Αισώπου Μύθοι/Κύων εστιώμενος
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· «Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι.» Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· «Βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. «Ταῦτα καθ᾿ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαῤῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον. Περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ᾿ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· «Πῶς ἐδείπνησας, φίλος;» Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· «Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα.»
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.