Μετάβαση στο περιεχόμενο

Πλούτος

Από Βικιθήκη


Πλοῦτος
Κωμῳδία



Καρίων

ὡς ἀργαλέον πρᾶγμ’ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθ’ ὁ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.5
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι10
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντ’ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν ἢ προσῆκ’ αὐτῷ ποιεῖν.
οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,15
οὗτος δ’ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτ’ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθ’ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς ὅ τι τῷδ’ ἀκολουθοῦμέν ποτε
ὦ δέσποτ’, ἀλλά σοι παρέξω πράγματα.20
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.

Χρεμύλος

μὰ Δί’ ἀλλ’ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.

Καρίων

λῆρος: οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτ’ ἐστὶν οὑτοσί:
εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.25

Χρεμύλος

ἀλλ’ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν:

Καρίων

οἶδά τοι.

Χρεμύλος

ἕτεροι δ’ ἐπλούτουν ἱερόσυλοι ῥήτορες30
καὶ συκοφάνται καὶ πονηροί:

Καρίων

πείθομαι.

Χρεμύλος

ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
τὸν δ’ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,35
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ’ αὐτὸ νομίσας συμφέρειν.

Καρίων

τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;

Χρεμύλος

πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί:40
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ’ ἔτι,
πείθειν δ’ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.

Καρίων

καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;

Χρεμύλος

τουτῳί.

Καρίων

εἶτ’ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ45
φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;

Χρεμύλος

τῷ τοῦτο κρίνεις;

Καρίων

δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ’, ὡς σφόδρ’ ἐστὶ συμφέρον
τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.50

Χρεμύλος

οὐκ ἔσθ’ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλ’ εἰς ἕτερόν τι μεῖζον. ἢν δ’ ἡμῖν φράσῃ
ὅστις ποτ’ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
πυθοιμεθ’ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.55

Καρίων

ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.

Πλοῦτος

ἐγὼ μὲν οἰμώζειν λέγω σοι.

Καρίων

μαναθάνεις
ὅς φησιν εἶναι;

Χρεμύλος

σοὶ λέγει τοῦτ’, οὐκ ἐμοί:
σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.60
ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.

Πλοῦτος

κλάειν ἔγωγέ σοι λέγω.

Καρίων

δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.

Χρεμύλος

οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
εἰ μὴ φράσεις γάρ—65

Καρίων

ἀπό σ’ ὀλῶ κακὸν κακῶς.

Χρεμύλος

ὦ τᾶν—

Πλοῦτος

ἀπαλλάχθητον ἀπ’ ἐμοῦ.

Χρεμύλος

πώμαλα.

Καρίων

καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ’ ὦ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν’ αὐτὸν καταλιπων
ἄπειμ’, ἵν’ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.70

Χρεμύλος

ἀλλ’ αἶρε ταχέως.

Πλοῦτος

μηδαμῶς.

Χρεμύλος

οὔκουν ἐρεῖς;

Πλοῦτος

ἀλλ’ ἢν πύθησθέ μ’ ὅστις εἴμ’, εὖ οἶδ’ ὅτι
κακόν τί μ’ ἐργάσεσθε κοὐκ ἀφήσετον.

Χρεμύλος

νὴ τοὺς θεοὺς ἡμεῖς γ’, ἐὰν βούλῃ γε σύ.

Πλοῦτος

μέθεσθε νῦν μου πρῶτον.75

Χρεμύλος

ἤν, μεθίεμεν.

Πλοῦτος

ἀκούετον δή: δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.

Χρεμύλος

ὦ μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτ’ ἐσίγας Πλοῦτος ὤν;

Καρίων

σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;80
ὦ Φοῖβ’ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;

Πλοῦτος

ναί.

Χρεμύλος

ἐκεῖνος αὐτός;

Πλοῦτος

αὐτότατος.

Χρεμύλος

πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;

Πλοῦτος

ἐκ Πατροκλέους ἔρχομαι,
ὃς οὐκ ἐλούσατ’ ἐξ ὅτουπερ ἐγένετο.85

Χρεμύλος

τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.

Πλοῦτος

ὁ Ζεύς με ταῦτ’ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ’ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
μόνους βαδιοίμην: ὁ δέ μ’ ἐποίησεν τυφλόν,90
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

Χρεμύλος

καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.

Πλοῦτος

ὁμολογῶ σοι.

Χρεμύλος

φέρε τί οὖν;
εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,95
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

Πλοῦτος

φήμ’ ἐγώ.

Χρεμύλος

ὡς τοὺς δικαίους δ’ ἂν βαδίζοις;

Πλοῦτος

πάνυ μὲν οὖν:
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.

Χρεμύλος

καὶ θαῦμά γ’ οὐδέν: οὐδ’ ἐγὼ γὰρ ὁ βλέπων.

Πλοῦτος

ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ’ ἐμοῦ.100

Χρεμύλος

μὰ Δί’ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.

Πλοῦτος

οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;

Χρεμύλος

καὶ σύ γ’ ἀντιβολῶ πιθοῦ,
καὶ μή μ’ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ
ζητῶν ἔτ’ ἄνδρα τοὺς τρόπους βελτίονα.105

Καρίων

μὰ τὸν Δί’ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.

Πλοῦτος

ταυτὶ λέγουσι πάντες: ἡνίκ’ ἂν δέ μου
τύχωσ’ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.

Χρεμύλος

ἔχει μὲν οὕτως, εἰσὶ δ’ οὐ πάντες κακοί.110

Πλοῦτος

μὰ Δί’ ἀλλ’ ἁπαξάπαντες.

Καρίων

οἰμώξει μακρά.

Χρεμύλος

σοὶ δ’ ὡς ἂν εἰδῇς ὅσα παρ’ ἡμῖν ἢν μένῃς
γενήσετ’ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ’ εἰρήσεται,
ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας115
βλέψαι ποιήσας.

Πλοῦτος

μηδαμῶς τοῦτ’ ἐργάσῃ.
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.

Χρεμύλος

τί φῄς;

Καρίων

ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.

Πλοῦτος

ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ’ ἔμ’ εἰ†
πύθοιτ’ ἂν ἐπιτρίψειε.120

Χρεμύλος

νῦν δ’ οὐ τοῦτο δρᾷ,
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;

Πλοῦτος

οὐκ οἶδ’: ἐγὼ δ’ ἐκεῖνον ὀρρωδῶ πάνυ.

Χρεμύλος

ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,125
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;

Πλοῦτος

ἆ μὴ λέγ’ ὦ πόνηρε ταῦτ’.

Χρεμύλος

ἔχ’ ἥσυχος.
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
μεῖζον δυνάμενον.

Πλοῦτος

ἐμὲ σύ;

Χρεμύλος

νὴ τὸν οὐρανόν.
αὐτίκα γὰρ ἄρχει διὰ τίν’ ὁ Ζεὺς τῶν θεῶν;130

Καρίων

διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ’ αὐτῷ.

Χρεμύλος

φέρε
τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ’;

Καρίων

ὁδί.

Χρεμύλος

θύουσι δ’ αὐτῷ διὰ τίν’; οὐ διὰ τουτονί;

Καρίων

καὶ νὴ Δί’ εὔχονταί γε πλουτεῖν ἄντικρυς.

