Σελίδα:The Greek Anthology, Vol. 1.djvu/34

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
16.—Ἄλλο

Aὐτὴν ἐργοπόνοισιν ἐπιπνείουσαν ἀρωγὴν
εἶχεν Ἰουλιανὴ μάρτυρα νηοπόλον·
οὔποτε γὰρ τοῖόν τε τόσον τʼ εὐδαίδαλον ἔργον
ἤνυσεν, οὐρανίης ἔμπλεον ἀγλαΐης.

17.—Ἄλλο

Οὐκέτι θαυμάζεις προτέρων κλέος· οὐ διὰ τέχνης
εὖχος ἐν ὀψιγόνοις λίπον ἄσπετον, ὁσσάτιόν περ
κῦδος Ιουλιανῆς πινυτόφρονος, ἢ χάριν ἔργων
ἀρχεγόνων νίκησε νοήματα πάνσοφα φωτῶν.

18.—Εἰς Ἀκούβιτον. Εἰς Bαήν

Tῆς ἀγαθῆς ἀγαθὸς μὲν ἐγὼ κύκλος Ἀγαθονίκης
* * * * * * * *
ἄνθετο δʼ ἀχράντῳ μάρτυρί με Τροφίμῳ.

19.—ΚΛAYΔIANOΥ
Εἰς τὸν σωτῆρα

<poem>Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων, ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην, Χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή, πατρὸς ἀσημάντοιο θεοῦ πρωτόσπορε φωνή, ὃς μετὰ μητρῴων τοκετῶν ἐγκύμονα φόρτον καὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίων στήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν, ὄργια δʼ εἰδώλων κενεῶν ψσευδώνυμα λύσας, αἰθέρος ἀμφιβέβηκας ἐφʼ ἐπτάζωνον ὀχῆα, ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων· ἵλαθι, παγγενέταο θεοῦ πρεσβήϊον ὄμμα, φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων.