Μετάβαση στο περιεχόμενο

Σφήκες

Από Βικιθήκη


Σφήκες
Κωμῳδία



(ed. F.W. Hall and W.M. Geldart, Oxford 1907)

Σωσίας

Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;

Ξανθίας

φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.

Σωσίας

κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
ἆρ᾽ οἶσθά γ᾽ οἷον κνώδαλον φυλάττομεν;

Ξανθίας

οἶδ᾽, ἀλλ᾽ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.    5

Σωσίας

σὺ δ᾽ οὖν παρακινδύνευ᾽, ἐπεὶ καὐτοῦ γ᾽ ἐμοῦ
κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.

Ξανθίας

ἀλλ᾽ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;

Σωσίας

οὔκ, ἀλλ᾽ ὕπνος μ᾽ ἔχει τις ἐκ Σαβαζίου.

Ξανθίας

τὸν αὐτὸν ἄρ᾽ ἐμοὶ βουκολεῖς Σαβάζιον.    10
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
καὶ δῆτ᾽ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.

Σωσίας

κἄγωγ᾽ ἀληθῶς οἷον οὐδεπώποτε.
ἀτὰρ σὺ λέξον πρότερος.    15

Ξανθίας

ἐδόκουν αἰετὸν
καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.

Σωσίας

οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.    20

Ξανθίας

πῶς δή;

Σωσίας

προσερεῖ τις τοῖσι συμπόταις, λέγων
“τί ταὐτὸν ἐν γῇ τ᾽ ἀπέβαλεν κἀν οὐρανῷ
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;”

Ξανθίας

οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
ἰδόντι τοιοῦτον ἐνύπνιον;    25

Σωσίας

μὴ φροντίσῃς.
οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.

Ξανθίας

δεινόν γέ ποὔστ᾽ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.

Σωσίας

ἀλλ᾽ ἐστὶν μέγα.
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.

Ξανθίας

λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.    30

Σωσίας

ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
βακτηρίας ἔχοντα καὶ τριβώνια·
κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
δημηγορεῖν φάλαινα πανδοκεύτρια,    35
ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.

Ξανθίας

αἰβοῖ.

Σωσίας

τί ἔστι;

Ξανθίας

παῦε παῦε, μὴ λέγε·
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.

Σωσίας

εἶθ᾽ ἡ μιαρὰ φάλαιν᾽ ἔχουσα τρυτάνην
ἵστη βόειον δημόν.    40

Ξανθίας

οἴμοι δείλαιος·
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.

Σωσίας

ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
“ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει”.    45

Ξανθίας

ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν.

Σωσίας

οὔκουν ἐκεῖν᾽ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
γιγνόμενος;

Ξανθίας

ἥκιστ᾽, ἀλλ᾽ ἄριστον.

Σωσίας

πῶς;

Ξανθίας

ὅπως;
ἄνθρωπος ὢν εἶτ᾽ ἐγένετ᾽ ἐξαίφνης κόραξ·
οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι    50
ἀρθεὶς ἀφ᾽ ἡμῶν ἐς κόρακας οἰχήσεται;

Σωσίας

εἶτ᾽ οὐκ ἐγὼ δοὺς δύ᾽ ὀβολὼ μισθώσομαι
οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;

Ξανθίας

φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
ὀλίγ᾽ ἄτθ᾽ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,    55
μηδὲν παρ᾽ ἡμῶν προσδοκᾶν λίαν μέγα,
μηδ᾽ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
ἡμῖν γὰρ οὐκ ἔστ᾽ οὔτε κάρυ᾽ ἐκ φορμίδος
δούλω διαῤῥιπτοῦντε τοῖς θεωμένοις,
οὔθ᾽ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,    60
οὐδ᾽ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
οὐδ᾽ εἰ Κλέων γ᾽ ἔλαμψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
ἀλλ᾽ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,    65
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρ᾽ ἐπέταξε νῷν,
ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ᾽ξίῃ.    70
νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδ᾽ ἂν εἷς γνοίη ποτ᾽ οὐδ᾽ ἂν ξυμβάλοι
εἰ μὴ πύθοιθ᾽ ἡμῶν· ἐπεὶ τοπάζετε.
Ἀμυνίας μὲν ὁ Προνάπους φήσ᾽ οὑτοσὶ
εἶναι φιλόκυβον αὐτόν· ἀλλ᾽ οὐδὲν λέγει.    75

Σωσίας

μὰ Δί᾽, ἀλλ᾽ ἀφ᾽ αὑτοῦ τὴν νόσον τεκμαίρεται.

Ξανθίας

οὔκ, ἀλλὰ “φιλο” μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
εἶναι φιλοπότην αὐτόν.

Σωσίας

οὐδαμῶς γ᾽, ἐπεὶ
αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.    80

Ξανθίας

Νικόστρατος δ᾽ αὖ φησιν ὁ Σκαμβωνίδης
εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.

Σωσίας

μὰ τὸν κύν᾽ ὦ Νικόστρατ᾽ οὐ φιλόξενος,
ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.

Ξανθίας

ἄλλως φλυαρεῖτ᾽· οὐ γὰρ ἐξευρήσετε.    85
εἰ δὴ ᾽πιθυμεῖτ᾽ εἰδέναι, σιγᾶτε νῦν.
φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,
ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
ἢν μὴ ᾽πὶ τοῦ πρώτου καθίζηται ξύλου.    90
ὕπνου δ᾽ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
ἢν δ᾽ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ᾽ ἔχειν εἰωθέναι
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,    95
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
καὶ νὴ Δί᾽ ἢν ἴδῃ γέ που γεγραμμένον
υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
ἰὼν παρέγραψε πλησίον “κημὸς καλός”.
τὸν ἀλεκτρυόνα δ᾽, ὃς ᾖδ᾽ ἀφ᾽ ἑσπέρας, ἔφη    100
ὄψ᾽ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
εὐθὺς δ᾽ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
κἄπειτ᾽ ἐκεῖσ᾽ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.    105
ὑπὸ δυσκολίας δ᾽ ἅπασι τιμῶν τὴν μακρὰν
ὥσπερ μέλιττ᾽ ἢ βομβυλιὸς εἰσέρχεται
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
ἵν᾽ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.    110
τοιαῦτ᾽ ἀλύει· νουθετούμενος δ᾽ ἀεὶ
μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ᾽ξίῃ.
ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος    115
ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
μηδ᾽ ἐξιέναι θύραζ᾽, ὁ δ᾽ οὐκ ἐπείθετο.
εἶτ᾽ αὐτὸν ἀπέλου κἀκάθαιρ᾽, ὁ δ᾽ οὐ μάλα.
μετὰ τοῦτ᾽ ἐκορυβάντιζ᾽, ὁ δ᾽ αὐτῷ τυμπάνῳ
ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.    120
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
ὁ δ᾽ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
ἐντεῦθεν οὐκέτ᾽ αὐτὸν ἐξεφρίεμεν,    125
ὁ δ᾽ ἐξεδίδρασκε διά τε τῶν ὑδροῤῥοῶν
καὶ τῶν ὀπῶν· ἡμεῖς δ᾽ ὅσ᾽ ἦν τετρημένα
ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
ὁ δ᾽ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ᾽ ἐξήλλετο.    130
ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
ἔστιν δ᾽ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων,
ναὶ μὰ Δία, τῷ δ᾽ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.    135

Βδελυκλέων

ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;

Ξανθίας

οἴμοι.

Σωσίας

τί ἔστι;

Ξανθίας

Βδελυκλέων ἀνίσταται.

Βδελυκλέων

οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ᾽ ἅτερος;
ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ᾽ ἄθρει    140
κατὰ τῆς πυέλου τὸ τρῆμ᾽ ὅπως μὴ ᾽κδύσεται·
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

Σωσίας

ταῦτ᾽ ὦ δέσποτα.

Βδελυκλέων

ἄναξ Πόσειδον τί ποτ᾽ ἄρ᾽ ἡ κάπνη ψοφεῖ;
οὗτος τίς εἶ σύ;

Φιλοκλέων

καπνὸς ἔγωγ᾽ ἐξέρχομαι.

Βδελυκλέων

καπνός; φέρ᾽ ἴδω ξύλου τίνος σύ.    145

Φιλοκλέων

συκίνου.

Βδελυκλέων

νὴ τὸν Δί᾽ ὅσπερ γ᾽ ἐστὶ δριμύτατος καπνῶν.
ἀτὰρ οὐκέτ᾽ ἐῤῥήσεις γε, ποῦ ᾽σθ᾽ ἡ τηλία;
δύου πάλιν· φέρ᾽ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τιν᾽ ἀλλην μηχανήν.
ἀτὰρ ἄθλιός γ᾽ εἴιμ᾽ ὡς ἕτερός γ᾽ οὐδεὶς ἀνήρ,    150
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

Σωσίας

<ὅδε> τὴν θύραν ὠθεῖ·

Βδελυκλέων

πιέζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς· κἀγὼ γὰρ ἐνταῦθ᾽ ἔρχομαι.
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
φύλατθ᾽ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.    155

Φιλοκλέων

τί δράσετ᾽; οὐκ ἐκφρήσετ᾽ ὦ μιαρώτατοι
δικάσοντά μ᾽, ἀλλ᾽ ἐκφεύξεται Δρακοντίδης;

Βδελυκλέων

σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

Φιλοκλέων

ὁ γὰρ θεὸς
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
ὅταν τις ἐκφύγῃ μ᾽ ἀποσκλῆναι τότε.    160

Βδελυκλέων

Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.

Φιλοκλέων

ἴθ᾽ ἀντιβολῶ σ᾽ ἔκφρες με, μὴ διαῤῥαγῶ.

Βδελυκλέων

μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.

Φιλοκλέων

διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

Βδελυκλέων

ἀλλ᾽ οὐκ ἔχεις ὀδόντας.    165

Φιλοκλέων

οἴμοι δείλαιος·
τῶς ἄν σ᾽ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
ὅπως τάχιστ᾽, ἢ πινάκιον τιμητικόν.

Βδελυκλέων

ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

Φιλοκλέων

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις·    170
νουμηνία γάρ ἐστιν.

Βδελυκλέων

οὔκουν κἂν ἐγὼ
αὐτὸν ἀποδοίμην δῆτ᾽ ἄν;

Φιλοκλέων

οὐχ ὥσπερ γ᾽ ἐγώ.

Βδελυκλέων

μὰ Δἴ ἀλλ᾽ ἄμεινον.

Φιλοκλέων

ἀλλὰ τὸν ὄνον ἔξαγε.

Σωσίας

οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
ἵν᾽ αὐτὸν ἐκπέμψειας.    175

Βδελυκλέων

ἀλλ᾽ οὐκ ἔσπασεν
ταύτῃ γ᾽· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
ἀλλ᾽ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις    180
Ὀδυσσέα τιν᾽;

Σωσίας

ἀλλὰ ναὶ μὰ Δία φέρει
κάτω γε τουτονί τιν᾽ ὑποδεδυκότα.

