Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον
ἀσκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
σακὸς δ᾽ εὐίερος περιδέδρομεν, ἀέναον δὲ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη,
ξουθαὶ δ᾽ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
εὔχε᾽ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ᾽ ἀνανεύσῃ,
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν. ἀίοι δ᾽ εὐμενέως ὁ θεός.
Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδύ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενος
ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.