Χρεμύλος

οὔκουν ὅδ’ ἐστὶν αἴτιος καὶ ῥᾳδίως135
παύσειεν, εἰ βούλοιτο, ταῦτ’ ἄν;

Πλοῦτος

ὅτι τί δή;

Χρεμύλος

ὅτι οὐδ’ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ’ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.

Πλοῦτος

πῶς;

Χρεμύλος

ὅπως;
οὐκ ἔσθ’ ὅπως
ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν140
αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.

Πλοῦτος

τί λέγεις; δι’ ἐμὲ θύουσιν αὐτῷ;

Χρεμύλος

φήμ’ ἐγώ.
καὶ νὴ Δί’ εἴ τί γ’ ἔστι λαμπρὸν καὶ καλὸν
ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.145
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ’ ὑπήκοα.

Καρίων

ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.

Χρεμύλος

καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας,
ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,150
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.

Καρίων

καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.

Χρεμύλος

οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ155
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.

Καρίων

τί δαί;

Χρεμύλος

ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.

Καρίων

αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.

Χρεμύλος

τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα160
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ’ ηὑρημένα.
ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος:

Καρίων

ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται:

Χρεμύλος

ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών:

Καρίων

ὁ δὲ λωποδυτεῖ γε νὴ Δί’, ὁ δὲ τοιχωρυχεῖ:165

Χρεμύλος

ὁ δὲ γναφεύει γ’:

Καρίων

ὁ δέ γε πλύνει κῴδια:

Χρεμύλος

ὁ δὲ βυρσοδεψεῖ γ’:

Καρίων

ὁ δέ γε πωλεῖ κρόμμυα:

Χρεμύλος

ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.

Πλοῦτος

οἴμοι τάλας ταυτί μ’ ἐλάνθανεν πάλαι.

Καρίων

μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;170

Χρεμύλος

ἐκκλησία δ’ οὐχὶ διὰ τοῦτον γίγνεται;

Καρίων

τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

Χρεμύλος

τὸ δ’ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

Καρίων

ὁ Πάμφιλος δ’ οὐχι διὰ τοῦτον κλαύσεται;

Χρεμύλος

ὁ βελονοπώλης δ’ οὐχὶ μετὰ τοῦ Παμφίλου;175

Καρίων

Ἀγύρριος δ’ οὐχὶ διὰ τοῦτον πέρδεται;

Χρεμύλος

Φιλέψιος δ’ οὐχ ἕνεκα σοῦ μύθους λέγει;

Καρίων

ἡ ξυμμαχία δ’ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

Χρεμύλος

ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

Καρίων

ὁ Τιμοθέου δὲ πύργος—180

Χρεμύλος

ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματ’ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ’ ὅτι.

Καρίων

κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
ἐφ’ οἷς οὗτος ἐπικαθέζηται μόνον.185

Πλοῦτος

ἐγὼ τοσαῦτα δυνατός εἰμ’ εἷς ὢν ποιεῖν;

Χρεμύλος

καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα:
ὥστ’ οὐδὲ μεστὸς σοῦ γέγον’ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
ἔρωτος190

Καρίων

ἄρτων

Χρεμύλος

μουσικῆς

Καρίων

τραγημάτων

Χρεμύλος

τιμῆς

Καρίων

πλακούντων

Χρεμύλος

ἀνδραγαθίας

Καρίων

ἰσχάδων

Χρεμύλος

φιλοτιμίας

Καρίων

μάζης

Χρεμύλος

στρατηγίας

Καρίων

φακῆς:

Χρεμύλος

σοῦ δ’ ἐγένετ’ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλ’ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα:195
κἂν ταῦτ’ ἀνύσηται, τετταράκοντα βούλεται,
ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.

Πλοῦτος

εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ:
πλὴν ἓν μόνον δέδοικα.

Χρεμύλος

φράζε τοῦ πέρι;

Πλοῦτος

ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε200
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

Χρεμύλος

νὴ τὸν Δί’ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθ’ ὁ Πλοῦτος.

Πλοῦτος

ἥκιστ’, ἀλλά με
τοιχωρύχος τις διέβαλ’. ἐσδὺς γάρ ποτε
οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,205
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα:
εἶτ’ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

Χρεμύλος

μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
βλέποντ’ ἀποδείξω σ’ ὀξύτερον τοῦ Λυγκέως.210

Πλοῦτος

πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

Χρεμύλος

ἔχω τιν’ ἀγαθὴν ἐλπίδ’ ἐξ ὧν εἶπέ μοι
ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

Πλοῦτος

κἀκεῖνος οὖν σύνοιδε ταῦτα;

Χρεμύλος

φήμ’ ἐγώ.

Πλοῦτος

ὁρᾶτε.215

Χρεμύλος

μὴ φρόντιζε μηδὲν ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτ’ ἴσθι, κεἰ δεῖ μ’ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.

Καρίων

κἂν βούλῃ γ’, ἐγώ.

Χρεμύλος

πολλοὶ δ’ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

Πλοῦτος

παπαῖ πονηρούς γ’ εἶπας ἡμῖν συμμάχους.220

Χρεμύλος

οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλ’ ἴθι σὺ μὲν ταχέως δραμών—

Καρίων

τί δρῶ; λέγε.

Χρεμύλος

τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ’ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν225
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.

Καρίων

καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.

Χρεμύλος

ἐμοὶ μελήσει τοῦτό γ’: ἀλλ’ ἀνύσας τρέχε.
σὺ δ’ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων230
εἴσω μετ’ ἐμοῦ δεῦρ’ εἴσιθ’: ἡ γὰρ οἰκία
αὕτη 'στὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.

Πλοῦτος

ἀλλ’ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
εἰς οἰκίαν ἑκάστοτ’ ἀλλοτρίαν πάνυ:235
ἀγαθὸν γὰρ ἀπέλαυσ’ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω:
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,240
ἔξαρνός ἐστι μηδ’ ἰδεῖν με πώποτε.
ἢν δ’ ὡς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζ’ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

Χρεμύλος

μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.245
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ’ ἀεί,
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ.
ἀλλ’ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,250
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.

Πλοῦτος

πείθομαι.

Χρεμύλος

τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

Καρίων

ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
ἴτ’ ἐγκονεῖτε σπεύδεθ’, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,255
ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ’ ἀμύνειν.

Χορός

οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δ’ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
ὅτου χάριν μ’ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.260

Καρίων

οὔκουν πάλαι δήπου λέγω; σὺ δ’ αὐτὸς οὐκ ἀκούεις.
ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

Χορός

ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ’ ὅ φησιν;

Καρίων

ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν’ ὦ πόνηροι265
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν:
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

Χορός

ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

Καρίων

πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ’ ἔχοντα σωρόν.270

Χορός

μῶν ἀξιοῖς φενακίσας ἔπειτ’ ἀπαλλαγῆναι
ἀζήμοις, καὶ ταῦτ’ ἐμοῦ βακτηρίαν ἔχοντος;

Καρίων

πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
ἡγεῖσθέ μ’ εἶναι κοὐδὲν ἂν νομίζεθ’ ὑγιὲς εἰπεῖν;

Χορός

ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν275
‘ἰοὺ ἰού,’ τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

Καρίων

ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δ’ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

Χορός

διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
ὅστις φενακίζεις, φράσαι δ’ οὔπω τέτληκας ἡμῖν,280
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρ’ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

Καρίων

ἀλλ’ οὐκέτ’ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.285

Χορός

ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

Καρίων

νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ’ ὄνου λάβητε.

