Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/52

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ

ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ’ ἀγκὰς ἄκοιτιν·
βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· 355
ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
«πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδει
Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα·
Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.» 360
Ὣς εἰπὼν ὃ μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων,
τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
«Ἀργεῖοι καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην
Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; 365
ἀλλ’ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ’ Ἀχιλλεὺς
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
κείνου δ’ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν.
ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 370
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
κρύψαντες, χερσίν τε τὰ μακρότατ’ ἔγχε’ ἑλόντες,
ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ’ ἔτι φημὶ
Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. 375
ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχει δ’ ὀλίγον σάκος ὤμῳ,
χείρονι φωτὶ δότω, ὃ δ’ ἐν ἀσπίδι μείζονι δύτω.»
Ὣς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ,
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· 380
οἰχόμενοι δ’ ἐπὶ πάντας ἀρήϊα τεύχε’ ἄμειβον·
ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκον.