Μετάβαση στο περιεχόμενο

Γεωγραφικά/Ε

Από Βικιθήκη
(Ανακατεύθυνση από Στράβων 5)
Γεωγραφικά
Συγγραφέας:
Βιβλίο Ε




βιβλίο Ε


Ἐν τῶι πέμπτωι τὰ περὶ Ἰταλίαν ἀπὸ τῆς ὑπωρείας τῶν Ἄλπεων μέχρι τοῦ Σικελικοῦ πορθμοῦ καὶ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου͵ ἐς οἷς Βενετία͵ Λιγουρία͵ Πικηνόν͵ Τουσκία͵ Ῥώμη͵ Καμπανία͵ Λευκανία͵ Ἀπουλία͵ καὶ ὅσαι νῆσοι τῆι ταύτηι θαλάσσηι παράκεινται ἀπὸ Γενουσῶν μέχρι Σικελίας.


Κεφάλαιο 1

1.1

Μετὰ δὲ τὴν ὑπώρειαν τῶν Ἄλπεων ἀρχὴ τῆς νῦν Ἰταλίας. οἱ γὰρ παλαιοὶ τὴν Οἰνωτρίαν ἐκάλουν Ἰταλίαν ἀπὸ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τοῦ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου διήκουσαν͵ ἐπικρατῆσαν δὲ τοὔνομα καὶ μέχρι τῆς ὑπωρείας τῶν Ἄλπεων προὔβη. προσέλαβε δὲ καὶ τῆς Λιγυστικῆς τὰ μέχρι Οὐάρου ποταμοῦ καὶ τῆς ταύτηι θαλάττης ἀπὸ τῶν ὁρίων τῶν Τυρρηνικῶν καὶ τῆς Ἰστρίας μέχρι Πόλας. εἰκάσαι δ᾽ ἄν τις εὐτυχήσαντας τοὺς πρώτους ὀνομα σθέντας Ἰταλοὺς μεταδοῦναι καὶ τοῖς πλησιοχώροις͵ εἶθ᾽ οὕτως ἐπίδοσιν λαβεῖν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας. ὀψὲ δέ ποτε͵ ἀφ᾽ οὗ μετέδοσαν Ῥωμαῖοι τοῖς Ἰταλιώταις τὴν ἰσοπολιτείαν͵ ἔδοξε καὶ τοῖς ἐντὸς Ἄλπεων Γαλάταις καὶ Ἑνετοῖς τὴν αὐτὴν ἀπονεῖμαι τιμήν͵ προσαγορεῦσαι δὲ καὶ Ἰταλιώτας πάντας καὶ Ῥωμαίους͵ ἀποικίας τε πολλὰς στεῖλαι͵ τὰς μὲν πρότερον τὰς δ᾽ ὕστερον͵ ὧν οὐ ῥάιδιον εἰπεῖν ἀμείνους ἑτέρας.

1.2

Ἑνὶ μὲν οὖν σχήματι σύμπασαν τὴν νῦν Ἰταλίαν οὐ ῥάιδιον περιλαβεῖν γεωμετρικῶς͵ καίτοι φασὶν ἄκραν εἶναι τρίγωνον ἐκκειμένην πρὸς νότον καὶ χειμερινὰς ἀνατολάς͵ κορυφουμένην δὲ πρὸς τῶι Σικελικῶι πορθμῶι͵ βάσιν δ᾽ ἔχουσαν τὰς Ἄλπεις· [συγχωρῆσαι μὲν οὖν δεῖ τὴν βάσιν͵] συγχωρῆσαι δὲ καὶ τῶν πλευρῶν μίαν τὴν ἐπὶ τὸν πορθμὸν τελευτῶσαν͵ κλυζομένην δὲ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους. τρίγωνον δὲ ἰδίως τὸ εὐθύγραμμον καλεῖται σχῆμα· ἐνταῦθα δὲ καὶ ἡ βάσις καὶ ἡ πλευρὰ περιφερεῖς εἰσιν͵ ὥστε͵ εἴ φημι δεῖν συγχωρεῖν͵ περιφερογράμμου σχήματος θετέον καὶ τὴν βάσιν καὶ τὴν πλευράν͵ συγχωρητέον δὲ καὶ τὴν λόξωσιν ταύτης τῆς πλευρᾶς τὴν ἐπὶ τὰς ἀνατολάς͵ τἆλλα δ᾽ οὐχ ἱκανῶς εἰρήκασιν͵ ὑποθέμενοι μίαν πλευρὰν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου μέχρι τοῦ πορθμοῦ. πλευρὰν γὰρ λέγομεν τὴν ἀγώνιον γραμμήν͵ ἀγώνιος δ᾽ ἐστὶν ὅταν ἢ μὴ συννεύηι πρὸς ἄλληλα τὰ μέρη ἢ μὴ ἐπὶ πολύ. ἡ δὲ ἀπὸ Ἀριμίνου ἐπὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν καὶ ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ τὴν αὐτὴν ἄκραν πάμπολύ τι συννεύουσιν. ὁμοίως δ᾽ ἔχειν οἴομαι καὶ τὴν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τὴν ἀπὸ τῆς Ἰαπυγίας· συμπίπτουσαι γὰρ ἐπὶ τοὺς περὶ Ἀρίμινον καὶ Ῥάουενναν τόπους γωνίαν ποιοῦσιν͵ εἰ δὲ μὴ γωνίαν͵ περιφέρειάν γε ἀξιόλογον· ὥστ᾽͵ εἰ ἄρα͵ τοῦτ᾽ ἂν εἴη μία πλευρὰ ὁ παράπλους ὁ ἀπὸ τοῦ μυχοῦ ἐπὶ τὴν Ἰαπυγίαν͵ οὐκ εὐθεῖα· τὸ δὲ λοιπὸν τὸ ἐνθένδε ἐπὶ τὸν πορθμὸν ἄλλην ἂν ὑπογράφοι πλευράν͵ οὐδὲ ταύτην εὐθεῖαν. οὕτω δὲ τετράπλευρον μᾶλλον ἢ τρίπλευρον φαίη τις ἂν τὸ σχῆμα͵ τρίγωνον δ᾽ οὐδοπωσοῦν͵ πλὴν εἰ καταχρώμενος. βέλτιον δ᾽ ὁμολογεῖν͵ ὅτι τῶν ἀγεωμετρήτων σχημάτων [οὐκ] εὐπερίγραφος ἡ ἀπόδοσις.

1.3

Κατὰ μέρος δ᾽ οὕτως εἰπεῖν δυνατόν͵ ὅτι τῶν μὲν Ἄλπεων περιφερὴς ἡ ὑπώρειά ἐστι καὶ κολπώδης͵ τὰ κοῖλα ἔχουσα ἐστραμμένα πρὸς τὴν Ἰταλίαν· τοῦ δὲ κόλπου τὰ μὲν μέσα πρὸς τοῖς Σαλασσοῖς ἐστί͵ τὰ δ᾽ ἄκρα ἐπιστροφὴν λαμβάνει͵ τὰ μὲν μέχρι τῆς Ὄκρας καὶ τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀδρίαν͵ τὰ δ᾽ εἰς τὴν Λιγυστικὴν παραλίαν μέχρι Γενούας τοῦ τῶν Λιγύων ἐμπορίου͵ ὅπου τὰ Ἀπέννινα ὄρη συνάπτει ταῖς Ἄλπεσιν. ὑπόκειται δ᾽ εὐθὺς πεδίον ἀξιόλογον͵ πάρισόν πως ἔχον τὸ πλάτος καὶ τὸ μῆκος͵ σταδίων ἑκατὸν καὶ δισχιλίων· τὸ δὲ μεσημβρινὸν αὐτοῦ πλευρὸν κλείεται τῆι τε τῶν Ἑνετῶν παραλίαι καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα καθήκουσι. ταῦτα γὰρ ἀρξάμενα ἀπὸ τῆς Λιγυστικῆς εἰς τὴν Τυρρηνίαν ἐμβάλλει͵ στενὴν παραλίαν ἀπολεί ποντα· εἶτ᾽ ἀναχωροῦντα εἰς τὴν μεσόγαιαν κατ᾽ ὀλίγον͵ ἐπειδὰν γένηται κατὰ τὴν Πισᾶτιν͵ ἐπιστρέφει πρὸς ἕω καὶ πρὸς τὸν Ἀδρίαν ἕως τῶν περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόπων͵ συνάπτοντα ἐπ᾽ εὐθείας τῆι τῶν Ἑνετῶν παραλίαι. ἡ μὲν οὖν ἐντὸς Ἄλπεων Κελτικὴ τούτοις κλείεται τοῖς ὅροις͵ καὶ ἔστι τῆς μὲν παραλίας τὸ μῆκος ὅσον τριακοσίων σταδίων ἐπὶ τοῖς ἑξακισχιλίοις [μετὰ] τῶν ὀρῶν͵ μικρὸν δ᾽ ἔλαττον τὸ πλάτος τῶν [δισ]χιλίων. ἡ λοιπὴ δ᾽ Ἰταλία στενὴ καὶ παραμήκης ἐστί͵ κορυφουμένη διχῶς͵ τῆι μὲν πρὸς τὸν Σικελικὸν πορθμὸν τῆι δὲ πρὸς τὴν Ἰαπυγίαν͵ σφιγγομένη δ᾽ ἑκατέρωθεν͵ τῆι μὲν ὑπὸ τοῦ Ἀδρίου τῆι δ᾽ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους. ἔστι δ᾽ ὅμοιον τὸ σχῆμα τοῦ Ἀδρίου καὶ τὸ μέγεθος τῆι Ἰταλίαι τῆι ἀφοριζομένηι τοῖς τε Ἀπεννίνοις ὄρεσι καὶ τῆι θαλάττηι ἑκατέραι μέχρι τῆς Ἰαπυγίας καὶ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ταραντῖνον καὶ τὸν Ποσειδωνιάτην κόλπον· τό τε γὰρ πλάτος τὸ μέγιστον ἀμφοῖν ἐστὶ περὶ χιλίους καὶ τριακοσίους σταδίους͵ τὸ δὲ μῆκος ἔλαττον [οὐ] πολὺ τῶν ἑξακισχιλίων. ἡ λοιπὴ δ᾽ ἐστὶν ὅσην κατέχουσι Βρέττιοι καὶ Λευκανῶν τινές. φησὶ δὲ Πολύβιος πεζῆι μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων͵ κλύζεσθαι δ᾽ αὐτὴν τῶι Σικελικῶι πελάγει͵ πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν. τὰ δὲ Ἀπέννινα ὄρη συνάψαντα τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόποις καὶ ἀφορίσαντα τὸ ταύτηι πλάτος τῆς Ἰταλίας ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἐπιστροφὴν λαμβάνει πάλιν͵ καὶ τέμνει τὴν χώραν ὅλην ἐπὶ μῆκος. μέχρι μὲν δὴ Πευκετίων καὶ Λευκανῶν οὐ πολὺ ἀφίσταται τοῦ Ἀδρίου· συνάψαντα δὲ Λευκανοῖς ἐπὶ τὴν ἑτέραν θάλατταν ἀποκλίνει μᾶλλον καὶ λοιπὸν διὰ μέσων τῶν Λευκανῶν καὶ Βρεττίων διεξιόντα τελευτᾶι πρὸς τὴν Λευκόπετραν τῆς Ῥηγίνης καλουμένην. τυπωδῶς μὲν οὖν εἴρηται περὶ τῆς νῦν Ἰταλίας ἁπάσης ταῦτα· πειρασόμεθα δὲ ἀναλαβόντες εἰπεῖν περὶ τῶν καθ᾽ ἕκαστα͵ καὶ πρῶτον περὶ τῶν ὑπὸ ταῖς Ἄλπεσιν.

1.4

Ἔστι δὲ πεδίον σφόδρα εὔδαιμον καὶ γεωλοφίαις εὐκάρποις πεποικιλμένον. διαιρεῖ δ᾽ αὐτὸ μέσον πως ὁ Πάδος͵ καὶ καλεῖται τὸ μὲν ἐντὸς τοῦ Πάδου τὸ δὲ πέραν· ἐντὸς μὲν ὅσον ἐστὶ πρὸς τοῖς Ἀπεννίνοις ὄρεσι καὶ τῆι Λιγυστικῆι͵ πέραν δὲ τὸ λοιπόν. οἰκεῖται δὲ τὸ μὲν ὑπὸ τῶν Λιγυστικῶν ἐθνῶν καὶ τῶν Κελτικῶν͵ τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων τῶν δ᾽ ἐν τοῖς πεδίοις͵ τὸ δ᾽ ὑπὸ τῶν Κελτῶν καὶ Ἑνετῶν. οἱ μὲν οὖν Κελτοὶ τοῖς ὑπεραλπείοις ὁμοεθνεῖς εἰσι͵ περὶ δὲ τῶν Ἑνετῶν διττός ἐστι λόγος. οἱ μὲν γὰρ καὶ αὐτούς φασιν εἶναι Κελτῶν ἀποίκους τῶν ὁμωνύμων παρωκεανιτῶν͵ οἱ δ᾽ ἐκ τοῦ Τρωικοῦ πολέμου μετ᾽ Ἀντήνορος σωθῆναι δεῦρό φασι τῶν ἐκ τῆς Παφλαγονίας Ἑνετῶν τινάς· μαρτύριον δὲ τούτου προφέρονται τὴν περὶ τὰς ἱπποτροφίας ἐπιμέλειαν͵ ἣ νῦν μὲν τελέως ἐκλέλοιπε͵ πρότερον δ᾽ ἐτιμᾶτο παρ᾽ αὐτοῖς ἀπὸ τοῦ παλαιοῦ ζήλου τοῦ κατὰ τὰς ἡμιονίτιδας ἵππους. τούτου δὲ καὶ Ὅμηρος μέμνηται ἐξ Ἑνετῶν͵ ὅθεν ἡμιόνων γένος ἀγροτεράων. καὶ Διονύσιος ὁ τῆς Σικελίας τύραννος ἐντεῦθεν τὸ ἱπποτροφεῖον συνεστήσατο τῶν ἀθλητῶν ἵππων͵ ὥστε καὶ ὄνομα ἐν τοῖς Ἕλλησι γενέσθαι τῆς Ἑνετικῆς πωλείας καὶ πολὺν χρόνον εὐδοκιμῆσαι τὸ γένος.

1.5

Ἅπασα μὲν οὖν ἡ χώρα ποταμοῖς πληθύει καὶ ἕλεσι͵ μάλιστα δ᾽ ἡ τῶν Ἑνετῶν· πρόσεστι δὲ ταύτηι καὶ τὰ τῆς θαλάττης πάθη. μόνα γὰρ ταῦτα τὰ μέρη σχεδόν τι τῆς καθ᾽ ἡμᾶς θαλάττης ὁμοιοπαθεῖ τῶι ὠκεανῶι καὶ παραπλησίως ἐκείνωι ποιεῖται τάς τε ἀμπώτεις καὶ τὰς πλημμυρίδας͵ ὑφ᾽ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν. διώρυξι δὲ καὶ παραχώμασι͵ καθάπερ ἡ κάτω λεγομένη χώρα τῆς Αἰγύπτου͵ διωχέτευται͵ καὶ τὰ μὲν ἀνέψυκται καὶ γεωργεῖται τὰ δὲ διάπλους ἔχει· τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν αἱ δ᾽ ἐκ μέρους κλύζονται͵ ὅσαι δὲ ὑπὲρ τῶν ἑλῶν ἐν τῆι μεσογαίαι κεῖνται τοὺς ἐκ τῶν ποταμῶν ἀνάπλους θαυμαστοὺς ἔχουσι͵ μάλιστα δ᾽ ὁ Πάδος· μέγιστός τε γάρ ἐστι καὶ πληροῦται πολλάκις ἔκ τε ὄμβρων καὶ χιόνων͵ διαχεόμενος δ᾽ εἰς πολλὰ μέρη κατὰ τὰς ἐκβολὰς τυφλὸν τὸ στόμα ποιεῖ καὶ δυσείσβολός ἐστιν· ἡ δ᾽ ἐμπειρία περιγίνεται καὶ τῶν χαλεπωτάτων.

1.6

Τὸ μὲν οὖν ἀρχαῖον͵ ὥσπερ ἔφην͵ ὑπὸ Κελτῶν περιωικεῖτο τῶν πλείστων ὁ ποταμός. μέγιστα δ᾽ ἦν τῶν Κελτῶν ἔθνη Βόιοι καὶ Ἴνσουβροι καὶ οἱ τὴν Ῥω μαίων ποτὲ ἐξ ἐφόδου καταλαβόντες Σένονες μετὰ Γαισατῶν. τούτους μὲν οὖν ἐξέφθειραν ὕστερον τελέως Ῥωμαῖοι͵ τοὺς δὲ Βοΐους ἐξήλασαν ἐκ τῶν τόπων. μεταστάντες δ᾽ εἰς τοὺς περὶ τὸν Ἴστρον τόπους μετὰ Ταυρίσκων ὤικουν πολεμοῦντες πρὸς Δακούς͵ ἕως ἀπώλοντο πανεθνεί· τὴν δὲ χώραν οὖσαν τῆς Ἰλλυρίδος μηλόβοτον τοῖς περιοικοῦσι κατέλιπον. Ἴνσουβροι δὲ καὶ νῦν εἰσί. Μεδιολάνιον δ᾽ ἔσχον μητρόπολιν͵ πάλαι μὲν κώμην (ἅπαντες γὰρ ὤικουν κωμηδόν)͵ νῦν δ᾽ ἀξιόλογον πόλιν͵ πέραν τοῦ Πάδου͵ συνάπτουσάν πως ταῖς Ἄλπεσι. πλησίον δὲ καὶ Οὐήρων͵ καὶ αὕτη πόλις μεγάλη. ἐλάττους δὲ τούτων Βριξία καὶ Μάντουα καὶ Ῥήγιον καὶ Κῶμον· αὕτη δ᾽ ἦν μὲν κατοικία μετρία͵ Πομπήιος δὲ Στράβων ὁ Μάγνου πατὴρ κακωθεῖσαν ὑπὸ τῶν ὑπερκειμένων Ῥαιτῶν συνώικισεν· εἶτα Γάιος Σκιπίων τρισχιλίους προσέθηκεν· εἶτα ὁ θεὸς Καῖσαρ πεντακισχιλίους ἐπισυνώικισεν͵ ὧν οἱ πεντακόσιοι τῶν Ἑλλήνων ὑπῆρξαν οἱ ἐπιφανέστατοι· τούτοις δὲ καὶ πολιτείαν ἔδωκε καὶ ἐνέγραψεν αὐτοὺς εἰς τοὺς συνοίκους· οὐ μέν τοι ὤικησαν αὐτόθι͵ ἀλλὰ καὶ τοὔνομά γε τῶι κτίσματι ἐκεῖνοι κατέλιπον· Νεοκωμῖται γὰρ ἐκλήθησαν ἅπαντες͵ τοῦτο δὲ μεθερμηνευθὲν Νοβουμκῶμουμ λέγεται. ἐγγὺς δὲ τοῦ χωρίου τούτου λίμνη Λάριος καλουμένη· πληροῖ δ᾽ αὐτὴν ὁ Ἀδούας ποταμός· εἶτ᾽ ἐξίησιν εἰς τὸν Πάδον· τὰς δὲ πηγὰς ἔσχηκεν ἐν τῶι Ἀδούλαι ὄρει͵ ὅπου καὶ ὁ Ῥῆνος.

1.7

Αὗται μὲν οὖν πολὺ ὑπὲρ τῶν ἑλῶν ὤικηνται͵ πλησίον δὲ τὸ Πατάουιον͵ πασῶν ἀρίστη τῶν ταύτηι πόλεων͵ ἥ γε νεωστὶ λέγεται τιμήσασθαι πεντακοσίους ἱππικοὺς ἄνδρας͵ καὶ τὸ παλαιὸν δὲ ἔστελλε δώδεκα μυριάδας στρατιᾶς. δηλοῖ δὲ καὶ τὸ πλῆθος τῆς πεμπομένης κατασκευῆς εἰς τὴν Ῥώμην κατ᾽ ἐμπορίαν τῶν τε ἄλλων καὶ ἐσθῆτος παντοδαπῆς τὴν εὐανδρίαν τῆς πόλεως καὶ τὴν εὐτεχνίαν. ἔχει δὲ θαλάττης ἀνάπλουν ποταμῶι διὰ τῶν ἑλῶν φερομένωι σταδίων πεντήκοντα καὶ διακοσίων ἐκ λιμένος μεγάλου· καλεῖται δ᾽ ὁ λιμὴν Μεδόακος ὁμωνύμως τῶι ποταμῶι. ἐν δὲ τοῖς ἕλεσι μεγίστη μέν ἐστι Ῥάουεννα͵ ξυλοπαγὴς ὅλη καὶ διάρρυτος͵ γεφύραις καὶ πορθμείοις ὁδευομένη. δέχεται δ᾽ οὐ μικρὸν τῆς θαλάττης μέρος ἐν ταῖς πλημμυρίσιν͵ ὥστε καὶ ὑπὸ τούτων καὶ ὑπὸ ποταμῶν ἐκκλυζόμενον τὸ βορβορῶδες πᾶν ἰᾶται τὴν δυσαερίαν. οὕτως γοῦν ὑγιεινὸν ἐξήτασται τὸ χωρίον ὥστε ἐνταῦθα τοὺς μονομάχους τρέφειν καὶ γυμνάζειν ἀπέδειξαν οἱ ἡγεμόνες. ἔστι μὲν οὖν καὶ τοῦτο θαυμαστὸν τῶν ἐνθάδε τὸ ἐν ἕλει τοὺς ἀέρας ἀβλαβεῖς εἶναι͵ καθάπερ καὶ ἐν Ἀλεξανδρείαι τῆι πρὸς Αἰγύπτωι τοῦ θέρους ἡ λίμνη τὴν μοχθηρίαν ἀποβάλλει διὰ τὴν ἀνάβασιν τοῦ ποταμοῦ καὶ τὸν τῶν τελμάτων ἀφανισμόν. ἀλλὰ καὶ τὸ περὶ τὴν ἄμπελον πάθος θαυμάζειν ἄξιον· φύει μὲν γὰρ αὐτὴν τὰ ἕλη καὶ ποιεῖ ταχὺ καὶ πολὺν ἀποδιδοῦσαν καρπόν͵ φθείρεται δὲ ἐν ἔτεσι τέτταρσιν ἢ πέντε. ἔστι δὲ καὶ τὸ Ἀλτῖνον ἐν ἕλει͵ παραπλήσιον ἔχον τῆι Ῥαουέννηι τὴν θέσιν. μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ ἡ Σπῖνα͵ νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος. θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται͵ καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων. φασὶ δὲ καὶ ἐπὶ θαλάττηι ὑπάρξαι͵ νῦν δ᾽ ἐστὶν ἐν μεσογαίαι τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον. καὶ ἡ Ῥάουεννα δὲ Θετταλῶν εἴρηται κτίσμα· οὐ φέροντες δὲ τὰς τῶν Τυρρηνῶν ὕβρεις ἐδέξαντο ἑκόντες τῶν Ὀμβρικῶν τινάς͵ οἳ καὶ νῦν ἔχουσι τὴν πόλιν͵ αὐτοὶ δ᾽ ἀπεχώρησαν ἐπ᾽ οἴκου. αὗται μὲν οὖν ἐπὶ πλέον περιέχονται τοῖς ἕλεσιν ὥστε καὶ κλύζεσθαι.