Βδελυκλέων

ποῖον; φέρ᾽ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
τίς εἶ ποτ᾽ ὦνθρωπ᾽ ἐτεόν;

Φιλοκλέων

Οὖτις νὴ Δία.

Βδελυκλέων

Οὖτις σύ; ποδαπός;    185

Φιλοκλέων

Ἴθακος Ἀποδρασιππίδου.

Βδελυκλέων

Οὖτις μὰ τὸν Δἴ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
ἵν᾽ ὑποδέδυκεν· ὥστ᾽ ἔμοιγ᾽ ἰνδάλλεται
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

Φιλοκλέων

εἰ μή μ᾽ ἐάσεθ᾽ ἥσυχον, μαχούμεθα.    190

Βδελυκλέων

περὶ τοῦ μαχεῖ νῷν δῆτα;

Φιλοκλέων

περὶ ὄνου σκιᾶς.

Βδελυκλέων

πονηρὸς εἶ πόῤῥω τέχνης καὶ παράβολος.

Φιλοκλέων

ἐγὼ πονηρός; οὐ μὰ Δἴ ἀλλ᾽ οὐκ οἶσθα σὺ
νῦν μ᾽ ὄντ᾽ ἄριστον· ἀλλ᾽ ἴσως, ὅταν φάγῃς
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.    195

Βδελυκλέων

ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.

Φιλοκλέων

ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.

Βδελυκλέων

ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,    200
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
ἀνύσας τι προσκύλισον.

Σωσίας

οἴμοι δείλαιος·
πόθεν ποτ᾽ ἐμπέπτωκέ μοι τὸ βωλίον;

Βδελυκλέων

ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

Σωσίας

μῦς; οὐ μὰ Δἴ ἀλλ᾽ ὑποδυόμενός τις οὑτοσὶ    205
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.

Βδελυκλέων

οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
ἐκπτήσεται. ποῦ ποῦ ᾽στί μοι τὸ δίκτυον;
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δἴ ἦ μοι κρεῖττον ἦν
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.    210

Σωσίας

ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
κοὐκ ἔσθ᾽ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

Βδελυκλέων

ἀλλ᾽ ὦ πόνηρ᾽ ἥξουσιν ὀλίγον ὕστερον
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ    215
τὸν πατέρα.

Σωσίας

τίλέγεις; ἀλλὰ νῦν γ᾽ ὄρθρος βαθύς.

Βδελυκλέων

νὴ τὸν Δἴ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ᾽ ἀεί,
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,    220
οἷς ἐκκαλοῦνται τοῦτον.

Σωσίας

οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτ᾽ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

Βδελυκλέων

ἀλλ᾽ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθ᾽ ὅμοιον σφηκιᾷ.
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος    225
ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

Σωσίας

μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω,
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

Χορός

χώρει πρόβαιν᾽ ἐῤῥωμένως. ὦ Κωμία βραδύνεις.    230
μὰ τὸν Δἴ οὐ μέντοι πρὸ τοῦ γ᾽, ἀλλ᾽ ἦσθ᾽ ἱμὰς κύνειος·
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρ᾽ ἐστί που ᾽νταῦθ᾽ ἢ Χάβης ὁ Φλυεύς;
πάρεσθ᾽ ὃ δὴ λοιπόν γ᾽ ἔτ᾽ ἐστίν, ἀππαπαῖ παπαιάξ,    235
ἥβης ἐκείνης ἡνίκ᾽ ἐν Βυζαντίῳ ξυνῆμεν
φρουροῦντ᾽ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντ᾽ ἐκλέψαμεν τὸν ὅλμον,
κᾆθ᾽ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
ἀλλ᾽ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί·    240
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ᾽ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπ᾽ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.    245
χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

Παίς

τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι.

Χορός

κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.

Παίς

οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.    250

Χορός

τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ᾽ ὠθεῖς,
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
οὐ γὰρ δάκνει σ᾽, ὅταν δέῃ τίμιον πρίασθαι.

Παίς

εἰ νὴ Δί᾽ αὖθις κονδύλοις νουθετήσεθ᾽ ἡμᾶς,
ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ᾽ αὐτοί·    255
κἄπειτ᾽ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

Χορός

ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
ἀλλ᾽ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·
κοὐκ ἔσθ᾽ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον    260
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
φιλεῖ δ᾽, ὅταν τοῦτ᾽ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ᾽στι πρῷα
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.    265
τί χρῆμ᾽ ἄρ᾽ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ μὴν πρὸ τοῦ γ᾽ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
ἡγεῖτ᾽ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ
φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ᾽ ὦνδρες    270
ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοὐμοῦ μέλους ὑφ᾽ ἡδονῆς ἑρπύσῃ θύραζε.

Χορός

τί ποτ᾽ οὐ πρὸ θυρῶν φαίνετ᾽ ἄρ᾽ ἡμῖν ὁ γέρων οὐδ᾽ ὑπακούει;
μῶν ἀπολώλεκε τὰς
ἐμβάδας, ἢ προσέκοψ᾽ ἐν    275
τῷ σκότῳ τὸν δάκτυλόν που,    275β
εἶτ᾽ ἐφλέγμηνεν αὐτοῦ
τὸ σφυρὸν γέροντος ὄντος;    276β
καὶ τάχ᾽ ἂν βουβωνιῴη.
ἦ μὴν πολὺ δριμύτατός γ᾽ ἦν τῶν παρ᾽ ἡμῖν,    277β
καὶ μόνος οὐκ ἂν ἐπείθετ᾽,
ἀλλ᾽ ὁπότ᾽ ἀντιβολοίη
τις, κάτω κύπτων ἂν οὕτω    279β
“λίθον ἕψεις”, ἔλεγεν.    280
τάχα δ᾽ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετ᾽
ἐξαπατῶν καὶ λέγων
ὡς φιλαθήναιος ἦν καὶ
τἀν Σάμῳ πρῶτος κατείποι,
διὰ τοῦτ᾽ ὀδυνηθεὶς
εἶτ᾽ ἴσως κεῖται πυρέττων.
ἔστι γὰρ τοιοῦτος ἁνήρ.    285
ἀλλ᾽ ὦγάθ᾽ ἀνίστασο μηδ᾽ οὕτω σεαυτὸν
ἔσθιε μηδ᾽ ἀγανάκτει.
καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
τῶν προδόντων τἀπὶ Θρᾴκης·
ὃν ὅπως ἐγχυτριεῖς.
ὕπαγ᾽ ὦ παῖ ὕπαγε.    290

Παίς

ἐθελήσεις τί μοι οὖν ὦ
πάτερ, ἤν σού τι δεηθῶ;

Χορός

πάνυ γ᾽ ὦ παιδίον. ἀλλ᾽ εἰπέ,
τί βούλει με πρίασθαι
καλόν; οἶμαι δέ σ᾽ ἐρεῖν ἀστραγάλους    295
δήπουθεν ὦ παῖ.

Παίς

μὰ Δἴ ἀλλ᾽ ἰσχάδας ὦ παππία·
ἥδιον γάρ.

Χορός

οὐκ ἂν
μὰ Δἴ, εἰ κρέμαισθέ γ᾽ ὑμεῖς.

Παίς

μὰ Δἴ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.

Χορός

ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου    300
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
<ἒ ἔ.> σὺ δὲ σῦκά μ᾽ αἰτεῖς.

Παίς

ἄγε νυν ὦ πάτερ ἢν μὴ
τὸ δικαστήριον ἅρχων
καθίσῃ νῦν, πόθεν ὠνησόμεθ᾽    305
ἄριστον; ἔχεις ἐλπίδα
χρηστήν τινα νῷν ἢ
πόρον Ἕλλας ἱρὸν <εὑρεῖν>;

Χορός

ἀπαπαῖ φεῦ, <ἀπαπαῖ φεῦ,>
μὰ Δἴ οὐκ ἔγωγε νῷν οἶδ᾽    310
ὁπόθεν γε δεῖπνον ἔσται.

Παίς

τί με δῆτ᾽ ὦ μελέα μῆτερ ἔτικτες;

Χορός

ἵν᾽ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.

Παίς

ἀνόνητον ἄρ᾽ ὦ θυλάκιόν σ᾽ εἶχον ἄγαλμα.
ἒ ἔ. πάρα νῷν στενάζειν.    315

Φιλοκλέων

φίλοι, τήκομαι μὲν
πάλαι διὰ τῆς ὀπῆς
ὑμῶν ὑπακούων.
ἀλλὰ γὰρ οὐχ οἷός τ᾽ εἴμ᾽
ᾄδειν. τί ποιήσω;
τηροῦμαι δ᾽ ὑπὸ τῶνδ᾽, ἐπεὶ
βούλομαί γε πάλαι μεθ᾽ ὑμῶν    320
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
κακόν τι ποιῆσαι.
ἀλλ᾽ ὦ Ζεῦ <Ζεῦ> μέγα βροντήσας
ἤ με ποίησον καπνὸν ἐξαίφνης
ἢ Προξενίδην ἢ τὸν Σέλλου    325
τοῦτον τὸν ψευδαμάμαξυν.
τόλμησον ἄναξ χαρίσασθαί μοι,
πάθος οἰκτίρας· ἤ με κεραυνῷ
διατινθαλέῳ σπόδισον ταχέως,
κἄπειτ᾽ ἀνελών μ᾽ ἀποφυσήσας    330
εἰς ὀξάλμην ἔμβαλε θερμήν·
ἢ δῆτα λίθον με ποίησον ἐφ᾽ οὗ
τὰς χοιρίνας ἀριθμοῦσι.

Χορός

τίς γάρ ἐσθ᾽ ὁ ταῦτά σ᾽ εἵργων
κἀποκλῄων τῇ θύρᾳ; λέξον·    335
πρὸς εὔνους γὰρ φράσεις.

Φιλοκλέων

οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ᾽ ὕφεσθε τοῦ τόνου.

Χορός

τοῦ δ᾽ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
<καὶ> τίνα πρόφασιν ἔχων;

Φιλοκλέων

οὐκ ἐᾷ μ᾽ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,    340
ἀλλά μ᾽ εὐωχεῖν ἕτοιμός ἐστ᾽· ἐγὼ δ᾽ οὐ βούλομαι.

Χορός

τοῦτ᾽ ἐτόλμησ᾽ ὁ μιαρὸς χανεῖν
ὁ Δημολογοκλέων <ὅδ᾽,>    342β
ὅτι λέγεις <σύ> τι περὶ τῶν νεῶν    343
ἀληθές. οὐ γὰρ ἄν ποθ᾽ {{r|343β}
οὗτος ἁνὴρ τοῦτ᾽ ἐτόλμησεν
λέγειν, εἰ    344β
μὴ ξυνωμότης τις ἦν.    345
ἀλλ᾽ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,    346
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.

