Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/224

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
22. ΙΛΙΑΔΟΣ Χ

ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
οὔτ’ ἄρ’ ὁ τὸν δύναται ὑποφεύγειν οὔθ’ ὁ διώκειν· 200
ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς ἀλύξαι.
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, 205
οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 210
τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ,
ᾤχετο δ’ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
Πηλεΐωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 215
«νῦν δὴ νῶι ἔολπα, Διῒ φίλε φαίδιμ’ Ἀχιλλεῦ,
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας,
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 220
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοι
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.»
Ὣς φάτ’ Ἀθηναίη, ὁ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 225
ἡ δ’ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖον
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·