1.8

Ὀπιτέργιον δὲ καὶ [Κωνκ]ορδία καὶ Ἀτρία καὶ Οὐικετία καὶ ἄλλα τοιαῦτα πολισμάτια ἧττον μὲν ὑπὸ τῶν ἑλῶν ἐνοχλεῖται͵ μικροῖς δ᾽ ἀνάπλοις πρὸς τὴν θάλατταν συνῆπται. τὴν δ᾽ Ἀτρίαν ἐπιφανῆ γενέσθαι πόλιν φασίν͵ ἀφ᾽ ἧς καὶ τοὔνομα τῶι κόλπωι γενέσθαι τῶι Ἀδρίαι μικρὰν μετάθεσιν λαβόν. Ἀκυληία δ᾽͵ ἥπερ μάλιστα τῶι μυχῶι πλησιάζει͵ κτίσμα μέν ἐστι Ῥωμαίων ἐπιτειχισθὲν τοῖς ὑπερκειμένοις βαρβάροις͵ ἀναπλεῖται δὲ ὁλκάσι κατὰ τὸν Νατίσωνα ποταμὸν ἐπὶ πλείστους ἑξήκοντα σταδίους. ἀνεῖται δ᾽ ἐμπόριον [τοῖς τε Ἑνετοῖς καὶ] τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι· κομίζουσι δ᾽ οὗτοι μὲν τὰ ἐκ θαλάττης͵ καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες καὶ ἔλαιον͵ ἐκεῖνοι δ᾽ ἀνδράποδα καὶ βοσκήματα καὶ δέρματα. ἔξω δ᾽ ἐστὶ τῶν Ἑνετικῶν ὅρων ἡ Ἀκυληία. διορίζονται δὲ ποταμῶι ῥέοντι ἀπὸ τῶν Ἀλπείων ὀρῶν͵ ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν πόλιν͵ περὶ ἣν Γναῖος Κάρβων συμβαλὼν Κίμβροις οὐδὲν ἔπραξεν. ἔχει δὲ ὁ τόπος οὗτος χρυσιοπλύσια εὐφυῆ καὶ σιδηρουργεῖα. ἐν αὐτῶι δὲ τῶι μυχῶι τοῦ Ἀδρίου καὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης͵ τὸ Τίμαυον· λιμένα γὰρ ἔχει καὶ ἄλσος ἐκπρεπὲς καὶ πηγὰς ἑπτὰ ποταμίου ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐκπίπτοντος͵ πλατεῖ καὶ βαθεῖ ποταμῶι. Πολύβιος δ᾽ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος͵ καὶ δὴ καὶ τοὺς ἐπιχωρίους πηγὴν καὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον. Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον͵ εἶθ᾽ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῆι θαλάττηι τὴν ἐκβολὴν ποιεῖσθαι.

1.9

Τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα· περὶ ὧν ἐροῦμεν ἐφ᾽ ὅσον πρὸς ἱστορίαν χρήσιμον͵ τὰ δὲ πολλὰ τῶν μυθευομένων ἢ κατεψευσμένων ἄλλως ἐᾶν δεῖ͵ οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν͵ τὸν μηδαμοῦ γῆς ὄντα͵ πλησίον δὲ τοῦ Πάδου λεγόμενον͵ καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς· οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις. τῶι δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί· καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῶι͵ καὶ δύο ἄλση τὸ μὲν ῞Ηρας Ἀργείας δείκνυται τὸ δ᾽ Ἀρτέμιδος Αἰτωλίδος. προσμυθεύουσι δ᾽͵ ὡς εἰκός͵ τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι͵ προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι͵ τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν͵ ἐπειδὰν καταφύγηι δεῦρο͵ μηκέτι διώκεσθαι. φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτωι περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν· εἰπόντων δὲ κατὰ παιδιάν͵ εἰ ἐγγυᾶται τὸν λύκον ἐφ᾽ ὧιτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν͵ ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων͵ ὁμολογῆσαι. ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν· τὸν δ᾽ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον͵ καὶ κληθῆναι λυκοφόρους͵ τάχει μᾶλλον ἢ κάλλει διαφερούσας· τοὺς δ᾽ ἀπ᾽ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῶι γένει τῶν ἵππων͵ ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν͵ ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος͵ ἐνδόξου γενομένης ἐνθένδε ἱππείας. νυνὶ δέ͵ ὥσπερ ἔφαμεν͵ πᾶσα ἐκλέλοιπεν ἡ τοιαύτη ἄσκησις. μετὰ δὲ τὸ Τίμαυον ἡ τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας͵ ἣ πρόσκειται τῆι Ἰταλίαι. μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους· ἡ δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπωι λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα͵ κτίσμα δ᾽ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων͵ διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήν «τὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸς» ὡς Καλλίμαχος εἴρηκεν «ἀτὰρ κείνων γλῶσσ᾽ ὀνόμηνε Πόλας. τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ [Ἴστριοι] μέχρι Πόλας». ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι͵ ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν͵ Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν καὶ πρὸ τῆς Ἀννίβα στρατείας͵ ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν͵ καὶ μετὰ ταῦτα.

1.10

Οἱ δ᾽ ἐντὸς τοῦ Πάδου κατέχουσι μὲν ἅπασαν ὅσην ἐγκυκλοῦται τὰ Ἀπέννινα ὄρη πρὸς τὰ Ἄλπεια μέχρι Γενούας καὶ τῶν Σαβάτων. κατεῖχον δὲ Βόιοι καὶ Λίγυες καὶ Σένονες καὶ Γαιζᾶται τὸ πλέον· τῶν δὲ Βοΐων ἐξελαθέντων͵ ἀφανισθέντων δὲ καὶ τῶν Γαιζατῶν καὶ Σενόνων͵ λείπεται τὰ Λιγυστικὰ φῦλα καὶ τῶν Ῥωμαίων αἱ ἀποικίαι. τοῖς δὲ Ῥωμαίοις ἀναμέμικται καὶ τὸ τῶν Ὀμβρικῶν φῦλον͵ ἔστι δ᾽ ὅπου καὶ Τυρρηνῶν. ταῦτα γὰρ ἄμφω τὰ ἔθνη πρὸ τῆς τῶν Ῥωμαίων ἐπὶ πλέον αὐξήσεως εἶχέ τινα πρὸς ἄλληλα περὶ πρωτείων ἅμιλλαν͵ καὶ μέσον ἔχοντα τὸν Τίβεριν ποταμὸν ῥαιδίως ἐπιδιέβαινεν ἀλλήλοις. καὶ εἴ πού τινας ἐκστρατείας ἐποιοῦντο ἐπ᾽ ἄλλους οἱ ἕτεροι͵ καὶ τοῖς ἑτέροις ἔρις ἦν μὴ ἀπολείπεσθαι τῆς εἰς τοὺς αὐτοὺς τόπους ἐξόδου· καὶ δὴ καὶ τῶν Τυρρηνῶν στειλάντων στρατιὰν εἰς τοὺς περὶ τὸν Πάδον βαρβάρους καὶ πραξάντων εὖ͵ ταχὺ δὲ πάλιν ἐκπεσόντων διὰ τὴν τρυφήν͵ ἐπεστράτευσαν οἱ ἕτεροι τοῖς ἐκβαλοῦσιν· εἶτ᾽ ἐκ διαδοχῆς τῶν τόπων ἀμφισβητοῦντες πολλὰς τῶν κατοικιῶν τὰς μὲν Τυρρηνικὰς ἐποίησαν τὰς δ᾽ Ὀμβρικάς· πλείους δὲ τῶν Ὀμβρικῶν͵ οἳ ἐγγυτέρω ἦσαν οἱ δὲ Ῥωμαῖοι παραλαβόντες καὶ πέμψαντες ἐποίκους πολλαχοῦ συνεφύλαξαν καὶ τὰ τῶν προεποικησάντων γένη. καὶ νῦν Ῥωμαῖοι μέν εἰσιν ἅπαντες͵ οὐδὲν δ᾽ ἧττον Ὄμβροι τε τινὲς λέγονται καὶ Τυρρηνοί͵ καθάπερ Ἑνετοὶ καὶ Λίγυες καὶ Ἴνσουβροι.

1.11

Πόλεις δ᾽ εἰσὶν ἐντὸς τοῦ Πάδου καὶ περὶ τὸν Πάδον ἐπιφανεῖς Πλακεντία μὲν καὶ Κρεμώνη πλησιαίταται κατὰ μέσην που τὴν χώραν͵ μεταξὺ δὲ τούτων τε καὶ Ἀριμίνου Πάρμα καὶ Μουτίνη καὶ Βονωνία πλησίον ἤδη Ῥαουέννης καὶ μικρὰ πολίσματα ἀνὰ μέσον τούτων δι᾽ ὧν ἡ εἰς Ῥώμην ὁδός͵ Ἄγκαρα Ῥήγιον Λέπιδον Μακροὶ Κάμποι͵ ὅπου πανήγυρις συντελεῖται κατ᾽ ἔτος͵ Κλάτερνα Φόρον Κορνήλιον͵ Φαουεντία δὲ [καὶ] Καισήνα πρὸς τῶι Σάπι ποταμῶι καὶ τῶι Ῥουβίκωνι ἤδη συνάπτουσι τῶι Ἀριμίνωι. τὸ δὲ Ἀρίμινον Ὄμβρων ἐστὶ κατοικία͵ καθάπερ καὶ ἡ Ῥάουεννα· δέδεκται δ᾽ ἐποίκους Ῥωμαίους ἑκατέρα. ἔχει δὲ τὸ Ἀρίμινον λιμένα καὶ ὁμώνυμον ποταμόν. ἀπὸ δὲ Πλακεντίας εἰς Ἀρίμινον στάδιοι χίλιοι τριακόσιοι. ὑπὲρ δὲ Πλακεντίας ἐπὶ μὲν τοὺς ὅρους τῆς Κοττίου γῆς Τικῖνον ἐν τριάκοντα ἓξ μιλίοις πόλις͵ καὶ ὁμώνυμος ὁ παραρρέων ποταμὸς συμβάλλων τῶι Πάδωι͵ καὶ Κλαστίδιον καὶ Δέρθων καὶ Ἀκουαιστατιέλλαι μικρὸν ἐν παρόδωι. ἡ δ᾽ εὐθεῖα εἰς Ὤκελον παρὰ τὸν Πάδον καὶ τὸν Δουρίαν ποταμὸν βαραθρώδης ἡ πολλή͵ πλείους καὶ ἄλλους ἔχουσα ποταμούς͵ ὧν καὶ τὸν Δρουεντίαν͵ μιλίων ἐστὶ περὶ [ἑκατὸν] ἑξήκοντα. ἐντεῦθεν δὲ ἤδη τὰ Ἄλπεια ὄρη καὶ ἡ Κελτική. ἔστι δὲ ἡ Δέρθων πόλις ἀξιόλογος κειμένη κατὰ μέσην τὴν ὁδὸν τὴν ἀπὸ Γενούας εἰς Πλακεντίαν͵ ἑκατέρας διέχουσα σταδίους τετρακοσίους· κατὰ δὲ ταύτην τὴν ὁδὸν καὶ Ἀκουαιστατιέλλαι. ἀπὸ δὲ Πλακεντίας εἰς μὲν Ἀρίμινον εἴρηται· εἰς δὲ Ῥάουενναν κατάπλους τῶι Πάδωι δυεῖν ἡμερῶν καὶ νυκτῶν. πολὺ δὲ καὶ τῆς ἐντὸς τοῦ Πάδου κατείχετο ὑπὸ ἑλῶν͵ δι᾽ ὧν Ἀννίβας χαλεπῶς διῆλθε προϊὼν ἐπὶ Τυρρηνίαν· ἀλλ᾽ ἀνέψυξε τὰ πεδία ὁ Σκαῦρος διώρυγας πλωτὰς ἀπὸ τοῦ Πάδου μέχρι Πάρμης ἄγων. κατὰ γὰρ Πλακεντίαν ὁ Τρεβίας συμβάλλων τῶι Πάδωι καὶ ἔτι πρότερον ἄλλοι πλείους πληροῦσι πέραν τοῦ μετρίου. οὗτος δὲ ὁ Σκαῦρος ἐστὶν ὁ καὶ τὴν Αἰμιλίαν ὁδὸν στρώσας τὴν διὰ Πισῶν καὶ Λούνης μέχρι Σαβάτων κἀντεῦθεν διὰ Δέρθωνος· ἄλλη δ᾽ ἐστὶν Αἰμιλία διαδεχομένη τὴν Φλαμινίαν. συνυπάτευσαν γὰρ ἀλλήλοις Μάρκος Λέπιδος καὶ Γάιος Φλαμίνιος· καθελόντες δὲ Λίγυας ὁ μὲν τὴν Φλαμινίαν ἔστρωσεν ἐκ Ῥώμης διὰ Τυρρηνῶν καὶ τῆς Ὀμβρικῆς μέχρι τῶν περὶ Ἀρίμινον τόπων͵ ὁ δὲ τὴν ἑξῆς μέχρι Βονωνίας κἀκεῖθεν εἰς Ἀκυληίαν παρὰ τὰς ῥίζας τὰς τῶν Ἄλπεων ἐγκυκλούμενος τὰ ἕλη. ὅριον δὲ τῆς χώρας ταύτης͵ ἣν ἐντὸς Κελτικὴν καλοῦμεν͵ πρὸς τὴν λοιπὴν Ἰταλίαν τό τε Ἀπέννινον ὄρος τὸ ὑπὲρ τῆς Τυρρηνίας ἀπεδέδεικτο καὶ ὁ Αἶσις ποταμός͵ ὕστερον δὲ ὁ Ῥουβίκων͵ εἰς τὸν Ἀδρίαν ἐκδιδόντες ἀμφότεροι.

1.12

Τῆς δ᾽ ἀρετῆς τῶν τόπων τεκμήριον ἥ τ᾽ εὐανδρία καὶ τὰ μεγέθη τῶν πόλεων καὶ ὁ πλοῦτος͵ οἷς πᾶσιν ὑπερβέβληνται τὴν ἄλλην Ἰταλίαν οἱ ταύτηι Ῥωμαῖοι. καὶ γὰρ ἡ γεωργουμένη γῆ πολλοὺς καὶ παντοίους ἐκφέρει καρπούς͵ καὶ αἱ ὗλαι τοσαύτην ἔχουσι βάλανον ὥστ᾽ ἐκ τῶν ἐντεῦθεν ὑοφορβίων ἡ Ῥώμη τρέφεται τὸ πλέον. ἔστι δὲ καὶ κεγχροφόρος διαφερόντως διὰ τὴν εὐυδρίαν· τοῦτο δὲ λιμοῦ μέγιστόν ἐστιν ἄκος· πρὸς ἅπαντας γὰρ καιροὺς ἀέρων ἀντέχει καὶ οὐδέποτ᾽ ἐπιλείπειν δύναται͵ κἂν τοῦ ἄλλου σίτου γένηται σπάνις. ἔχει δὲ καὶ πιττουργεῖα θαυμαστά. τοῦ δ᾽ οἴνου τὸ πλῆθος μηνύουσιν οἱ πίθοι· ξύλινοι γὰρ μείζους οἴκων εἰσί· προσλαμβάνει δὲ πολὺ ἡ τῆς πίττης εὐπορία πρὸς τὸ εὐκώνητον. ἐρέαν δὲ τὴν μὲν μαλακὴν οἱ περὶ Μουτίνην τόποι καὶ τὸν Σκουλτάνναν ποταμὸν φέρουσι πολὺ πασῶν καλλίστην͵ τὴν δὲ τραχεῖαν ἡ Λιγυστικὴ καὶ ἡ τῶν Ἰνσούβρων͵ ἐξ ἧς τὸ πλέον τῆς οἰκετείας τῶν Ἰταλιωτῶν ἀμπέχεται͵ τὴν δὲ μέσην οἱ περὶ Πατάουιον͵ ἐξ ἧς οἱ τάπητες οἱ πολυτελεῖς καὶ γαυσάπαι καὶ τὸ τοιοῦτον εἶδος πᾶν͵ ἀμφίμαλλόν τε καὶ ἑτερόμαλλον. τὰ δὲ μέταλλα νυνὶ μὲν οὐχ ὁμοίως ἐνταῦθα σπουδάζεται διὰ τὸ λυσιτελέστερα ἴσως εἶναι τὰ ἐν τοῖς ὑπεραλπείοις Κελτοῖς καὶ τῆι Ἰβηρίαι͵ πρότερον δὲ ἐσπουδάζετο͵ ἐπεὶ καὶ ἐν Οὐερκέλλοις χρυσωρυχεῖον ἦν· κώμη δ᾽ ἐστὶ πλησίον Ἰκτουμούλων͵ καὶ ταύτης κώμης͵ ἄμφω δ᾽ εἰσὶ περὶ Πλακεντίαν. αὕτη μὲν δὴ ἡ πρώτη μερὶς τῆς Ἰταλίας μέχρι δεῦρο περιωδεύσθω.


Κεφάλαιο 2

2.1

Δευτέρα δὲ λεγέσθω ἡ Λιγυστικὴ ἡ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσι͵ μεταξὺ ἱδρυμένη τῆς νῦν λεχθείσης Κελτικῆς καὶ τῆς Τυρρηνίας͵ οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον͵ πλὴν ὅτι κωμηδὸν ζῶσι͵ τραχεῖαν γῆν ἀροῦντες καὶ σκάπτοντες͵ μᾶλλον δὲ λατομοῦντες͵ ὥς φησι Ποσειδώνιος. [εὐανδρεῖ δ᾽ ὅμως ἡ χώρα καὶ τὸ στρατιωτικὸν ἐντεῦθεν τὸ πλέον ἐστὶ καὶ τὸ τῶν ἱππικῶν πλῆθος͵ ἐξ ὧν καὶ ἡ σύγκλητος λαμβάνει τὴν σύνταξιν.] τρίτοι δ᾽ εἰσὶ συνεχεῖς τούτοις οἱ Τυρρηνοί͵ τὰ πεδία ἔχοντες τὰ μέχρι τοῦ ποταμοῦ τοῦ Τιβέριδος͵ κλυζόμενοι τὰ μὲν πρὸς ἕω μάλιστα μέρη τῶι ποταμῶι μέχρι τῆς ἐκβολῆς αὐτοῦ͵ κατὰ δὲ θάτερα τῶι Τυρρηνικῶι καὶ Σαρδώιωι πελάγει. ῥεῖ δὲ ἐκ τῶν Ἀπεννίνων ὀρῶν ὁ Τίβερις͵ πληροῦται δ᾽ ἐκ πολλῶν ποταμῶν͵ μέρος μέν τι δι᾽ αὐτῆς φερόμενος τῆς Τυρρηνίας͵ τὸ δ᾽ ἐφεξῆς διορίζων ἀπ᾽ αὐτῆς πρῶτον μὲν τὴν Ὀμβρικήν͵ εἶτα τοὺς Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῆι Ῥώμηι μέχρι τῆς παραλίας. παραβέβληνται δέ πως τῶι ποταμῶι μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος͵ ἀλλήλοις δὲ κατὰ μῆκος· ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πλησιάζοντα τῶι Ἀδρίαι πρῶτοι μὲν οἱ Ὀμβρικοί͵ μετὰ δὲ τούτους Σαβῖνοι͵ τελευταῖοι δ᾽ οἱ τὴν Λατίνην ἔχοντες͵ ἀρξάμενοι πάντες ἀπὸ τοῦ ποταμοῦ. ἡ μὲν οὖν τῶν Λατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινοέσσης καὶ τῆς Σαβίνης (τὰ δ᾽ Ὤστια ἐστὶν ἐπίνειον τῆς Ῥώμης͵ εἰς ὃ ἐκδίδωσιν ὁ Τίβερις παρ᾽ αὐτὴν ῥυείς)͵ ἐκτείνεται δὲ ἐπὶ μῆκος μέχρι τῆς Καμπανίας καὶ τῶν Σαυνιτικῶν ὀρῶν· ἡ δὲ Σαβίνη μεταξὺ τῶν Λατίνων κεῖται καὶ τῶν Ὀμβρικῶν͵ ἐκτείνεται δὲ καὶ αὐτὴ πρὸς τὰ Σαυνιτικὰ ὄρη͵ καὶ μᾶλλον συνάπτει τοῖς Ἀπεννίνοις τοῖς κατὰ Οὐηστίνους τε καὶ Πελίγνους καὶ Μαρσούς· οἱ δ᾽ Ὀμβρικοὶ μέσοι μὲν κεῖνται τῆς τε Σαβίνης καὶ τῆς Τυρρηνίας͵ μέχρι δ᾽ Ἀριμίνου καὶ Ῥαουέννης προΐασιν͵ ὑπερβάλλοντες τὰ ὄρη. Τυρρηνοὶ δὲ παύονται ὑπ᾽ αὐτοῖς τοῖς ὄρεσι τοῖς περικλείουσιν ἐκ τῆς Λιγυστικῆς εἰς τὸν Ἀδρίαν͵ ἀπὸ τῆς οἰκείας ἀρξάμενοι θαλάττης καὶ τοῦ Τιβέριδος. τὰ καθ᾽ ἕκαστα δὲ διέξιμεν ἀπ᾽ αὐτῶν τούτων ἀρξάμενοι.

2.2

Οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται. οἱ δ᾽ Ἕλληνες οὕτως ὠνόμασαν αὐτοὺς ἀπὸ τοῦ Τυρρηνοῦ Ἄτυος͵ ὥς φασι͵ τοῦ στείλαντος ἐκ Λυδίας ἐποίκους δεῦρο. ἐπὶ γὰρ λιμοῦ καὶ ἀφορίας ὁ Ἄτυς͵ εἷς τῶν ἀπογόνων Ἡρακλέους καὶ Ὀμφάλης͵ δυεῖν παίδων ὄντων͵ κλήρωι Λυδὸν μὲν κατέσχε͵ τῶι δὲ Τυρρηνῶι τὸν πλείω συστήσας λαὸν ἐξέστειλεν. ἐλθὼν δὲ τήν τε χώραν ἀφ᾽ ἑαυτοῦ Τυρρηνίαν ἐκάλεσε καὶ δώδεκα πόλεις ἔκτισεν͵ οἰκιστὴν ἐπιστήσας Τάρκωνα͵ ἀφ᾽ οὗ Ταρκυνία ἡ πόλις͵ ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγεννῆσθαι μυθεύουσι. τότε μὲν οὖν ὑφ᾽ ἑνὶ ἡγεμόνι ταττόμενοι μέγα ἴσχυον͵ χρόνοις δ᾽ ὕστερον διαλυθῆναι τὸ σύστημα εἰκὸς καὶ κατὰ πόλεις διασπασθῆναι βίαι τῶν πλησιοχώρων εἴξαντας· οὐ γὰρ ἂν χώραν εὐδαίμονα ἀφέντες τῆι θαλάττηι κατὰ ληιστείαν ἐπέθεντο ἄλλοι πρὸς ἄλλα τραπόμενοι πελάγη͵ ἐπεί͵ ὅπου γε συμπνεύσαιεν͵ ἱκανοὶ ἦσαν οὐκ ἀμύνασθαι μόνον τοὺς ἐπιχειροῦντας αὐτοῖς͵ ἀλλὰ καὶ ἀντεπιχειρεῖν καὶ μακρὰς στρατείας ποιεῖσθαι. μετὰ δὲ τὴν τῆς Ῥώμης κτίσιν Δημάρατος ἀφικνεῖται λαὸν ἄγων ἐκ Κορίνθου͵ καὶ δεξαμένων αὐτὸν Ταρκυνιτῶν γεννᾶι Λουκούμωνα ἐξ ἐπιχωρίας γυναικός. γενόμενος δὲ Ἄγκωι Μαρκίωι τῶι βασιλεῖ τῶν Ῥωμαίων φίλος͵ ἐβασίλευσεν οὗτος καὶ μετωνομάσθη Λεύκιος Ταρκύνιος Πρίσκος. ἐκόσμησε δ᾽ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον͵ ὁ μὲν εὐπορίαι δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν͵ ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς. λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική͵ ὅσηι δημοσίαι χρῶνται Ῥωμαῖοι. τούτου δ᾽ υἱὸς ἦν ὁ δεύτερος Ταρκύνιος ὁ Σούπερβος͵ ὅσπερ καὶ τελευταῖος βασιλεύσας ἐξέπεσε. Πορσίνας δ᾽͵ ὁ τῶν Κλουσίνων βασιλεύς͵ πόλεως Τυρρηνίδος͵ κατάγειν αὐτὸν ἐπιχειρήσας δι᾽ ὅπλων͵ ὡς οὐχ οἷός τε ἦν͵ καταλυσάμενος τὴν ἔχθραν ἀπῆλθε φίλος μετὰ τιμῆς καὶ δωρεῶν μεγάλων.

