Αλέξανδρος (Σούδα)
Ἀλέξανδρος, ὁ Φιλίππου καὶ Ὀλυμπιάδος, βασιλεύσας Μακεδόνων ἀπὸ ἐνιαυτῶν ιη', τελευτήσας δὲ ἐτῶν λγ'. οὗτος ἦν τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος, τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ θείου ἐπιμελέστατος, ἡδονῶν τε τῶν μὲν τοῦ σώματος ἐγκρατέστατος, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἁπλούστατος: ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατος καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. καὶ πρὸς πᾶν καλὸν ἐπιτηδειότατος. πρὸς τούτοις ἦν ἐπιεικὴς καὶ θεοσεβής. ὀργισθεὶς γάρ ποτε Θηβαίοις ἐπὶ τοσοῦτον, ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν ἐς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως: ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ' ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρσὲς ἐν τοῖς κινδύνοις ἐφαίνετο. Ῥωξάνης δὲ ἠράσθη ὁ Ἀλέξανδρος τῆς Ὀξυάρτου τοῦ Βακτριανοῦ, ἣν δὴ καλλίστην τῶν Ἀσιανῶν γυναικῶν λέγουσιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες μετά γε τὴν Δαρείου γυναῖκα. καὶ ταύτην ἰδόντα Ἀλέξανδρον εἰς ἔρωτα ἐλθεῖν αὐτῆς: ἐρασθέντα δὲ οὐκ ἐθελῆσαι ὑβρίσαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶσαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆς γε Δαρείου γυναικός, ἣ καλλίστη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐς ἐπιθυμίαν ἢ καρτερὸς αὑτοῦ ἐγένετο, νέος τε ὢν καὶ τὰ μάλιστα ἐν ἀκμῇ τῆς εὐτυχίας, ὁπότε ὑβρίζουσιν ἄνθρωποι. ὁ δὲ κατῃδέσθη τε καὶ ἐφείσατο σωφροσύνῃ τε πολλῇ διαχρώμενος, καὶ δόξης ἅμα ἀγαθῆς οὐκ ἀτόπῳ ἐφέσει. καὶ τοίνυν καὶ λόγος κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆς γυναικός. καὶ τοῦτον ὡς εἶδεν ὁ Δαρεῖος, πρῶτα μὲν πυθέσθαι, εἰ ζῶσιν αὐτῷ αἱ παῖδες καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡς δὲ ζώσας τε ἐπύθετο, καὶ βασίλισσαι ὅτι καλοῦνται, καὶ περὶ τῆς θεραπείας, καὶ ὡς σωφρονεῖ ἡ γυνὴ αὐτοῦ: ἐπὶ τούτοις ἀνατεῖναι τὸν Δαρεῖον ἐς τὸν οὐρανὸν τὰς χεῖρας καὶ εὔξασθαι ὧδε: ἀλλ' ὦ Ζεῦ βασιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βασιλέων πράγματα νέμειν ἐν ἀνθρώποις, σὺ νῦν μάλιστα μὲν ἐμοὶ φύλαξον Περσῶν τε καὶ Μήδων τὴν ἀρχήν, ὥσπερ οὖν καὶ ἔδωκας: εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι σοι βασιλεὺς τῆς Ἀσίας, σὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτος. οὕτως οὐδὲ πρὸς τῶν πολεμίων ἄρα ἀμελεῖται ὅσα σώφρονα ἔργα. οὕτω φησὶν Ἀῤῥιανός. Νέαρχος δέ φησιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅσοι ἐκόμιζον αὐτὸν ἀῤῥωστοῦντα, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι: οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖς τε ὄντας ἐγίνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένους τε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων. ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε: πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. οὐδὲ γάρ ἐστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα, τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. τοῖς τε γὰρ ἀρίστοις συμφοιτήσας ἀνδράσιν, εἴς τε λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη: πρός τε τὰ πολέμια διελθών, θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. καὶ πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τ' τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρυθμίσαι, καὶ τῶν ἰδίων τινὰς διαβληθέντας ἀνελεῖν. ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης; καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸς ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἠκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταῤῥαγέντος καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη: καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν.