἐπυστιᾶτο>· ἐπυνθάνετο
*<ἐπῳάζουσι>· νεοττεύουσιν S ἐπὶ τοῖς ᾠοῖς βοῶσιν ASg
<ἐπωβελία>· παραβόλιον τῆς δίκης. ἔστι δὲ τὸ ἀκόλουθον τῷ

τῆς καταδίκης τιμήματι ὄφλημα, ὡς Δίδυμος, τὸ ἕκτον μέρος τοῦ τιμήματος· οἱ δὲ τὸ †ιτ#

<ἐπῴζειν>· ἐπικαθῆσθαι τοῖς ᾠοῖς. Αἰσχύλος Νιόβῃ μεταφορι-

κῶς· ἐφημένη τάφον τέκνοις ἐπῴζει ... τοῖς τεθνηκόσιν (fr. 157, PSI 1208)

*<ἐπῳδός>· ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισίν Σ
*<ἐπωμάδιον>· τὸ ἐπὶ τῶν ὤμων r. g
*<ἐπώκειλαν>· ἐπανέπαυσαν (Act. ap. 27,41 v. l.) r. ASn
*<ἐπωμίδα>· ὡς λέντιον AS, ἱερατικὸν περιβόλαιον (Exod. 25,7)

r. Sg

<ἐπ' ὤμων>· ἐπὶ τῶν ὤμων (Α 46)
<ἐπώνασθε>· [ἐπώνυμος] ...
<ἐπώνυμοι>· οἱ τῶν φυλῶν ἐπώνυμοι ἥρωες, οἵπερ ἦσαν δέκα
*<ἔποπα>· ἀλεκτρυόνα ἄγριον AS
<ἐπωπᾷ>· ἐφορᾷ, ἐποπτεύει
<ἐπωπάζει>· τὰ αὐτά
<Ἐπωπέτης>· Ζεὺς παρὰ Ἀθηναίοις
<ἐπώπῃ>· ἐπόπτῃ, ἐφορῶντι
<ἐπωπίδες>· ἐπίσκοποι. ἀκόλουθοι. παρὰ Λακεδαιμονίοις
<Ἐπωπίς>· Δημήτηρ παρὰ Σικυωνίοις. [καὶ <Ἐπωτίς>]
<ἐπώρεον>· ἔθαπτον
[<ἐπωρεῖν>· πενθεῖν, κλαίειν]
<ἐπωρεύει>· ὡραῖα συντελεῖ
<ἐπωριάζειν>· μεριμνᾶν
<ἐπώρουσαν>· ἐφώρμησαν (Δ 472) (r)
†<ἐπωρυδόν>· ἐπιῤῥεόντως r
*<ἐπωρύετο>· ἐπένθει ἢ φωνὴ θηρίων ASn
<ἐπώχατο>· ἐπικεκλιμέναι ἦσαν (Μ 340)
*<ἐπωρώθησαν>· ἐτυφλώθησαν (ep. Rom. 11,7) ASvg
<ἐπωστρίδες>· αἱ κατὰ Σάμον ταῖς γυναιξὶ τὴν δεξιὰν χεῖρα

ἐπέχουσαι κατὰ τὴν ὀσφύν

<Ἐπωφέλης>· ὁ καλούμενος Ἐφιάλτης
*<ἐπῴχετο>· ἐπορεύετο (α 143) vgn
<εραι>· [εἰσπνεῖ. ἡ κοιλία.] γῆ. *καλὴ [γῆ] <καὶ> ποθεινή A.

ἐπιθυμεῖ (Eur. Med. 974) ASvg

<ἐράασθε>· ἐπιθυμεῖτε (Π 208)
<ἔραδος>· παρὰ τὸ ἐρίζειν. †παιδίονα νῖκος συνδρομή. λοιδορία.

ἀνεξικακία

<ἐρᾳδιούργησεν>· ...
<ἔραζε>· χαμᾶζε. *εἰς τὴν γῆν. χαμαί (Μ 156) ASvgn
*[<ἔραζεν>· ἔθαζεν. ἐποίησεν S]
<ἐραίσθη>· ἀπώλετο. διεσκεδάσθη. διεχωρίσθη
*<ἔραμαι>· ἐρῶ, ἐπιθυμῶ (Γ 446) n
*<ἐράμενος>· ἐπιθυμήσας AS
*<ἔρανα>· ἐκ συνεισφορᾶς δῶρα ASg. ἢ †δόσις πολλῶν αὐτῶν†

γινόμενα συμπόσια

†<ἐράναι>· βωμοί†
<ἐρανέμπολοι>· οἱ ἐξ ἐράνων ἐμπολῶντες
*<ἐρανίζεται>· συλλέγει ASvg
<ἐράνιζε>· ἀνῄρει. ἐσκύλευεν
*<ἐράνιον>· ἐκ συνεισφορᾶς δῶρον r. pΣ <ἢ ἀνταπόδοσις>
*<ἐραννῆς>· ἐπεράστου. καλῆς ASnT. τιμίας (Ι 531)
<ἔρανον>· συνεισφορά r. δῶρον. εὐωχία