2.3

Περὶ μὲν τῆς ἐπιφανείας τῶν Τυρρηνῶν ταῦτα καὶ ἔτι τὰ τοῖς Καιρετανοῖς πραχθέντα ... καὶ γὰρ τοὺς ἑλόντας τὴν Ῥώμην Γαλάτας κατεπολέμησαν ἀπιοῦσιν ἐπιθέμενοι κατὰ Σαβίνους͵ καὶ ἃ παρ᾽ ἑκόντων ἔλαβον Ῥωμαίων ἐκεῖνοι λάφυρα ἄκοντας ἀφείλοντο· πρὸς δὲ τούτοις τοὺς καταφυγόντας παρ᾽ αὐτοὺς ἐκ τῆς Ῥώμης ἔσωσαν καὶ τὸ ἀθάνατον πῦρ καὶ τὰς τῆς Ἑστίας ἱερείας. οἱ μὲν οὖν Ῥωμαῖοι διὰ τοὺς τότε φαύλως διοικοῦντας τὴν πόλιν οὐχ ἱκανῶς ἀπομνημονεῦσαι τὴν χάριν αὐτοῖς δοκοῦσι· πολιτείαν γὰρ δόντες οὐκ ἀνέγραψαν εἰς τοὺς πολίτας͵ ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς μὴ μετέχοντας τῆς ἰσονομίας εἰς τὰς δέλτους ἐξώριζον τὰς Καιρετανῶν. παρὰ δὲ τοῖς Ἕλλησιν εὐδοκίμησεν ἡ πόλις αὕτη διά τε ἀνδρείαν καὶ δικαιοσύνην· τῶν τε γὰρ ληιστηρίων ἀπέσχετο καίπερ δυναμένη πλεῖστον͵ καὶ Πυθοῖ τὸν Ἀγυλλαίων καλούμενον ἀνέθηκε θησαυρόν. Ἄγυλλα γὰρ ὠνομάζετο τὸ πρότερον ἡ νῦν Καιρέα͵ καὶ λέγεται Πελασγῶν κτίσμα τῶν ἐκ Θετταλίας ἀφιγμένων· τῶν δὲ Λυδῶν͵ οἵπερ Τυρρηνοὶ μετωνομάσθησαν͵ ἐπιστρατευσάντων τοῖς Ἀγυλλαίοις͵ προσιὼν τῶι τείχει τις ἐπυνθάνετο τοὔνομα τῆς πόλεως͵ τῶν δ᾽ ἀπὸ τοῦ τείχους Θετταλῶν τινος ἀντὶ τοῦ ἀποκρίνασθαι προσαγορεύσαντος αὐτὸν «χαῖρε»͵ δεξάμενοι τὸν οἰωνὸν οἱ Τυρρηνοὶ τοῦτον ἁλοῦσαν τὴν πόλιν μετωνόμασαν. ἡ δὲ οὕτω λαμπρὰ καὶ ἐπιφανὴς πόλις νῦν ἴχνη σώζει μόνον͵ εὐανδρεῖ δ᾽ αὐτῆς μᾶλλον τὰ πλησίον θερμά͵ ἃ καλοῦσι Καιρετανά͵ διὰ τοὺς φοιτῶντας θεραπείας χάριν.

2.4

Τοὺς δὲ Πελασγούς͵ ὅτι μὲν ἀρχαῖόν τι φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπιπολάσαν καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν͵ ὁμολογοῦσιν ἅπαντες σχεδόν τι. νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον͵ εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις͵ παρ᾽ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι. καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν͵ ὥς φησιν Ὅμηρος· λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί͵ ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες͵ ἐν δὲ Κύδωνες͵ Δωριέες τε τριχάικες͵ δῖοί τε Πελασγοί. καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται͵ τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον͵ διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς. τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν Ζεῦ ἄνα͵ Δωδωναῖε͵ Πελασγικέ. πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν͵ ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων· Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες͵ οἱ ὕστερον ἀπ᾽ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι· καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι͵ καὶ τοῖς ἐν τῆι Τρωιάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς «Ἱππόθοος δ᾽ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων͵ τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον». τῶι δ᾽ Ἐφόρωι τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος. φησὶ γάρ «υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο͵ ὅν ποτε τίκτε Πελασγός». Αἰσχύλος δ᾽ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκέτισι καὶ Δαναΐσι τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι͵ καὶ Εὐριπίδης δ᾽ ἐν Ἀρχελάωι φησὶν ὅτι «Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ ἐλθὼν ἐς Ἄργος ὤικισ᾽ Ἰνάχου πόλιν͵ Πελασγιώτας δ᾽ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ᾽ ἀν᾽ Ἑλλάδα». Ἀντικλείδης δὲ πρώτους φησὶν αὐτοὺς τὰ περὶ Λῆμνον καὶ Ἴμβρον κτίσαι͵ καὶ δὴ τούτων τινὰς καὶ μετὰ Τυρρηνοῦ τοῦ Ἄτυος εἰς τὴν Ἰταλίαν συνᾶραι. καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων͵ διὰ δὲ τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ᾽ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.

2.5

Τῆς δὲ Τυρρηνίας μῆκος μὲν τὸ μέγιστον εἶναί φασι τὴν παραλίαν ἀπὸ Λούνης μέχρι Ὠστίων δισχιλίων που καὶ πεντακοσίων σταδίων͵ πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. εἰς μὲν οὖν Πίσας ἀπὸ Λούνης πλείους τῶν τετρακοσίων σταδίων εἰσίν͵ ἐντεῦθεν δ᾽ εἰς Οὐολατέρρας διακόσιοι ὀγδοήκοντα͵ πάλιν δ᾽ ἐνθένδε εἰς Ποπλώνιον διακόσιοι ἑβδομήκοντα͵ ἐκ δὲ Ποπλωνίου εἰς Κόσαν ἐγγὺς ὀκτακόσιοι͵ οἱ δὲ ἑξακόσιοι φασί ..... Πολύβιος δ᾽ οὐκ εὖ καὶ τοὺς πάντας χιλίους τριακοσίους τριάκοντα λέγει. τούτων δ᾽ ἡ μὲν Λοῦνα πόλις ἐστὶ καὶ λιμήν͵ καλοῦσι δ᾽ οἱ Ἕλληνες Σελήνης λιμένα καὶ πόλιν. ἡ μὲν οὖν πόλις οὐ μεγάλη͵ ὁ δὲ λιμὴν μέγιστός τε καὶ κάλλιστος͵ ἐν αὑτῶι περιέχων πλείους λιμένας ἀγχιβαθεῖς πάντας͵ οἷον ἂν γένοιτο ὁρμητήριον θαλαττοκρατησάντων ἀνθρώπων τοσαύτης μὲν θαλάττης τοσοῦτον δὲ χρόνον. περικλείεται δ᾽ ὁ λιμὴν ὄρεσιν ὑψηλοῖς͵ ἀφ᾽ ὧν τὰ πελάγη κατοπτεύεται καὶ ἡ Σαρδὼ καὶ τῆς ἠιόνος ἑκατέρωθεν πολὺ μέρος. μέταλλα δὲ λίθου λευκοῦ τε καὶ ποικίλου γλαυκίζοντος τοσαῦτά τ᾽ ἐστὶ καὶ τηλικαῦτα͵ μονολίθους ἐκδιδόντα πλάκας καὶ στύλους͵ ὥστε τὰ πλεῖστα τῶν ἐκπρεπῶν ἔργων τῶν ἐν τῆι Ῥώμηι καὶ ταῖς ἄλλαις πόλεσιν ἐντεῦθεν ἔχειν τὴν χορηγίαν· καὶ γὰρ εὐεξάγωγός ἐστιν ἡ λίθος͵ τῶν μετάλλων ὑπερκειμένων τῆς θαλάττης πλησίον͵ ἐκ δὲ τῆς θαλάττης διαδεχομένου τοῦ Τιβέριος τὴν κομιδήν· καὶ τὴν ξυλείαν τὴν εἰς τὰς οἰκοδομὰς σελμάτων εὐθυτάτων καὶ εὐμηκεστάτων ἡ Τυρρηνία χορηγεῖ τὴν πλείστην͵ τῶι ποταμῶι κατάγουσα ἐκ τῶν ὀρῶν εὐθύς. [πρὸς δὲ τοῖς ὄρεσι τοῖς ὑπερκειμένοις τῆς Λούνης ἐστὶ πόλις Λοῦκα.] μεταξὺ δὲ Λούνης καὶ Πίσης ὁ Μάκρας ἐστὶ χωρίον͵ ὧι πέρατι τῆς Τυρρηνίας καὶ τῆς Λιγυστικῆς κέχρηνται τῶν συγγραφέων πολλοί. ἡ δὲ Πῖσα κτίσμα μέν ἐστι τῶν ἐν Πελοποννήσωι Πισατῶν͵ οἳ μετὰ Νέστορος ἐπὶ Ἴλιον στρατεύσαντες κατὰ τὸν ἀνάπλουν ἐπλανήθησαν͵ οἱ μὲν εἰς τὸ Μεταπόντιον οἱ δ᾽ εἰς τὴν Πισᾶτιν͵ ἅπαντες Πύλιοι καλούμενοι. δυεῖν δὲ ποταμῶν κεῖται μεταξὺ κατ᾽ αὐτὴν τὴν συμβολήν͵ Ἄρνου τε καὶ Αὔσαρος͵ ὧν ὁ μὲν ἐξ Ἀρρητίου φέρεται πολύς͵ οὐχὶ πᾶς͵ ἀλλὰ τριχῆ σχισθείς͵ ὁ δ᾽ ἐκ τῶν Ἀπεννίνων ὀρῶν· συμπεσόντες δ᾽ εἰς ἓν ῥεῖθρον μετεωρίζουσιν ἀλλήλους ταῖς ἀντικοπαῖς ἐπὶ τοσοῦτον ὥστε τοὺς ἐπὶ τῶν ἠιόνων ἑστῶτας ἀμφοτέρων μηδέτερον ὑπὸ θατέρου καθορᾶσθαι͵ ὥστ᾽ ἀνάγκη δυσανάπλωτα ἐκ θαλάττης εἶναι· στάδιοι δ᾽ εἰσὶ τοῦ ἀνάπλου περὶ εἴκοσι. μυθεύουσι δ᾽͵ ὅτε πρῶτον ἐκ τῶν ὀρῶν οἱ ποταμοὶ κατεφέροντο οὗτοι͵ κωλυομένους ὑπὸ τῶν ἐπιχωρίων μὴ συμπεσόντες εἰς ἓν κατακλύζοιεν τὴν χώραν͵ ὑποσχέσθαι μὴ κατακλύσειν͵ καὶ φυλάξαι τὴν πίστιν. δοκεῖ δ᾽ ἡ πόλις εὐτυχῆσαί ποτε͵ καὶ νῦν οὐκ ἀδοξεῖ διά τε εὐκαρπίαν καὶ τὰ λιθουργεῖα καὶ τὴν ὕλην τὴν ναυπηγήσιμον͵ ἧι τὸ μὲν παλαιὸν ἐχρῶντο πρὸς τοὺς κατὰ θάλατταν κινδύνους· καὶ γὰρ μαχιμώτεροι Τυρρηνῶν ὑπῆρξαν͵ καὶ παρώξυναν αὐτοὺς οἱ Λίγυες πονηροὶ γείτονες παρὰ πλευρὰν ὄντες· νῦν δὲ τὸ πλέον εἰς τὰς οἰκοδομὰς ἀναλίσκεται τὰς ἐν Ῥώμηι κἀν ταῖς ἐπαύλεσι βασίλεια κατασκευαζομένων Περσικά.

2.6

Τῶν δὲ Οὐολατερρανῶν ἡ μὲν χώρα κλύζεται τῆι θαλάττηι͵ τὸ δὲ κτίσμα ἐν φάραγγι βαθείαι λόφος ἐστὶν ὑψηλὸς περίκρημνος πάντη τὴν κορυφὴν ἐπίπεδος͵ ἐφ᾽ ἧι ἵδρυται τὸ τεῖχος τῆς πόλεως. ἡ δ᾽ ἐπ᾽ αὐτὴν ἀνάβασις πεντεκαίδεκα σταδίων ἐστὶν ἀπὸ τῆς βάσεως͵ ὀξεῖα πᾶσα καὶ χαλεπή. ἐνταῦθα συνέστησαν τινὲς τῶν Τυρρηνῶν καὶ τῶν προγεγραμμένων ὑπὸ Σύλλα· πληρώσαντες δὲ τέτταρα τάγματα στρατιᾶς διετῆ χρόνον ἐπολιορκήθησαν͵ εἶθ᾽ ὑπόσπονδοι παρεχώρησαν τοῦ τόπου. τὸ δὲ Ποπλώνιον ἐπ᾽ ἄκρας ὑψηλῆς ἵδρυται κατερρωγυίας εἰς τὴν θάλατταν καὶ χερρονησιζούσης͵ πολιορκίαν καὶ αὐτὸ δεδεγμένον περὶ τοὺς αὐτοὺς καιρούς. τὸ μὲν οὖν πολίχνιον πᾶν ἔρημόν ἐστι πλὴν τῶν ἱερῶν καὶ κατοικιῶν ὀλίγων͵ τὸ δ᾽ ἐπίνειον οἰκεῖται βέλτιον͵ πρὸς τῆι ῥίζηι τοῦ ὄρους λιμένιον ἔχον καὶ νεωσοίκους δύο· καὶ δοκεῖ μοι μόνη τῶν Τυρρηνίδων τῶν παλαιῶν αὕτη πόλεων ἐπ᾽ αὐτῆι τῆι θαλάττηι ἱδρῦσθαι· αἴτιον δ᾽ ἐστὶ τὸ τῆς χώρας ἀλίμενον· διόπερ παντάπασιν ἔφευγον οἱ κτίσται τὴν θάλατταν ἢ προεβάλλοντο ἐρύματα πρὸ αὐτῆς͵ ὥστε μὴ λάφυρον ἕτοιμον ἐκκεῖσθαι τοῖς ἐπιπλεύσασιν. ἔστι δὲ καὶ θυννοσκοπεῖον ὑπὸ τῆι ἄκραι. κατοπτεύεται δ᾽ ἀπὸ τῆς πόλεως πόρρωθεν μὲν καὶ μόλις ἡ Σαρδώ͵ ἐγγυτέρω δ᾽ ἡ Κύρνος ἑξήκοντά πως διέχουσα τῆς Σαρδόνος σταδίους͵ πολὺ δὲ μᾶλλον τούτων ἡ Αἰθαλία͵ [ἣ] προσεχεστέρα τῆι ἠπείρωι ἐστὶν ὅσον τριακοσίους διέχουσα σταδίους͵ ὅσους καὶ τῆς Κύρνου διέχει. ἄριστον δ᾽ ἀφετήριον τοῦτο τὸ χωρίον ἐστὶν ἐπὶ τὰς τρεῖς τὰς λεχθείσας νήσους. εἴδομεν δὲ καὶ ταύτας ἡμεῖς ἀναβάντες ἐπὶ τὸ Ποπλώνιον καὶ μέταλλά τινα ἐν τῆι χώραι ἐκλελειμμένα. εἴδομεν δὲ καὶ τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας κομιζόμενον· οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῆι νήσωι͵ κομίζεται δ᾽ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον ἡ νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῶι χρόνωι τὰ μεταλλευθέντα͵ καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδωι καὶ τὴν ἐν Πάρωι πέτραν τὴν μάρμαρον καὶ τὰς ἐν Ἰνδοῖς ἅλας͵ ἅς φησι Κλείταρχος. οὔτ᾽ οὖν Ἐρατοσθένης ὀρθῶς ὁ φήσας μὴ καθορᾶσθαι μήτε τὴν Κύρνον ἐκ τῆς ἠπείρου μήτε τὴν Σαρδόνα͵ οὔτ᾽ Ἀρτεμίδωρος ὁ φήσας ἐν χιλίοις εἶναι καὶ διακοσίοις σταδίοις πελαγίας ἀμφοτέρας. καὶ γὰρ εἴ τισιν͵ ἡμῖν γε οὐκ ἂν ὑπῆρξαν ὁραταὶ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον σαφεῖς ἑωρῶντο͵ καὶ μάλιστα ἡ Κύρνος. ἔστι δὲ κατὰ τὴν Αἰθαλίαν λιμὴν Ἀργῶιος ἀπὸ τῆς Ἀργοῦς͵ ὥς φασιν. ἐκεῖσε γὰρ πλεῦσαι τὴν τῆς Κίρκης οἴκησιν ζητοῦντα τὸν Ἰάσονα͵ τῆς Μηδείας ἐθελούσης ἰδεῖν τὴν θεάν· καὶ δὴ καὶ τῶν ἀποστλεγγισμάτων παγέντων͵ ἃ ἐποίουν οἱ Ἀργοναῦται͵ διαμένειν ἔτι καὶ νῦν διαποικίλους τὰς ἐπὶ τῆς ἠιόνος ψήφους. αἱ δὲ τοιαῦται μυθοποιίαι τεκμήρια τῶν λεγομένων ὑφ᾽ ἡμῶν εἰσίν͵ ὅτι οὐ πάντα Ὅμηρος αὐτὸς ἔπλαττεν͵ ἀλλ᾽ ἀκούων θρυλουμένων τῶν τοιούτων πολλῶν αὐτὸς προσετίθει μήκη διαστημάτων καὶ ἐκτοπισμῶν· καὶ καθάπερ τὸν Ὀδυσσέα εἰς τὸν ὠκεανὸν ἐξέβαλε͵ παραπλησίως καὶ τὸν Ἰάσονα͵ γενομένης καὶ τούτωι πλάνης τινὸς κἀκείνωι͵ καθάπερ καὶ Μενελάωι. περὶ μὲν οὖν τῆς Αἰθαλίας τοσαῦτα.

2.7

Ἡ δὲ Κύρνος ὑπὸ τῶν Ῥωμαίων καλεῖται Κορσίκα. οἰκεῖται δὲ φαύλως τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ ληιστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων. ὁπόταν γοῦν ὁρμήσωσιν οἱ τῶν Ῥωμαίων στρατηγοὶ καὶ προσπεσόντες τοῖς ἐρύμασι πολὺ πλῆθος ἕλωσι͵ τῶν ἀνδραπόδων ὁρᾶν ἔστιν ἐν τῆι Ῥώμηι καὶ θαυμάζειν ὅσον ἐμφαίνεται τὸ θηριῶδες καὶ τὸ βοσκηματῶδες ἐν αὐτοῖς· ἢ γὰρ οὐχ ὑπομένουσι ζῆν ἢ ζῶντες ἀπαθείαι καὶ ἀναισθησίαι τοὺς ὠνησαμένους ἐπιτρίβουσιν͵ ὥστε καίπερ τὸ τυχὸν καταβαλοῦσιν ὑπὲρ αὐτῶν ὅμως μεταμέλειν. ἔστι δ᾽ ὅμως οἰκήσιμά τινα μέρη καὶ πολίσματά που Βλησίνων τε καὶ Χάραξ καὶ Ἐνικονίαι καὶ Οὐάπανες. μῆκος δὲ τῆς νήσου φησὶν ὁ χωρογράφος μίλια ἑκατὸν ἑξήκοντα͵ πλάτος δὲ ἑβδομήκοντα· Σαρδόνος δὲ μῆκος διακόσια εἴκοσι͵ πλάτος δὲ ἐνενήκοντα ὀκτώ. κατ᾽ ἄλλους δὲ Κύρνου μὲν περίμετρος περὶ [τρισ]χιλίους λέγεται καὶ διακοσίους σταδίους͵ τῆς δὲ Σαρδόνος καὶ τετρακισχιλίους. ἔστι δὲ αὐτῆς τὸ πολὺ μέρος τραχὺ καὶ οὐκ εἰρηναῖον͵ πολὺ δὲ καὶ χώραν ἔχον εὐδαίμονα τοῖς πᾶσι͵ σίτωι δὲ καὶ διαφερόντως. πόλεις δ᾽ εἰσὶ μὲν πλείους͵ ἀξιόλογοι δὲ Κάραλις καὶ Σοῦλχοι. τῆι δ᾽ ἀρετῆι τῶν τόπων ἀντιτάττεταί τις καὶ μοχθηρία· νοσερὰ γὰρ ἡ νῆσος τοῦ θέρους καὶ μάλιστα ἐν τοῖς εὐκαρποῦσι χωρίοις· τὰ δ᾽ αὐτὰ ταῦτα καὶ πορθεῖται συνεχῶς ὑπὸ τῶν ὀρείων οἳ καλοῦνται Διαγησβεῖς͵ Ἰολαεῖς πρότερον ὀνομαζόμενοι. λέγεται γὰρ Ἰόλαος ἄγων τῶν παίδων τινὰς τοῦ Ἡρακλέους ἐλθεῖν δεῦρο καὶ συνοικῆσαι τοῖς τὴν νῆσον ἔχουσι βαρβάροις· Τυρρηνοὶ δ᾽ ἦσαν· ὕστερον δὲ Φοίνικες ἐπεκράτησαν οἱ ἐκ Καρχηδόνος͵ καὶ μετὰ τούτων Ῥωμαίοις ἐπολέμουν· καταλυθέντων δὲ ἐκείνων πάνθ᾽ ὑπὸ Ῥωμαίοις ὑπῆρξε. τέτταρα δ᾽ ἐστὶ τῶν ὀρείων ἔθνη͵ Πάρατοι Σοσσινάτοι Βάλαροι Ἀκώνιτες͵ ἐν σπηλαίοις οἰκοῦντες͵ εἰ δέ τινα ἔχουσι γῆν σπόριμον͵ οὐδὲ ταύτην ἐπιμελῶς σπείροντες͵ ἀλλὰ τὰς τῶν ἐργαζομένων καθαρπάζοντες͵ τοῦτο μὲν τῶν αὐτόθι τοῦτο δ᾽ ἐπιπλέοντες τοῖς ἐν τῆι περαίαι͵ Πισάταις μάλιστα. οἱ δὲ πεμπόμενοι στρατηγοὶ τὰ μὲν ἀντέχουσι͵ πρὸς ἃ δ᾽ ἀπαυδῶσιν͵ ἐπειδὰν μὴ λυσιτελῆι τρέφειν συνεχῶς ἐν τόποις νοσεροῖς στρατόπεδον. λείπεται δὲ στρατηγεῖν τέχνας τινάς· καὶ δὴ τηρήσαντες ἔθος τι τῶν βαρβάρων (πανηγυρίζουσι γὰρ ἐπὶ πλείους ἡμέρας ἀπὸ τῆς λεηλασίας)͵ ἐπιτίθενται τότε καὶ χειροῦνται πολλούς. γίνονται δ᾽ ἐνταῦθα οἱ τρίχα φύοντες αἰγείαν ἀντ᾽ ἐρέας κριοί͵ καλούμενοι δὲ μούσμωνες͵ ὧν ταῖς δοραῖς θωρακίζονται. χρῶνται δὲ πέλτηι καὶ ξιφιδίωι.

2.8

Ἀπὸ πάσης δὲ τῆς μεταξὺ Ποπλωνίου καὶ Πίσης ἱκανῶς αἱ νῆσοι κατοπτεύονται· ἐπιμήκεις δ᾽ εἰσὶ καὶ παράλληλοι σχεδὸν αἱ τρεῖς ἐπὶ νότον καὶ Λιβύην τετραμμέναι· πολὺ μέντοι τῶι μεγέθει λείπεται τῶν ἄλλων ἡ Αἰθαλία. ἀπό τε τῆς Λιβύης τὸ ἐγγυτάτω δίαρμά φησιν ὁ χωρογράφος εἰς τὴν Σαρδὼ μίλια τριακόσια. μετὰ δὲ τὸ Ποπλώνιον Κόσαι πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· ἔστι δ᾽ ἐν κόλπωι βουνὸς ὑψηλός͵ ἐφ᾽ οὗ τὸ κτίσμα· ὑπόκειται δ᾽ Ἡρακλέους λιμὴν καὶ πλησίον λιμνοθάλαττα καὶ παρὰ τὴν ἄκραν τὴν ὑπὲρ τοῦ κόλπου θυννοσκοπεῖον. ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῆι βαλάνωι μόνον͵ ἀλλὰ καὶ τῆι πορφύραι παρὰ γῆν͵ ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας. ἀπὸ δὲ τῶν Κοσῶν εἰς Ὤστια παραπλέουσι πολίχνιά ἐστι Γραουίσκοι καὶ Πύργοι καὶ Ἄλσιον καὶ Φρεγῆνα. εἰς μὲν δὴ Γραουίσκους στάδιοι τριακόσιοι͵ ἐν δὲ τῶι μεταξὺ τόπος ἐστὶ καλούμενος Ῥηγισουίλλα· ἱστόρηται δὲ γενέσθαι τοῦτο βασίλειον Μάλεω τοῦ Πελασγοῦ͵ ὅν φασι δυναστεύσαντα ἐν τοῖς τόποις μετὰ τῶν συνοίκων Πελασγῶν ἀπελθεῖν ἐνθένδε εἰς Ἀθήνας· τούτου δ᾽ εἰσὶ τοῦ φύλου καὶ οἱ τὴν Ἄγυλλαν κατεσχηκότες. ἀπὸ δὲ Γραουίσκων εἰς Πύργους μικρὸν ἐλάττους τῶν ἑκατὸν ὀγδοήκοντα͵ ἔστι δ᾽ ἐπίνειον τῶν Καιρετανῶν ἀπὸ τριάκοντα σταδίων. ἔχει δὲ Εἰληθυίας ἱερόν͵ Πελασγῶν ἵδρυμα͵ πλούσιόν ποτε γενόμενον· ἐσύλησε δ᾽ αὐτὸ Διονύσιος ὁ τῶν Σικελιωτῶν τύραννος κατὰ τὸν πλοῦν τὸν ἐπὶ Κύρνον. ἀπὸ δὲ τῶν Πύργων εἰς Ὤστια διακόσιοι ἑξήκοντα· ἐν δὲ τῶι μεταξὺ τὸ Ἄλσιον καὶ ἡ Φρεγῆνα. περὶ μὲν τῆς παραλίας τῆς Τυρρηνικῆς ταῦτα.