Φιλοκλέων

τίς ἂν οὖν εἴη; ζητεῖθ᾽ ὑμεῖς, ὡς πᾶν <ἂν> ἔγωγε ποιοίην·
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.

Χορός

ἔστιν ὀπὴ δῆθ᾽ ἥντιν᾽ ἂν ἔνδοθεν οἷός τ᾽ εἴης διορύξαι,    350
εἶτ᾽ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;

Φιλοκλέων

πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ᾽ εἰ σέρφῳ διαδῦναι.
ἀλλ᾽ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δ᾽ οὐκ ἔστι γενέσθαι.

Χορός

μέμνησαι δῆθ᾽, ὅτ᾽ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους    354
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.

Φιλοκλέων

οἶδ᾽· ἀλλὰ τί τοῦτ᾽; οὐδὲν γὰρ τοῦτ᾽ ἐστὶν ἐκείνῳ προσόμοιον.
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τ᾽ αὐτὸς ἐμαυτοῦ,
κοὐδείς μ᾽ ἐφύλαττ᾽, ἀλλ᾽ ἐξῆν μοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
ἄνδρες ὁπλῖται διαταξάμενοι    360
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύ᾽ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ με γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντ᾽ ὀβελίσκους.    364

Χορός

ἀλλὰ καὶ νῦν ἐκπόριζε    365
μηχανὴν ὅπως τάχισθ᾽· ἕως
γάρ, ὦ μελίττιον.

Φιλοκλέων

διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.

Χορός

ταῦτα μὲν πρὸς ἀνδρός ἐστ᾽ ἄνοντος ἐς σωτηρίαν.
ἀλλ᾽ ἔπαγε τὴν γνάθον.    370

Φιλοκλέων

διατέτρωκται τοῦτό γ᾽. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
ἀλλὰ τηρώμεσθ᾽ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.

Χορός

μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
ὡς ἐγὼ τοῦτόν γ᾽, ἐὰν γρύξῃ
τι, ποιήσω δακεῖν τὴν
καρδίαν καὶ τὸν περὶ ψυχῆς    375
δρόμον δραμεῖν, ἵν᾽ εἰδῇ
μὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσματα.
ἀλλ᾽ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα    379
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.

Φιλοκλέων

ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ᾽ ἐσκαλαμᾶσθαι
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.

Χορός

ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
ὥστ᾽ οὐ δυνατόν σ᾽ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.

Φιλοκλέων

δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ -- μανθάνετ᾽; -- ἤν τι πάθω ᾽γώ,    385
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ᾽ ὑπὸ τοῖσι δρυφάκτοις.

Χορός

οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλ᾽ ὦ βέλτιστε καθίει
σαυτὸν θαῤῥῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.

Φιλοκλέων

ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,    389
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ᾽ ἵνα ταῦτ᾽ ἀκροῷο,
κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ᾽ ἀποπάρδω.

Βδελυκλέων

οὗτος ἐγείρου.    395

Ξανθίας

τί τὸ πρᾶγμ᾽;

Βδελυκλέων

ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.

Ξανθίας

μῶν ὁ γέρων πῃ διαδύεται <αὖ>;

Βδελυκλέων

μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ καθιμᾷ
αὑτὸν δήσας.

Ξανθίας

ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;

Βδελυκλέων

ἀνάβαιν᾽ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.

Φιλοκλέων

οὐ ξυλλήψεσθ᾽ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
πότε δ᾽, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ᾽ εἴσω μᾶλλον ἄγεσθαι;

Χορός

εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
ἥνπερ, ἡνίκ᾽ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;    404
νῦν ἐκεῖνο νῦν ἐκεῖνο
τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
κέντρον “ἐντέτατ᾽ ὀξύ”.
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ᾽ ἀγγέλλετε,
καὶ κελεύετ᾽ αὐτὸν ἥκειν    410
ὡς ἐπ᾽ ἄνδρα μισόπολιν
ὄντα κἀπολούμενον, ὅτι
τόνδε λόγον ἐσφέρει,
μὴ δικάζειν δίκας.

Βδελυκλέων

ὦγαθοὶ τὸ πρᾶγμ᾽ ἀκούσατ᾽, ἀλλὰ μὴ κεκράγετε.    415

Χορός

νὴ Δί᾽ ἐς τὸν οὐρανόν γ᾽.

Βδελυκλέων

ὡς τοῦδ᾽ ἐγὼ οὐ μεθήσομαι.

Χορός

ταῦτα δῆτ᾽ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.

Ξανθίας

Ἡράκλεις καὶ κέντρ᾽ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;    420

Βδελυκλέων

οἷς γ᾽ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.

Χορός

καὶ σέ γ᾽ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
δεῦρο κἀξείρας τὸ κέντρον εἶτ᾽ ἐπ᾽ αὐτὸν ἵεσο,
ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.    425

Ξανθίας

τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί᾽, εἰ μαχούμεθα·
ὡς ἔγωγ᾽ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.

Χορός

ἀλλ᾽ ἀφίει τὸν ἄνδρ᾽· εἰ δὲ μή, φήμ᾽ ἐγὼ
τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.

Φιλοκλέων

εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,    430
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ᾽ ὠργισμένοι,
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.

Βδελυκλέων

ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
εἰ δὲ μή, ᾽ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.    435
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.

Χορός

εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.

Φιλοκλέων

ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
περιορᾷς οὕτω μ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων χειρούμενον,
οὓς ἐγὼ ᾽δίδαξα κλάειν τέτταρ᾽ ἐς τὴν χοίνικα;    440

Χορός

εἶτα δῆτ᾽ οὐ πόλλ᾽ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,    445
ὥστε μὴ ῥιγῶν ἑκάστοτ᾽· ἀλλὰ τούτοις γ᾽ οὐκ ἔνι
οὐδ᾽ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.

Φιλοκλέων

οὐκ ἀφήσεις οὐδὲ νυνί μ᾽ ὦ κάκιστον θηρίον,
οὐδ᾽ ἀναμνησθεὶς ὅθ᾽ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ᾽ εὖ κἀνδρικῶς,    450
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ᾽ ἀχάριστος ἦσθ᾽ ἄρα.
ἀλλ᾽ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.

Χορός

ἀλλὰ τούτων μὲν τάχ᾽ ἡμῖν δώσετον καλὴν δίκην,
οὐκέτ᾽ ἐς μακρὰν ἵν᾽ εἰδῆθ᾽ οἷός ἐστ᾽ ἀνδρῶν τρόπος
ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.    455

Βδελυκλέων

παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.

Ξανθίας

ἀλλὰ δρῶ τοῦτ᾽· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.

Σωσίας

οὐχὶ σοῦσθ᾽; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.

Ξανθίας

καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
ἆρ᾽ ἐμέλλομέν ποθ᾽ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.    460

Βδελυκλέων

ἀλλὰ μὰ Δί᾽ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.

Χορός

ἆρα δῆτ᾽ οὐκ αὐτὰ δῆλα
τοῖς πένησιν, ἡ τυραννὶς
“ὡς λάθρᾳ γ᾽ ἐλάνθαν᾽ ὑπιοῦσά με”,    465
εἰ σύ γ᾽ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
οὔτε τιν᾽ ἔχων πρόφασιν
οὔτε λόγον εὐτράπελον,
αὐτὸς ἄρχων μόνος;    470

Βδελυκλέων

ἔσθ᾽ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;

Χορός

σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα    475
στεμμάτων τήν θ᾽ ὑπήνην ἄκουρον τρέφων;

Βδελυκλέων

νὴ Δί᾽ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.

Χορός

οὐδὲ μὴν οὐδ᾽ ἐν σελίνῳ σοὐστὶν οὐδ᾽ ἐν πηγάνῳ·    480
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ᾽ ὅταν ξυνήγορος
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.

Βδελυκλέων

ἆρ᾽ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι᾽ ἡμέρας;    485

Χορός

οὐδέποτέ γ᾽, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
ὅστις ἡμῶν ἐπὶ τυραννίδ᾽ ὧδ᾽ ἐστάλης.

Βδελυκλέων

ὡς ἅπανθ᾽ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
ἤν τε μεῖζον ἤν τ᾽ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ᾽ οὐδὲ πεντήκοντ᾽ ἐτῶν·    490
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνομ᾽ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ᾽θέλῃ,
εὐθέως εἴρηχ᾽ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
᾽οὗτος ὀψωνεῖν ἔοιχ᾽ ἅνθρωπος ἐπὶ τυραννίδι.᾽    495
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
“εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;”

Ξανθίας

κἀμέ γ᾽ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,    500
ὅτι κελητίσαι ᾽κέλευον, ὀξυθυμηθεῖσά μοι
ἤρετ᾽ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.

Βδελυκλέων

ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
τὸν πατέρ᾽ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων    505
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.

Φιλοκλέων

νὴ Δἴ ἐν δίκῃ γ᾽· ἐγὼ γὰρ οὐδ᾽ ἂν ὀρνίθων γάλα
ἀντὶ τοῦ βίου λάβοιμ᾽ ἂν οὗ με νῦν ἀποστερεῖς·
οὐδὲ χαίρω βατίσιν οὐδ᾽ ἐγχέλεσιν, ἀλλ᾽ ἥδιον ἄν    510
δικίδιον σμικρὸν φάγοιμ᾽ ἂν ἐν λοπάδι πεπνιγμένον.

Βδελυκλέων

νὴ Δἴ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
ἀλλ᾽ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
ἀναδιδάξειν οἴομαί σ᾽ ὡς πάντα ταῦθ᾽ ἁμαρτάνεις.

Φιλοκλέων

ἐξαμαρτάνω δικάζων;    515

Βδελυκλέων

καταγελώμενος μὲν οὖν
οὐκ ἐπαϊεις ὑπ᾽ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
ἀλλὰ δουλεύων λέληθας.

Φιλοκλέων

παῦε δουλείαν λέγων,
ὅστις ἄρχω τῶν ἁπάντων.

Βδελυκλέων

οὐ σύ γ᾽, ἀλλ᾽ ὑπηρετεῖς
οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
ἥτις ἡ τιμή ᾽στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.    520

Φιλοκλέων

πάνυ γε, καὶ τούτοισί γ᾽ ἐπιτρέψαι ᾽θέλω.

Βδελυκλέων

καὶ μὴν ἐγώ.
ἄφετέ νυν ἅπαντες αὐτόν.

Φιλοκλέων

καὶ ξίφος γέ μοι δότε.
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.

