Αισώπου Μύθοι/Ανθρακεύς και γναφεύς

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ἀνθρακεὺς καὶ γναφεύς



Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· " Ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασβολώσεις."

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.