2.9

Ἐν δὲ τῆι μεσογαίαι πόλεις πρὸς ταῖς εἰρημέναις Ἀρρήτιόν τε καὶ Περουσία καὶ Οὐολσίνιοι καὶ Σούτριον· πρὸς δὲ ταύταις πολίχναι συχναί͵ Βλήρα τε καὶ Φερεντῖνον καὶ Φαλέριοι καὶ Φαλίσκον καὶ Νεπήτα καὶ Στατωνία καὶ ἄλλαι πλείους͵ αἱ μὲν ἐξ ἀρχῆς συνεστῶσαι͵ τινὲς δὲ τῶν Ῥωμαίων οἰκισάντων ἢ ταπεινωσάντων͵ καθάπερ τοὺς Οὐηίους πολεμήσαντας πολλάκις καὶ τὰς Φιδήνας. ἔνιοι δ᾽ οὐ Τυρρηνούς φασι τοὺς Φαλερίους ἀλλὰ Φαλίσκους͵ ἴδιον ἔθνος· τινὲς δὲ καὶ τοὺς Φαλίσκους πόλιν ἰδιόγλωσσον· οἱ δὲ Αἰκουουμφαλίσκον λέγουσιν ἐπὶ τῆι Φλαμινίαι ὁδῶι κείμενον μεταξὺ Ὀκρίκλων καὶ Ῥώμης. ὑπὸ δὲ τῶι Σωράκτωι ὄρει Φερωνία πόλις ἐστίν͵ ὁμώνυμος ἐπιχωρίαι τινὶ δαίμονι τιμωμένηι σφόδρα ὑπὸ τῶν περιοίκων͵ ἧς τέμενός ἐστιν ἐν τῶι τόπωι θαυμαστὴν ἱεροποιίαν ἔχον· γυμνοῖς γὰρ ποσὶ διεξίασιν ἀνθρακιὰν καὶ σποδιὰν μεγάλην οἱ κατεχόμενοι ὑπὸ τῆς δαίμονος ταύτης ἀπαθεῖς͵ καὶ συνέρχεται πλῆθος ἀνθρώπων ἅμα τῆς τε πανηγύρεως χάριν͵ ἣ συντελεῖται κατ᾽ ἔτος͵ καὶ τῆς λεχθείσης θέας. μάλιστα δ᾽ ἐστὶν ἐν μεσογαίαι τὸ Ἀρρήτιον πρὸς τοῖς ὄρεσιν. ἀπέχει γοῦν τῆς Ῥώμης χιλίους καὶ διακοσίους σταδίους͵ τὸ δὲ Κλούσιον ὀκτακοσίους· ἐγγὺς δὲ τούτων ἐστὶ καὶ ἡ Περουσία. προσλαμβάνουσι δὲ πρὸς τὴν εὐδαιμονίαν τῆς χώρας καὶ λίμναι μεγάλαι τε καὶ πολλαὶ οὖσαι· καὶ γὰρ πλέονται καὶ τρέφουσιν ὄψον πολὺ καὶ τῶν πτηνῶν τὰ λιμναῖα· τύφη τε καὶ πάπυρος ἀνθήλη τε πολλὴ κατακομίζεται ποταμοῖς εἰς τὴν Ῥώμην͵ οὓς ἐκδιδόασιν αἱ λίμναι μέχρι τοῦ Τιβέρεως· ὧν ἐστιν ἥ τε Κιμινία καὶ ἡ περὶ Οὐολσινίους καὶ ἡ περὶ Κλούσιον καὶ ἡ ἐγγυτάτω τῆς Ῥώμης καὶ τῆς θαλάττης Σαβάτα· ἀπωτάτω δὲ καὶ δὴ πρὸς Ἀρρητίωι ἡ Τρασουμέννα͵ καθ᾽ ἣν αἱ ἐκ τῆς Κελτικῆς εἰς τὴν Τυρρηνίαν εἰσβολαὶ στρατοπέδοις͵ αἷσπερ καὶ Ἀννίβας ἐχρήσατο͵ δυεῖν οὐσῶν͵ ταύτης τε καὶ τῆς ἐπ᾽ Ἀριμίνου διὰ τῆς Ὀμβρικῆς. βελτίων μὲν οὖν ἡ ἐπ᾽ Ἀριμίνου· ταπεινοῦται γὰρ ἐνταῦθα ἱκανῶς τὰ ὄρη· φρουρουμένων δὲ τῶν παρόδων τούτων ἐπιμελῶς͵ ἠναγκάσθη τὴν χαλεπωτέραν ἑλέσθαι͵ καὶ ἐκράτησεν ὅμως νικήσας μάχας μεγάλας Φλαμίνιον. πολλὴ δὲ καὶ τῶν θερμῶν ὑδάτων ἀφθονία κατὰ τὴν Τυρρηνίαν· οὐχ ἧττον δ᾽ εὐανδρεῖ τῶν ἐν Βαΐαις͵ ἃ διωνόμασται πολὺ πάντων μάλιστα.

2.10

Τῆι δὲ Τυρρηνίαι παραβέβληται κατὰ τὸ πρὸς ἕω μέρος ἡ Ὀμβρική͵ τὴν ἀρχὴν ἀπὸ τῶν Ἀπεννίνων λαβοῦσα͵ καὶ ἔτι περαιτέρω μέχρι τοῦ Ἀδρίου. ἀπὸ γὰρ δὴ Ῥαουέννης ἀρξάμενοι κατέχουσιν οὗτοι τὰ πλησίον καὶ ἐφεξῆς Σάρσιναν Ἀρίμινον Σήναν καὶ Μάρινον. αὐτοῦ δ᾽ ἐστὶ καὶ ὁ Αἶσις ποταμὸς καὶ τὸ Κίγγουλον ὄρος καὶ Σεντῖνον καὶ Μέταυρος ποταμὸς καὶ τὸ ἱερὸν τῆς Τύχης. περὶ γὰρ τούτους τοὺς τόπους ἐστὶ τὰ ὅρια τῆς Ἰταλίας τῆς πρότερον καὶ τῆς Κελτικῆς κατὰ τὸ πρὸς τῆι θαλάττηι ταύτηι μέρος͵ καίπερ μετατιθέντων πολλάκις τῶν ἡγεμόνων. πρότερον μέν γε τὸν Αἶσιν ἐποιοῦντο ὅριον͵ πάλιν δὲ τὸν Ῥουβίκωνα ποταμόν. ἔστι δ᾽ ὁ μὲν Αἶσις μεταξὺ Ἀγκῶνος καὶ Σήνας͵ ὁ δὲ Ῥουβίκων μεταξὺ Ἀριμίνου καὶ Ῥαουέννης͵ ἄμφω δ᾽ ἐκπίπτουσιν εἰς τὸν Ἀδρίαν. νυνὶ δὲ συμπάσης τῆς μέχρι Ἄλπεων ἀποδειχθείσης Ἰταλίας͵ τούτους μὲν τοὺς ὅρους ἐᾶν δεῖ͵ τὴν δ᾽ Ὀμβρικὴν καθ᾽ [αὑτ]ὴν οὐδὲν ἧττον μέχρι καὶ Ῥαουέννης ὁμολογοῦσιν ἅπαντες διατείνειν· οἰκεῖται γὰρ ὑπὸ τούτων. εἰς μὲν δὴ Ἀρίμινον ἐνθένδε περὶ τριακοσίους φασίν͵ ἐκ δὲ Ἀριμίνου τὴν ἐπὶ Ῥώμης ἰόντι κατὰ τὴν Φλαμινίαν ὁδὸν διὰ τῆς Ὀμβρικῆς ἅπασα ἡ ὁδός ἐστι μέχρι Ὀκρίκλων καὶ τοῦ Τιβέρεως σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις. τοῦτο μὲν δὴ μῆκος͵ τὸ δὲ πλάτος ἀνώμαλόν ἐστι. πόλεις δ᾽ εἰσὶν αἱ ἐντὸς τῶν Ἀπεννίνων ὀρῶν ἄξιαι λόγου κατ᾽ αὐτὴν μὲν τὴν Φλαμινίαν ὁδὸν οἵ τε Ὀκρίκλοι πρὸς τῶι Τιβέρει καὶ λαρολονι καὶ Ναρνία͵ δι᾽ ἧς ῥεῖ ὁ Νὰρ ποταμός͵ συμβάλλων τῶι Τιβέρει μικρὸν ὑπὲρ Ὀκρίκλων͵ πλωτὸς οὐ μεγάλοις σκάφεσιν· εἶτα Κάρσουλοι καὶ Μηουανία͵ παρ᾽ ἣν ῥεῖ ὁ Τενέας͵ καὶ οὗτος ἐλάττοσι σκάφεσι κατάγων ἐπὶ τὸν Τίβεριν τὰ ἐκ τοῦ πεδίου. καὶ ἄλλαι δ᾽ εἰσὶ κατοικίαι διὰ τὴν ὁδὸν πληθυνόμεναι μᾶλλον ἢ διὰ πολιτικὸν σύστημα͵ Φόρον Φλαμίνιον καὶ Νουκερία ἡ τὰ ξύλινα ἀγγεῖα ἐργαζομένη καὶ Φόρον Σεμπρώνιον. ἐν δεξιᾶι δὲ τῆς ὁδοῦ βαδίζοντι ἐκ τῶν Ὀκρίκλων εἰς Ἀρίμινον Ἰντέραμνά ἐστι καὶ Σπολήτιον καὶ Αἴσιον καὶ Καμέρτης͵ ἐν αὐτοῖς τοῖς ὁρίζουσι τὴν Πικεντίνην ὄρεσι. κατὰ δὲ θάτερα μέρη Ἀμερία τε καὶ Τοῦδερ εὐερκὴς πόλις͵ καὶ Εἰσπέλλον καὶ Ἰγούιον͵ πλησίον τοῦτο ἤδη τῶν ὑπερβολῶν τοῦ ὄρους. ἅπασα δ᾽ εὐδαίμων ἡ χώρα͵ μικρῶι δ᾽ ὀρειοτέρα͵ ζειᾶι μᾶλλον ἢ πυρῶι τοὺς ἀνθρώπους τρέφουσα· ὀρεινὴ δὲ καὶ ἡ Σαβίνη ἐφεξῆς οὖσα ταύτηι͵ παραβεβλημένη τὸν αὐτὸν τρόπον ὅνπερ αὕτη τῆι Τυρρηνικῆι· καὶ τῆς Λατίνης δὲ ὅσα πλησιάζει τούτοις τε καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τραχύτερά ἐστιν. ἄρχεται μὲν οὖν τὰ δύο ἔθνη ταῦτα ἀπὸ τοῦ Τιβέρεως καὶ τῆς Τυρρηνίας͵ ἐκτείνεται δὲ ἐπὶ τὰ Ἀπέννινα ὄρη πρὸς τῶι Ἀδρίαι λοξὰ παρεμβάλλοντα͵ ἡ δὲ Ὀμβρικὴ καὶ παραλλάττουσα͵ ὡς εἴρηται͵ μέχρι τῆς θαλάττης. περὶ μὲν οὖν τῶν Ὀμβρικῶν ἱκανῶς εἴρηται.


Κεφάλαιο 3

3.1

Σαβῖνοι δὲ στενὴν οἰκοῦσι χώραν͵ ἐπὶ μῆκος δὲ διήκουσαν καὶ χιλίων σταδίων ἀπὸ τοῦ Τιβέρεως καὶ Νωμεντοῦ πολίχνης μέχρι Οὐηστίνων. πόλεις δ᾽ ἔχουσιν ὀλίγας καὶ τεταπεινωμένας διὰ τοὺς συνεχεῖς πολέμους͵ Ἀμίτερνον καὶ Ῥεᾶτε͵ ὧι πλησιάζει κώμη Ἰντεροκρέα καὶ τὰ ἐν Κωτιλίαις ψυχρὰ ὕδατα͵ ἀφ᾽ ὧν καὶ πίνουσι καὶ ἐγκαθίζοντες θεραπεύονται νόσους. Σαβίνων δ᾽ εἰσὶ καὶ οἱ Φόρουλοι͵ πέτραι πρὸς ἀπόστασιν μᾶλλον ἢ κατοικίαν εὐφυεῖς. Κύρις δὲ νῦν μὲν κωμίον ἐστίν͵ ἦν δὲ πόλις ἐπίσημος͵ ἐξ ἧς ὥρμηντο οἱ τῆς Ῥώμης βασιλεύσαντες Τίτος Τάτιος καὶ Νουμᾶς Πομπίλιος· ἐντεῦθεν δὲ καὶ Κυρίτας ὀνομάζουσιν οἱ δημηγοροῦντες τοὺς Ῥωμαίους. Τρήβουλά τε καὶ Ἠρητὸν καὶ ἄλλαι κατοικίαι τοιαῦται κῶμαι μᾶλλον ἢ πόλεις ἐξετάζοιντ᾽ ἄν. ἅπασα δ᾽ αὐτῶν ἡ γῆ διαφερόντως ἐλαιόφυτός ἐστι καὶ ἀμπελόφυτος͵ βάλανόν τε ἐκφέρει πολλήν· σπουδαία δὲ καὶ βοσκήμασι τοῖς τε ἄλλοις͵ καὶ δὴ τὸ τῶν ἡμιόνων γένος τῶν Ῥεατίνων διωνόμασται θαυμαστῶς. ὡς δ᾽ εἰπεῖν͵ ἅπασα ἡ Ἰταλία θρεμμάτων τε ἀρίστη τροφὸς καὶ καρπῶν ἐστιν͵ ἄλλα δ᾽ εἴδη κατὰ ἄλλα μέρη τῶν πρωτείων τυγχάνει. ἔστι δὲ καὶ παλαιότατον γένος οἱ Σαβῖνοι καὶ αὐτόχθονες· τούτων δ᾽ ἄποικοι Πικεντῖνοί τε καὶ Σαυνῖται͵ τούτων δὲ Λευκανοί͵ τούτων δὲ Βρέττιοι. τὴν δ᾽ ἀρχαιότητα τεκμήριον ἄν τις ποιήσαιτο ἀνδρείας καὶ τῆς ἄλλης ἀρετῆς ἀφ᾽ ἧς ἀντέσχον μέχρι πρὸς τὸν παρόντα χρόνον. φησὶ δ᾽ ὁ συγγραφεὺς Φάβιος Ῥωμαίους αἰσθέσθαι τοῦ πλούτου τότε πρῶτον͵ ὅτε τοῦ ἔθνους τούτου κατέστησαν κύριοι. ἔστρωται δὲ δι᾽ αὐτῶν ἡ Σαλαρία ὁδὸς οὐ πολλὴ οὖσα͵ εἰς ἣν καὶ ἡ Νωμεντανὴ συμπίπτει κατὰ Ἠρητὸν τῆς Σαβίνης κώμην ὑπὲρ τοῦ Τιβέρεως κειμένην͵ ἀπὸ τῆς αὐτῆς πύλης ἀρχομένη τῆς Κολλίνης.

3.2

Ἑξῆς δ᾽ ἡ Λατίνη κεῖται͵ ἐν ἧι καὶ ἡ τῶν Ῥωμαίων πόλις͵ πολλὰς συνειληφυῖα καὶ τῆς μὴ Λατίνης πρότερον. Αἶκοι γὰρ καὶ Οὐόλσκοι καὶ Ἕρνικοι Ἀβοριγῖνές τε οἱ περὶ αὐτὴν τὴν Ῥώμην καὶ Ῥούτουλοι οἱ τὴν ἀρχαίαν Ἀρδέαν ἔχοντες καὶ ἄλλα συστήματα μείζω καὶ ἐλάττω τὰ περιοικοῦντα τοὺς τότε Ῥωμαίους ὑπῆρξαν͵ ἡνίκα πρῶτον ἔκτιστο ἡ πόλις· ὧν ἔνια κατὰ κώμας αὐτονομεῖσθαι συνέβαινεν ὑπ᾽ οὐδενὶ κοινῶι φύλωι τεταγμένα. φασὶ δὲ Αἰνείαν μετὰ τοῦ πατρὸς Ἀγχίσου καὶ τοῦ παιδὸς Ἀσκανίου κατάραντας εἰς Λαυρεντὸν τῆς πλησίον τῶν Ὠστίων καὶ τοῦ Τιβέρεως ἠιόνος͵ μικρὸν ὑπὲρ τῆς θαλάττης͵ ὅσον ἐν τέτταρσι καὶ εἴκοσι σταδίοις͵ κτίσαι πόλιν. ἐπελθόντα δὲ Λατῖνον τὸν τῶν Ἀβοριγίνων βασιλέα τῶν οἰκούντων τὸν τόπον τοῦτον͵ ὅπου νῦν ἡ Ῥώμη ἐστί͵ συμμάχοις χρήσασθαι τοῖς περὶ τὸν Αἰνείαν ἐπὶ τοὺς γειτονεύοντας Ῥουτούλους τοὺς Ἀρδέαν κατέχοντας (στάδιοι δ᾽ εἰσὶν ἀπὸ τῆς Ἀρδέας εἰς τὴν Ῥώμην ἑκατὸν ἑξήκοντα)͵ νικήσαντα δ᾽ ἀπὸ τῆς θυγατρὸς Λαουινίας ἐπώνυμον κτίσαι πλησίον πόλιν. πάλιν δὲ τῶν Ῥουτούλων συμβαλόντων εἰς μάχην͵ τὸν μὲν Λατῖνον πεσεῖν͵ τὸν δὲ Αἰνείαν νικήσαντα βασιλεῦσαι καὶ Λατίνους καλέσαι τοὺς ὑφ᾽ αὑτῶι. καὶ τούτου δὲ τελευτήσαντος καὶ τοῦ πατρός͵ τὸν Ἀσκάνιον Ἄλβαν κτίσαι ἐν τῶι Ἀλβανῶι ὄρει͵ διέχοντι τῆς Ῥώμης τοσοῦτον ὅσον καὶ ἡ Ἀρδέα. ἐνταῦθα Ῥωμαῖοι σὺν τοῖς Λατίνοις Διὶ θύουσιν͵ ἅπασα ἡ συναρχία ἀθροισθεῖσα· τῆι πόλει δ᾽ ἐφιστᾶσιν ἄρχοντα πρὸς τὸν τῆς θυσίας χρόνον τῶν γνωρίμων τινὰ νέων. ὕστερον δὲ τετρακοσίοις ἔτεσιν ἱστορεῖται τὰ περὶ Ἀμόλλιον καὶ τὸν ἀδελφὸν Νουμίτορα͵ τὰ μὲν μυθώδη τὰ δ᾽ ἐγγυτέρω πίστεως. διεδέξαντο μὲν γὰρ τὴν τῆς Ἄλβας ἀρχὴν ἀμφότεροι παρὰ τῶν ἀπογόνων τοῦ Ἀσκανίου͵ διατείνουσαν μέχρι τοῦ Τιβέρεως· παραγκωνισάμενος δ᾽ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν ὁ Ἀμόλλιος͵ υἱοῦ δ᾽ ὄντος καὶ θυγατρὸς τῶι Νουμίτορι͵ τὸν μὲν ἐν κυνηγίαι δολοφονεῖ͵ τὴν δέ͵ ἵνα ἄτεκνος διαμείνηι͵ τῆς Ἑστίας ἱέρειαν κατέστησε παρθενείας χάριν· καλοῦσι δ᾽ αὐτὴν Ῥέαν Σιλβίαν. εἶτα φθορὰν φωράσας͵ διδύμων αὐτῆι παίδων γενομένων͵ τὴν μὲν εἷρξεν ἀντὶ τοῦ κτείνειν χαριζόμενος τἀδελφῶι͵ τοὺς δ᾽ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον. μυθεύεται μὲν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας͵ ἐκτεθέντας δ᾽ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους. Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαι (δεῖ δ᾽ ὑπολαβεῖν τῶν δυνατῶν τινα͵ ὑπηκόων δὲ τῶι Ἀμολλίωι͵ λαβόντα ἐκθρέψαι)͵ καλέσαι δὲ τὸν μὲν Ῥωμύλον τὸν δὲ Ῥῶμον. ἀνδρωθέντας δ᾽ ἐπιθέσθαι τῶι Ἀμολλίωι καὶ τοῖς παισί· καταλυθέντων δ᾽ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νουμίτορα περιστάσης͵ ἀπελθόντας οἴκαδε κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον ἢ πρὸς ἀνάγκην ἐπιτηδείοις. οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τὴν πέριξ ὅση πόλει πρόσφορος͵ ἀλλ᾽ οὐδ᾽ ἀνθρώπους τοὺς συνοικήσοντας· οἱ γὰρ ὄντες ὤικουν καθ᾽ αὑτούς͵ συνάπτοντές πως τοῖς τείχεσι τῆς κτιζομένης πόλεως͵ οὐδὲ τοῖς Ἀλβανοῖς πάνυ προσέχοντες. Κολλατία δ᾽ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα τότε μὲν πολίχνια͵ νῦν δὲ κῶμαι͵ κτήσεις ἰδιωτῶν͵ ἀπὸ τριάκοντα ἢ μικρῶι πλειόνων τῆς Ῥώμης σταδίων. μεταξὺ γοῦν τοῦ πέμπτου καὶ τοῦ ἕκτου λίθου τῶν τὰ μίλια διασημαινόντων τῆς Ῥώμης καλεῖται τόπος Φῆστοι· τοῦτον δ᾽ ὅριον ἀποφαίνουσι τῆς τότε Ῥωμαίων γῆς͵ οἵ θ᾽ ἱερομνήμονες θυσίαν ἐπιτελοῦσιν ἐνταῦθά τε καὶ ἐν ἄλλοις τόποις πλείοσιν ὡς ὁρίσις αὐθημερόν͵ ἣν καλοῦσιν Ἀμβαρουίαν. γενομένης δ᾽ οὖν στάσεως φασὶ κατὰ τὴν κτίσιν ἀναιρεθῆναι τὸν Ῥῶμον. μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους σύγκλυδας ὁ Ῥωμύλος ἤθροιζεν͵ ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου͵ τοὺς δ᾽ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων. ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγείλατο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερόν͵ τὸν καὶ νῦν ἐπιτελούμενον. συνελθόντων δὲ πολλῶν͵ πλείστων δὲ Σαβίνων͵ ἐκέλευσε τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου· μετιὼν δὲ τὴν ὕβριν Τίτος Τάτιος δι᾽ ὅπλων ὁ βασιλεὺς τῶν Κυριτῶν ἐπὶ κοινωνίαι τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον· δολοφονηθέντος δ᾽ ἐν Λαουινίωι τοῦ Τατίου͵ μόνος ἦρξεν ἑκόντων τῶν Κυριτῶν ὁ Ῥωμύλος. μετὰ δὲ τοῦτον διεδέξατο τὴν ἀρχὴν Νουμᾶς Πομπίλιος πολίτης τοῦ Τατίου͵ παρ᾽ ἑκόντων λαβὼν τῶν ὑπηκόων.

3.3

Αὕτη μὲν οὖν ἡ μάλιστα πιστευομένη τῆς Ῥώμης κτίσις ἐστίν. ἄλλη δέ τις προτέρα καὶ μυθώδης Ἀρκαδικὴν λέγουσα γενέσθαι τὴν ἀποικίαν ὑπ᾽ Εὐάνδρου. τούτωι δ᾽ ἐπιξενωθῆναι τὸν Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνου βοῦς· πυθόμενον δὲ τῆς μητρὸς Νικοστράτης τὸν Εὔανδρον (εἶναι δ᾽ αὐτὴν μαντικῆς ἔμπειρον)͵ ὅτι τῶι Ἡρακλεῖ πεπρωμένον ἦν τελέσαντι τοὺς ἄθλους θεῶι γενέσθαι͵ φράσαι τε πρὸς τὸν Ἡρακλέα ταῦτα καὶ τέμενος ἀναδεῖξαι καὶ θῦσαι θυσίαν Ἑλληνικήν͵ ἣν καὶ νῦν ἔτι φυλάττεσθαι τῶι Ἡρακλεῖ. καὶ ὅ γε Κοίλιος͵ ὁ τῶν Ῥωμαίων συγγραφεύς͵ τοῦτο τίθεται σημεῖον τοῦ Ἑλληνικὸν εἶναι κτίσμα τὴν Ῥώμην͵ τὸ παρ᾽ αὐτῆι τὴν πάτριον θυσίαν Ἑλληνικὴν εἶναι τῶι Ἡρακλεῖ. καὶ τὴν μητέρα δὲ τοῦ Εὐάνδρου τιμῶσι Ῥωμαῖοι͵ μίαν τῶν νυμφῶν νομίσαντες͵ Καρμέντην μετονομασθεῖσαν.