Βδελυκλέων

εἰπέ μοι, τί δ᾽ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ᾽μμένῃς;

Φιλοκλέων

μηδέποτε πίοιμ᾽ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.    525

Χορός

νῦν δὴ τὸν ἐκ θἠμετέρου
γυμνασίου δεῖ τι λέγειν
καινόν, ὅπως φανήσει --

Βδελυκλέων

ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;    530

Χορός

μὴ κατὰ τὸν νεανίαν
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
σοι μέγας ἐστὶν ἁγὼν
καὶ περὶ τῶν ἁπάντων,
εἴπερ, ὃ μὴ γένοιθ᾽, οὗτός    535
<σ᾽> ἐθέλει κρατῆσαι.

Βδελυκλέων

καὶ μὴν ὅσ᾽ ἂν λέξῃ γ᾽ ἁπλῶς μνημόσυνα γράψομαι ᾽γώ.

Φιλοκλέων

τί γὰρ φάθ᾽ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;

Χορός

οὐκέτι πρεσβυτῶν ὄχλος    540
χρήσιμος ἔστ᾽ οὐδ᾽ ἀκαρῆ·
σκωπτόμενοι δ᾽ ἐν ταῖς ὁδοῖς
θαλλοφόροι καλούμεθ᾽, ἀντωμοσιῶν
κελύφη.    545
ἀλλ᾽ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν    546
τῆς ἡμετέρας, νυνὶ θαῤῥῶν πᾶσαν γλῶτταν βασάνιζε.

Φιλοκλέων

καὶ μὴν εὐθύς γ᾽ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,    550
ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
ὃν πρῶτα μὲν ἕρποντ᾽ ἐξ εὐνῆς τηροῦσ᾽ ἐπὶ τοῖσι δρυφάκτοις
ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτ᾽ εὐθὺς προσιόντι
ἐμβάλλει μοι τὴν χεῖρ᾽ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν·
ἱκετεύουσίν θ᾽ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·    555
᾽οἴκτιρόν μ᾽ ὦ πάτερ, αἰτοῦμαί σ᾽, εἰ καὐτὸς πώποθ᾽ ὑφείλου
ἀρχὴν ἄρξας ἢ ᾽πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·᾽
ὃς ἔμ᾽ οὐδ᾽ ἂν ζῶντ᾽ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.

Βδελυκλέων

τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.

Φιλοκλέων

εἶτ᾽ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς    560
ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
ἀλλ᾽ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
φέρ᾽ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ᾽ ἐνταῦθα δικαστῇ;
οἱ μέν γ᾽ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
κακὰ πρὸς τοῖς οὖσιν, “ ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν”·    565
οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ᾽ Αἰσώπου τι γέλοιον·
οἱ δὲ σκώπτουσ᾽, ἵν᾽ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι᾽ εὐθὺς ἀνέλκει
τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ᾽ ἀκροῶμαι·
τὰ δὲ συγκύψανθ᾽ ἅμα βληχᾶται· κἄπειθ᾽ ὁ πατὴρ ὑπὲρ αὐτῶν    570
ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι·
“εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις”·
εἰ δ᾽ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ᾽ ἀνεῖμεν.
ἆρ᾽ οὐ μεγάλη τοῦτ᾽ ἔστ᾽ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;    575

Βδελυκλέων

δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην·
καὶ τἀγαθά μοι μέμνησ᾽ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.

Φιλοκλέων

παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.
κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.    580
κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα
ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ᾽ ἀπιοῦσι.
κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ᾽ ἐπίκληρον,
κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,    585
ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.
καὶ ταῦτ᾽ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ᾽ ἄλλων οὐδεμἴ ἀρχή.

Βδελυκλέων

τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
τῆς δ᾽ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.

Φιλοκλέων

ἔτι δ᾽ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ᾽ ἀπορήσῃ    590
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
εἶτ᾽ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ᾽ ἐνίκησεν, ἐὰν μὴ
εἴπῃ τὰ δικαστήρι᾽ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας·
αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,    596
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
σὺ δὲ τὸν πατέρ᾽ οὐδ᾽ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ᾽ ἔδρασας.
ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι᾽ ἡμῶν περικωνεῖ.    600
σκέψαι μ᾽ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.

Βδελυκλέων

ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.

Φιλοκλέων

ὃ δέ γ᾽ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ᾽γὼ ᾽πελελήσμην,    605
ὅταν οἴκαδ᾽ ἴω τὸν μισθὸν ἔχων, κἄπειθ᾽ ἥκονθ᾽ ἅμα πάντες
ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με
ἀπονίζῃ καὶ τὼ πόδ᾽ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
καὶ παππίζουσ᾽ ἅμα τῇ γλώττῃ <τὸ> τριώβολον ἐκκαλαμᾶται,
καὶ τὸ γύναιόν μ᾽ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,    610
κἄπειτα καθεζομένη παρ᾽ ἐμοὶ προσαναγκάζῃ, ᾽φάγε τουτί,
ἔντραγε τουτί·᾽ τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ᾽ ἄριστον παραθήσει
καταρασάμενος καὶ τονθορύσας. ἀλλ᾽ ἢν μή μοι ταχὺ μάξῃ,
τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.
κἂν οἶνόν μοι μὴ ᾽γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ᾽ ἐσκεκόμισμαι    616
οἴνου μεστόν, κᾆτ᾽ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
ἆρ᾽ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,    620

Φιλοκλέων

ὅστις ἀκούω ταὔθ᾽ ἅπερ ὁ Ζεύς;
ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
πᾶς τίς φησιν τῶν παριόντων,
“οἷον βροντᾷ τὸ δικαστήριον,
ὦ Ζεῦ βασιλεῦ”.    625
κἂν ἀστράψω, ποππύζουσιν
κἀγκεχόδασίν μ᾽ οἱ πλουτοῦντες
καὶ πάνυ σεμνοί.
καὶ σὺ δέδοικάς με μάλιστ᾽ αὐτός·
νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δ᾽
ἀπολοίμην εἴ σε δέδοικα.    630

Χορός

οὐπώποθ᾽ οὕτω καθαρῶς
οὐδενὸς ἠκούσαμεν οὐδὲ
ξυνετῶς λέγοντος.

Φιλοκλέων

οὔκ, ἀλλ᾽ ἐρήμας ᾤεθ᾽ οὕτω ῥᾳδίως τρυγήσειν.
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.    635

Χορός

ὡς δ᾽ ἐπὶ πάντ᾽ ἐλήλυθεν
κοὐδὲν παρῆλθεν, ὥστ᾽ ἔγωγ᾽
ηὐξανόμην ἀκούων,
κἀν μακάρων δικάζειν
αὐτὸς ἔδοξα νήσοις,    640
ἡδόμενος λέγοντι.

Φιλοκλέων

ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.

Βδελυκλέων

ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.

Χορός

δεῖ δέ σε παντοίας πλέκειν
εἰς ἀπόφυξιν παλάμας.    645
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
χαλεπὸν <νεανίᾳ>
μὴ πρὸς ἐμοῦ λέγοντι.
πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,    648
ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.

Βδελυκλέων

χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ᾽πὶ τρυγῳδοῖς    650
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη --

Φιλοκλέων

παῦσαι καὶ μὴ πατέριζε.
εἰ μὴ γὰρ ὅπως δουλεύω ᾽γώ, τουτὶ ταχέως με διδάξεις,
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ᾽ ἀπέχεσθαι.

Βδελυκλέων

ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·    655
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ᾽ ἀπὸ χειρός,
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
πρυτανεῖα μέταλλ᾽ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
τούτων πλήρωμα τάλαντ᾽ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.    660
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

Φιλοκλέων

οὐδ᾽ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ᾽ ἐγίγνεθ᾽ ὁ μισθός.

Βδελυκλέων

μὰ Δί᾽ οὐ μέντοι.    665

Φιλοκλέων

καὶ ποῖ τρέπεται δὴ ᾽πειτα τὰ χρήματα τἄλλα;

Βδελυκλέων

ἐς τούτους τοὺς “οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί”. σὺ γὰρ ὦ πάτερ αὐτοὺς
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
κᾆθ᾽ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,    670
“δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω”.
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν    675
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν·
σοὶ δ᾽ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ᾽ ἐφ᾽ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.

Φιλοκλέων

μὰ Δί᾽ ἀλλὰ παρ᾽ Εὐχαρίδου καὐτὸς τρεῖς γ᾽ ἄγλιθας μετέπεμψα.    680
ἀλλ᾽ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.

Βδελυκλέων

οὐ γὰρ μεγάλη δουλεία ᾽στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τ᾽ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δ᾽ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων
καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.    685
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ᾽ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ᾽, ὡς ὅστις ἂν ὑμῶν
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·    690
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ᾽ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ᾽ ὄντε
ἐσπουδάκατον, κᾆθ᾽ ὡς πρίονθ᾽ ὁ μὲν ἕλκει ὁ δ᾽ ἀντενέδωκε·
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.    695

Φιλοκλέων

ταυτί με ποιοῦσ᾽; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ᾽ ὅ τι χρῆμά με ποιεῖς.

Βδελυκλέων

σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ᾽ ὅπῃ ἐγκεκύκλησαι,
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς    700
οὐκ ἀπολαύεις πλὴν τοῦθ᾽ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτ᾽ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ᾽ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητ᾽ εἶναι· καὶ τοῦθ᾽ ὧν οὕνεκ᾽ ἐρῶ σοι,
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ᾽ ὅταν οὗτός γ᾽ ἐπισίξῃ
ἐπὶ τῶν ἐχθρῶν τιν᾽ ἐπιῤῥύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.    705
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο μυριάδ᾽ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,    710
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ᾽ν Μαραθῶνι τροπαίου.
νῦν δ᾽ ὥσπερ ἐλαολόγοι χωρεῖθ᾽ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.

Φιλοκλέων

οἴμοι τί πέπονθ᾽; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ᾽ ἤδη μαλθακός εἰμι.

Βδελυκλέων

ἀλλ᾽ ὁπόταν μὲν δείσωσ᾽ αὐτοί, τὴν Εὔβοιαν διδόασιν    715
ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
ποριεῖν· ἔδοσαν δ᾽ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
ὧν οὕνεκ᾽ ἐγώ σ᾽ ἀπέκλῃον ἀεὶ
βόσκειν ἐθέλων καὶ μὴ τούτους    720
ἐγχάσκειν σοι στομφάζοντας.
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
ὅ τι βούλει σοι,
πλὴν κωλακρέτου γάλα πίνειν.

Χορός

ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,    725
οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
ὥστ᾽ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
ἀλλ᾽ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
πιθοῦ πιθοῦ λόγοισι, μηδ᾽ ἄφρων γένῃ
μηδ᾽ ἀτενὴς ἄγαν ἀτεράμων τ᾽ ἀνήρ.    730
εἴθ᾽ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
εἶναί τις ὅστις τοιαῦτ᾽ ἐνουθέτει.
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
ξυλλαμβάνει τοῦ πράγματος,
καὶ δῆλός ἐστιν εὖ ποιῶν·    735
σὺ δὲ παρὼν δέχου.