Χορός

ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφ’ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ’ ἀληθῆ.

Καρίων

καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα290
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
ὑμᾶς ἄγειν. ἀλλ’ εἶα τέκεα θαμίν’ ἐπαναβοῶντες
βληχώμενοί τε προβατίων
αἰγῶν τε κιναβρώντων μέλη
ἕπεσθ’ ἀπεψωλημένοι: τράγοι δ’ ἀκρατιεῖσθε.295

Χορός

ἡμεῖς δέ γ’ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
πήραν ἔχοντα λάχανά τ’ ἄγρια δροσερά, κραιπαλῶντα
ἡγούμενον τοῖς προβατίοις,
εἰκῇ δὲ καταδαρθόντα που300
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.

Καρίων

ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ’ ἀνακυκῶσαν,
ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ’ ἐν Κορίνθῳ
ἔπεισεν ὡς ὄντας κάπρους
μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δ’ ἔματτεν αὐτοῖς,305
μιμήσομαι πάντας τρόπους:
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
ἕπεσθε μητρὶ χοῖροι.

Χορός

οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακ’ ἀνακυκῶσαν
καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους310
λαβόντες ὑπὸ φιληδίας
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
μινθώσομέν θ’ ὥσπερ τράγου
τὴν ῥῖνα: σὺ δ’ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
ἕπεσθε μητρὶ χοῖροι.315

Καρίων

ἀλλ’ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
ὑμεῖς ἐπ’ ἄλλ’ εἶδος τρέπεσθ’,
ἐγὼ δ’ ἰὼν ἤδη λάθρᾳ
βουλήσομαι τοῦ δεσπότου
λαβών τιν’ ἄρτον καὶ κρέας320
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.

Κομμάτιον Χοροῦ

Χρεμύλος

χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν:
ἀσπάζομαι δ’ ὁτιὴ προθύμως ἥκετε
καὶ συντεταμένως κοὐ κατεβλακευμένως.325
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

Χορός

θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ’ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
ὠστιζόμεσθ’ ἑκάστοτ’ ἐν τἠκκλησίᾳ,330
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

Χρεμύλος

καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα: δῆλος δ’ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

Βλεψίδημος

τί ἂν οὖν τὸ πρᾶγμ’ εἴη; πόθεν καὶ τίνι τρόπῳ335
Χρεμύλος πεπλούτηκ’ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γ’ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
ἔστιν δέ μοι τοῦτ’ αὐτὸ θαυμάσιον, ὅπως340
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμ’ ἐργάζεται.

Χρεμύλος

ἀλλ’ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς
ὦ Βλεψίδημ’ ἄμεινον ἢ χθὲς πράττομεν,
ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων.345

Βλεψίδημος

γέγονας δ’ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

Χρεμύλος

ἔσομαι μὲν οὖν αὐτίκα μάλ’, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.

Βλεψίδημος

ποῖός τις;

Χρεμύλος

οἷος;

Βλεψίδημος

λέγ’ ἀνύσας ὅ τι φῄς ποτε.

Χρεμύλος

ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί:350
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

Βλεψίδημος

τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μ’ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τ’ αὖ δεδοικέναι
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ’ εἰργασμένου.355

Χρεμύλος

πῶς οὐδὲν ὑγιές;

Βλεψίδημος

εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτ’ ἴσως σοι μεταμέλει.

Χρεμύλος

Ἄπολλον ἀποτρόπαιε μὰ Δί’ ἐγὼ μὲν οὔ.

Βλεψίδημος

παῦσαι φλυαρῶν ὦγάθ’: οῖδα γὰρ σαφῶς.360

Χρεμύλος

σὺ μηδὲν εἰς ἔμ’ ὑπονόει τοιουτονί.

Βλεψίδημος

φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλ’ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

Χρεμύλος

οὔ τοι μὰ τὴν Δήμητρ’ ὑγιαίνειν μοι δοκεῖς.

Βλεψίδημος

ὡς πολὺ μεθέστηχ’ ὧν πρότερον εἶχεν τρόπων.365

Χρεμύλος

μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.

Βλεψίδημος

ἀλλ’ οὐδὲ τὸ βλέμμ’ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλ’ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.

Χρεμύλος

σὺ μὲν οἶδ’ ὃ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος
ζητεῖς μεταλαβεῖν.370

Βλεψίδημος

μεταλαβεῖν ζητῶ; τίνος;

Χρεμύλος

τὸ δ’ ἐστὶν οὐ τοιοῦτον ἀλλ’ ἑτέρως ἔχον.

Βλεψίδημος

μῶν οὐ κέκλοφας ἀλλ’ ἥρπακας;

Χρεμύλος

κακοδαιμονᾷς.

Βλεψίδημος

ἀλλ’ οὐδὲ μὴν ἀπεστέρηκάς γ’ οὐδένα;

Χρεμύλος

ου’ δῆτ’ ἔγωγ’.

Βλεψίδημος

ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.375

Χρεμύλος

κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

Βλεψίδημος

ὦ τᾶν ἐγώ τοι τοῦτ’ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμ’ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

Χρεμύλος

καὶ μὴν φίλως γ’ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς380
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

Βλεψίδημος

ὁρῶ τιν’ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κου’ διοίσοντ’ ἄντικρυς
τῶν Ἡρακλειδῶν οὐδ’ ὁτιοῦν τῶν Παμφίλου.385

Χρεμύλος

οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποιήσω.

Βλεψίδημος

τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας;

Χρεμύλος

οἴμοι τῶν κακῶν,
ἀπολεῖς.390

Βλεψίδημος

σὺ μὲν οὖν σεαυτόν, ὥς γ’ ἐμοὶ δοκεῖς.

Χρεμύλος

ου’ δῆτ’, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
ἔχω.

Βλεψίδημος

σὺ Πλοῦτον; ποῖον;

Χρεμύλος

αὐτὸν τὸν θεόν.

Βλεψίδημος

καὶ ποῦ 'στιν;

Χρεμύλος

ἔνδον.

Βλεψίδημος

ποῦ;

Χρεμύλος

παρ’
ἐμοί.

Βλεψίδημος

παρὰ σοί;

Χρεμύλος

πάνυ.

Βλεψίδημος

οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;

Χρεμύλος

νὴ τοὺς θεούς.

Βλεψίδημος

λὲγεις ἀληθῆ;395

Χρεμύλος

φημί.

Βλεψίδημος

πρὸς τῆς Ἑστίας;

Χρεμύλος

νὴ τὸν Ποσειδῶ.

Βλεψίδημος

τὸν θαλάττιον λέγεις;

Χρεμύλος

εἰ δ’ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.

Βλεψίδημος

εἶτ’ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;

Χρεμύλος

οὐκ ἔστι πω τὰ πράγματ’ ἐν τούτῳ.

