Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/22

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
τῷ δ’ ὁ γέρων Πρίαμος ὑπό τ’ ἔσχετο καὶ κατένευσε
δωσέμεναι· ὃ δὲ μάρναθ’ ὑποσχεσίῃσι πιθήσας.
Ἰδομενεὺς δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 370
καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ’ ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξε.
δούπησεν δὲ πεσών· ὁ δ’ ἐπεύξατο φώνησέν τε·
«Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων,
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ’ ὑπέστης 375
Δαρδανίδῃ Πριάμῳ· ὁ δ’ ὑπέσχετο θυγατέρα ἥν.
καί κέ τοι ἡμεῖς ταῦτά γ’ ὑποσχόμενοι τελέσαιμεν,
δοῖμεν δ’ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,
Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 380
ἀλλ’ ἕπε’, ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.»
Ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
ἥρως Ἰδομενεύς· τῷ δ’ Ἄσιος ἦλθ’ ἐπαμύντωρ
πεζὸς πρόσθ’ ἵππων· τὼ δὲ πνείοντε κατ’ ὤμων 385
αἰὲν ἔχ’ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
λαιμὸν ὑπ’ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωΐς,
ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρες 390
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
ὣς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,