Αισώπου Μύθοι/Έλαφος και λέων εν σπηλαίω

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ



Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· «Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα.» Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ

φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν.

(variant version from Chambry's first edition===

Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ᾿ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυβῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν φηρίῳ παρέδωκα.
Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόβον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμβάλλουσιν.


Προσωπικά εργαλεία
Περιοχές ονομάτων

Παραλλαγές
Ενέργειες
Πλοήγηση
Εκτύπωση/εξαγωγή
Εργαλειοθήκη
σε άλλες γλώσσες