Βλεψίδημος

τί φῄς;
οὐ τῷ μεταδοῦναι;400

Χρεμύλος

μὰ Δία. δεῖ γὰρ πρῶτα

Βλεψίδημος

τί;

Χρεμύλος

βλέψαι ποιῆσαι νώ—

Βλεψίδημος

τίνα βλέψαι; φράσον.

Χρεμύλος

τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.

Βλεψίδημος

τυφλὸς γὰρ ὄντως ἐστί;

Χρεμύλος

νὴ τὸν οὐρανόν.

Βλεψίδημος

οὐκ ἐτὸς ἄρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε.

Χρεμύλος

ἀλλ’ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.405

Βλεψίδημος

οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;

Χρεμύλος

τίς δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστ’ οὔθ’ ἡ τέχνη.

Βλεψίδημος

σκοπῶμεν.

Χρεμύλος

ἀλλ’ οὐκ ἔστιν.

Βλεψίδημος

οὐδ ἐμοὶ δοκεῖ.

Χρεμύλος

μὰ Δί’ ἀλλ’ ὅπερ πάλαι παρεσκευαζόμην410
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι.

Βλεψίδημος

πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
μή νυν διάτριβ’ ἀλλ’ ἄνυε πράττων ἕν γέ τι.

Χρεμύλος

καὶ δὴ βαδίζω.

Βλεψίδημος

σπεῦδέ νυν.

Χρεμύλος

τοῦτ’ αὐτὸ δρῶ.

Πενία

ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον415
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;

Βλεψίδημος

Ἡράκλεις.

Πενία

ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς:
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
ἀλλ’ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε420
οὔτε θεὸς οὔτ’ ἄνθρωπος: ὥστ’ ἀπολώλατον.

Χρεμύλος

σὺ δ’ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.

Βλεψίδημος

ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας:
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.

Χρεμύλος

ἀλλ’ οὐκ ἔχει γὰρ δᾷδας.425

Βλεψίδημος

οὐκοῦν κλαύσεται.

Πενία

ὄιεσθε δ’ εἶναι τίνα με;

Χρεμύλος

πανδοκεύτριαν
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.

Πενία

ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;430

Χρεμύλος

οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
ἀλλ’ ἥτις εἶ λέγειν σ’ ἐχρῆν αὐτίκα μάλα.

Πενία

ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
ἀνθ’ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ’ ἀφανίσαι.

Βλεψίδημος

ἆρ’ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,435
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;

Πενία

Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ’ ἔτη.

Βλεψίδημος

ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;

Χρεμύλος

οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον:
οὐ παραμενεῖς;440

Βλεψίδημος

ἥκιστα πάντων.

Χρεμύλος

οὐ μενεῖς;
ἀλλ’ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;

Βλεψίδημος

Πενία γάρ ἐστιν ὦ πόνηρ’, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.

Χρεμύλος

στῆθ’, ἀντιβολῶ σε, στῆθι.

Βλεψίδημος

μὰ Δί’ ἐγὼ μὲν οὔ.

Χρεμύλος

καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ445
ἔργων ἁπάντων ἐργασόμεθ’, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

Βλεψίδημος

ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
ποῖον γὰρ οὐ θώρακα, ποίαν δ’ ἀσπίδα450
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;

Χρεμύλος

θάρρει: μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ’ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

Πενία

γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
ἐπ’ αὐτοφώρῳ δεινὰ δρῶντ’ εἰλημμένω;455

Χρεμύλος

σὺ δ’ ὦ κάκιστ’ ἀπολουμένη τί λοιδορεῖ
ἡμῖν προσελθοῦσ’ οὐδ’ ὁτιοῦν ἀδικουμένη;

Πενία

οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
βλέψαι πάλιν;460

Χρεμύλος

τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν;

Πενία

τί δ’ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ’;

Χρεμύλος

ὅ τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.

Πενία

ἔμ’ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;465

Χρεμύλος

ὅ τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.

Πενία

καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ: κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
ὑμῖν δι’ ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή,470
ποιεῖτον ἤδη τοῦθ’ ὅ τι ἂν ὑμῖν δοκῇ.

Χρεμύλος

ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;

Πενία

καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθ’ ἁμαρτάνοντά σ’ ἀποδείξειν ἐγώ,
εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.475

Χρεμύλος

ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;

Πενία

οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.

Χρεμύλος

καὶ τίς δύναιτ’ ἂν μὴ βοᾶν ‘ἰοὺ ἰοὺ’
τοιαῦτ’ ἀκούων;

Πενία

ὅστις ἐστὶν εὖ φρονῶν.

Χρεμύλος

τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ,480
ἐὰν ἁλῷς;

Πενία

ὅ τι σοι δοκεῖ.

Χρεμύλος

καλῶς λέγεις.

Πενία

τὸ γὰρ αὔτ’, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.

Χρεμύλος

ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;

Βλεψίδημος

ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.

Πενία

οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ’, ἢ τί γ’ ἂν485
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

Χορός

ἀλλ’ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ’ ἐνδώσετε μηδέν.

Χρεμύλος

φανερὸν μὲν ἔγωγ’ οἶμαι γνῶναι τοῦτ’ εἶναι πᾶσιν ὁμοίως,
ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,490
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,495
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ’ ἄμεινον;

Βλεψίδημος

οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ’ ἀνερώτα.

Χρεμύλος

ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,500
τίς ἂν οὐχ ἡγοῖτ’ εἶναι μανίαν κακοδαιμονίαν τ’ ἔτι μᾶλλον;
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ’ ὄντες πάνυ χρηστοὶ
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
οὔκουν εἶναί φημ’, εἰ παύσει ταύτην βλέψας ποθ’ ὁ Πλοῦτος,505
ὁδὸν ἥντιν’ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ’ ἄν μείζω πορίσειεν.

Πενία

ἀλλ’ ὦ πάντων ῥᾷστ’ ἀνθρώπων ἀναπεισθέντ’ οὐχ ὑγιαίνειν
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
εἰ τοῦτο γένοιθ’ ὃ ποθεῖθ’ ὑμεῖς, οὔ φημ’ ἂν λυσιτελεῖν σφῷν.
εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ’ ἴσον αὑτόν,510
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ’ ἂν σοφίαν μελετῴη
οὐδείς: ἀμφοῖν δ’ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,
ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,515
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;

Χρεμύλος

λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ’ ὅσα νῦν δὴ κατέλεξας
οἱ θεράποντες μοχθήσουσιν.

Πενία

πόθεν οὖν ἕξεις θεράποντας;

Χρεμύλος

ὠνησόμεθ’ ἀργυρίου δήπου.

Πενία

τίς δ’ ἔσται πρῶτον ὁ πωλῶν,
ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;520

Χρεμύλος

κερδαίνειν βουλόμενός τις
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.

Πενία

ἀλλ’ οὐδ’ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ’ ἀνδραποδιστὴς
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
ὥστ’ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν525
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

Χρεμύλος

ἐς κεφαλὴν σοί.

Πενία

ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
οὔτ’ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.530
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
παρ’ ἐμοῦ δ’ ἔστιν ταῦτ’ εὔπορα πάνθ’ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ
τὸν χειροτέχνην ὥσπερ δέσποιν’ ἐπαναγκάζουσα κάθημαι
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.