3.4

Οἱ δ᾽ οὖν Λατῖνοι κατ᾽ ἀρχὰς μὲν ἦσαν ὀλίγοι͵ καὶ οἱ πλείους οὐ προσεῖχον Ῥωμαίοις· ὕστερον δὲ καταπλαγέντες τὴν ἀρετὴν τοῦ τε Ῥωμύλου καὶ τῶν μετ᾽ ἐκεῖνον βασιλέων ὑπήκοοι πάντες ὑπῆρξαν. καταλυθέντων δὲ τῶν τε Αἴκων καὶ τῶν Οὐόλσκων καὶ Ἑρνίκων͵ ἔτι δὲ πρότερον Ῥουτούλων τε καὶ Ἀβοριγίνων͵ ἡ τούτων χώρα Λατίνη προσηγόρευται πᾶσα. ἦν δὲ τῶν Οὐόλσκων τὸ Πωμεντῖνον πεδίον͵ ὅμορον τοῖς Λατίνοις͵ καὶ πόλις Ἀπίολα͵ ἣν κατέσκαψε Ταρκύνιος Πρίσκος. Αἶκοι δὲ γειτονεύοντες μάλιστα τοῖς Κυρίταις͵ καὶ τούτων δ᾽ ἐκεῖνος τὰς πόλεις ἐξεπόρθησεν· ὁ δὲ υἱὸς αὐτοῦ τὴν Σουέσσαν εἷλε τὴν μητρόπολιν τῶν Οὐόλσκων. Ἕρνικοι δὲ πλησίον ὤικουν τῶι τε Λανουίωι καὶ τῆι Ἄλβαι καὶ αὐτῆι τῆι Ῥώμηι· οὐκ ἄπωθεν δ᾽ οὐδ᾽ Ἀρικία καὶ Τελλῆναι καὶ Ἄντιον. Ἀλβανοὶ δὲ κατ᾽ ἀρχὰς μὲν ὡμονόουν τοῖς Ῥωμαίοις ὁμόγλωττοί τε ὄντες καὶ Λατῖνοι͵ βασιλευόμενοι δ᾽ ἑκάτεροι χωρὶς ἐτύγχανον· οὐδὲν δ᾽ ἧττον ἐπιγαμίαι τε ἦσαν πρὸς ἀλλήλους καὶ ἱερὰ κοινὰ τὰ ἐν Ἄλβαι καὶ ἄλλα δίκαια πολιτικά· ὕστερον δὲ πολέμου συστάντος ἡ μὲν Ἄλβα κατεσκάφη πλὴν τοῦ ἱεροῦ͵ οἱ δ᾽ Ἀλβανοὶ πολῖται Ῥωμαίων ἐκρίθησαν. καὶ τῶν ἄλλων δὲ τῶν περιοικίδων πόλεων αἱ μὲν ἀνηιρέθησαν αἱ δὲ ἐταπεινώθησαν ἀπειθοῦσαι͵ τινὲς δὲ καὶ ηὐξήθησαν διὰ τὴν εὔνοιαν. νυνὶ μὲν οὖν ἡ παραλία μέχρι πόλεως Σινοέσσης ἀπὸ τῶν Ὠστίων Λατίνη καλεῖται͵ πρότερον δὲ μέχρι τοῦ Κιρκαίου μόνον ἐσχήκει τὴν ἐπίδοσιν· καὶ τῆς μεσογαίας δὲ πρότερον μὲν οὐ πολλή͵ ὕστερον δὲ καὶ μέχρι Καμπανίας διέτεινε καὶ Σαυνιτῶν καὶ Πελίγνων καὶ ἄλλων τῶν τὸ Ἀπέννινον κατοικούντων.

3.5

Ἅπασα δ᾽ ἐστὶν εὐδαίμων καὶ παμφόρος͵ πλὴν ὀλίγων χωρίων τῶν κατὰ τὴν παραλίαν ὅσα ἑλώδη καὶ νοσερά͵ οἷα τὰ τῶν Ἀρδεατῶν καὶ τὰ μεταξὺ Ἀντίου καὶ Λανουίου μέχρι Πωμεντίνου καί τινων τῆς Σητίνης χωρίων καὶ τῆς περὶ Ταρρακῖναν καὶ τὸ Κιρκαῖον ἢ εἴ τινα ὀρεινὰ καὶ πετρώδη· καὶ ταῦτα δ᾽ οὐ τελέως ἀργὰ οὐδ᾽ ἄχρηστα͵ ἀλλὰ νομὰς παρέχει δαψιλεῖς ἢ ὕλην ἢ καρπούς τινας ἑλείους ἢ πετραίους· τὸ δὲ Καίκουβον ἑλῶδες ὂν εὐοινοτάτην ἄμπελον τρέφει τὴν δενδρῖτιν. πόλεις δ᾽ ἐπὶ θαλάττηι μὲν τῶν Λατίνων εἰσὶ τά τε Ὤστια͵ πόλις ἀλίμενος διὰ τὴν πρόσχωσιν ἣν ὁ Τίβερις παρασκευάζει πληρούμενος ἐκ πολλῶν ποταμῶν· παρακινδύνως μὲν οὖν ὁρμίζονται μετέωρα ἐν τῶι σάλωι τὰ ναυκλήρια͵ τὸ μέντοι λυσιτελὲς νικᾶι· καὶ γὰρ ἡ τῶν ὑπηρετικῶν σκαφῶν εὐπορία τῶν ἐκδεχομένων τὰ φορτία καὶ ἀντιφορτιζόντων ταχὺν ποιεῖ τὸν ἀπόπλουν πρὶν ἢ τοῦ ποταμοῦ ἅψασθαι͵ καὶ μέρους ἀποκουφισθέντος εἰσπλεῖ καὶ ἀνάγεται μέχρι τῆς Ῥώμης͵ σταδίους ἑκατὸν ἐνενήκοντα. κτίσμα δ᾽ ἐστὶ τὰ Ὤστια Ἄγκου Μαρκίου. αὕτη μὲν ἡ πόλις τοιαύτη. ἑξῆς δ᾽ ἐστὶν Ἄντιον͵ ἀλίμενος καὶ αὐτὴ πόλις· ἵδρυται δ᾽ ἐπὶ πέτραις͵ διέχει δὲ τῶν Ὠστίων περὶ διακοσίους ἑξήκοντα σταδίους. νυνὶ μὲν οὖν ἀνεῖται τοῖς ἡγεμόσιν εἰς σχολὴν καὶ ἄνεσιν τῶν πολιτικῶν͵ ὅτε λάβοιεν καιρόν͵ καὶ διὰ τοῦτο κατωικοδόμηνται πολυτελεῖς οἰκήσεις ἐν τῆι πόλει συχναὶ πρὸς τὰς τοιαύτας ἐπιδημίας. καὶ πρότερον δὲ ναῦς ἐκέκτηντο καὶ ἐκοινώνουν τῶν ληιστηρίων τοῖς Τυρρηνοῖς͵ καίπερ ἤδη Ῥωμαίοις ὑπακούοντες. διόπερ καὶ Ἀλέξανδρος πρότερον ἐγκαλῶν ἐπέστειλε͵ καὶ Δημήτριος ὕστερον͵ τοὺς ἁλόντας τῶν ληιστῶν ἀναπέμπων τοῖς Ῥωμαίοις͵ χαρίζεσθαι μὲν αὐτοῖς ἔφη τὰ σώματα διὰ τὴν πρὸς τοὺς Ἕλληνας συγγένειαν͵ οὐκ ἀξιοῦν δὲ τοὺς αὐτοὺς ἄνδρας στρατηγεῖν τε ἅμα τῆς Ἰταλίας καὶ ληιστήρια ἐκπέμπειν͵ καὶ ἐν μὲν τῆι ἀγορᾶι Διοσκούρων ἱερὸν ἱδρυσαμένους τιμᾶν οὓς πάντες σωτῆρας ὀνομάζουσιν͵ εἰς δὲ τὴν Ἑλλάδα πέμπειν τὴν ἐκείνων πατρίδα τοὺς λεηλατήσοντας. ἔπαυσαν δ᾽ αὐτοὺς Ῥωμαῖοι τῆς τοιαύτης ἐπιτηδεύσεως. ἀνὰ μέσον δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Λαουίνιον͵ ἔχον κοινὸν τῶν Λατίνων ἱερὸν Ἀφροδίτης· ἐπιμελοῦνται δ᾽ αὐτοῦ διὰ προπόλων Ἀρδεᾶται· εἶτα Λαυρεντόν. ὑπέρκειται δὲ τούτων ἡ Ἀρδέα κατοικία Ῥουτούλων ἐν ἑβδομήκοντα σταδίοις ἀπὸ τῆς θαλάττης. ἔστι δὲ καὶ ταύτης πλησίον Ἀφροδίσιον͵ ὅπου πανηγυρίζουσι Λατῖνοι. Σαυνῖται δ᾽ ἐπόρθησαν τοὺς τόπους καὶ λείπεται μὲν ἴχνη πόλεων͵ ἔνδοξα δὲ διὰ τὴν Αἰνείου γέγονεν ἐπιδημίαν καὶ τὰς ἱεροποιίας͵ [ἃς] ἐξ ἐκείνων τῶν χρόνων παραδεδόσθαι φασί.

3.6

Μετὰ δὲ Ἄντιον τὸ Κιρκαῖον ἐστὶν ἐν διακοσίοις καὶ ἐνενήκοντα σταδίοις ὄρος νησίζον θαλάττηι τε καὶ ἕλεσι· φασὶ δὲ καὶ πολύρριζον εἶναι͵ τάχα τῶι μύθωι τῶι περὶ τῆς Κίρκης συνοικειοῦντες. ἔχει δὲ πολίχνιον καὶ Κίρκης ἱερὸν καὶ Ἀθηνᾶς βωμόν͵ δείκνυσθαι δὲ καὶ φιάλην τινά φασιν Ὀδυσσέως. μεταξὺ δὲ ὅ τε Στόρας ποταμὸς καὶ ἐπ΄ αὐτῶι ὕφορμος. ἔπειτα προσεχὴς αἰγιαλὸς λιβί͵ πρὸς αὐτῶι μόνον τῶι Κιρκαίωι λιμένιον ἔχων. ὑπέρκειται δ΄ ἐν τῆι μεσογαίαι τὸ Πωμεντῖνον πεδίον· τὴν δὲ συνεχῆ ταύτηι πρότερον Αὔσονες ὤικουν͵ οἵπερ καὶ τὴν Καμπανίαν εἶχον͵ μετὰ δὲ τούτους Ὄσκοι· καὶ τούτοις δὲ μετῆν τῆς Καμπανίας͵ νῦν δ΄ ἅπαντα Λατίνων ἐστὶ μέχρι Σινοέσσης͵ ὡς εἶπον. ἴδιον δέ τι τοῖς Ὄσκοις καὶ τῶι τῶν Αὐσόνων ἔθνει συμβέβηκε· τῶν μὲν γὰρ Ὄσκων ἐκλελοιπότων ἡ διάλεκτος μένει παρὰ τοῖς Ρωμαίοις͵ ὥστε καὶ ποιήματα σκηνοβατεῖσθαι κατά τινα ἀγῶνα πάτριον καὶ μιμολογεῖσθαι· τῶν δ΄ Αὐσόνων οὐδ΄ ἅπαξ οἰκησάντων ἐπὶ τῆι Σικελικῆι θαλάττηι͵ τὸ πέλαγος ὅμως Αὐσόνιον καλεῖται. ἑξῆς δ΄ ἐν ἑκατὸν σταδίοις τῶι Κιρκαίωι Ταρρακῖνα ἐστί͵ Τραχίνη καλουμένη πρότερον ἀπὸ τοῦ συμβεβηκότος. πρόκειται δὲ αὐτῆς μέγα ἕλος ὃ ποιοῦσι δύο ποταμοί· καλεῖται δ΄ ὁ μείζων Οὔφης. ἐνταῦθα δὲ συνάπτει τῆι θαλάττηι πρῶτον ἡ Ἀππία ὁδός͵ ἐστρωμένη μὲν ἀπὸ τῆς Ρώμης μέχρι Βρεντεσίου͵ πλεῖστον δ΄ ὁδευομένη͵ τῶν δ΄ ἐπὶ θαλάττηι πόλεων τούτων ἐφαπτομένη μόνον͵ τῆς τε Ταρρακίνης καὶ τῶν ἐφεξῆς Φορμιῶν τε καὶ Μιντούρνης καὶ Σινοέσσης͵ καὶ τῶν ἐσχάτων Τάραντός τε καὶ Βρεντεσίου. πλησίον δὲ τῆς Ταρρακίνης βαδίζοντι ἐπὶ τῆς Ρώμης παραβέβληται τῆι ὁδῶι τῆι Ἀππίαι διῶρυξ ἐπὶ πολλοὺς τόπους πληρουμένη τοῖς ἑλείοις τε καὶ τοῖς ποταμίοις ὕδασι· πλεῖται δὲ μάλιστα μὲν νύκτωρ͵ ὥστ΄ ἐμβάντας ἀφ΄ ἑσπέρας ἐκβαίνειν πρωίας καὶ βαδίζειν τὸ λοιπὸν τῆι ὁδῶι͵ ἀλλὰ καὶ μεθ΄ ἡμέραν· ῥυμουλκεῖ δ΄ ἡμιόνιον. ἑξῆς δὲ Φορμίαι Λακωνικὸν κτίσμα ἐστίν͵ Ὁρμίαι λεγόμενον πρότερον διὰ τὸ εὔορμον. καὶ τὸν μεταξὺ δὲ κόλπον ἐκεῖνοι Καιάταν ὠνόμασαν· τὰ γὰρ κοῖλα πάντα καιέτας οἱ Λάκωνες προσαγορεύουσιν· ἔνιοι δ΄ ἐπώνυμον τῆς Αἰνείου τροφοῦ τὸν κόλπον φασίν. ἔχει δὲ μῆκος σταδίων ἑκατὸν ἀρξάμενος ἀπὸ Ταρρακίνης μέχρι τῆς ἄκρας τῆς ὁμωνύμου· ἀνέωγέ τ΄ ἐνταῦθα σπήλαια ὑπερμεγέθη͵ κατοικίας μεγάλας καὶ πολυτελεῖς δεδεγμένα· ἐντεῦθεν δ΄ ἐπὶ τὰς Φορμίας τετταράκοντα. ταύτης δ΄ ἀνὰ μέσον εἰσὶ καὶ Σινοέσσης αἱ Μιντοῦρναι͵ σταδίους ἑκατέρας διέχουσαι περὶ ὀγδοήκοντα. διαρρεῖ δὲ Λεῖρις ποταμός͵ Κλάνις δ΄ ἐκαλεῖτο πρότερον· φέρεται δ΄ ἄνωθεν ἐκ τῶν Ἀπεννίνων ὀρῶν καὶ τῆς Ὀυηστίνης παρὰ Φρεγέλλας κώμην (πρότερον δ΄ ἦν πόλις ἔνδοξος)͵ ἐκπίπτει δ΄ εἰς ἄλσος ἱερὸν τιμώμενον περιττῶς ὑπὸ τῶν ἐν Μιντούρναις ὑποκείμενον τῆι πόλει. τῶν δὲ σπηλαίων ἐν ὄψει μάλιστα πρόκεινται δύο νῆσοι πελάγιαι͵ Πανδατερία τε καὶ Ποντία͵ μικραὶ μὲν οἰκούμεναι δὲ καλῶς͵ οὐ πολὺ ἀπ΄ ἀλλήλων διέχουσαι͵ τῆς ἠπείρου δὲ πεντήκοντα ἐπὶ τοῖς διακοσίοις. ἔχεται δὲ τοῦ Καιάτου κόλπου τὸ Καίκουβον͵ τούτου δὲ Φοῦνδοι͵ πόλις ἐν τῆι ὁδῶι τῆι Ἀππίαι κειμένη. πάντες δ΄ εἰσὶν οἱ τόποι οὗτοι σφόδρα εὔοινοι· ὁ δὲ Καίκουβος καὶ ὁ Φουνδανὸς καὶ ὁ Σητῖνος τῶν διωνομασμένων εἰσί͵ καθάπερ ὁ Φάλερνος καὶ ὁ Ἀλβανὸς καὶ ὁ Στατανός. ἡ δὲ Σινόεσσα ἐν κόλπωι ἵδρυται͵ ἀφ΄ οὗ καὶ τοὔνομα· σίνος γὰρ ὁ κόλπος· πλησίον ἐστὶ δ΄ αὐτῆς θερμὰ λουτρὰ κάλλιστα͵ ποιοῦντα πρὸς νόσους ἐνίας. αὗται μὲν αἱ ἐπὶ θαλάττηι τῶν Λατίνων πόλεις.

3.7

Ἐν δὲ τῆι μεσογαίαι πρώτη μὲν ὑπὲρ τῶν Ὠστίων ἐστὶν ἡ Ρώμη͵ καὶ μόνη γε ἐπὶ τῶι Τιβέρει κεῖται· περὶ ἧς ὅτι πρὸς ἀνάγκην οὐ πρὸς αἵρεσιν ἔκτισται εἴρηται· προσθετέον δ΄ ὅτι οὐδ΄ οἱ μετὰ ταῦτα προσκτίσαντές τινα μέρη κύριοι τοῦ βελτίονος ἦσαν͵ ἀλλ΄ ἐδούλευον τοῖς προϋποκειμένοις. οἱ μέν γε πρῶτοι τὸ Καπιτώλιον καὶ τὸ Παλάτιον καὶ τὸν Κυρῖνον λόφον ἐτείχισαν͵ ὃς ἦν οὕτως εὐεπίβατος τοῖς ἔξωθεν ὥστ΄ ἐξ ἐφόδου Τίτος Τάτιος εἷλεν ἐπελθών͵ ἡνίκα μετήιει τὴν τῶν ἁρπαγεισῶν παρθένων ὕβριν· Ἄγκος δὲ Μάρκιος προσλαβὼν τὸ Καίλιον ὄρος καὶ τὸ Ἀβεντῖνον ὄρος καὶ τὸ μεταξὺ τούτων πεδίον͵ διηρτημένα καὶ ἀπ΄ ἀλλήλων καὶ ἀπὸ τῶν προτετειχισμένων͵ προσέθηκεν ἀναγκαίως· οὔτε γὰρ οὕτως ἐρυμνοὺς λόφους ἔξω τείχους ἐᾶσαι τοῖς βουλομένοις ἐπιτειχίσματα καλῶς εἶχεν͵ οὔθ΄ ὅλον ἐκπληρῶσαι τὸν κύκλον ἴσχυσε τὸν μέχρι τοῦ Κυρίνου. ἤλεγξε δὲ Σέρουιος τὴν ἔκλειψιν· ἀνεπλήρωσε γὰρ προσθεὶς τόν τε Ἠσκυλῖνον λόφον καὶ τὸν Ὀυιμίναλιν. καὶ ταῦτα δ΄ εὐέφοδα τοῖς ἔξωθέν ἐστι· διόπερ τάφρον βαθεῖαν ὀρύξαντες εἰς τὸ ἐντὸς ἐδέξαντο τὴν γῆν͵ καὶ ἐξέτειναν ὅσον ἑξαστάδιον χῶμα ἐπὶ τῆι ἐντὸς ὀφρύι τῆς τάφρου͵ καὶ ἐπέβαλον τεῖχος καὶ πύργους ἀπὸ τῆς Κολλίνας πύλης μέχρι τῆς Ἠσκυλίνας. ὑπὸ μέσωι δὲ τῶι χώματι τρίτη ἐστὶ πύλη ὁμώνυμος τῶι Ὀυιμινάλι λόφωι. τὸ μὲν οὖν ἔρυμα τοιοῦτόν ἐστι τὸ τῆς πόλεως͵ ἐρυμάτων ἑτέρων δεόμενον. καί μοι δοκοῦσιν οἱ πρῶτοι τὸν αὐτὸν λαβεῖν διαλογισμὸν περί τε σφῶν αὐτῶν καὶ περὶ τῶν ὕστερον͵ διότι Ρωμαίοις προσῆκεν οὐκ ἀπὸ τῶν ἐρυμάτων ἀλλὰ ἀπὸ τῶν ὅπλων καὶ τῆς οἰκείας ἀρετῆς ἔχειν τὴν ἀσφάλειαν καὶ τὴν ἄλλην εὐπορίαν͵ προβλήματα νομίζοντες οὐ τὰ τείχη τοῖς ἀνδράσιν ἀλλὰ τοὺς ἄνδρας τοῖς τείχεσι. κατ΄ ἀρχὰς μὲν οὖν ἀλλοτρίας τῆς κύκλωι χώρας οὔσης ἀγαθῆς τε καὶ πολλῆς͵ τοῦ δὲ τῆς πόλεως ἐδάφους εὐεπιχειρήτου͵ τὸ μακαρισθησόμενον οὐδὲν ἦν τοπικὸν εὐκλήρημα· τῆι δ΄ ἀρετῆι καὶ τῶι πόνωι τῆς χώρας οἰκείας γενομένης͵ ἐφάνη συνδρομή τις ἀγαθῶν ἅπασαν εὐφυΐαν ὑπερβάλλουσα͵ δι΄ ἣν ἐπὶ τοσοῦτον αὐξηθεῖσα ἡ πόλις ἀντέχει τοῦτο μὲν τροφῆι τοῦτο δὲ ξύλοις καὶ λίθοις πρὸς τὰς οἰκοδομίας͵ ἃς ἀδιαλείπτους ποιοῦσιν αἱ συμπτώσεις καὶ ἐμπρήσεις καὶ μεταπράσεις͵ ἀδιάλειπτοι καὶ αὗται οὖσαι· καὶ γὰρ αἱ μεταπράσεις ἑκούσιοί τινες συμπτώσεις εἰσί͵ καταβαλλόντων καὶ ἀνοικοδομούντων πρὸς τὰς ἐπιθυμίας ἕτερα ἐξ ἑτέρων. πρὸς ταῦτ΄ οὖν τό τε τῶν μετάλλων πλῆθος καὶ ἡ ὕλη καὶ οἱ κατακομίζοντες ποταμοὶ θαυμαστὴν παρέχουσι τὴν ὑποχορηγίαν͵ πρῶτος μὲν Ἀνίων ἐξ Ἄλβας ῥέων τῆς πρὸς Μαρσοῖς Λατίνης πόλεως διὰ τοῦ ὑπ΄ αὐτῆι πεδίου μέχρι τῆς πρὸς τὸν Τίβεριν συμβολῆς͵ ἔπειθ΄ ὁ Νὰρ καὶ ὁ Τενέας οἱ διὰ τῆς Ὀμβρικῆς εἰς τὸν αὐτὸν καταφερόμενοι ποταμὸν τὸν Τίβεριν͵ διὰ δὲ Τυρρηνίας καὶ τῆς Κλουσίνης ὁ Κλάνις. ἐπεμελήθη μὲν οὖν ὁ Σεβαστὸς Καῖσαρ τῶν τοιούτων ἐλαττωμάτων τῆς πόλεως͵ πρὸς μὲν τὰς ἐμπρήσεις συντάξας στρατιωτικὸν ἐκ τῶν ἀπελευθεριωτῶν τὸ βοηθῆσον͵ πρὸς δὲ τὰς συμπτώσεις τὰ ὕψη τῶν καινῶν οἰκοδομημάτων καθελών͵ καὶ κωλύσας ἐξαίρειν ποδῶν ἑβδομήκοντα τὸ πρὸς ταῖς ὁδοῖς ταῖς δημοσίαις. ἀλλ΄ ὅμως ἐπέλειπεν ἂν ἡ ἐπανόρθωσις͵ εἰ μὴ τὰ μέταλλα καὶ ἡ ὕλη καὶ τὸ τῆς πορθμείας εὐμεταχείριστον ἀντεῖχε.