Βδελυκλέων

καὶ μὴν θρέψω γ᾽ αὐτὸν παρέχων
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
πόρνην, ἥτις τὸ πέος τρίψει
καὶ τὴν ὀσφῦν.    740
ἀλλ᾽ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
τοῦτ᾽ οὐ δύναταί με προσέσθαι.

Χορός

νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ᾽, οἶς
τότ᾽ ἐπεμαίνετ᾽· ἔγνωκε γὰρ ἀρτίως,
λογίζεταί τ᾽ ἐκεῖνα πάνθ᾽ ἁμαρτίας    745
ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
νῦν δ᾽ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
ἐς τὸ λοιπὸν τὸν τρόπον
πιθόμενός τέ σοι.    749

Φιλοκλέων

ἰώ μοί μοι.

Βδελυκλέων

οὗτος τί βοᾷς;

Φιλοκλέων

μή μοι τούτων μηδὲν ὑπισχνοῦ.    750
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
ἵν᾽ ὁ κῆρύξ φησι, ᾽τίς ἀψήφιστος; ἀνιστάσθω.᾽
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
ψηφιζομένων ὁ τελευταῖος.    755
σπεῦδ᾽ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτ᾽ ἐγὼ ᾽ν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.

Βδελυκλέων

ἴθ᾽ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.    760

Φιλοκλέων

τί σοι πίθωμαι; λέγ᾽ ὅ τι βούλει πλὴν ἑνός.

Βδελυκλέων

ποίου; φέρ᾽ ἴδω.

Φιλοκλέων

τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ᾽γὼ πείσομαι.

Βδελυκλέων

σὺ δ᾽ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε μὲν μηκέτι βάδιζ᾽, ἀλλ᾽ ἐνθάδε    765
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.

Φιλοκλέων

περὶ τοῦ; τί ληρεῖς;

Βδελυκλέων

ταὔθ᾽ ἅπερ ἐκεῖ πράττεται·
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
πάντως δὲ κἀκεῖ ταῦτ᾽ ἔδρας ἑκάστοτε.    770
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατ᾽ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
οὐδείς σ᾽ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.    775

Φιλοκλέων

τουτί μ᾽ ἀρέσκει.

Βδελυκλέων

πρὸς δὲ τούτοις γ᾽, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.

Φιλοκλέων

πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
ὥσπερ πρότερον τὰ πράγματ᾽ ἔτι μασώμενος;    780

Βδελυκλέων

πολλῷ γ᾽ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
μόλις τὸ πρᾶγμ᾽ ἔγνωσαν ἀναμασώμενοι.

Φιλοκλέων

ἀνά τό με πείθεις. ἀλλ᾽ ἐκεῖν᾽ οὔπω λέγεις,
τὸν μισθὸν ὁπόθεν λήψομαι.    785

Βδελυκλέων

παρ᾽ ἐμοῦ.

Φιλοκλέων

καλῶς,
ὁτιὴ κατ᾽ ἐμαυτὸν κοὐ μεθ᾽ ἑτέρου λήψομαι.
αἴσχιστα γάρ τοί μ᾽ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχμὴν μετ᾽ ἐμοῦ πρώην λαβὼν
ἐλθὼν διεκερματίζετ᾽ ἐν τοῖς ἰχθύσιν,
κἄπειτ᾽ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·    790
κἀγὼ ᾽νέκαψ᾽· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
κᾆθ᾽ εἷλκον αὐτόν.

Βδελυκλέων

ὁ δὲ τί πρὸς ταῦτ᾽ εἶφ᾽;

Φιλοκλέων

ὅ τι;
ἀλεκτρυόνος μ᾽ ἔφασκε κοιλίαν ἔχειν·
“ταχὺ γοῦν καθέψεις τἀργύριον”, ἦ δ᾽ ὃς λέγων.    795

Βδελυκλέων

ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.

Φιλοκλέων

οὐ πάνυ τι μικρόν. ἀλλ᾽ ὅπερ μέλλεις ποίει.

Βδελυκλέων

ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθ᾽ ἥξω φέρων.

Φιλοκλέων

ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται.
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε    800
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.

Βδελυκλέων

ἰδού, τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω    805
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου.

Φιλοκλέων

σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.    810

Βδελυκλέων

καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.

Φιλοκλέων

τοῦτ᾽ αὖ δεξιόν·
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε;    815

Βδελυκλέων

ἵνα γ᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾄδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί.

Φιλοκλέων

ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι.

Βδελυκλέων

τὸ τί;

Φιλοκλέων

θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.

Βδελυκλέων

πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.    820

Φιλοκλέων

ὦ δέσποθ᾽ ἥρως ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν.

Βδελυκλέων

οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.

Φιλοκλέων

οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα.

Βδελυκλέων

εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
ἐκάλουν.    825

Φιλοκλέων

κάλει νυν, ὡς κάθημαι ᾽γὼ πάλαι.

Βδελυκλέων

φέρε νυν τίν᾽ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν --

Φιλοκλέων

ἐπίσχες οὗτος· ὡς ὀλίγου μ᾽ ἀπώλεσας.
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,    830
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;

Βδελυκλέων

μὰ τὸν Δί᾽ οὐ πάρεστιν.

Φιλοκλέων

ἀλλ᾽ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκ᾽ ἔνδοθεν.

Βδελυκλέων

τί ποτε τὸ χρῆμ᾽; ὡς δεινὸν ἡ φιλοχωρία.

Σωσίας

βάλλ᾽ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.    835

Βδελυκλέων

τί δ᾽ ἔστιν ἐτεόν;

Σωσίας

οὐ γὰρ ὁ Λάβης ἀρτίως
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;

Βδελυκλέων

τοῦτ᾽ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.    840

Σωσίας

μὰ Δί᾽ οὐκ ἔγωγ᾽· ἀλλ᾽ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.

Βδελυκλέων

ἴθι νυν ἄγ᾽ αὐτὼ δεῦρο.

Σωσίας

ταῦτα χρὴ ποιεῖν.

Βδελυκλέων

τουτὶ τί ἔστι;

Φιλοκλέων

χοιροκομεῖον Ἑστίας.

Βδελυκλέων

εἶθ᾽ ἱεροσυλήσας φέρεις;    845

Φιλοκλέων

οὔκ, ἀλλ᾽ ἵνα
ἀφ᾽ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
ἀλλ᾽ εἴσαγ᾽ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.

Βδελυκλέων

φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.

Φιλοκλέων

οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
ἐγὼ δ᾽ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.    850

Βδελυκλέων

ἰδού.

Φιλοκλέων

κάλει νυν.

Βδελυκλέων

ταῦτα δή. τίς οὑτοσὶ
ὁ πρῶτός ἐστιν;

Φιλοκλέων

ἐς κόρακας, ὡς ἄχθομαι
ὁτιὴ ᾽πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.

Βδελυκλέων

οὗτος σὺ ποῖ θεῖς;

Φιλοκλέων

ἐπὶ καδίσκους.

Βδελυκλέων

μη δαμῶς.
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.    855

Φιλοκλέων

κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν
ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.

Βδελυκλέων

ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;

Φιλοκλέων

εὖ γ᾽ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

Βδελυκλέων

ἀλλ᾽ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω    860
καὶ μυῤῥίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.

Χορός

καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
καὶ ταῖς εὐχαῖς
φήμην ἀγαθὴν λέξομεν ὑμῖν,    865
ὅτι γενναίως ἐκ τοῦ πολέμου
καὶ τοῦ νείκους ξυνεβήτην.

Βδελυκλέων

εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.

Χορός

ὦ Φοῖβ᾽ Ἄπολλον Πύθι᾽ ἐπ᾽ ἀγαθῇ τύχῃ
τὸ πρᾶγμ᾽ ὃ μηχανᾶται    870
ἔμπροσθεν οὗτος τῶν θυρῶν,
ἅπασιν ἡμῖν ἁρμόσαι
παυσαμένοις πλάνων.
ἰήιε Παιάν.

Βδελυκλέων

ὦ δέσποτ᾽ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,    875
δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
παῦσόν τ᾽ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·
ἤδη δ᾽ εἶναι τοῖς ἀνθρώποις
ἤπιον αὐτόν,
τοὺς φεύγοντάς τ᾽ ἐλεεῖν μᾶλλον    880
τῶν γραψαμένων    880β
κἀπιδακρύειν ἀντιβολούντων,
καὶ παυσάμενον τῆς δυσκολίας
ἀπὸ τῆς ὀργῆς
τὴν ἀκαλήφην ἀφελέσθαι.

Χορός

ξυνευχόμεσθα <ταὐτά> σοι κἀπᾴδομεν    885
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
τῶν γε νεωτέρων.    890
<ἰήιε Παιάν.>

Βδελυκλέων

εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
ὡς ἡνίκ᾽ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.

Φιλοκλέων

τίς ἆρ᾽ ὁ φεύγων;

Βδελυκλέων

οὗτος.

Φιλοκλέων

ὅσον ἁλώσεται.

Βδελυκλέων

ἀκούετ᾽ ἤδη τῆς γραφῆς. ἐγράψατο
κύων Κυδαθηναιεὺς Λάβητ᾽ Αἰξωνέα    895
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.

Φιλοκλέων

θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.

Βδελυκλέων

καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.

Φιλοκλέων

ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,    900
οἷον σεσηρὼς ἐξαπατήσειν μ᾽ οἴεται.
ποῦ δ᾽ <ἔσθ᾽> ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Κύων
αὗ αὗ.

Βδελυκλέων

πάρεστιν οὗτος.

Φιλοκλέων

ἕτερος οὗτος αὖ Λάβης.

Βδελυκλέων

ἀγαθός γ᾽ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
σίγα, κάθιζε· σὺ δ᾽ ἀναβὰς κατηγόρει.    905

Φιλοκλέων

φέρε νυν ἅμα τήνδ᾽ ἐγχεάμενος κἀγὼ ῥοφῶ.

Σωσίας

τῆς μὲν γραφῆς ἠκούσαθ᾽ ἣν ἐγραψάμην
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν    910
κατεσικέλιζε κἀνέπλητ᾽ ἐν τῷ σκότῳ --

Φιλοκλέων

νὴ τὸν Δί᾽ ἀλλὰ δῆλός ἐστ᾽· ἔμοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
ὁ βδελυρὸς οὗτος.

Σωσίας

κοὐ μετέδωκ᾽ αἰτοῦντί μοι.
καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,    915
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;

Φιλοκλέων

οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ᾽ ἐμοί.
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.

Βδελυκλέων

πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ᾽ ὦ πάτερ,
πρὶν ἄν γ᾽ ἀκούσῃς ἀμφοτέρων.    920

Φιλοκλέων

ἀλλ᾽ ὦγαθὲ
τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.