Χρεμύλος

σὺ γὰρ ἂν πορίσαι τί δύναι’ ἀγαθὸν φῴδων ἐκ βαλανείου535
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι:δίων κολοσυρτόν;
φθειρῶν τ’ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
ἐπεγείρουσαι καὶ φράζουσαι, ‘πεινήσεις, ἀλλ’ ἐπανίστω.’
πρὸς δέ γε τούτοις ἀνθ’ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης540
στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει:
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ’ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ’ ἰσχνῶν ῥαφανίδων,
ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας545
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σ’ αἴτιον οὖσαν;

Πενία

σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ’ ὑπεκρούσω.

Χρεμύλος

οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.

Πενία

ὑμεῖς γ’ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.550
ἀλλ’ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί’, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα:
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
περιγίγνεσθαι δ’ αὐτῷ μηδέν, μὴ μέντοι μηδ’ ἐπιλείπειν.

Χρεμύλος

ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,555
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.

Πενία

σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,560
παρ’ ἐμοὶ δ’ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.

Χρεμύλος

ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.

Πενία

περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετ’ ἐμοῦ, τοῦ Πλούτου δ’ ἐστὶι ὑβρίζειν.

Χρεμύλος

πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.565

Βλεψίδημος

†νὴ τὸν Δί’, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†

Πενία

σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
πλουτήσαντες δ’ ἀπὸ τῶν κοινῶν παραχρῆμ’ ἄδικοι γεγένηνται,
ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.570

Χρεμύλος

ἀλλ’ οὐ ψεύδει τούτων γ’ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
ἀτὰρ οὐχ ἧττόν γ’ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
ὁτιὴ ζητεῖς τοῦτ’ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
Πενία Πλούτου.

Πενία

καὶ σύ γ’ ἐλέγξαι μ’ οὔπω δύνασαι περὶ τούτου,
ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.575

Χρεμύλος

καὶ πῶς φεύγουσί σ’ ἅπαντες;

Πενία

ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ’ ἔστι μάλιστα
ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ’ ἐστὶ δίκαιον.

Χρεμύλος

τὸν Δία φήσεις ἆρ’ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον:
κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.580

Βλεψίδημος

ταύτην δ’ ἡμῖν ἀποπέμπει.

Πενία

ἀλλ’ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ’ ἤδη φανερῶς σε διδάξω.
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι’ ἔτους πέμπτου ξυναγείρει,
ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας585
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

Χρεμύλος

οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος:
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ’ ἑαυτῷ.

Πενία

πολὺ τῆς Πενίας πρᾶγμ’ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,590
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ’ οὑτωσὶ καὶ φιλοκερδής.

Χρεμύλος

ἀλλὰ σέ γ’ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

Πενία

τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ’ ἔστ’ ἀγάθ’ ὑμῖν
διὰ τὴν Πενίαν.

Χρεμύλος

παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη595
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν’ ἀποπέμπειν,
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

Χρεμύλος

ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
ἔτι μηδ’ ὁτιοῦν.
οὐ γὰρ πείσεις, οὐδ’ ἢν πείσῃς.600

Πενία

ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει.

Χρεμύλος

Παύσωνα κάλει τὸν ξύσσιτον.

Πενία

τί πάθω τλήμων;

Χρεμύλος

ἔρρ’ ἐς κόρακας θᾶττον ἀφ’ ἡμῶν.

Πενία

εἶμι δὲ ποῖ γῆς;605

Χρεμύλος

ἐς τὸν κύφων’: ἀλλ’ οὐ μέλλειν
χρῆν σ’, ἀλλ’ ἀνύειν.

Πενία

ἦ μὴν ὑμεῖς γ’ ἔτι μ’ ἐνταυθοῖ
μεταπέμψεσθον.

Χρεμύλος

τότε νοστήσεις: νῦν δὲ φθείρου.610
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
σὲ δ’ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

Βλεψίδημος

νὴ Δί’ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
εὐωχεῖσθαι μετὰ τῶν παίδων
τῆς τε γυναικός, καὶ λουσάμενος615
λιπαρὸς χωρῶν ἐκ βαλανείου
τῶν χειροτεχνῶν
καὶ τῆς Πενίας καταπαρδεῖν.

Χρεμύλος

αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
ἐγὼ δὲ καὶ σύ γ’ ὡς τάχιοτα τὸν θεὸν620
ἐγκατακλινοῦντ’ ἄγωμεν εἰς Ἀσκληπιοῦ.

Βλεψίδημος

καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.

Χρεμύλος

παῖ Καρίων τὰ στρώματ’ ἐκφέρειν σ’ ἐχρῆν
αὐτόν τ’ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,625
καὶ τἄλλ’ ὅσ’ ἐστὶν ἔνδον ηὐτρεπισμένα.

Κομμάτιον Χοροῦ

Καρίων

ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
γέροντες ἄνδρες ἐπ’ ὀλιγίστοις ἀλφίτοις,
ὡς εὐτυχεῖθ’, ὡς μακαρίως πεπράγατε,
ἄλλοι θ’ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.630

Χορός

τί δ’ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

Καρίων

ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
μᾶλλον δ’ ὁ Πλοῦτος αὐτός: ἀντὶ γὰρ τυφλοῦ
ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,635
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

Χορός

λέγεις μοι χαράν, λέγεις μοι βοάν.

Καρίων

πάρεστι χαίρειν, ἤν τε βούλησθ’ ἤν τε μή.

Χορός

ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.640

Γυνή

τίς ἡ βοή ποτ’ ἐστίν; ἆρ’ ἀγγέλλεται
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ’ ἐγὼ πάλαι
ἔνδον κάθημαι περιμένουσα τουτονί.

Καρίων

ταχέως ταχέως φέρ’ οἶνον ὦ δέσποιν’, ἵνα
καὐτὴ πίῃς: φιλεῖς δὲ δρῶσ’ αὐτὸ σφόδρα:645
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

Γυνή

καὶ ποῦ στιν;

Καρίων

ἐν τοῖς λεγομένοις εἴσει τάχα.

Γυνή

πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.

Καρίων

ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ.650

Γυνή

μὴ δῆτ’ ἔμοιγ’ ἐς τὴν κεφαλήν.

Καρίων

μὴ τἀγαθὰ
ἃ νῦν γεγένηται;

Γυνή

μὴ μὲν οὖν τὰ πράγματα.

Καρίων

ὡς γὰρ τάχιστ’ ἀφικόμεθα πρὸς τὸν θεὸν
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
νῦν δ’ εἴ τιν’ ἄλλον μακάριον κεὐδαίμονα,655
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
ἔπειτ’ ἐλοῦμεν.

Γυνή

νὴ Δί’ εὐδαίμων ἄρ’ ἦν
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

Καρίων

ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα660
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν:
ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο.

Γυνή

ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

Καρίων

εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,665
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν:
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου670
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
ἐφ’ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.675
ἔπειτ’ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
εἴ που πόπανον εἴη τι καταλελειμμένον:680
ἔπειτα ταῦθ’ ἥγιζεν ἐς σάκταν τινά.
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.