3.8

Ταῦτα μὲν οὖν ἡ φύσις τῆς χώρας παρέχεται τὰ εὐτυχήματα τῆι πόλει͵ προσέθεσαν δὲ Ρωμαῖοι καὶ τὰ ἐκ τῆς προνοίας. τῶν γὰρ Ἑλλήνων περὶ τὰς κτίσεις εὐστοχῆσαι μάλιστα δοξάντων͵ ὅτι κάλλους ἐστοχάζοντο καὶ ἐρυμνότητος καὶ λιμένων καὶ χώρας εὐφυοῦς͵ οὗτοι προὐνόησαν μάλιστα ὧν ὠλιγώρησαν ἐκεῖνοι͵ στρώσεως ὁδῶν καὶ ὑδάτων εἰσαγωγῆς καὶ ὑπονόμων τῶν δυναμένων ἐκκλύζειν τὰ λύματα τῆς πόλεως εἰς τὸν Τίβεριν. ἔστρωσαν δὲ καὶ τὰς κατὰ τὴν χώραν ὁδούς͵ προσθέντες ἐκκοπάς τε λόφων καὶ ἐγχώσεις κοιλάδων͵ ὥστε τὰς ἁρμαμάξας δέχεσθαι πορθμείων φορτία· οἱ δ΄ ὑπόνομοι συννόμωι λίθωι κατακαμφθέντες ὁδοὺς ἁμάξαις χόρτου πορευτὰς ἐνίας ἀπολελοίπασι. τοσοῦτον δ΄ ἐστὶ τὸ εἰσαγώγιμον ὕδωρ διὰ τῶν ὑδραγωγίων͵ ὥστε ποταμοὺς διὰ τῆς πόλεως καὶ τῶν ὑπονόμων ῥεῖν͵ ἅπασαν δὲ οἰκίαν σχεδὸν δεξαμενὰς καὶ σίφωνας καὶ κρουνοὺς ἔχειν ἀφθόνους͵ ὧν πλείστην ἐπιμέλειαν ἐποιήσατο Μάρκος Ἀγρίππας͵ πολλοῖς καὶ ἄλλοις ἀναθήμασι κοσμήσας τὴν πόλιν. ὡς δ΄ εἰπεῖν͵ οἱ παλαιοὶ μὲν τοῦ κάλλους τῆς Ρώμης ὠλιγώρουν͵ πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες· οἱ δ΄ ὕστερον καὶ μάλιστα οἱ νῦν καὶ καθ΄ ἡμᾶς οὐδὲ τούτου καθυστέρησαν͵ ἀλλ΄ ἀναθημάτων πολλῶν καὶ καλῶν ἐπλήρωσαν τὴν πόλιν. καὶ γὰρ Πομπήιος καὶ ὁ θεὸς Καῖσαρ καὶ ὁ Σεβαστὸς καὶ οἱ τούτου παῖδες καὶ οἱ φίλοι καὶ γυνὴ καὶ ἀδελφὴ πᾶσαν ὑπερεβάλοντο σπουδὴν καὶ δαπάνην εἰς τὰς κατασκευάς· τούτων δὲ τὰ πλεῖστα ὁ Μάρτιος ἔχει κάμπος πρὸς τῆι φύσει προσλαβὼν καὶ τὸν ἐκ τῆς προνοίας κόσμον. καὶ γὰρ τὸ μέγεθος τοῦ πεδίου θαυμαστὸν ἅμα καὶ τὰς ἁρματοδρομίας καὶ τὴν ἄλλην ἱππασίαν ἀκώλυτον παρέχον τῶι τοσούτωι πλήθει τῶν σφαίραι καὶ κρίκωι καὶ παλαίστραι γυμναζομένων· καὶ τὰ περικείμενα ἔργα καὶ τὸ ἔδαφος ποάζον δι΄ ἔτους καὶ τῶν λόφων στεφάναι τῶν ὑπὲρ τοῦ ποταμοῦ μέχρι τοῦ ῥείθρου σκηνογραφικὴν ὄψιν ἐπιδεικνύμεναι δυσαπάλλακτον παρέχουσι τὴν θέαν. πλησίον δ΄ ἐστὶ τοῦ πεδίου τούτου καὶ ἄλλο πεδίον καὶ στοαὶ κύκλωι παμπληθεῖς καὶ ἄλση καὶ θέατρα τρία καὶ ἀμφιθέατρον καὶ ναοὶ πολυτελεῖς καὶ συνεχεῖς ἀλλήλοις͵ ὡς πάρεργον ἂν δόξαιεν ἀποφαίνειν τὴν ἄλλην πόλιν. διόπερ ἱεροπρεπέστατον νομίσαντες τοῦτον τὸν τόπον καὶ τὰ τῶν ἐπιφανεστάτων μνήματα ἐνταῦθα κατεσκεύασαν ἀνδρῶν καὶ γυναικῶν. ἀξιολογώτατον δὲ τὸ Μαυσώλειον καλούμενον͵ ἐπὶ κρηπῖδος ὑψηλῆς λευκολίθου πρὸς τῶι ποταμῶι χῶμα μέγα͵ ἄχρι κορυφῆς τοῖς ἀειθαλέσι τῶν δένδρων συνηρεφές· ἐπ΄ ἄκρωι μὲν οὖν εἰκών ἐστι χαλκῆ τοῦ Σεβαστοῦ Καίσαρος͵ ὑπὸ δὲ τῶι χώματι θῆκαί εἰσιν αὐτοῦ καὶ τῶν συγγενῶν καὶ οἰκείων͵ ὄπισθεν δὲ μέγα ἄλσος περιπάτους θαυμαστοὺς ἔχον· ἐν μέσωι δὲ τῶι πεδίωι ὁ τῆς καύστρας αὐτοῦ περίβολος καὶ οὗτος λίθου λευκοῦ͵ κύκλωι μὲν περικείμενον ἔχων σιδηροῦν περίφραγμα͵ ἐντὸς δ΄ αἰγείροις κατάφυτος. πάλιν δ΄ εἴ τις εἰς τὴν ἀγορὰν παρελθὼν τὴν ἀρχαίαν ἄλλην ἐξ ἄλλης ἴδοι παραβεβλημένην ταύτηι καὶ βασιλικὰς στοὰς καὶ ναούς͵ ἴδοι δὲ καὶ τὸ Καπιτώλιον καὶ τὰ ἐνταῦθα ἔργα καὶ τὰ ἐν τῶι Παλατίωι καὶ τῶι τῆς Λιβίας περιπάτωι͵ ῥαιδίως ἐκλάθοιτ΄ ἂν τῶν ἔξωθεν. τοιαύτη μὲν ἡ Ρώμη.

3.9

Τῶν δ΄ ἄλλων τῆς Λατίνης πόλεων τὰς μὲν ἑτέροις γνωρίσμασι τὰς δὲ ὁδοῖς ἀφορίσαιτ΄ ἄν τις ταῖς γνωριμωτάταις͵ ὅσαι διὰ τῆς Λατίνης ἔστρωνται· ἢ γὰρ ἐπὶ ταύταις ἢ παρὰ ταύταις ἢ μεταξὺ ἵδρυνται. γνωριμώταται δὲ τῶν ὁδῶν ἥ τε Ἀππία καὶ ἡ Λατίνη καὶ ἡ Ὀυαλερία͵ ἡ μὲν τὰ πρὸς θάλατταν ἀφορίζουσα μέρη τῆς Λατίνης μέχρι Σινοέσσης͵ ἡ δὲ τὰ πρὸς τῆι Σαβίνηι μέχρι Μαρσῶν͵ μέση δ΄ αὐτῶν ἡ Λατίνη ἡ συμπίπτουσα τῆι Ἀππίαι κατὰ Κασιλῖνον͵ πόλιν διέχουσαν Καπύης ἐννεακαίδεκα σταδίους. ἄρχεται δὲ ἀπὸ τῆς Ἀππίας͵ ἐν ἀριστερᾶι ἀπ΄ αὐτῆς ἐκτρεπομένη πλησίον Ρώμης͵ εἶτα διὰ τοῦ Τουσκλανοῦ ὄρους ὑπερβᾶσα μεταξὺ Τούσκλου πόλεως καὶ τοῦ Ἀλβανοῦ ὄρους κάτεισιν ἐπὶ Ἄλγιδον πολίχνιον καὶ Πικτὰς πανδοχεῖα. εἶτα συμπίπτει καὶ ἡ Λαβικανή͵ ἀρχομένη μὲν ἀπὸ τῆς Ἠσκυλίνης πύλης ἀφ΄ ἧς καὶ ἡ Πραινεστίνη͵ ἐν ἀριστερᾶι δ΄ ἀφεῖσα καὶ ταύτην καὶ τὸ πεδίον τὸ Ἠσκυλῖνον πρόεισιν ἐπὶ πλείους τῶν ἑκατὸν καὶ εἴκοσι σταδίων͵ καὶ πλησιάσασα τῶι Λαβικῶι παλαιῶι κτίσματι κατεσπασμένωι͵ κειμένωι δ΄ ἐφ΄ ὕψους͵ τοῦτο μὲν καὶ τὸ Τούσκουλον ἐν δεξιοῖς ἀπολείπει͵ τελευτᾶι δὲ πρὸς τὰς Πικτὰς καὶ τὴν Λατίνην· διέχει δὲ τῆς Ρώμης τὸ χωρίον τοῦτο διακοσίους καὶ δέκα σταδίους. εἶθ΄ ἑξῆς μὲν ἐπ΄ αὐτῆς τῆς Λατίνης εἰσὶν ἐπίσημοι κατοικίαι καὶ πόλεις Φερεντῖνον͵ Φρουσινών͵ παρ΄ ἣν ὁ Κόσας ῥεῖ ποταμός͵ Φαβρατερία͵ παρ΄ ἣν ὁ Τρῆρος ῥεῖ͵ Ἀκυῖνον μεγάλη πόλις͵ παρ΄ ἣν ὁ Μέλπις ῥεῖ ποταμὸς μέγας͵ Ἰντεράμνιον ἐν συμβολῆι δυεῖν ποταμῶν κείμενον Λείριός τε καὶ ἑτέρου͵ Κασῖνον καὶ αὕτη πόλις ἀξιόλογος͵ ὑστάτη τῶν Λατίνων· τὸ γὰρ Τέανον τὸ καλούμενον Σιδικῖνον ἐφεξῆς κείμενον ἐκ τοῦ ἐπιθέτου δηλοῦται διότι τῶν Σιδικίνων ἐστίν. οὗτοι δὲ Ὄσκοι͵ Καμπανῶν ἔθνος ἐκλελοιπός͵ ὥστε λέγοιτ΄ ἂν τῆς Καμπανίας καὶ αὕτη͵ μεγίστη οὖσα τῶν ἐπὶ τῆι Λατίνηι πόλεων. καὶ ἡ ἐφεξῆς ἡ τῶν Καληνῶν καὶ αὕτη ἀξιόλογος͵ συνάπτουσα τῶι Κασιλίνωι.

3.10

Ἐφ΄ ἑκάτερα δὲ τῆς Λατίνης ἐν δεξιᾶι μέν εἰσιν αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ἀππίας Σητία τε καὶ Σιγνία͵ φέρουσαι οἶνον ἡ μὲν τῶν πολυτελῶν ἕνα ἡ δὲ τὸν σταλτικώτατον κοιλίας τὸν Σιγνῖνον λεγόμενον. πρὸς δὲ ταύταις ἐστὶ Πρίβερνον καὶ Κόρα καὶ Σύεσσα * Τραπόντιόν τε καὶ Ὀυελίτραι καὶ Ἀλέτριον· ἔτι δὲ Φρεγέλλαι͵ παρ΄ ἣν ὁ Λεῖρις ῥεῖ ὁ εἰς τὰς Μιντούρνας ἐκδιδούς͵ νῦν μὲν κώμη͵ πόλις δέ ποτε γεγονυῖα ἀξιόλογος καὶ τὰς πολλὰς τῶν ἄρτι λεχθεισῶν περιοικίδας πρότερον ἐσχηκυῖα͵ αἳ νῦν εἰς αὐτὴν συνέρχονται ἀγοράς τε ποιούμεναι καὶ ἱεροποιίας τινάς· κατεσκάφη δ΄ ὑπὸ Ρωμαίων ἀποστᾶσα. πλεῖσται δ΄ εἰσὶ καὶ τούτων καὶ τῶν ἐν τῆι Λατίνηι καὶ τῶν ἐπέκεινα ἐν τῆι Ἑρνίκων τε καὶ Αἴκων καὶ Ὀυόλσκων ἱδρυμέναι͵ Ρωμαίων δ΄ εἰσὶ κτίσματα. ἐν ἀριστερᾶι δὲ τῆς Λατίνης αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ὀυαλερίας͵ Γάβιοι μὲν ἐν τῆι Πραινεστίνηι ὁ δῶι κειμένη͵ λατόμιον ἔχουσα ὑπουργὸν τῆι Ρώμηι μάλιστα τῶν ἄλλων͵ διέχουσα τὸ ἴσον τῆς Ρώμης τε καὶ Πραινεστοῦ͵ περὶ ἑκατὸν σταδίους· εἶθ΄ ἡ Πραινεστός͵ περὶ ἧς αὐτίκα ἐροῦμεν· εἶθ΄ αἱ ἐν τοῖς ὄρεσι τοῖς ὑπὲρ Πραινεστόν͵ ἥ τε τῶν Ἑρνίκων πολίχνη Καπίτουλον καὶ Ἀναγνία πόλις ἀξιόλογος͵ καὶ Κερεᾶτε καὶ Σῶρα͵ παρ΄ ἣν ὁ Λεῖρις παρεξιὼν εἰς Φρεγέλλας ῥεῖ καὶ Μιντούρνας. ἔπειτα ἄλλα τινὰ καὶ Ὀυέναφρον͵ ὅθεν τὸ κάλλιστον ἔλαιον· ἡ μὲν οὖν πόλις ἐφ΄ ὕψους κεῖται͵ παραρρεῖ δὲ τὴν τοῦ λόφου ῥίζαν ὁ Ὀυουλτοῦρνος͵ ὃς καὶ παρὰ τὸ Κασιλῖνον ἐνεχθεὶς ἐκδίδωσι κατὰ τὴν ὁμώνυμον αὐτῶι πόλιν. Αἰσερνία δὲ καὶ Ἀλλιφαὶ ἤδη Σαυνιτικαὶ πόλεις εἰσίν͵ ἡ μὲν ἀνηιρημένη κατὰ τὸν Μαρσικὸν πόλεμον ἡ δ΄ ἔτι συμμένουσα.

3.11

Ἡ Ὀυαλερία δ΄ ἄρχεται μὲν ἀπὸ Τιβούρων͵ ἄγει δ΄ ἐπὶ Μαρσοὺς καὶ Κορφίνιον τὴν τῶν Πελίγνων μητρόπολιν. εἰσὶ δ΄ ἐν αὐτῆι Λατῖναι πόλεις Ὀυαρία τε καὶ Καρσέολοι καὶ Ἄλβα͵ πλησίον δὲ καὶ πόλις Κούκουλον. ἐν ὄψει δ΄ εἰσὶ τοῖς ἐν Ρώμηι Τίβουρά τε καὶ Πραινεστὸς καὶ Τοῦσκλον. Τίβουρα μέν͵ [ἐν] ἧι τὸ Ἡράκλειον καὶ ὁ καταράκτης͵ ὃν ποιεῖ πλωτὸς ὢν ὁ Ἀνίων ἀφ΄ ὕψους μεγάλου καταπίπτων εἰς φάραγγα βαθεῖαν καὶ καταλσῆ πρὸς αὐτῆι τῆι πόλει. ἐντεῦθεν δὲ διέξεισι πεδίον εὐκαρπότατον παρὰ τὰ μέταλλα τοῦ λίθου τοῦ Τιβουρτίνου καὶ τοῦ ἐν Γαβίοις τοῦ καὶ ἐρυθροῦ λεγομένου͵ ὥστε τὴν ἐκ τῶν μετάλλων ἐξαγωγὴν καὶ τὴν πορθμείαν εὐμαρῆ τελέως εἶναι͵ τῶν πλείστων ἔργων τῆς Ρώμης ἐντεῦθεν κατασκευαζομένων. ἐν δὲ τῶι πεδίωι τούτωι καὶ τὰ Ἄλβουλα καλούμενα ῥεῖ ὕδατα ψυχρὰ ἐκ πολλῶν πηγῶν͵ πρὸς ποικίλας νόσους καὶ πίνουσι καὶ ἐγκαθημένοις ὑγιεινά· τοιαῦτα δὲ καὶ τὰ Λαβανά͵ οὐκ ἄπωθεν τούτων ἐν τῆι Νωμεντανῆι καὶ τοῖς περὶ Ἠρητὸν τόποις. Πραινεστὸς δ΄ ἐστὶν ὅπου τὸ τῆς Τύχης ἱερὸν ἐπίσημον χρηστηριάζον. ἀμφότεραι δ΄ αἱ πόλεις αὗται τῆι αὐτῆι προσιδρυμέναι τυγχάνουσιν ὀρεινῆι͵ διέχουσι δ΄ ἀλλήλων ὅσον σταδίους ἑκατόν͵ τῆς δὲ Ρώμης Πραινεστὸς μὲν καὶ διπλάσιον͵ Τίβουρα δ΄ ἔλαττον. φασὶ δ΄ Ἑλληνίδας ἀμφοτέρας· Πραινεστὸν γοῦν Πολυστέφανον καλεῖσθαι πρότερον. ἐρυμνὴ μὲν οὖν ἑκατέρα͵ πολὺ δ΄ ἐρυμνοτέρα Πραινεστός· ἄκραν γὰρ ἔχει τῆς μὲν πόλεως ὕπερθεν ὄρος ὑψηλόν͵ ὄπισθεν δ΄ ἀπὸ τῆς συνεχούσης ὀρεινῆς αὐχένι διεζευγμένον͵ ὑπεραῖρον καὶ δυσὶ σταδίοις τούτου πρὸς ὀρθίαν ἀνάβασιν. πρὸς δὲ τῆι ἐρυμνότητι καὶ διώρυξι κρυπταῖς διατέτρηται πανταχόθεν μέχρι τῶν πεδίων ταῖς μὲν ὑδρείας χάριν ταῖς δ΄ ἐξόδων λαθραίων͵ ὧν ἐν μιᾶι Μάριος πολιορκούμενος ἀπέθανε. ταῖς μὲν οὖν ἄλλαις πόλεσι πλεῖστον τὸ εὐερκὲς πρὸς ἀγαθοῦ τίθεται͵ Πραινεστίνοις δὲ συμφορὰ γεγένηται διὰ τὰς Ρωμαίων στάσεις. καταφεύγουσι γὰρ ἐκεῖσε οἱ νεωτερίσαντες· ἐκπολιορκηθέντων δέ͵ πρὸς τῆι κακώσει τῆς πόλεως καὶ τὴν χώραν ἀπαλλοτριοῦσθαι συμβαίνει͵ τῆς αἰτίας μεταφερομένης ἐπὶ τοὺς ἀναιτίους. ῥεῖ δὲ διὰ τῆς χώρας Ὀυέρεστις ποταμός. πρὸς ἕω δὲ τῆς Ρώμης εἰσὶν αἱ λεχθεῖσαι πόλεις.

3.12

Ἐνδοτέρω δὲ τῆς κατ΄ αὐτὰς ὀρεινῆς ἄλλη ῥάχις ἐστί͵ μεταξὺ αὐλῶνα καταλείπουσα τὸν κατὰ Ἄλγιδον͵ ὑψηλὴ μέχρι τοῦ Ἀλβανοῦ ὄρους. ἐπὶ ταύτης δὴ τὸ Τούσκουλον ἵδρυται πόλις οὐ φαύλως κατεσκευασμένη· κεκόσμηται δὲ ταῖς κύκλωι φυτείαις καὶ οἰκοδομίαις͵ καὶ μάλιστα ταῖς ὑποπιπτούσαις ἐπὶ τὸ κατὰ τὴν Ρώμην μέρος. τὸ γὰρ Τοῦσκλον ἐνταῦθα ἐστὶ λόφος εὔγεως καὶ εὔυδρος͵ κορυφούμενος ἠρέμα πολλαχοῦ καὶ δεχόμενος βασιλείων κατασκευὰς ἐκπρεπεστάτας. συνεχῆ δ΄ ἐστὶ καὶ τὰ τῶι Ἀλβανῶι ὄρει ὑποπίπτοντα͵ τὴν αὐτήν τε ἀρετὴν ἔχοντα καὶ κατασκευήν. ἐφεξῆς δ΄ ἐστὶ πεδία͵ τὰ μὲν πρὸς τὴν Ρώμην συνάπτοντα καὶ τὰ προάστεια αὐτῆς͵ τὰ δὲ πρὸς τὴν θάλατταν· τὰ μὲν οὖν πρὸς τὴν θάλατταν ἧττόν ἐστιν ὑγιεινά͵ τὰ δὲ ἄλλα εὐάγωγά τε καὶ παραπλησίως ἐξησκημένα. μετὰ δὲ τὸ Ἀλβανὸν Ἀρικία ἐστὶ πόλις ἐπὶ τῆι ὁδῶι τῆι Ἀππίαι· στάδιοι δ΄ εἰσὶν ἐκ τῆς Ρώμης ἑκατὸν ἑξήκοντα· κοῖλος δ΄ ἐστὶν ὁ τόπος͵ ἔχει δ΄ ὅμως ἐρυμνὴν ἄκραν. ὑπέρκειται δ΄ αὐτῆς τὸ μὲν Λανούιον͵ πόλις Ρωμαίων͵ ἐν δεξιᾶι τῆς Ἀππίας ὁδοῦ͵ ἀφ΄ ἧς ἔποπτος ἥ τε θάλαττά ἐστι καὶ τὸ Ἄντιον· τὸ δ΄ Ἀρτεμίσιον͵ ὃ καλοῦσι νέμος͵ ἐκ τοῦ ἐν ἀριστερᾶι μέρους τῆς ὁδοῦ τοῖς ἐξ Ἀρικίας ἀναβαίνουσιν. τῆς δ΄ Ἀρικίνης τὸ ἱερὸν λέγουσιν ἀφίδρυμά τι τῆς Ταυροπόλου· καὶ γάρ τι βαρβαρικὸν κρατεῖ καὶ Σκυθικὸν περὶ τὸ ἱερὸν ἔθος. καθίσταται γὰρ ἱερεὺς ὁ γενηθεὶς αὐτόχειρ τοῦ ἱερωμένου πρότερον δραπέτης ἀνήρ· ξιφήρης οὖν ἐστιν ἀεὶ περισκοπῶν τὰς ἐπιθέσεις͵ ἕτοιμος ἀμύνεσθαι. τὸ δ΄ ἱερὸν ἐν ἄλσει͵ πρόκειται δὲ λίμνη πελαγίζουσα͵ κύκλωι δ΄ ὀρεινὴ συνεχὴς ὀφρὺς περίκειται καὶ λίαν ὑψηλὴ καὶ τὸ ἱερὸν καὶ τὸ ὕδωρ ἀπολαμβάνουσα ἐν κοίλωι τόπωι καὶ βαθεῖ. τὰς μὲν οὖν πηγὰς ὁρᾶν ἔστιν͵ ἐξ ὧν ἡ λίμνη πληροῦται· τούτων δ΄ ἐστὶν ἡ Ἠγερία καλουμένη͵ δαίμονός τινος ἐπώνυμος· αἱ δ΄ ἀπορρύσεις ἐνταῦθα μὲν ἄδηλοί εἰσιν͵ ἔξω δὲ δείκνυνται πόρρω πρὸς τὴν ἐπιφάνειαν ἀνέχουσαι.

3.13

Πλησίον δ΄ ἐστὶ τῶν χωρίων τούτων καὶ Ἀλβανὸν ὄρος πολὺ ὑπερκῦπτον τοῦ Ἀρτεμισίου καὶ τῶν περὶ αὐτὸ ὀφρύων͵ καίπερ ὑψηλῶν οὐσῶν καὶ ὀρθίων ἱκανῶς. ἔχει δὲ καὶ τοῦτο λίμνην πολὺ μείζω τῆς κατὰ τὸ Ἀρτεμίσιον. προσωτέρω δὲ τούτων αἱ λεχθεῖσαι πρότερον πόλεις τῆς Λατίνης εἰσί. μάλιστα δ΄ ἐν μεσογαίαι τῶν Λατίνων πόλεων ἐστὶν ἡ Ἄλβα ὁμοροῦσα Μαρσοῖς· ἵδρυται δ΄ ἐφ΄ ὑψηλοῦ πάγου λίμνης Φουκίνας πλησίον͵ πελαγίας τὸ μέγεθος· χρῶνται δ΄ αὐτῆι μάλιστα μὲν Μαρσοὶ καὶ πάντες οἱ πλησιόχωροι. φασὶ δ΄ αὐτὴν καὶ πληροῦσθαί ποτε μέχρι τῆς ὀρεινῆς καὶ ταπεινοῦσθαι πάλιν ὥστ΄ ἀναψύχειν τοὺς λιμνωθέντας τόπους καὶ γεωργεῖσθαι παρέχειν͵ εἴτε μεταστάσεις τῶν κατὰ βάθους ὑγρῶν σποράδην καὶ ἀδήλως γίνονται πάλιν δ΄ ἐπισυρρέουσιν͵ ἢ τελέως ἐκλείπουσιν αἱ πηγαὶ καὶ πάλιν συνθλίβονται͵ καθάπερ ἐπὶ τοῦ Ἀμενάνου συμβαίνειν φασὶ τοῦ διὰ Κατάνης ῥέοντος· ἐκλείπει γὰρ ἐπὶ πολλὰ ἔτη καὶ πάλιν ῥεῖ. ἐκ δὲ τῆς Φουκίνας εἶναι τὰς πηγὰς ἱστοροῦσι τοῦ Μαρκίου ὕδατος τοῦ τὴν Ρώμην ποτίζοντος καὶ παρὰ τἆλλα εὐδοκιμοῦντος ὕδατα. τῆι δὲ Ἄλβαι διὰ τὸ ἐν βάθει τῆς χώρας ἱδρῦσθαι καὶ διὰ τὸ εὐερκὲς ἀντὶ φρουρᾶς ἐχρήσαντο πολλάκις Ρωμαῖοι͵ τοὺς φυλακῆς δεομένους ἐνταῦθα καθείργοντες.


