Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/223

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

(τοσαὐτὴ γάρ ἐστιν Βιθυνῶν Θρᾷκη) ἡμερῶν τριῶν. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Πόντου, ἕως [ἐπὶ] τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός ἐστιν ὁ πλοῦς, ὅ τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.

93. Μυσια. Μετὰ δὲ Θρᾷκην Μυσία ἔθνος. Ἔστι δὲ τὸ ἐπ᾽ ἀριστερᾷ τοῦ Ὀλβιανοῦ κόλπου ἐκπλέοντι εἰς τὸν Κιανὸν κόλπου μέχρι Κίου. Ἡ δὲ Μυσία ἀκτή ἐστι. Πόλεις δ᾽ ἐν αὐτῇ Ἑλληνίδες εἰσὶν αἵδε· Ὀλβία καὶ λιμήν, Καλλίπολις καὶ λιμήν, ἀκρωτήριον τοῦ Κιανοῦ κόλπου, καὶ ἐν ἀριστερᾷ Κίος πόλις καὶ Κίος ποταμός. Παράπλους δὲ τῆς Μυσίας εἰς Κίον ἡμέρας μιᾶς.

94. Φρυγια. Μετὰ δὲ Μυσίαν Φρυγία ἐστὶν ἔθνος, καὶ πόλεις Ἑλληνίδες αἵδε· Μύρλεια καὶ Ῥύνδακος ποταμὸς καὶ ἐπ᾽ αὐτῷ Βέσβικος νῆσος, καὶ πόλις Πλακία καὶ Κύζικος ἐν τῷ ἰσθμῷ ἐμφράττουσα τὸν ἰσθμόν, καὶ ἐντὸς τοῦ ἰσθμοῦ Ἀρτάκη. Κατὰ ταύτην νῆσός ἐστι καὶ πόλις Προκόννησος καὶ ἑτέρα νῆσος εὐλιμενος Ἑλαφόννησος· γεωργοῦσι δ᾽ αὐτὴν Προκοννήσιοι. Ἐν δὲ τῇ ἠπείρῳ πόλις ἐστὶ Πρίαπος, Πάριον, Λάμψακος, Περκώτη, Ἄβυδος, καὶ τὸ στόμα κατὰ Σηστὸν τῆς Προποντίδος τοῦτό ἐστι.

95. Τρωας. Ἐντεῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ αἵδε· Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κεʹ) καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. Καὶ νῆσος κατὰ