Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/120

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17. ΙΛΙΑΔΟΣ Ρ

ὢ πόποι, ἦ τ’ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων,
τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες,
ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
οὔ τοι ἐγὼν ἔῤῥιγα μάχην οὐδὲ κτύπον ἵππων· 175
ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
ῥηϊδίως, ὁτὲ δ’ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
ἀλλ’ ἄγε δεῦρο πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον,
ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, 180
ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.»
Ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
«Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 185
ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.»
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
δηΐου ἐκ πολέμοιο· θέων δ’ ἐκίχανεν ἑταίρους
ὦκα μάλ’ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, 190
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
στὰς δ’ ἀπάνευθε μάχης πολυδακρύου ἔντε’ ἄμειβεν·
ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ’ ἄμβροτα τεύχεα δῦνε
Πηλεΐδεω Ἀχιλῆος, ἅ οἱ θεοὶ Οὐρανίωνες 195
πατρὶ φίλῳ ἔπορον· ὁ δ’ ἄρα ᾧ παιδὶ ὄπασσε
γηράς· ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
Τὸν δ’ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς