Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/222

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Σησαμὸς πόλις Ἑλληνίς καὶ Παρθένιος ποταμός, Τίειον πόλις Ἑλληνὶς καὶ λιμήν, Ψύλλα καὶ ποταμὸς Καλλίχορος.

91. Μαριανδυνοι. Μετὰ δὲ Παφλαγονίαν Μαριάνδυνοί εἰσιν ἔθνος. Ἐνταῦθα πόλις ἐστὶν Ἡράκλεια Ἑλληνίς, καὶ ποταμὸς Λύκος καὶ ἄλλος ποταμὸς Ὕπιος.

92. Βιθυνοι. Μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾶικες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς (οἰκοῦσι δὲ αὐτὴν Ἡρακλεῶται) καὶ ποταμὸς Ῥήβας. Εἶθ᾽ εὐθὺς ὁ πόρος καὶ τὸ προειρημένον ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μέτα τοῦτο πόλις Χαλκηδὼν ἔξω * Θρᾷκης, μεθ᾽ ἣν ὁ κόλπος ὁ Ὀλβιανός. Παράπλους ἀπὸ Μαριανδύνων μέχρι τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ὀλβιανοῦ