Γυνή

ταλάντατ’ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;

Καρίων

νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με685
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα:
ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
τὸ γρᾴδιον δ’ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
ἄρασ’ ὑφῄρει: κᾆτα συρίξας ἐγὼ
ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.690
ἡ δ’ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
κατέκειτο δ’ αὑτὴν ἐντυλίξασ’ ἡσυχῇ
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
κἀγὼ τότ’ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων:
ἔπειτ’ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.695

Γυνή

ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

Καρίων

οὐδέπω.
μετὰ τοῦτο δ’ ἤδη καὶ γέλοιον δῆτά τι
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.

Γυνή

ἦ πού σε διὰ τοῦτ’ εὐθὺς ἐβδελύττετο.700

Καρίων

οὔκ, ἀλλ’ Ἰασὼ μέν τις ἀκολουθοῦσ’ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκει’ ἀπεστράφη
τὴν ῥῖν’ ἐπιλαβοῦσ’: οὐ λιβανωτὸν γὰρ βδέω.

Γυνή

αὐτὸς δ’ ἐκεῖνος;

Καρίων

οὐ μὰ Δί’ οὐδ’ ἐφρόντισεν.

Γυνή

λέγεις ἄγροικον ἄρα σύ γ’ εἶναι τὸν θεόν.705

Καρίων

μὰ Δί’ οὐκ ἔγωγ’, ἀλλὰ σκατοφάγον.

Γυνή

αἲ τάλαν.

Καρίων

μετὰ ταῦτ’ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δ’ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον710
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

Γυνή

λίθινον;

Καρίων

μὰ Δί’ οὐ δῆτ’ οὐχὶ τό γε κιβώτιον.

Γυνή

σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ’ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς;

Καρίων

διὰ τοῦ τριβωνίου:
ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.715
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ’ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
καὶ σχῖνον: εἶτ’ ὄξει διέμενος Σφηττίῳ720
κατέπλασεν αὐτοῦ τὰ βλέφαρ’ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγ’ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη:
‘ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
ἵν’ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.’725

Γυνή

ὡς φιλόπολίς τίς ἐσθ’ ὁ δαίμων καὶ σοφός.

Καρίων

μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ730
κατεπέτασ’ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον: εἶθ’ ὁ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντ’ ἐκ τοῦ νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.

Γυνή

ὦ φίλοι θεοί.

Καρίων

τούτω δ’ ὑπὸ τὴν φοινικίδ’ ὑποδύνθ’ ἡσυχῇ735
τὰ βλέφαρα περιέλειχον, ὥς γ’ ἐμοὶ δοκεῖ:
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
ὁ Πλοῦτος ὦ δέσποιν’ ἀνειστήκει βλέπων:
ἐγὼ δὲ τὼ χεῖρ’ ἀνεκρότησ’ ὑφ’ ἡδονῆς
τὸν δεσπότην τ’ ἤγειρον. ὁ θεὸς δ’ εὐθέως740
ἠφάνισεν αὑτὸν οἵ τ’ ὄφεις ἐς τὸν νεών.
οἱ δ’ ἐγκατακείμενοι παρ’ αὐτῷ πῶς δοκεῖς
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ’ ὅλην
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
ἐγὼ δ’ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,745
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.

Γυνή

ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
ἀτὰρ φράσον μοι, ποῦ’ σθ’ ὁ Πλοῦτος;

Καρίων

ἔρχεται.
ἀλλ’ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.750
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
ἐδεξιοῦνθ’ ἅπαντες ὑπὸ τῆς ἡδονῆς:
ὅσοι δ’ ἐπλούτουν οὐσίαν τ’ εἶχον συχνὴν
οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,755
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ’ ἅμα.
οἱ δ’ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
ἀλλ’ εἶ’ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου760
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε:
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
ὡς ἄλφιτ’ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

Γυνή

νὴ τὴν Ἑκάτην κἀγὼ δ’ ἀναδῆσαι βούλομαι
εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ765
τοιαῦτ’ ἀπαγγείλαντα.

Καρίων

μή νυν μέλλ’ ἔτι,
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

Γυνή

φέρε νυν ἰοῦσ’ εἴσω κομίσω καταχύσματα
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

Καρίων

ἐγὼ δ’ ἀπαντῆσαί γ’ ἐκείνοις βούλομαι.770

Κομμάτιον Χοροῦ

Πλοῦτος

καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος ἥ μ’ ἐδέξατο.
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
οἵοις ἄρ’ ἀνθρώποις ξυνὼν ἐλάνθανον,775
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
ἔφευγον, εἰδὼς οὐδέν: ὦ τλήμων ἐγώ,
ὡς οὔτ’ ἐκεῖν’ ἄρ’ οὔτε ταῦτ’ ὀρθῶς ἔδρων:
ἀλλ’ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι780
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

Χρεμύλος

βάλλ’ ἐς κόρακας: ὡς χαλεπόν εἰσιν οἱ φίλοι
οἱ φαινόμενοι παραχρῆμ’ ὅταν πράττῃ τις εὖ.
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.785
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

Γυνή

ὦ φίλτατ’ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
ταυτὶ καταχέω σου λαβοῦσα.790

Πλοῦτος

μηδαμῶς.
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.

Γυνή

εἶτ’ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

Πλοῦτος

ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος:795
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
προβαλόντ’ ἐπὶ τούτοις εἶτ’ ἀναγκάζειν γελᾶν.

Γυνή

εὖ πάνυ λέγεις: ὡς Δεξίνικός γ’ οὑτοσὶ800
ἀνίσταθ’ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

Κομμάτιον Χοροῦ

Καρίων

ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ’ εὐδαιμόνως,
καὶ ταῦτα μηδὲν ἐξενεγκόντ’ οἴκοθεν.
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.805
οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.
ἡ μὲν σιπύη μεστή 'στι λευκῶν ἀλφίτων,
οἱ δ’ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
ἅπαντα δ’ ἡμῖν ἀργυρίου καὶ χρυσίου
τὰ σκευάρια πλήρη 'στίν, ὥστε θαυμάσαι.
τὸ φρέαρ δ’ ἐλαίου μεστόν: αἱ δὲ λήκυθοι810
μύρου γέμουσι, τὸ δ’ ὑπερῷον ἰσχάδων.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν.
ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.815
στατῆρσι δ’ οἱ θεράποντες ἀρτιάζομεν
χρυσοῖς: ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι,
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος:820
ἐμὲ δ’ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.

Δίκαιος

ἕπου μετ’ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν.

Καρίων

ἔα τίς ἔσθ’ ὁ προσιὼν οὑτοσί;

Δίκαιος

ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ’ εὐτυχής.825

Καρίων

δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

Δίκαιος

μάλιστ’.

Καρίων

ἔπειτα τοῦ δέει;

Δίκαιος

πρὸς τὸν θεὸν
ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,830
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

Καρίων

ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

Δίκαιος

κομιδῇ μὲν οὖν.

Καρίων

οὐκοῦν μετὰ ταῦτ’ ἦσθ’ ἄθλιος.

Δίκαιος

κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
εὐηργέτησα δεομένους ἕξειν φίλους835
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ:
οἱ δ’ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ’ ἔτι.

Καρίων

καὶ κατεγέλων δ’ εὖ οἶδ’ ὅτι.

Δίκαιος

κομιδῇ μὲν οὖν:
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ’ ἀπώλεσεν.