Κεφάλαιο 4

4.1

Ἐπεὶ δ΄ ἀπὸ τῶν προσαλπείων ἐθνῶν ἀρξάμενοι καὶ τῶν πρὸς αὐτοῖς ὀρῶν τῶν Ἀπεννίνων͵ ἔπειθ΄ ὑπερβάντες ταῦτα τὴν ἐντὸς ἐπήλθομεν πᾶσαν͵ ὅση μεταξὺ κεῖται τοῦ Τυρρηνικοῦ πελάγους καὶ τῶν Ἀπεννίνων ὀρῶν τῶν κεκλιμένων πρὸς τὸν Ἀδρίαν μέχρι Σαυνιτῶν [καὶ] Καμπανῶν͵ νῦν ἐπανιόντες δηλώσομεν τὰ ἐν τοῖς ὄρεσι τούτοις οἰκοῦντα καὶ ταῖς ὑπωρείαις τῆς τε ἐκτὸς μέχρι τῆς παραλίας τῆς Ἀδριατικῆς καὶ τῆς ἐντός. ἀρκτέον δὲ πάλιν ἀπὸ τῶν Κελτικῶν ὅρων.

4.2

Ἔστι δ΄ ἡ Πικεντίνη μετὰ τὰς τῶν Ὀμβρικῶν πόλεις τὰς μεταξὺ Ἀριμίνου καὶ Ἀγκῶνος. ὥρμηνται δ΄ ἐκ τῆς Σαβίνης οἱ Πικεντῖνοι͵ δρυοκολάπτου τὴν ὁδὸν ἡγησαμένου τοῖς ἀρχηγέταις͵ ἀφ΄ οὗ καὶ τοὔνομα· πῖκον γὰρ τὸν ὄρνιν τοῦτον ὀνομάζουσι͵ καὶ νομίζουσιν Ἄρεως ἱερόν. οἰκοῦσι δ΄ ἀπὸ τῶν ὀρῶν ἀρξάμενοι μέχρι τῶν πεδίων καὶ τῆς θαλάττης͵ ἐπὶ μῆκος ηὐξημένην ἔχοντες μᾶλλον ἢ πλάτος τὴν χώραν͵ ἀγαθὴν πρὸς ἅπαντα͵ βελτίω δὲ τοῖς ξυλίνοις καρποῖς ἢ τοῖς σιτικοῖς. ἔστι δ΄ εὖρος μὲν τὸ ἀπὸ τῶν ὀρῶν ἐπὶ θάλατταν ἀνώμαλον τοῖς διαστήμασι· μῆκος δ΄ ἀπὸ Αἴσιος ποταμοῦ μέχρι Κάστρου παράπλουν ἔχον σταδίων ὀκτακοσίων. πόλεις δ΄ Ἀγκὼν μὲν Ἑλληνίς͵ Συρακουσίων κτίσμα τῶν φυγόντων τὴν Διονυσίου τυραννίδα· κεῖται δ΄ ἐπ΄ ἄκρας μὲν λιμένα ἐμπεριλαμβανούσης τῆι πρὸς τὰς ἄρκτους ἐπιστροφῆι͵ σφόδρα δ΄ εὔοινός ἐστι καὶ πυροφόρος. πλησίον δ΄ αὐτῆς Αὔξουμον πόλις μικρὸν ὑπὲρ τῆς θαλάττης· εἶτα Σεπτέμπεδα καὶ Πνευεντία καὶ Ποτεντία καὶ Φίρμον Πικηνόν· ἐπίνειον δὲ ταύτης Κάστελλον. ἐφεξῆς δὲ τὸ τῆς Κύπρας ἱερόν͵ Τυρρηνῶν ἵδρυμα καὶ κτίσμα· τὴν δ΄ ῞Ηραν ἐκεῖνοι Κύπραν καλοῦσιν· εἶτα Τρουεντῖνος ποταμὸς καὶ πόλις ἐπώνυμος· εἶτα Καστρουνόουν καὶ ὁ Ματρῖνος ποταμός͵ ῥέων ἀπὸ τῆς Ἀδριανῶν πόλεως͵ ἔχων ἐπίνειον τῆς Ἀδρίας ἐπώνυμον ἑαυτοῦ. ἔστι δ΄ ἐν τῆι μεσογαίαι καὶ αὕτη καὶ τὸ Ἄσκλον τὸ Πικηνόν͵ ἐρυμνότατον χωρίον καὶ .... ἐφ΄ ὧι κεῖται τὸ τεῖχος͵ καὶ τὰ περικείμενα ὄρη στρατοπέδοις οὐ βάσιμα. ὑπὲρ δὲ τῆς Πικεντίνης Ὀυηστῖνοι τε καὶ Μαρσοὶ καὶ Πελίγνοι καὶ Μαρρουκῖνοι καὶ Φρεντανοί͵ Σαυνιτικὸν ἔθνος͵ τὴν ὀρεινὴν κατέχουσιν ἐφαπτόμενοι μικρὰ τῆς θαλάττης. ἔστι δὲ τὰ ἔθνη ταῦτα μικρὰ μὲν ἀνδρικώτατα δὲ καὶ πολλάκις τὴν ἀρετὴν ταύτην ἐπιδεδειγμένα Ρωμαίοις͵ πρῶτον μὲν ἡνίκα ἐπολέμουν͵ δεύτερον δὲ ὅτε συνεστράτευον͵ τρίτον δ΄ ὅτε δεόμενοι τυχεῖν ἐλευθερίας καὶ πολιτείας μὴ τυγχάνοντες ἀπέστησαν καὶ τὸν Μαρσικὸν καλούμενον ἐξῆψαν πόλεμον͵ Κορφίνιον͵ τὴν τῶν Πελίγνων μητρόπολιν͵ κοινὴν ἅπασι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ρώμης͵ ὁρμητήριον τοῦ πολέμου͵ μετονομασθεῖσαν Ἰταλικήν͵ καὶ ἐνταῦθα δὴ τοὺς συνεπομένους ἀθροίσαντες καὶ χειροτονήσαντες ὑπάτους καὶ στρατηγούς· δύο δ΄ ἔτη συνέμειναν ἐν τῶι πολέμωι μέχρι διεπράξαντο τὴν κοινωνίαν περὶ ἧς ἐπολέμουν. Μαρσικὸν δὲ ὠνόμασαν τὸν πόλεμον ἀπὸ τῶν ἀρξάντων τῆς ἀποστάσεως͵ καὶ μάλιστα ἀπὸ Πομπαιδίου. τὰ μὲν οὖν ἄλλα κωμηδὸν ζῶσιν͵ ἔχουσι δὲ καὶ πόλεις ὑπὲρ μὲν τῆς θαλάττης τό τε Κορφίνιον καὶ Σούλμωνα καὶ Μαρούιον καὶ Τεατέαν τὴν τῶν Μαρρουκίνων μητρόπολιν. ἐπ΄ αὐτῆι δὲ τῆι θαλάττηι τό τε Ἄτερνον͵ ὅμορον τῆι Πικεντίνηι͵ ὁμώνυμον δὲ τῶι ποταμῶι τῶι διορίζοντι τήν τε Ὀυηστίνην καὶ τὴν Μαρρουκίνην. ῥεῖ γὰρ ἐκ τῆς Ἀμιτερνίνης͵ διὰ δὲ Ὀυηστίνων͵ παραλιπὼν ἐν δεξιᾶι τοὺς Μαρρουκίνους ὑπὲρ τῶν Πελίγνων κειμένους͵ ζεύγματι περατός. τὸ δὲ πόλισμα τὸ ἐπώνυμον αὐτοῦ Ὀυηστίνων μέν ἐστι͵ κοινῶι δ΄ ἐπινείωι χρῶνται καὶ οἱ Πελίγνοι καὶ οἱ Μαρρουκῖνοι· διέχει δὲ τὸ ζεῦγμα τέτταρας καὶ εἴκοσι σταδίους ἀπὸ Κορφινίου. μετὰ δὲ Ἄτερνον Ὄρτων ἐπίνειον Φρεντανῶν͵ καὶ Βοῦκα καὶ αὐτὴ Φρεντανῶν͵ ὅμορος Τεάνωι τῶι Ἀπούλωι. μεταξὺ δὲ Ὄρτωνος καὶ Ἀτέρνου ὁ Σάγρος ποταμὸς ὁρίζων τοὺς Φρεντανοὺς ἀπὸ τῶν Πελίγνων. ὁ δὲ παράπλους ἀπὸ τῆς Πικεντίνης ἐπὶ τοὺς Ἀπούλους͵ οὓς οἱ Ἕλληνες Δαυνίους καλοῦσι͵ σταδίων ἐστὶν ὅσον τετρακοσίων ἐνενήκοντα.

4.3

Ἑξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία παρήκουσα τῆι θαλάττηι͵ καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαίαι μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων͵ εἶτ΄ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ. πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον. ἔστι δ΄ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνοῦ͵ κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου͵ καλοῦσι δ΄ αὐτὸν κρατῆρα͵ ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου͵ δυεῖν ἀκρωτηρίων͵ κολπούμενον. ὑπὲρ δὲ τούτων τῶν ἠιόνων Καμπανία πᾶσα ἵδρυται͵ πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων· περίκεινται δ΄ αὐτῶι γεωλοφίαι τε εὔκαρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων. Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι͵ τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι. Πολύβιος δ΄ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα. ἄλλοι δὲ λέγουσιν οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων· οἱ δ΄ ἐκείνους κατασχεῖν ὕστερον Ὄσκων τι ἔθνος͵ τούτους δ΄ ὑπὸ Κυμαίων͵ ἐκείνους δ΄ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν· διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον· δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην. διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους καθάπερ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν͵ οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις͵ τούτους δ΄ ὑπὸ Ρωμαίων ἐκπεσεῖν. τῆς δ΄ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον͵ λέγω δὲ τὸν πύρινον͵ ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύζης καὶ ἐν ὀλίγωι σιτικῆς τροφῆς. ἱστορεῖται δ΄ ἔνια τῶν πεδίων σπείρεσθαι δι΄ ἔτους δὶς μὲν τῆι ζειᾶι͵ τὸ δὲ τρίτον ἐλύμωι͵ τινὰ δὲ καὶ λαχανεύεσθαι τῶι τετάρτωι σπόρωι. καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ρωμαῖοι τὸν Φάλερνον καὶ τὸν Στατανὸν καὶ Καληνόν· ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις͵ νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται. ὡς δ΄ αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ Ὀυέναφρον ὅμορον τοῖς πεδίοις ὄν.

4.4

Πόλεις δ΄ ἐπὶ μὲν τῆι θαλάττηι μετὰ τὴν Σινόεσσαν Λίτερνον͵ ὅπου τὸ μνῆμα τὸ Σκιπίωνος τοῦ πρώτου προσαγορευθέντος Ἀφρικανοῦ· διέτριψε γὰρ ἐνταῦθα τὸ τελευταῖον ἀφεὶς τὰς πολιτείας κατ΄ ἀπέχθειαν τὴν πρός τινας. παραρρεῖ δὲ ὁμώνυμος τῆι πόλει ποταμός. ὡς δ΄ αὕτως καὶ Ὀυουλτοῦρνος ὁμώνυμός ἐστι τῆι παρ΄ αὐτὸν πόλει ἐφεξῆς κειμένηι· ῥεῖ δ΄ οὗτος διὰ Ὀυενάφρου καὶ τῆς Καμπανίας μέσης. ταύταις δ΄ ἐφεξῆς ἔστι Κύμη Χαλκιδέων καὶ Κυμαίων παλαιότατον κτίσμα· πασῶν γάρ ἐστι πρεσβυτάτη τῶν τε Σικελικῶν καὶ τῶν Ἰταλιωτίδων. οἱ δὲ τὸν στόλον ἄγοντες͵ Ἱπποκλῆς ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεύς͵ διωμολογήσαντο πρὸς σφᾶς αὐτούς͵ τῶν μὲν [τὴν] ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν· ὅθεν νῦν μὲν προσαγορεύεται Κύμη͵ κτίσαι δ΄ αὐτὴν Χαλκιδεῖς δοκοῦσι. πρότερον μὲν οὖν ηὐτύχει [ἥ τε πόλις] καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον͵ ἐν ὧι τὰ περὶ τοὺς Γίγαντας μυθεύουσιν οὐκ ἄλλοθεν͵ ὡς εἰκός͵ ἀλλ΄ ἐκ τοῦ περιμάχητον τὴν γῆν εἶναι δι΄ ἀρετήν͵ ὕστερον δ΄ οἱ Καμπανοὶ κύριοι καταστάντες τῆς πόλεως ὕβρισαν εἰς τοὺς ἀνθρώπους πολλά· καὶ δὴ καὶ ταῖς γυναιξὶν αὐτῶν συνώικησαν αὐτοί. ὅμως δ΄ οὖν ἔτι σώζεται πολλὰ ἴχνη τοῦ Ἑλληνικοῦ κόσμου καὶ τῶν ἱερῶν καὶ τῶν νομίμων. ὠνομάσθαι δ΄ ἔνιοι Κύμην ἀπὸ τῶν κυμάτων φασί· ῥαχιώδης γὰρ καὶ προσεχὴς ὁ πλησίον αἰγιαλός. εἰσὶ δὲ καὶ κητεῖαι παρ΄ αὐτοῖς ἄρισται. ἐν δὲ τῶι κόλπωι τούτωι καὶ ὕλη τίς ἐστι θαμνώδης ἐπὶ πολλοὺς ἐκτεινομένη σταδίους ἄνυδρος καὶ ἀμμώδης͵ ἣν Γαλλιναρίαν ὕλην καλοῦσιν. ἐνταῦθα δὴ ληιστήρια συνεστήσαντο οἱ Πομπηίου Σέξτου ναύαρχοι͵ καθ΄ ὃν καιρὸν Σικελίαν ἀπέστησεν ἐκεῖνος.

4.5

Πλησίον δὲ τῆς Κύμης τὸ Μισηνὸν ἀκρωτήριον καὶ ἐν τῶι μεταξὺ Ἀχερουσία λίμνη͵ τῆς θαλάττης ἀνάχυσίς τις τεναγώδης. κάμψαντι δὲ τὸ Μισηνὸν λιμὴν εὐθὺς ὑπὸ τῆι ἄκραι͵ καὶ μετὰ τοῦτον ἐγκολπίζουσα ἠιὼν εἰς βάθος͵ ἐν ἧι αἱ Βαῖαι καὶ τὰ θερμὰ ὕδατα τὰ καὶ πρὸς τρυφὴν καὶ πρὸς θεραπείαν νόσων ἐπιτήδεια. ταῖς δὲ Βαίαις συνεχὴς ὅ τε Λοκρῖνος κόλπος καὶ ἐντὸς τούτου ὁ Ἄορνος χερρόνησον ποιῶν τὴν ἀπολαμβανομένην μέχρι Μισηνοῦ γῆν ἀπὸ τῆς μεταξὺ Κύμης καὶ αὐτοῦ. λοιπὸς γάρ ἐστιν ὀλίγων σταδίων ἰσθμὸς διὰ τῆς διώρυγος ἐπ΄ αὐτὴν Κύμην καὶ τὴν πρὸς αὐτῆι θάλατταν. ἐμύθευον δ΄ οἱ πρὸ ἡμῶν ἐν τῶι Ἀόρνωι τὰ περὶ τὴν νέκυιαν τὴν Ὁμηρικήν· καὶ δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτ΄ ἀφικέσθαι. ἔστι δ΄ ὁ μὲν Ἄορνος κόλπος ἀγχιβαθὴς καὶ ἀρτίστομος͵ λιμένος καὶ μέγεθος καὶ φύσιν ἔχων͵ χρείαν δ΄ οὐ παρεχόμενος λιμένος διὰ τὸ προκεῖσθαι τὸν Λοκρῖνον κόλπον προσβραχῆ καὶ πολύν. περικλείεται δ΄ [ὁ] Ἄορνος ὀφρύσιν ὀρθίαις ὑπερκειμέναις πανταχόθεν πλὴν τοῦ εἴσπλου͵ νῦν μὲν ἡμέρως ἐκπεπονημέναις πρότερον δὲ συνηρεφέσιν ἀγρίαι ὕληι μεγαλοδένδρωι καὶ ἀβάτωι͵ αἳ κατὰ δεισιδαιμονίαν κατάσκιον ἐποίουν τὸν κόλπον. προσεμύθευον δ΄ οἱ ἐπιχώριοι καὶ τοὺς ὄρνεις τοὺς ὑπερπετεῖς γινομένους καταπίπτειν εἰς τὸ ὕδωρ φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων͵ καθάπερ ἐν τοῖς Πλουτωνίοις. καὶ τοῦτο [τὸ] χωρίον Πλουτώνιόν τι ὑπελάμβανον καὶ τοὺς Κιμμερίους ἐνταῦθα λέγεσθαι· καὶ εἰσέπλεόν γε προθυσάμενοι καὶ ἱλασάμενοι τοὺς καταχθονίους δαίμονας͵ ὄντων τῶν ὑφηγουμένων τὰ τοιάδε ἱερέων ἠργολαβηκότων τὸν τόπον. ἔστι δὲ πηγή τις αὐτόθι ποτίμου ὕδατος ἐπὶ τῆι θαλάττηι· τούτου δ΄ ἀπείχοντο πάντες τὸ τῆς Στυγὸς ὕδωρ νομίσαντες· καὶ τὸ μαντεῖον ἐνταῦθά που ἵδρυται· τόν τε Πυριφλεγέθοντα ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον τῆς Ἀχερουσίας. Ἔφορος δὲ τοῖς Κιμμερίοις προσοικειῶν τὸν τόπον φησὶν αὐτοὺς ἐν καταγείοις οἰκίαις οἰκεῖν ἃς καλοῦσιν ἀργίλλας͵ καὶ διά τινων ὀρυγμάτων παρ΄ ἀλλήλους τε φοιτᾶν καὶ τοὺς ξένους εἰς τὸ μαντεῖον δέχεσθαι πολὺ ὑπὸ γῆς ἱδρυμένον· ζῆν δ΄ ἀπὸ μεταλλείας καὶ τῶν μαντευομένων͵ καὶ τοῦ βασιλέως ἀποδείξαντος αὐτοῖς συντάξεις. εἶναι δὲ τοῖς περὶ τὸ χρηστήριον ἔθος πάτριον μηδένα τὸν ἥλιον ὁρᾶν͵ ἀλλὰ τῆς νυκτὸς ἔξω πορεύεσθαι τῶν χασμάτων· καὶ διὰ τοῦτο τὸν ποιητὴν περὶ αὐτῶν εἰπεῖν ὡς ἄρα «οὐδέ ποτ΄ αὐτοὺς ἠέλιος φαέθων ἐπιδέρκεται». ὕστερον δὲ διαφθαρῆναι τοὺς ἀνθρώπους ὑπὸ βασιλέως τινός͵ οὐκ ἀποβάντος αὐτῶι τοῦ χρησμοῦ͵ τὸ δὲ μαντεῖον ἔτι συμμένειν μεθεστηκὸς εἰς ἕτερον τόπον. τοιαῦτα μὲν οἱ πρὸ ἡμῶν ἐμυθολόγουν͵ νυνὶ δὲ τῆς μὲν ὕλης τῆς περὶ τὸν Ἄορνον κοπείσης ὑπὸ Ἀγρίππα͵ τῶν δὲ χωρίων κατοικοδομηθέντων͵ ἀπὸ δὲ τοῦ Ἀόρνου διώρυγος ὑπονόμου τμηθείσης μέχρι Κύμης͵ ἅπαντ΄ ἐκεῖνα ἐφάνη μῦθος͵ τοῦ Κοκκηίου τοῦ ποιήσαντος τὴν διώρυγα ἐκείνην τε καὶ ἐπὶ νέαν πόλιν ἐκ Δικαιαρχείας ἐπὶ ταῖς Βαίαις͵ ἐπακολουθήσαντός πως τῶι περὶ τῶν Κιμμερίων ἀρτίως λεχθέντι λόγωι͵ τυχὸν ἴσως καὶ πάτριον νομίσαντος τῶι τόπωι τούτωι δι΄ ὀρυγμάτων εἶναι τὰς ὁδούς.

4.6

Ὁ δὲ Λοκρῖνος κόλπος πλατύνεται μέχρι Βαιῶν͵ χώματι εἰργόμενος ἀπὸ τῆς ἔξω θαλάττης ὀκτασταδίωι τὸ μῆκος͵ πλάτος δὲ ἁμαξιτοῦ πλατείας͵ ὅ φασιν Ἡρακλέα διαχῶσαι τὰς βοῦς ἐλαύνοντα τὰς Γηρυόνου· δεχόμενον δ΄ ἐπιπολῆς τὸ κῦμα τοῖς χειμῶσιν ὥστε μὴ πεζεύεσθαι ῥαιδίως Ἀγρίππας ἐπεσκεύασεν. εἴσπλουν δ΄ ἔχει πλοίοις ἐλαφροῖς͵ ἐνορμίσασθαι μὲν ἄχρηστος͵ τῶν ὀστρέων δὲ θήραν ἔχων ἀφθονωτάτην. ἔνιοι δὲ τοῦτον αὐτὸν τὴν λίμνην εἶναι τὴν Ἀχερουσίαν φασίν͵ Ἀρτεμίδωρος δὲ αὐτὸν τὸν Ἄορνον. τὰς δὲ Βαίας ἐπωνύμους εἶναι λέγουσι Βαίου τῶν Ὀδυσσέως ἑταίρων τινός. ἑξῆς δ΄ εἰσὶν αἱ περὶ Δικαιάρχειαν ἀκταὶ καὶ αὐτὴ ἡ πόλις. ἦν δὲ πρότερον μὲν ἐπίνειον Κυμαίων ἐπ΄ ὀφρύος ἱδρυμένον͵ κατὰ δὲ τὴν Ἀννίβα στρατείαν συνώικισαν Ρωμαῖοι καὶ μετωνόμασαν Ποτιόλους ἀπὸ τῶν φρεάτων· οἱ δ΄ ἀπὸ τῆς δυσωδίας τῶν ὑδάτων· ἅπαν [γὰρ] τὸ χωρίον ἐκεῖ μέχρι Βαιῶν καὶ τῆς Κυμαίας θείου πλῆρές ἐστι καὶ πυρὸς καὶ θερμῶν ὑδάτων. τινὲς δὲ καὶ Φλέγραν διὰ τοῦτο τὴν Κυμαίαν νομίζουσι κληθῆναι͵ καὶ τῶν πεπτωκότων Γιγάντων τὰ κεραύνια τραύματα ἀναφέρειν τὰς τοιαύτας προχοὰς τοῦ πυρὸς καὶ τοῦ ὕδατος. ἡ δὲ πόλις ἐμπόριον γεγένηται μέγιστον͵ χειροποιήτους ἔχουσα ὅρμους διὰ τὴν εὐφυΐαν τῆς ἄμμου· σύμμετρος γάρ ἐστι τῆι τιτάνωι καὶ κόλλησιν ἰσχυρὰν καὶ πῆξιν λαμβάνει. διόπερ τῆι χάλικι καταμίξαντες τὴν ἀμμοκονίαν προβάλλουσι χώματα εἰς τὴν θάλατταν͵ καὶ κολποῦσι τὰς ἀναπεπταμένας ἠιόνας ὥστ΄ ἀσφαλῶς ἐνορμίζεσθαι τὰς μεγίστας ὁλκάδας. ὑπέρκειται δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορά͵ πεδίον περικεκλειμένον διαπύροις ὀφρύσι͵ καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρωμώδεις ἱκανῶς· τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ.