Σωσίας

μή νυν ἀφῆτέ γ᾽ αὐτόν, ὡς ὄντ᾽ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.    925

Φιλοκλέων

ἐμοὶ δέ γ᾽ οὐκ ἔστ᾽ οὐδὲ τὴν ὑδρίαν πλάσαι.

Σωσίας

πρὸς ταῦτα τοῦτον κολάσατ᾽· οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτ᾽ ἂν μία λόχμη κλέπτα δύο·
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.    930

Φιλοκλέων

ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
ὦλεκτρυόν; νὴ τὸν Δί᾽ ἐπιμύει γέ τοι.
ὁ θεσμοθέτης· ποῦ ᾽σθ᾽ οὗτος; ἀμίδα μοι δότω.    935

Βδελυκλέων

αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω;    940

Φιλοκλέων

τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον.

Βδελυκλέων

οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει;
ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.

Φιλοκλέων

ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν ὅ τι λέγῃ.    945

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχ᾽ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου    950
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.

Φιλοκλέων

κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

Βδελυκλέων

μὰ Δἴ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.    955

Φιλοκλέων

τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

Βδελυκλέων

ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλ᾽ ἄριστός ἐστιν· εἰ δ᾽ ὑφείλετο,
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

Φιλοκλέων

ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα,    960
ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον.

Βδελυκλέων

ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς,
εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.    965
φησὶ κατακνῆσαι.

Φιλοκλέων

νὴ Δἴ ἀλλὰ ψεύδεται.

Βδελυκλέων

ὦ δαιμόνι᾽ ἐλέει ταλαιπωρουμένους.
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι᾽ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει.
ὁ δ᾽ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.    970
αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ
τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.

Φιλοκλέων

αἰβοῖ. τί κακόν ποτ᾽ ἔσθ᾽ ὅτῳ μαλάττομαι;
κακόν τι περιβαίνει με κἀναπείθομαι.

Βδελυκλέων

ἴθ᾽ ἀντιβολῶ σ᾽· οἰκτίρατ᾽ αὐτὸν ὦ πάτερε,    975
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
ἀναβαίνετ᾽ ὦ πόνηρα καὶ κνυζούμενα
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

Φιλοκλέων

κατάβα κατάβα κατάβα κατάβα.

Βδελυκλέων

καταβήσομαι.
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ    980
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

Φιλοκλέων

ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
οὐδέν ποτ᾽ ἀλλ᾽ ἢ τῆς φακῆς ἐμπλήμενος.

Βδελυκλέων

οὔκουν ἀποφεύγει δῆτα;    985

Φιλοκλέων

χαλεπὸν εἰδέναι.

Βδελυκλέων

ἴθ᾽ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.

Φιλοκλέων

οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

Βδελυκλέων

φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.    990

Φιλοκλέων

ὅδ᾽ ἔσθ᾽ ὁ πρότερος;

Βδελυκλέων

οὗτος·

Φιλοκλέων

αὕτη ᾽νταῦθ᾽ ἔνι.

Βδελυκλέων

ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρ᾽ ἐξεράσω.

Φιλοκλέων

πῶς ἄρ᾽ ἠγωνίσμεθα;

Βδελυκλέων

δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ᾽σθ᾽ ὕδωρ;    995
ἔπαιρε σαυτόν.

Φιλοκλέων

εἰπέ νυν ἐκεῖνό μοι,
ὄντως ἀπέφυγε;

Βδελυκλέων

νὴ Δἴ·

Φιλοκλέων

οὐδέν εἰμ᾽ ἄρα.

Βδελυκλέων

μὴ φροντίσῃς ὦ δαιμόνι᾽· ἀλλ᾽ ἀνίστασο.

Φιλοκλέων

πῶς οὖν ἐμαυτῷ τοῦτ᾽ ἐγὼ ξυνείσομαι,
φεύγοντ᾽ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;    1000
ἀλλ᾽ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
ἄκων γὰρ αὔτ᾽ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.

Βδελυκλέων

καὶ μηδὲν ἀγανάκτει γ᾽. ἐγὼ γάρ σ᾽ ὦ πάτερ
θρέψω καλῶς, ἄγων μετ᾽ ἐμαυτοῦ πανταχοῖ,
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,    1005
ὥσθ᾽ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
κοὐκ ἐγχανεῖταί σ᾽ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλ᾽ εἰσίωμεν.

Φιλοκλέων

ταῦτά νυν, εἴπερ δοκεῖ.

Χορός

ἀλλ᾽ ἴτε χαίροντες ὅποι βούλεσθ᾽.
ὑμεῖς δὲ τέως ὦ μυριάδες    1010
ἀναρίθμητοι,    1010β
νῦν τὰ μέλλοντ᾽ εὖ λέγεσθαι
μὴ πέσῃ φαύλως χαμᾶζ᾽
εὐλαβεῖσθε.

τοῦτο γὰρ σκαιῶν θεατῶν    1013β
ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.    1015
μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.
ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ᾽ αὐτοὺς εὖ πεποιηκώς,
τὰ μὲν οὐ φανερῶς ἀλλ᾽ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι·    1020
μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ᾽ ἑαυτόν,
οὐκ ἀλλοτρίων ἀλλ᾽ οἰκείων Μουσῶν στόμαθ᾽ ἡνιοχήσας.
ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ᾽ ἐν ὑμῖν,
οὐκ “ἐκτελέσαι” φησὶν ἐπαρθεὶς οὐδ᾽ ὀγκῶσαι τὸ φρόνημα,
οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδ᾽ εἴ τις ἐραστὴς    1025
κωμῳδεῖσθαι παιδίχ᾽ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν᾽ ἔχων ἐπιεικῆ,
ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
οὐδ᾽ ὅτε πρῶτόν γ᾽ ἦρξε διδάσκειν, ἀνθρώποις φήσ᾽ ἐπιθέσθαι,
ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,    1030
θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπ᾽ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δ᾽ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
φώκης δ᾽ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.    1035
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
ἀλλ᾽ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ· φησίν τε μετ᾽ αὐτὸν
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
οἳ τοὺς πατέρας τ᾽ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
κατακλινόμενοί τ᾽ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν    1040
ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
ὥστ᾽ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
τοιόνδ᾽ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ᾽ αὐτὸν διανοίαις,    1044
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ᾽ ἀναλδεῖς·
καίτοι σπένδων πόλλ᾽ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
μὴ πώποτ᾽ ἀμείνον᾽ ἔπη τούτων κωμῳδικὰ μηδέν᾽ ἀκοῦσαι.
τοῦτο μὲν οὖν ἔσθ᾽ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,    1048
ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.

ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
ὦ δαιμόνιοι τοὺς ζητοῦντας
καινόν τι λέγειν κἀξευρίσκειν
στέργετε μᾶλλον καὶ θεραπεύετε,
καὶ τὰ νοήματα σῴζεσθ᾽ αὐτῶν,    1055
ἐσβάλλετέ τ᾽ ἐς τὰς κιβωτοὺς
μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ᾽,
ὑμῖν δι᾽ ἔτους τῶν ἱματίων
ὀζήσει δεξιότητος.

ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,    1060
ἄλκιμοι δ᾽ ἐν μάχαις,
καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·
πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽
οἴχεται, κύκνου τ᾽ <ἔτι> πολιώτεραι δὴ
αἵδ᾽ ἐπανθοῦσιν τρίχες.    1065
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
τῶνδε ῥώμην νεανικὴν σχεῖν·
ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
κικίννους νεανιῶν καὶ
σχῆμα κεὐρυπρωκτίαν.    1070

εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
εἶτα θαυμάζει μ᾽ ὁρῶν μέσον διεσφηκωμένον,
ἥτις ἡμῶν ἐστὶν ἡ ᾽πίνοια τῆς ἐγκεντρίδος,
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐῤῥοπύγιον,    1075
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ᾽ ἦλθ᾽ ὁ βάρβαρος,
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.    1080
εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
ἐμαχόμεσθ᾽ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
στὰς ἀνὴρ παρ᾽ ἄνδρ᾽, ὑπ᾽ ὀργῆς τὴν χελύνην ἐσθίων·
ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
ἀλλ᾽ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.    1085
γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο·
εἶτα δ᾽ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
οἱ δ᾽ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι·
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.    1090

ἆρα δεινὸς ἦ τόθ᾽ ὥστε πάντα μὴ δεδοικέναι,
καὶ κατεστρεψάμην
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
οὐ γὰρ ἦν ἡμῖν ὅπως
ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ᾽, οὐδὲ    1095
συκοφαντήσειν τινὰ
φροντίς, ἀλλ᾽ ὅστις ἐρέτης ἔσοιτ᾽
ἄριστος. τοιγαροῦν πολλὰς
πόλεις Μήδων ἑλόντες
αἰτιώτατοι φέρεσθαι
τὸν φόρον δεῦρ᾽ ἐσμέν, ὃν κλέπτουσιν    1100
οἱ νεώτεροι.

πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ᾽ εὑρήσετε
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·    1105
εἶτα τἄλλ᾽ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
ξυλλεγέντες γὰρ καθ᾽ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
οἱ δ᾽ ἐν ᾠδείῳ δικάζουσ᾽, οἱ δὲ πρὸς τοῖς τειχίοις
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις    1110
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου    1115
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
τοῦτο δ᾽ ἔστ᾽ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
ἀλλ᾽ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ    1120
ὅστις ἂν μὴ ᾽χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.

Φιλοκλέων

οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
ἐπεὶ μόνος μ᾽ ἔσωσε παρατεταγμένον,
ὅθ᾽ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.

Βδελυκλέων

ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.    1125

Φιλοκλέων

μὰ τὸν Δἴ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
ἀπέδωκ᾽ ὀφείλων τῷ κναφεῖ τριώβολον.

Βδελυκλέων

ἀλλ᾽ οὖν πεπειράσθω γ᾽, ἐπειδήπερ γ᾽ ἅπαξ
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.    1130

Φιλοκλέων

τί οὖν κελεύεις δρᾶν με;

Βδελυκλέων

τὸν τρίβων᾽ ἄφες,
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

Φιλοκλέων

ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
ὅθ᾽ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

Βδελυκλέων

ἔχ᾽ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.    1135

Φιλοκλέων

τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;

Βδελυκλέων

οἱ μὲν καλοῦσι Περσίδ᾽ οἱ δὲ καυνάκην.

Φιλοκλέων

ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

Βδελυκλέων

κοὐ θαῦμά γ᾽· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
ἔγνως γὰρ ἄν· νῦν δ᾽ οὐχὶ γιγνώσκεις.    1140

Φιλοκλέων

ἐγώ;
μὰ τὸν Δἴ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
ἐοικέναι μάλιστα Μορύχου σάγματι.

Βδελυκλέων

οὔκ, ἀλλ᾽ ἐν Ἐκβατάνοισι ταῦθ᾽ ὑφαίνεται.