Καρίων

ἀλλ’ οὐχὶ νῦν.840

Δίκαιος

ἀνθ’ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

Καρίων

τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

Δίκαιος

καὶ τοῦτ’ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

Καρίων

μῶν οὖν ἐμυήθης δῆτ’ ἐν αὐτῷ τὰ μεγάλα;845

Δίκαιος

οὐκ ἀλλ’ ἐνερρίγωσ’ ἔτη τριακαίδεκα.

Καρίων

τὰ δ’ ἐμβάδια;

Δίκαιος

καὶ ταῦτα συνεχειμάζετο.

Καρίων

καὶ ταῦτ’ ἀναθήσων ἔφερες οὖν;

Δίκαιος

νὴ τὸν Δία.

Καρίων

χαρίεντά γ’ ἥκεις δῶρα τῷ θεῷ φέρων.

Συκοφάντης

οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,850
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

Καρίων

Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
τί ποτ’ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;855

Συκοφάντης

οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ 'λλίπωσιν αἱ δίκαι;

Δίκαιος

ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.860
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δ’ εἶναι τοῦ πονηροῦ κόμματος.

Καρίων

νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

Συκοφάντης

ποῦ ποῦ 'σθ’ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,865
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

Καρίων

καὶ τίνα δέδρακε δῆτα τοῦτ’;

Συκοφάντης

ἐμὲ τουτονί.

Καρίων

ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων;

Συκοφάντης

μὰ Δί’ οὐ μὲν οὖν ἔσθ’ ὑγιὲς ὑμῶν οὐδενός,870
κοὐκ ἔσθ’ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

Καρίων

ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.

Συκοφάντης

σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις:
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ’ ἐκεῖ στρεβλούμενον875
εἰπεῖν ἃ πεπανούργηκας.

Καρίων

οἰμώξἄρα σύ.

Δίκαιος

νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ’ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ’ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

Συκοφάντης

οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς;880
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δ’ ἔχοντ’ εἶδόν σ’ ἐγὼ τριβώνιον.

Δίκαιος

οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς.

Καρίων

† ἀλλ’ οὐκ ἔνεστι συκοφάντου δήγματος.†885

Συκοφάντης

ἆρ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδ’ οὐκ εἰρήκατον.
οὐκ ἐπ’ ἀγαθῷ γὰρ ἐνθάδ’ ἐστὸν οὐδενί.

Δίκαιος

μὰ τὸν Δί’ οὔκουν τῷ γε σῷ, σάφ’ ἴσθ’ ὅτι.

Συκοφάντης

ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.890

Καρίων

ὡς δὴ 'π’ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γ’ ἐμπλήμενος.

Συκοφάντης

ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.895

Καρίων

κακόδαιμον ὀσφραίνει τι;

Δίκαιος

τοῦ ψύχους γ’ ἴσως
ἐπεὶ τοιοῦτόν γ’ ἀμπέχεται τριβώνιον.

Συκοφάντης

ταῦτ’ οὖν ἀνασχέτ’ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμ’; οἴμ’ ὡς ἄχθομαι
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.900

Δίκαιος

σὺ φιλόπολις καὶ χρηστός;

Συκοφάντης

ὡς οὐδείς γ’ ἀνήρ.

Δίκαιος

καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

Συκοφάντης

τὸ τί;

Δίκαιος

γεωργὸς εἶ;

Συκοφάντης

μελαγχολᾶν μ’ οὕτως οἴει;

Δίκαιος

ἀλλ’ ἔμπορος;

Συκοφάντης

ναί, σκήπτομαί γ’, ὅταν τύχω.

Δίκαιος

τί δαί; τέχνην τιν’ ἔμαθες;905

Συκοφάντης

οὐ μὰ τὸν Δία.

Δίκαιος

πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

Συκοφάντης

τῶν τῆς πόλεώς εἰμ’ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων.

Δίκαιος

σύ; τί μαθών;

Συκοφάντης

βούλομαι.

Δίκαιος

πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
εἴ σοι προσῆκον μηδὲν εἶτ’ ἀπεχθάνει;910

Συκοφάντης

οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν ὦ κέπφε καθ’ ὅσον ἂν σθένω;

Δίκαιος

εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

Συκοφάντης

τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
καὶ μὴ 'πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.915

Δίκαιος

οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
ἄρχειν καθίστησιν;

Συκοφάντης

κατηγορεῖ δὲ τίς;

Δίκαιος

ὁ βουλόμενος.

Συκοφάντης

οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγώ,
ὥστ’ εἰς ἔμ’ ἥκει τῆς πόλεως τὰ πράγματα.

Δίκαιος

νὴ Δία πονηρόν γ’ ἆρα προστάτην ἔχει.920
ἐκεῖνο δ’ οὐ βούλοι’ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός;

Συκοφάντης

ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

Δίκαιος

οὐδ’ ἂν μεταμάθοις;

Συκοφάντης

οὐδ’ ἂν εἰ δοίης γέ μοι
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.925

Δίκαιος

κατάθου ταχέως θοἰμάτιον.

Καρίων

οὗτος, σοὶ λέγει.

Δίκαιος

ἔπειθ’ ὑπόλυσαι.

Καρίων

ταῦτα πάντα σοὶ λέγει.

Συκοφάντης

καὶ μὴν προσελθέτω πρὸς ἔμ’ ὑμῶν ἐνθαδὶ
ὁ βουλόμενος.

Καρίων

οὐκοῦν ἐκεῖνός εἰμ’ ἐγώ.

Συκοφάντης

οἴμοι τάλας ἀποδύομαι μεθ’ ἡμέραν.930

Καρίων

σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.

Συκοφάντης

ὁρᾷς ἃ ποιεῖς; ταῦτ’ ἐγὼ μαρτύρομαι.

Δίκαιος

ἀλλ’ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

Συκοφάντης

οἴμοι περιείλημμαι μόνος.

Καρίων

νυνὶ βοᾷς;

Συκοφάντης

οἴμοι μάλ’ αὖθις.935

Καρίων

δὸς σύ μοι τὸ τριβώνιον,
ἵν’ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

Δίκαιος

μὴ δῆθ’: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

Καρίων

ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.940

Δίκαιος

τοῖς δ’ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

Καρίων

καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

Συκοφάντης

ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ945
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.950

Δίκαιος

καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε:
ἔπειτ’ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

Καρίων

ἀλλ’ ὁ βαλανεὺς ἕλξει θύραζ’ αὐτὸν λαβὼν955
τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστ’ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δ’ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

Κομμάτιον Χοροῦ

Γραῦς

ἆρ’ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
ἀφίγμεθ’ ὄντως τοῦ νέου τούτου θεοῦ,960
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

Χορός

ἀλλ’ ἴσθ’ ἐπ’ αὐτὰς τὰς θύρας ἀφιγμένη
ὦ μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς.

Γραῦς

φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

Χρεμύλος

μὴ δῆτ’: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.965
ἀλλ’ ὅ τι μάλιστ’ ἐλήλυθας λέγειν σ’ ἐχρῆν.

Γραῦς

πέπονθα δεινὰ καὶ παράνομ’ ὦ φίλτατε:
ἀφ’ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.