4.7

Μετὰ δὲ Δικαιάρχειάν ἐστι Νεάπολις Κυμαίων (ὕστερον δὲ καὶ Χαλκιδεῖς ἐπώικησαν καὶ Πιθηκουσσαίων τινὲς καὶ Ἀθηναίων͵ ὥστε καὶ Νεάπολις ἐκλήθη διὰ τοῦτο)͵ ὅπου δείκνυται μνῆμα τῶν Σειρήνων μιᾶς Παρθενόπης͵ καὶ ἀγὼν συντελεῖται γυμνικὸς κατὰ μαντείαν. ὕστερον δὲ Καμπανῶν τινας ἐδέξαντο συνοίκους διχοστατήσαντες͵ καὶ ἠναγκάσθησαν τοῖς ἐχθίστοις ὡς οἰκειοτάτοις χρήσασθαι͵ ἐπειδὴ τοὺς οἰκείους ἀλλοτρίους ἔσχον. μηνύει δὲ τὰ τῶν δημάρχων ὀνόματα τὰ μὲν πρῶτα Ἑλληνικὰ ὄντα͵ τὰ δ΄ ὕστερα τοῖς Ἑλληνικοῖς ἀναμὶξ τὰ Καμπανικά. πλεῖστα δ΄ ἴχνη τῆς Ἑλληνικῆς ἀγωγῆς ἐνταῦθα σώζεται͵ γυμνάσιά τε καὶ ἐφηβεῖα καὶ φρατρίαι καὶ ὀνόματα Ἑλληνικὰ καίπερ ὄντων Ρωμαίων. νυνὶ δὲ πεντετηρικὸς ἱερὸς ἀγὼν συντελεῖται παρ΄ αὐτοῖς μουσικός τε καὶ γυμνικὸς ἐπὶ πλείους ἡμέρας͵ ἐνάμιλλος τοῖς ἐπιφανεστάτοις τῶν κατὰ τὴν Ἑλλάδα. ἔστι δὲ καὶ ἐνθάδε διῶρυξ κρυπτή͵ τοῦ μεταξὺ ὄρους τῆς τε Δικαιαρχείας καὶ τῆς Νεαπόλεως ὑπεργασθέντος ὁμοίως ὥσπερ ἐπὶ τὴν Κύμην͵ ὁδοῦ τε ἀνοιχθείσης ἐναντίοις ζεύγεσι πορευτῆς ἐπὶ πολλοὺς σταδίους· τὰ δὲ φῶτα ἐκ τῆς ἐπιφανείας τοῦ ὄρους͵ πολλαχόθεν ἐκκοπεισῶν θυρίδων͵ διὰ βάθους πολλοῦ κατάγεται. ἔχει δὲ καὶ ἡ Νεάπολις θερμῶν ὑδάτων ἐκβολὰς καὶ κατασκευὰς λουτρῶν οὐ χείρους τῶν ἐν Βαίαις͵ πολὺ δὲ τῶι πλήθει λειπομένας· ἐκεῖ γὰρ ἄλλη πόλις γεγένηται͵ συνωικοδομημένων βασιλείων ἄλλων ἐπ΄ ἄλλοις͵ οὐκ ἐλάττων τῆς Δικαιαρχείας. ἐπιτείνουσι δὲ τὴν ἐν Νεαπόλει διαγωγὴν τὴν Ἑλληνικὴν οἱ ἐκ τῆς Ρώμης ἀναχωροῦντες δεῦρο ἡσυχίας χάριν τῶν ἀπὸ παιδείας ἐργασαμένων ἢ καὶ ἄλλων διὰ γῆρας ἢ ἀσθένειαν ποθούντων ἐν ἀνέσει ζῆν· καὶ τῶν Ρωμαίων δ΄ ἔνιοι χαίροντες τῶι βίωι τούτωι͵ θεωροῦντες τὸ πλῆθος τῶν ἀπὸ τῆς αὐτῆς ἀγωγῆς ἐπιδημούντων ἀνδρῶν͵ ἄσμενοι φιλοχωροῦσι καὶ ζῶσιν αὐτόθι.

4.8

Ἐχόμενον δὲ φρούριόν ἐστιν Ἡράκλειον ἐκκειμένην εἰς τὴν θάλατταν ἄκραν ἔχον͵ καταπνεομένην λιβὶ θαυμαστῶς ὥσθ΄ ὑγιεινὴν ποιεῖν τὴν κατοικίαν. Ὄσκοι δὲ εἶχον καὶ ταύτην καὶ τὴν ἐφεξῆς Πομπηίαν ἣν παραρρεῖ ὁ Σάρνος ποταμός͵ εἶτα Τυρρηνοὶ καὶ Πελασγοί͵ μετὰ ταῦτα δὲ Σαυνῖται· καὶ οὗτοι δ΄ ἐξέπεσον ἐκ τῶν τόπων. Νώλης δὲ καὶ Νουκερίας καὶ Ἀχερρῶν͵ ὁμωνύμου κατοικίας τῆς περὶ Κρέμωνα͵ ἐπίνειόν ἐστιν ἡ Πομπηία͵ παρὰ τῶι Σάρνωι ποταμῶι καὶ δεχομένωι τὰ φορτία καὶ ἐκπέμποντι. ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Ὀυέσουιον͵ ἀγροῖς περιοικούμενον παγκάλοις πλὴν τῆς κορυφῆς· αὕτη δ΄ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν͵ ἄκαρπος δ΄ ὅλη͵ ἐκ δὲ τῆς ὄψεως τεφρώδης͵ καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν͵ ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός͵ ὡς τεκμαίροιτ΄ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός͵ σβεσθῆναι δ΄ ἐπιλιπούσης τῆς ὕλης. τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλωι τοῦτ΄ αἴτιον͵ ὥσπερ ἐν τῆι Κατάνηι͵ φασί͵ τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς· πλεονάζουσα μὲν οὖν τῶι λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία͵ καθάπερ ἡ θειώδης πᾶσα͵ ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε. συνεχὲς δέ ἐστι τῆι Πομπηίαι τὸ Συρρεντὸν τῶν Καμπανῶν͵ ὅθεν πρόκειται τὸ Ἀθήναιον͵ ὅ τινες Σειρηνουσσῶν ἀκρωτήριον καλοῦσιν· ἔστι δὲ ἐπ΄ ἄκρωι μὲν Ἀθηνᾶς ἱερόν͵ ἵδρυμα Ὀδυσσέως. διάπλους δ΄ ἐνθένδε βραχὺς εἰς Καπρέας νῆσον. κάμψαντι δὲ τὴν ἄκραν νησῖδές εἰσιν ἔρημοι πετρώδεις ἃς καλοῦσι Σειρῆνας. ἐκ δὲ τοῦ πρὸς Συρρεντὸν μέρους ἱερόν τι δείκνυται καὶ ἀναθήματα παλαιὰ τιμώντων τῶν πλησίον [τὸν] τόπον. μέχρι μὲν δεῦρο ἔχει τέλος ὁ κόλπος ὁ κρατὴρ προσαγορευόμενος͵ ἀφοριζόμενος δυσὶν ἀκρωτηρίοις βλέπουσι πρὸς μεσημβρίαν͵ τῶι τε Μισηνῶι καὶ τῶι Ἀθηναίωι. ἅπας δ΄ ἐστὶ κατεσκευασμένος τοῦτο μὲν ταῖς πόλεσιν ἃς ἔφαμεν͵ τοῦτο δὲ ταῖς οἰκοδομίαις καὶ φυτείαις͵ αἳ μεταξὺ συνεχεῖς οὖσαι μιᾶς πόλεως ὄψιν παρέχονται.

4.9

Τοῦ μὲν οὖν Μισηνοῦ πρόκειται νῆσος ἡ Προχύτη͵ Πιθηκουσσῶν δ΄ ἔστιν ἀπόσπασμα. Πιθηκούσσας δ΄ Ἐρετριεῖς ὤικισαν καὶ Χαλκιδεῖς͵ εὐτυχήσαντες [δὲ] δι΄ εὐκαρπίαν καὶ διὰ τὰ χρυσεῖα ἐξέλιπον τὴν νῆσον κατὰ στάσιν͵ ὕστερον δὲ καὶ ὑπὸ σεισμῶν ἐξελαθέντες καὶ ἀναφυσημάτων πυρὸς καὶ θαλάττης καὶ θερμῶν ὑδάτων· ἔχει γὰρ τοιαύτας ἀποφορὰς ἡ νῆσος͵ ὑφ΄ ὧν καὶ οἱ πεμφθέντες παρὰ Ἱέρωνος τοῦ τυράννου τῶν Συρακοσίων ἐξέλιπον τὸ κατασκευασθὲν ὑφ΄ ἑαυτῶν τεῖχος καὶ τὴν νῆσον· ἐπελθόντες δὲ Νεαπολῖται κατέσχον. ἐντεῦθεν καὶ ὁ μῦθος ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῆι νήσωι ταύτηι͵ στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα͵ ἔστι δ΄ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ. πιθανώτερον δὲ Πίνδαρος εἴρηκεν ἐκ τῶν φαινομένων ὁρμηθείς͵ ὅτι πᾶς ὁ πόρος οὗτος ἀπὸ τῆς Κυμαίας ἀρξάμενος μέχρι τῆς Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας πρός τε ἀλλήλας καὶ πρὸς τὴν ἤπειρον. διόπερ ἥ τε Αἴτνη τοιαύτην ἔχειν δείκνυται φύσιν οἵαν ἱστοροῦσιν ἅπαντες͵ καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ τὴν Δικαιάρχειαν καὶ Νεάπολιν καὶ Βαίας χωρία καὶ αἱ Πιθηκοῦσσαι. ταῦτ΄ οὖν διανοηθεὶς τῶι παντὶ τόπωι τούτωι φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα «νῦν γε μὰν ταί θ΄ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ΄ αὐτοῦ πιέζει στέρνα λαχνάεντα». καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι͵ μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωπέα λόφον ἐν μέσηι τῆι νήσωι τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι ἐπὶ τὸ πέλαγος͵ τὸ δ΄ ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον͵ καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους͵ ἀναχωρήσασαν δὲ μετ΄ οὐ πολὺ ὑποστρέψαι καὶ τῆι παλιρροίαι κατακλύσαι τὴν νῆσον͵ καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῆι πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῆι ἠπείρωι φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν [ἄνω] Καμπανίαν. δοκεῖ δὲ τὰ θερμὰ ὕδατα ἐνταῦθα θεραπεύειν τοὺς λιθιῶντας. αἱ δὲ Καπρέαι δύο πολίχνας εἶχον τὸ παλαιόν͵ ὕστερον δὲ μίαν. Νεαπολῖται δὲ καὶ ταύτην κατέσχον͵ πολέμωι δὲ ἀποβαλόντες τὰς Πιθηκούσσας ἀπέλαβον πάλιν͵ δόντος αὐτοῖς Καίσαρος τοῦ Σεβαστοῦ͵ τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος. αἱ μὲν οὖν παράλιοι πόλεις τῶν Καμπανῶν καὶ αἱ προκείμεναι νῆσοι τοιαῦται.

4.10

Ἐν δὲ τῆι μεσογαίαι Καπύη μέν ἐστιν ἡ μητρόπολις͵ κεφαλὴ τῶι ὄντι κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος· τὰ γὰρ ἄλλα πολίχνια νομίζοιτ΄ ἂν κατὰ τὴν σύγκρισιν πλὴν Τεάνου Σιδικίνου· καὶ γὰρ αὕτη ἀξιόλογος. κεῖται δ΄ ἐπὶ τῆι ὁδῶι τῆι Ἀππίαι αὕτη τε καὶ τῶν ἄλλων αἱ ἐπὶ Βρεντέσιον ἄγουσαι ἀπ΄ αὐτῆς͵ Καλατία καὶ Καύδιον καὶ Βενεουεντόν· ἐπὶ δὲ Ρώμης Κασιλῖνον ἵδρυται ἐπὶ τῶι Ὀυουλτούρνωι ποταμῶι͵ ἐν ἧι πολιορκούμενοι Πραινεστίνων ἄνδρες τετταράκοντα καὶ πεντακόσιοι πρὸς ἀκμάζοντα Ἀννίβαν ἐπὶ τοσοῦτον ἀντέσχον͵ ὥσθ΄ ὑπὸ λιμοῦ διακοσίων δραχμῶν πραθέντος μυός͵ ὁ μὲν πωλήσας ἀπέθανεν͵ ἐσώθη δ΄ ὁ πριάμενος. ἰδὼν δ΄ αὐτοὺς πλησίον τοῦ τείχους σπείροντας γογγύλην ἐθαύμαζεν͵ ὡς ἔοικεν͵ ὁ Ἀννίβας τῆς μακροθυμίας͵ εἰ ἐλπίζοιεν τέως ἀνθέξειν ἕως τελεσφορήσειεν ἡ γογγύλη· καὶ δὴ περιγενέσθαι πάντας φασὶ πλὴν ἀνδρῶν ὀλίγων τῶν ἢ λιμῶι διαλυθέντων ἢ ἐν ταῖς μάχαις.

4.11

Πρὸς δὲ ταῖς ῥηθείσαις ἔτι καὶ αὗται Καμπαναὶ πόλεις εἰσὶν ὧν ἐμνήσθημεν πρότερον͵ Κάλης τε καὶ Τέανον Σιδικῖνον͵ ἃς διορίζουσιν αἱ δύο Τύχαι ἐφ΄ ἑκάτερα ἱδρυμέναι τῆς Λατίνης ὁδοῦ͵ καὶ ἔτι Σουέσσουλα καὶ Ἀτέλλα καὶ Νῶλα καὶ Νουκερία καὶ Ἀχέρραι καὶ Ἀβέλλα καὶ ἄλλαι ἔτι ἐλάττους τούτων κατοικίαι͵ ὧν ἐνίας Σαυνίτιδάς φασιν εἶναι. Σαυνῖται δὲ πρότερον μὲν καὶ μέχρι τῆς Λατίνης τῆς περὶ Ἀρδέαν ἐξοδίας ποιούμενοι͵ μετὰ δὲ ταῦτα αὐτὴν τὴν Καμπανίαν πορθοῦντες πολλὴν ἐκέκτηντο δύναμιν· καὶ γὰρ ἄλλως δεσποτικῶς ἄρχεσθαι μεμαθηκότες ταχὺ ὑπούργουν τοῖς προστάγμασι. νυνὶ δ΄ ἐκπεπόνηνται τελέως ὑπό τε ἄλλων καὶ τὸ τελευταῖον ὑπὸ Σύλλα τοῦ μοναρχήσαντος Ρωμαίων͵ ὃς ἐπειδὴ πολλαῖς μάχαις καταλύσας τὴν τῶν Ἰταλιωτῶν ἐπανάστασιν τούτους σχεδόν τι μόνους συμμένοντας ἑώρα καὶ ὁμοίως ὁρμῶντας͵ ὥστε καὶ ἐπ΄ αὐτὴν τὴν Ρώμην ἐλθεῖν͵ συνέστη πρὸ τοῦ τείχους αὐτοῖς͵ καὶ τοὺς μὲν ἐν τῆι μάχηι κατέκοψε κελεύσας μὴ ζωγρεῖν τοὺς δὲ ῥίψαντας τὰ ὅπλα͵ περὶ τρισχιλίους ἄνδρας ἢ τετρακισχιλίους φασίν͵ εἰς τὴν δημοσίαν ἔπαυλιν τὴν ἐν τῶι Κάμπωι καταγαγὼν εἷρξε· τρισὶ δὲ ὕστερον ἡμέραις ἐπιπέμψας στρατιώτας ἅπαντας ἀπέσφαξε͵ προγραφάς τε ποιούμενος οὐκ ἐπαύσατο πρὶν ἢ πάντας τοὺς ἐν ὀνόματι Σαυνιτῶν διέφθειρεν ἢ ἐκ τῆς Ἰταλίας ἐξέβαλε· πρὸς δὲ τοὺς αἰτιωμένους τὴν ἐπὶ τοσοῦτον ὀργὴν ἔφη καταμαθεῖν ἐκ τῆς πείρας͵ ὡς οὐδέποτ΄ ἂν εἰρήνην ἀγάγοι Ρωμαίων οὐδὲ εἷς͵ ἕως ἂν συμμένωσι καθ΄ ἑαυτοὺς Σαυνῖται. τοιγάρ τοι νυνὶ κῶμαι γεγόνασιν αἱ πόλεις· ἔνιαι δ΄ ἐκλελοίπασι τελέως͵ Βοιανὸν Αἰσερνία Πάννα Τελεσία συνεχὴς Ὀυενάφρωι καὶ ἄλλαι τοιαῦται͵ ὧν οὐδεμίαν ἄξιον ἡγεῖσθαι πόλιν· ἡμεῖς δ΄ ἐπέξιμεν μέχρι τοῦ μετρίου διὰ τὴν τῆς Ἰταλίας δόξαν καὶ δύναμιν. Βενεουεντὸν δ΄ ὅμως συνέστηκεν εὖ καὶ Ὀυενουσία.

4.12

Περὶ δὲ Σαυνιτῶν καὶ τοιοῦτός τις λόγος φέρεται͵ διότι πολεμοῦντες Σαβῖνοι πολὺν χρόνον πρὸς τοὺς Ὀμβρικοὺς εὔξαντο͵ καθάπερ τῶν Ἑλλήνων τινές͵ τὰ γενόμενα τῶι ἔτει τούτωι καθιερῶσαι͵ νικήσαντες δὲ τῶν γενομένων τὰ μὲν κατέθυσαν τὰ δὲ καθιέρωσαν· ἀφορίας δὲ γενηθείσης͵ εἶπέ τις ὡς ἐχρῆν καθιερῶσαι καὶ τὰ τέκνα. οἱ δ΄ ἐποίησαν τοῦτο καὶ τοὺς γενομένους τότε παῖδας Ἄρεως ἐπεφήμισαν͵ ἀνδρωθέντας δ΄ ἔστειλαν εἰς ἀποικίαν͵ ἡγήσατο δὲ ταῦρος· ἐν δὲ τῆι τῶν Ὀπικῶν κατευνασθέντος (ἐτύγχανον δὲ κωμηδὸν ζῶντες) ἐκβαλόντες ἐκείνους ἱδρύθησαν αὐτόθι καὶ τὸν ταῦρον ἐσφαγίασαν τῶι Ἄρει τῶι δόντι αὐτὸν ἡγεμόνα κατὰ τὴν τῶν μάντεων ἀπόφασιν. εἰκὸς δὲ διὰ τοῦτο καὶ Σαβέλλους αὐτοὺς ὑποκοριστικῶς ἀπὸ τῶν γονέων προσαγορευθῆναι͵ Σαμνίτας δ΄ ἀπ΄ ἄλλης αἰτίας͵ οὓς οἱ Ἕλληνες Σαυνίτας λέγουσι. τινὲς δὲ καὶ Λάκωνας συνοίκους αὐτοῖς γενέσθαι φασὶ καὶ διὰ τοῦτο καὶ φιλέλληνας ὑπάρξαι͵ τινὰς δὲ καὶ Πιτανάτας καλεῖσθαι. δοκεῖ δὲ καὶ Ταραντίνων πλάσμα τοῦτ΄ εἶναι͵ κολακευόντων ὁμόρους καὶ μέγα δυναμένους ἀνθρώπους καὶ ἅμα ἐξοικειουμένων͵ οἵ γε καὶ ὀκτὼ μυριάδας ἔστελλόν ποτε τῆς πεζῆς στρατιᾶς͵ ἱππέας δ΄ ὀκτακισχιλίους. φασὶ δὲ νόμον εἶναι παρὰ τοῖς Σαυνίταις καλὸν καὶ προτρεπτικὸν πρὸς ἀρετήν· οὐ γὰρ ἔξεστι διδόναι τὰς θυγατέρας οἷς ἂν ἐθέλωσιν͵ ἀλλὰ κρίνεσθαι κατὰ ἔτος δέκα μὲν παρθένους δέκα δὲ τῶν νέων τοὺς ἀρίστους καὶ τὰς ἀρίστας· τούτων τῶι πρώτωι τὴν πρώτην δίδοσθαι͵ τῶι δευτέρωι τὴν δευτέραν καὶ ἑξῆς οὕτως· ἐὰν δ΄ ὁ λαβὼν τὸ γέρας μεταβαλόμενος γένηται πονηρός͵ ἀτιμάζουσι καὶ ἀφαιροῦνται τὴν δοθεῖσαν. ἑξῆς δ΄ εἰσὶν Ἱρπῖνοι͵ καὐτοὶ Σαυνῖται· τοὔνομα δ΄ ἔσχον ἀπὸ τοῦ ἡγησαμένου λύκου τῆς ἀποικίας· ἵρπον γὰρ καλοῦσιν οἱ Σαυνῖται τὸν λύκον· συνάπτουσι δὲ Λευκανοῖς τοῖς μεσογαίοις. περὶ μὲν Σαυνιτῶν ταῦτα.

4.13

Καμπανοῖς δὲ συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπ΄ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν. ἐπὶ τοσοῦτον γὰρ ἐξετρύφησαν ὥστ΄ ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων͵ ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν [συν]δείπνων ἀξίαν. Ἀννίβα δ΄ ἐξ ἐνδόσεως λαβόντος αὐτούς͵ δεξάμενοι χειμαδίοις τὴν στρατιὰν οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς ὥσθ΄ ὁ Ἀννίβας ἔφη νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι͵ γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών. Ρωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς ἐσωφρόνισαν αὐτούς͵ ὕστατα δὲ καὶ κατεκληρούχησαν τὴν γῆν. νυνὶ μέντοι μετ΄ εὐπραγίας διάγουσι τοῖς ἐποίκοις ὁμονοήσαντες͵ καὶ τὸ ἀξίωμα φυλάττουσι τὸ ἀρχαῖον καὶ τῶι μεγέθει τῆς πόλεως καὶ κατ΄ εὐανδρίαν. μετὰ δὲ τὴν Καμπανίαν καὶ τὴν Σαυνῖτιν ἐπὶ μὲν τῆι Τυρρηνικῆι θαλάττηι τὸ τῶν Πικέντων ἔθνος οἰκεῖ͵ μικρὸν ἀπόσπασμα τῶν ἐν τῶι Ἀδρίαι Πικεντίνων͵ ὑπὸ Ρωμαίων μετωικισμένον εἰς τὸν Ποσειδωνιάτην κόλπον͵ ὃς νῦν Παιστανὸς καλεῖται͵ καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστός͵ ἐν μέσωι τῶι κόλπωι κειμένη. μεταξὺ δὲ τῶν Σειρηνουσσῶν καὶ τῆς Ποσειδωνίας Μαρκῖνα͵ Τυρρηνῶν κτίσμα οἰκούμενον ὑπὸ Σαυνιτῶν. ἐντεῦθεν εἰς Πομπηίαν διὰ Νουκερίας οὐ πλειόνων ἑκατὸν καὶ εἴκοσι σταδίων ἐστὶν ὁ ἰσθμός. διήκουσι δ΄ οἱ Πίκεντες μέχρι τοῦ Σιλάριδος ποταμοῦ τοῦ ὁρίζοντος ἀπὸ ταύτης τῆς χώρας τὴν ἀρχαίαν Ἰταλίαν͵ ἐφ΄ οὗ τοῦτ΄ ἴδιον ἱστοροῦσιν περὶ τοῦ ὕδατος ὄντος ποτίμου͵ τὸ καθιέμενον εἰς αὐτὸ φυτὸν ἀπολιθοῦσθαι φυλάττον τὴν χρόαν καὶ τὴν μορφήν. τῶν δὲ Πικέντων ὑπῆρχε μητρόπολις Πικεντία͵ νυνὶ δὲ κωμηδὸν ζῶσιν ἀπωσθέντες ὑπὸ Ρωμαίων διὰ τὴν πρὸς Ἀννίβαν κοινωνίαν· ἀντὶ δὲ στρατείας ἡμεροδρομεῖν καὶ γραμματοφορεῖν ἀπεδείχθησαν ἐν τῶι τότε δημοσίαι͵ καθάπερ καὶ Λευκανοὶ καὶ Βρέττιοι κατὰ τὰς αὐτὰς αἰτίας· ἐπετείχισαν δ΄ αὐτοῖς Σάλερνον Ρωμαῖοι φρουρᾶς χάριν μικρὸν ὑπὲρ τῆς θαλάττης· εἰσὶ δ΄ ἀπὸ Σειρηνουσσῶν ἐπὶ Σίλαριν στάδιοι διακόσιοι ἑξήκοντα.