Φιλοκλέων

ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

Βδελυκλέων

πόθεν ὦγάθ᾽; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις    1145
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

Φιλοκλέων

οὔκουν ἐριώλην δῆτ᾽ ἐχρῆν αὐτὴν καλεῖν
δικαιότερον ἢ καυνάκην;

Βδελυκλέων

ἔχ᾽ ὦγαθέ,
καὶ στῆθ᾽ ἀναμπισχόμενος.    1150

Φιλοκλέων

οἴμοι δείλαιος·
ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.

Βδελυκλέων

οὐκ ἀναβαλεῖ;

Φιλοκλέων

μὰ Δί᾽ οὐκ ἔγωγ᾽. ἀλλ᾽ ὦγαθέ,
εἴπερ γ᾽ ἀνάγκη, κρίβανόν μ᾽ ἀμπίσχετε.

Βδελυκλέων

φέρ᾽ ἀλλ᾽ ἐγώ σε περιβαλῶ· σὺ δ᾽ οὖν ἴθι.

Φιλοκλέων

παράθου γε μέντοι καὶ κρεάγραν.    1155

Βδελυκλέων

τιὴ τί δή;

Φιλοκλέων

ἵν᾽ ἐξέλῃς με πρὶν διεῤῥυηκέναι.

Βδελυκλέων

ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
τασδὶ δ᾽ ἀνύσας “ὑπόδυθι” τὰς Λακωνικάς.

Φιλοκλέων

ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
ἐχθρῶν παρ᾽ ἀνδρῶν δυσμενῆ καττύματα;    1160

Βδελυκλέων

ἔνθες ποτ᾽ ὦ τᾶν κἀπόβαιν᾽ ἐῤῥωμένως
ἐς τὴν Λακωνικὴν ἀνύσας.

Φιλοκλέων

ἀκικεῖς γέ με
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

Βδελυκλέων

φέρε καὶ τὸν ἕτερον.

Φιλοκλέων

μηδαμῶς τοῦτόν γ᾽, ἐπεὶ
πάνυ μισολάκων αὐτοῦ ᾽στιν εἷς τῶν δακτύλων.    1165

Βδελυκλέων

οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα.

Φιλοκλέων

κακοδαίμων ἐγώ,
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.

Βδελυκλέων

ἄνυσόν ποθ᾽ ὑποδησάμενος· εἶτα πλουσίως
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

Φιλοκλέων

ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ᾽ ὅτῳ    1170
μάλιστ᾽ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.

Βδελυκλέων

ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.

Φιλοκλέων

καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

Βδελυκλέων

ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;    1175

Φιλοκλέων

ἔγωγε.

Βδελυκλέων

τίνα δῆτ᾽ ἂν λέγοις;

Φιλοκλέων

πολλοὺς πάνυ.
πρῶτον μὲν ὡς ἡ Λάμι᾽ ἁλοῦσ᾽ ἐπέρδετο,
ἔπειτα δ᾽ ὡς ὁ Καρδοπίων τὴν μητέρα.

Βδελυκλέων

μή ᾽μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
οἵους λέγομεν μάλιστα τοὺς κατ᾽ οἰκίαν.    1180

Φιλοκλέων

ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ᾽ οἰκίαν
ἐκεῖνον ὡς “οὕτω ποτ᾽ ἦν μῦς καὶ γαλῆ”.

Βδελυκλέων

ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;    1185

Φιλοκλέων

ποίους τινὰς δὲ χρὴ λέγειν;

Βδελυκλέων

μεγαλοπρεπεῖς,
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.

Φιλοκλέων

ἐγὼ δὲ τεθεώρηκα ποώποτ᾽ οὐδαμοῖ
πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.

Βδελυκλέων

ἀλλ᾽ οὖν λέγειν χρή σ᾽ ὡς ἐμάχετό γ᾽ αὐτίκα    1190
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
θώρακ᾽ ἄριστον.

Φιλοκλέων

παῦε παῦ᾽, οὐδὲν λέγεις.
πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ᾽ ἔχων;    1195

Βδελυκλέων

οὕτω διηγεῖσθαι νομίζουσ᾽ οἱ σοφοί.
ἀλλ᾽ ἕτερον εἰπέ μοι· παρ᾽ ἀνδράσι ξένοις
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;

Φιλοκλέων

ἐκεῖν᾽ ἐκεῖν᾽ ἀνδρειότατόν γε τῶν ἐμῶν,    1200
ὅτ᾽ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.

Βδελυκλέων

ἀπολεῖς με. ποίας χάρακας; ἀλλ᾽ ὡς ἢ κάπρον
ἐδιώκαθές ποτ᾽ ἢ λαγών, ἢ λαμπάδα
ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.

Φιλοκλέων

ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·    1205
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

Βδελυκλέων

παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

Φιλοκλέων

πῶς οὖν κατακλινῶ; φράζ᾽ ἀνύσας.    1210

Βδελυκλέων

εὐσχημόνως.

Φιλοκλέων

ὡδὶ κελεύεις κατακλινῆναι;

Βδελυκλέων

μηδαμῶς.

Φιλοκλέων

πῶς δαί;

Βδελυκλέων

τὰ γόνατ᾽ ἔκτεινε καὶ γυμναστικῶς
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον·    1215
ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
δειπνοῦμεν· ἀπονενίμμεθ᾽· ἤδη σπένδομεν.

Φιλοκλέων

πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;

Βδελυκλέων

αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,    1220
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλι᾽ ὅπως δέξει καλῶς.

Φιλοκλέων

ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.

Βδελυκλέων

ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμ᾽ ἐγὼ Κλέων,
ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.    1225
“οὐδεὶς πώποτ᾽ ἀνὴρ ἔγεντ᾽ Ἀθήναις”--

Φιλοκλέων

οὐχ οὕτω γε πανοῦργος <οὐδὲ> κλέπτης.

Βδελυκλέων

τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.    1230

Φιλοκλέων

ἐγὼ δέ γε,
ἐὰν ἀπειλῇ, νὴ Δἴ ἕτερ᾽ ἀντᾴσομαι·
“ὦνθρωφ᾽, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δ᾽ ἔχεται ῥοπᾶς”.    1235

Βδελυκλέων

τί δ᾽ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
“Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει”.
τούτῳ τί λέξεις σκόλιον;    1240

Φιλοκλέων

ᾠδικῶς ἐγώ.
“οὐκ ἔστιν ἀλωπεκίζειν,
οὐδ᾽ ἀμφοτέροισι γίγνεσθαι φίλον”.

Βδελυκλέων

μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ᾽ ᾄσεται·
“χρήματα καὶ βίαν    1245
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν”--

Φιλοκλέων

πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.

Βδελυκλέων

τουτὶ μὲν ἐπιεικῶς σύ γ᾽ ἐξεπίστασαι·
ὅπως δ᾽ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.    1250
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.

Φιλοκλέων

μηδαμῶς.
κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
κἄπειτ᾽ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.    1255

Βδελυκλέων

οὔκ, ἢν ξυνῇς γ᾽ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτ᾽ ἐς γέλων    1260
τὸ πρᾶγμ᾽ ἔτρεψας, ὥστ᾽ ἀφείς σ᾽ ἀποιχεται.

Φιλοκλέων

μαθητέον τἄρ᾽ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.

Βδελυκλέων

ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.

Χορός

πολλάκις δὴ ᾽δοξ᾽ ἐμαυτῷ δεξειὸς πεφυκέναι    1265
καὶ σκαιὸς οὐδεπώποτε·
ἀλλ᾽ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
οὗτος ὅν γ᾽ ἐγώ ποτ᾽ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
δειπνοῦντα μετὰ Λεωγόρου·
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·    1270
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ᾽, εἶτ᾽ ἐκεῖ
μόνος μόνοις
τοῖς Πενέσταισι ξυνῆν τοῖς
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
ὦ μακάρι᾽ Αὐτόμενες ὥς σε μακαρίζομεν,    1275
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
τὸν δ᾽ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
εἶτ᾽ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,    1280
ὅντινά ποτ᾽ ὤμοσε μαθόντα παρὰ μηδενός,
ἀλλ᾽ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
γλωττοποιεῖν ἐς τὰ πορνεῖ᾽ εἰσιόνθ᾽ ἑκάστοτε.



εἰσί τινες οἵ μ᾽ ἔλεγον ὡς καταδιηλλάγην,
ἡνίκα Κλέων μ᾽ ὑπετάραττεν ἐπικείμενος    1285
“καί με κακίσταις” ἔκνισε· κᾆθ᾽ ὅτ᾽ ἀπεδειρόμην,
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
οὐδὲν ἄρ᾽ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·    1290
εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.

Ξανθίας

ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
καὶ τρὶς μακάριαι τοῦ ᾽πὶ ταῖς πλευραῖς τέγους.
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.    1295
ἐγὼ δ᾽ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.

Χορός

τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.

Ξανθίας

οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ᾽ ἦν κακὸν
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;    1300
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
ἐνήλατ᾽ ἐσκίρτα ᾽πεπόρδει κατεγέλα    1305
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
κἄτυπτεν ἐμὲ νεανικῶς “παῖ παῖ” καλῶν.
εἶτ᾽ αὐτὸν ὡς εἶδ᾽ ᾔκασεν Λυσίστρατος·
“ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
κλητῆρί τ᾽ εἰς ἀχυρμὸν ἀποδεδρακότι”.    1310
ὁ δ᾽ ἀνακραγὼν ἀντῄκασ᾽ αὐτὸν πάρνοπι
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
οἱ δ᾽ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·
οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.    1315
ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ᾽· ᾽εἰπέ μοι,
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾽ ἀεί;᾽
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων    1320
ἀμαθέστατ᾽ οὐδὲν εἰκότας τῷ πράγματι.
ἔπειτ᾽ ἐπειδὴ ᾽μέθυεν, οἴκαδ᾽ ἔρχεται
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
ἀλλ᾽ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.    1325

Φιλοκλέων

ἄνεχε πάρεχε·
κλαύσεταί τις τῶν ὄπισθεν
ἐπακολουθούντων ἐμοί·
οἷον, εἰ μὴ ᾽ῤῥήσεθ᾽, ὑμᾶς
ὦ πόνηροι ταυτῃὶ τῇ    1330
δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις
ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
ἡμῖν ἅπασι, κεἰ σφόδρ᾽ εἶ νεανίας.
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
ἰὴ ἰεῦ, καλούμενοι.    1335
ἀρχαῖά γ᾽ ὑμῶν· ἆρά γ᾽ ἴσθ᾽
ὡς οὐδ᾽ ἀκούων ἀνέχομαι
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
τάδε μ᾽ ἀρέσκει· βάλλε κημούς.
οὐκ ἄπεισι; ποῦ ᾽στιν <ἡμῖν>    1340
ἡλιαστής; ἐκποδών.

ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου· φυλάττου δ᾽, ὡς σαπρὸν τὸ σχοινίον·
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
ὁρᾷς ἐγώ σ᾽ ὡς δεξιῶς ὑφειλόμην    1345
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·
ὧν οὕνεκ᾽ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλ᾽ οὐκ ἀποδώσεις οὐδ᾽ ἐφιαλεῖς οἶδ᾽ ὅτι,
ἀλλ᾽ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ᾽ ἠργάσω.    1350
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
ἐγώ σ᾽ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
νῦν δ᾽ οὐ κρατῶ ᾽γὼ τῶν ἐμαυτοῦ χρημάτων
νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.    1355
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
ταῦτ᾽ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ᾽ ἔοικε θεῖν.    1360
ἀλλ᾽ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσ᾽, ἵν᾽ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθ᾽ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.

Βδελυκλέων

ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
ποθεῖν ἐρᾶν τ᾽ ἔοικας ὡραίας σοροῦ.    1365
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.

Φιλοκλέων

ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

Βδελυκλέων

οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
τῶν ξυμποτῶν κλέψαντα;

Φιλοκλέων

ποίαν αὐλητρίδα;
τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;    1370

Βδελυκλέων

νὴ τὸν Δἴ αὕτη πού ᾽στί σοί γ᾽ ἡ Δαρδανίς.

Φιλοκλέων

οὔκ, ἀλλ᾽ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.

Βδελυκλέων

δᾲς ἥδε;

Φιλοκλέων

δᾲς δῆτ᾽. οὐχ ὁρᾷς ἐστιγμένην;

Βδελυκλέων

τί δὲ τὸ μέλαν τοῦτ᾽ ἐστὶν αὐτῆς τοὐν μέσῳ;

Φιλοκλέων

ἡ πίττα δήπου καομένης ἐξέρχεται.    1375

Βδελυκλέων

ὁ δ᾽ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;

Φιλοκλέων

ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.

Βδελυκλέων

τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;

Φιλοκλέων

ἆ ἆ τί μέλλεις δρᾶν;

Βδελυκλέων

ἄγειν ταύτην λαβὼν
ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν    1380
κοὐδὲν δύνασθαι δρᾶν.

Φιλοκλέων

ἄκουσόν νυν ἐμοῦ.
Ὀλυμπίασιν, ἡνίκ᾽ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐμαχέσατ᾽ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.    1385
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.

Βδελυκλέων

νὴ τὸν Δἴ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.

Ἀρτόπωλις

ἴθι μοι παράστηθ᾽, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ᾽ ἀπώλεσεν
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ    1390
ἄρτους δέκ᾽ ὀβολῶν κἀπιθήκην τέτταρας.

Βδελυκλέων

ὁρᾷς ἃ δέδρακας; πράγματ᾽ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.

Φιλοκλέων

οὐδαμῶς γ᾽, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
ὥστ᾽ οἶδ᾽ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.    1395

Ἀρτόπωλις

οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.

Φιλοκλέων

ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
λέξαι χαρίεντα.    1400

Ἀρτόπωλις

μὰ Δία μὴ ᾽μοί γ᾽ ὦ μέλε.

Φιλοκλέων

Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ᾽ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτ᾽ ἐκεῖνος εἶπεν, “ὦ κύον κύον,
εἰ νὴ Δί᾽ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς”.    1405

Ἀρτόπωλις

καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ᾽ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρ᾽ ἔχουσα Χαιρεφῶντα τουτονί.

Φιλοκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
Λᾶσός ποτ᾽ ἀντεδίδασκε καὶ Σιμωνίδης·    1410
ἔπειθ᾽ ὁ Λᾶσος εἶπεν, “ὀλίγον μοι μέλει”.

Ἀρτόπωλις

ἄληθες οὗτος;

Φιλοκλέων

καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶ “κλητεύειν ἐοικὼς” θαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.

Βδελυκλέων

ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται    1415
καλούμενός σε· τόν γέ τοι κλητῆρ᾽ ἔχει.

Κατήγορος

οἴμοι κακοδαίμων. προσκαλοῦμαί σ᾽ ὦ γέρον
ὕβρεως.

Βδελυκλέων

ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.    1420

Φιλοκλέων

ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλ᾽ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
ὅ τι χρή μ᾽ ἀποτείσαντ᾽ ἀργύριον τοῦ πράγματος
εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;    1425

Κατήγορος

σὺ λέγε. δικῶν γὰρ οὐ δέομ᾽ οὐδὲ πραγμάτων.

Φιλοκλέων

ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
κἄπειτ᾽ ἐπιστὰς εἶπ᾽ ἀνὴρ αὐτῷ φίλος·    1430
“ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην”.
οὕτω δὲ καὶ σὺ παράτρεχ᾽ ἐς τὰ Πιττάλου.

Βδελυκλέων

οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.

Κατήγορος

ἀλλ᾽ οὖν σὺ μέμνησ᾽ αὐτὸς ἁπεκρίνατο.

Φιλοκλέων

ἄκουε, μὴ φεῦγ᾽. ἐν Συβάρει γυνή ποτε    1435
κατέαξ᾽ ἐχῖνον.

Κατήγορος

ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Φιλοκλέων

οὑχῖνος οὖν ἔχων τιν᾽ ἐπεμαρτύρατο·
εἶθ᾽ ἡ Συβαρῖτις εἶπεν, “εἰ ναὶ τὰν κόραν
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα”.    1440

Κατήγορος

ὕβριζ᾽ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.

Βδελυκλέων

οὔτοι μὰ τὴν Δήμητρ᾽ ἔτ᾽ ἐνταυθοῖ μενεῖς,
ἀλλ᾽ ἀράμενος οἴσω σε --

Φιλοκλέων

τί ποιεῖς;

Βδελυκλέων

ὅ τι ποιῶ;
εἴσω φέρω σ᾽ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.    1445

Φιλοκλέων

Αἴσωπον οἱ Δελφοί ποτ᾽ --

Βδελυκλέων

ὀλίγον μοι μέλει.

Φιλοκλέων

φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
ὁ δ᾽ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε --

Βδελυκλέων

οἴμ᾽ ὡς ἀπολῶ σ᾽ αὐτοῖσι τοῖσι κανθάροις.

Χορός

ζηλῶ γε τῆς εὐτυχίας    1450
τὸν πρέσβυν οἷ μετέστη
ξηρῶν τρόπων καὶ βιοτῆς·
ἕτερα δὲ νῦν ἀντιμαθὼν
ἦ μέγα τι μεταπεσεῖται
ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.    1455
τάχα δ᾽ ἂν ἴσως οὐκ ἐθέλοι.
τὸ γὰρ ἀποστῆναι χαλεπὸν
φύσεος, ἣν ἔχοι τις ἀεί.
καίτοι πολλοὶ ταῦτ᾽ ἔπαθον·
ξυνόντες γνώμαις ἑτέρων    1460
μετεβάλοντο τοὺς τρόπους.
πολλοῦ δ᾽ ἐπαίνου παρ᾽ ἐμοὶ
καὶ τοῖσιν εὖ φρονοῦσιν
τυχὼν ἄπεισιν διὰ τὴν
φιλοπατρίαν καὶ σοφίαν    1465
ὁ παῖς ὁ Φιλοκλέωνος.
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
ξυνεγενόμην, οὐδὲ τρόποις
ἐπεμάνην οὐδ᾽ ἐξεχύθην.
τί γὰρ ἐκεῖνος ἀντιλέγων    1470
οὐ κρείττων ἦν, βουλόμενος
τὸν φύσαντα σεμνοτέροις
κατακοσμῆσαι πράγμασιν;

Ξανθίας

νὴ τὸν Διόνυσον ἄπορά γ᾽ ἡμῖν πράγματα
δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.    1475
ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
ἤκουσέ τ᾽ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
τἀρχαἶ ἐκεῖν᾽ οἷς Θέσπις ἠγωνίζετο·
καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους    1480
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.

Φιλοκλέων

τίς ἐπ᾽ αὐλείοισι θύραις θάσσει;

Ξανθίας

τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.

Φιλοκλέων

κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
σχήματος ἀρχὴ --    1485

Ξανθίας

μᾶλλον δέ γ᾽ ἴσως μανίας ἀρχή.

Φιλοκλέων

πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
οἶον μυκτὴρ μυκᾶται καὶ
σφόνδυλος ἀχεῖ.

Ξανθίας

πῖθ᾽ ἑλλέβορον.

Φιλοκλέων

πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ --    1490

Ξανθίας

τάχα βαλλήσεις.

Φιλοκλέων

σκέλος οὐράνιόν γ᾽ ἐκλακτίζων.
πρωκτὸς χάσκει.

Ξανθίας

κατὰ σαυτὸν ὅρα.

Φιλοκλέων

νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
στρέφεται χαλαρὰ κοτυληδών.    1495
οὐκ εὖ;

Βδελυκλέων

μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ μανικὰ πράγματα.

Φιλοκλέων

θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδ᾽ εἰσίτω.
φησίν τις ἢ οὐδείς;    1500

Ξανθίας

εἶς γ᾽ ἐκεινοσὶ μόνος.

Φιλοκλέων

τίς ὁ κακοδαίμων ἐστίν;

Ξανθίας

υἱὸς Καρκίνου
ὁ μέσατος.

Φιλοκλέων

ἀλλ᾽ οὗτός γε καταποθήσεται·
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ᾽.

Ξανθίας

ἀλλ᾽ ᾠζυρὲ
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,    1505
ἀδελφὸς αὐτοῦ.

Φιλοκλέων

νὴ Δί᾽ ὠψώνηκ᾽ ἄρα.

Ξανθίας

μὰ τὸν Δἴ οὐδέν γ᾽ ἄλλο πλήν γε καρκίνους·
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.

Φιλοκλέων

τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;

Ξανθίας

ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,    1510
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.

Φιλοκλέων

ὦ Καρκίν᾽ ὦ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γ᾽ ἐπ᾽ αὐτούς μ᾽· ᾠζυρέ,
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.    1515

Χορός

φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
ἵν᾽ ἐφ᾽ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.

ἄγ᾽ ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου <θεοῦ>,
πηδᾶτε παρὰ ψάμαθον    1520
καὶ θῖν᾽ ἁλὸς ἀτρυγέτου,
καρίδων ἀδελφοί·
ταχὺν πόδα κυκλοσοβεῖτε,
καὶ τὸ Φρυνίχειον
ἐκλακτισάτω τις, ὅπως    1525
ἰδόντες ἄνω σκέλος ὤζωσιν
οἱ θεαταί.

στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.    1530
καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
ἀλλ᾽ ἐξάγετ᾽, εἴ τι φιλεῖτ᾽ ὀρχούμενοι, θύραζε    1535
ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.