Χρεμύλος

τί δ’ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια970
εν ταῖς γυναιξὶν ἦσθα;

Γραῦς

μὰ Δί’ ἐγὼ μὲν οὔ.

Χρεμύλος

ἀλλ’ οὐ λαχοῦσ’ ἔπινες ἐν τῷ γράμματι;

Γραῦς

σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

Χρεμύλος

οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;

Γραῦς

ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,975
πενιχρὸν μέν, ἄλλως δ’ εὐπρόσωπον καὶ καλὸν
καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ,
ἅπαντ’ ἐποίει κοσμίως μοι καὶ καλῶς:
ἐγὼ δ’ ἐκείνῳ πάντα ταῦθ’ ὑπηρέτουν.

Χρεμύλος

τί δ’ ἦν ὅ τι σου μάλιστ’ ἐδεῖθ’ ἑκάστοτε;980

Γραῦς

οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο.
ἀλλ’ ἀργυρίου δραχμὰς ἂν ᾔτησ’ εἴκοσιν
εἰς ἱμάτιον, ὀκτὼ δ’ ἂν εἰς ὑποδήματα:
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
ἐκέλευσεν ἂν τῇ μητρί θ’ ἱματίδιον:985
πυρῶν τ’ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

Χρεμύλος

οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ’ ᾐχύνετο.

Γραῦς

καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
αἰτεῖν μ’ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,990
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

Χρεμύλος

λέγεις ἐρῶντ’ ἄνθρωπον ἐκνομιώτατα.

Γραῦς

ἀλλ’ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ995
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
ἐπόντα πεμψάσης ὑπειπούσης θ’ ὅτι
εἰς ἑσπέραν ἥξοιμι—

Χρεμύλος

τί σ’ ἔδρασ’; εἰπέ μοι.

Γραῦς

ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
ἐφ’ ᾧ τ’ ἐκεῖσε μηδέποτέ μ’ ἐλθεῖν ἔτι,1000
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
‘πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

Χρεμύλος

δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῇ:
πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπανθ’ ὑπήσθιεν.1005

Γραῦς

καὶ μὴν πρὸ τοῦ γ’ ὁσημέραι νὴ τὼ θεὼ
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

Χρεμύλος

ἐπ’ ἐκφοράν;

Γραῦς

μὰ Δί’ ἀλλὰ τῆς φωνῆς μόνον
ἐρῶν ἀκοῦσαι.

Χρεμύλος

τοῦ λαβεῖν μὲν οὖν χάριν.

Γραῦς

καὶ νὴ Δί’ εἰ λυπουμένην γ’ αἴσθοιτό με,1010
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.

Χρεμύλος

ἔπειτ’ ἴσως ᾔτει σ’ ἂν εἰς ὑποδήματα.

Γραῦς

μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
ἐτυπτόμην διὰ τοῦθ’ ὅλην τὴν ἡμέραν.1015
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

Χρεμύλος

μόνος γὰρ ἥδεθ’, ὡς ἔοικεν, ἐσθίων.

Γραῦς

καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ’ ἔθη.

Χρεμύλος

ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

Γραῦς

ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.1020

Χρεμύλος

εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.

Γραῦς

τὸ βλέμμα θ’ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

Χρεμύλος

οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ’ ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

Γραῦς

ταῦτ’ οὖν ὁ θεὸς ὦ φίλ’ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,1025
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

Χρεμύλος

τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.

Γραῦς

ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
τὸν εὖ παθόνθ’ ὑπ’ ἐμοῦ πάλιν μ’ ἀντευποιεῖν,
ἢ μηδ’ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ’ ἔχειν.1030

Χρεμύλος

οὔκουν καθ’ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

Γραῦς

ἀλλ’ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

Χρεμύλος

ὀρθῶς γε: νῦν δέ γ’ οὐκέτι ζῆν σ’ οἴεται.

Γραῦς

ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ’ ὦ φίλτατε.

Χρεμύλος

οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ’ ἐμοὶ δοκεῖς.1035

Γραῦς

διὰ δακτυλίου μὲν οὖν ἔμεγ’ ἂν διελκύσαις.

Χρεμύλος

εἰ τυγχάνοι γ’ ὁ δακτύλιος ὢν τηλία.

Γραῦς

καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω:
ἔοικε δ’ ἐπὶ κῶμον βαδίζειν.1040

Χρεμύλος

φαίνεται.
στέφανόν γέ τοι καὶ δᾷδ’ ἔχων πορεύεται.

Νεανίας

ἀσπάζομαί σε.

Γραῦς

τί φησιν;

Νεανίας

ἀρχαία φίλη,
πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.

Γραῦς

τάλαιν’ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

Χρεμύλος

ἔοικε διὰ πολλοῦ χρόνου σ’ ἑορακέναι.1045

Γραῦς

ποίου χρόνου ταλάνταθ’, ὃς παρ’ ἐμοὶ χθὲς ἦν;

Χρεμύλος

τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα:
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.

Γραῦς

οὔκ, ἀλλ’ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

Νεανίας

ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,1050
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

Γραῦς

ἆ ἆ,
τὴν δᾷδα μή μοι πρόσφερ’.

Χρεμύλος

εὖ μέντοι λέγει.
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

Νεανίας

βούλει διὰ χρόνου πρός με παῖσαι;1055

Γραῦς

ποῖ τάλαν;

Νεανίας

αὐτοῦ, λαβοῦσα κάρνα.

Γραῦς

παιδιὰν τίνα;

Νεανίας

πόσους ἔχεις ὀδόντας.

Χρεμύλος

ἀλλὰ γνώσομαι
κἄγωγ’: ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.

Νεανίας

ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ.

Γραῦς

ταλάντατ’ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,1060
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

Νεανίας

ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

Χρεμύλος

οὐ δῆτ’, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
εἰ δ’ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.1065

Γραῦς

γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

Νεανίας

πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

Γραῦς

μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ’ ὦ βδελυρὲ σύ.

Χρεμύλος

μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν.1070
ἀλλ’ ὦ νεανίσκ’ οὐκ ἐῶ τὴν μείρακα
μισεῖν σε ταύτην.

Νεανίας

ἀλλ’ ἔγωγ’ ὑπερφιλῶ.

Χρεμύλος

καὶ μὴν κατηγορεῖ γέ σου.

Νεανίας

τί κατηγορεῖ;

Χρεμύλος

εἶναί σ’ ὑβριστήν φησι καὶ λέγειν ὅτι
 ‘ πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.’1075

Νεανίας

ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

Χρεμύλος

τὸ τί;

Νεανίας

αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
οὐκ ἄν ποτ’ ἄλλῳ τοῦτ’ ἐπέτρεψ’ ἐγὼ ποιεῖν:
νῦν δ’ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

Χρεμύλος

οἶδ’ οἶδα τὸν νοῦν: οὐκέτ’ ἀξιοῖς ἴσως1080
εἶναι μετ’ αὐτῆς.

Γραῦς

ὁ δ’ ἐπιτρέψων ἐστὶ τίς;

Νεανίας

οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.

Χρεμύλος

ὅμως δ’ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
πίνειν, συνεκποτέ’ ἐστί σοι καὶ τὴν τρύγα.1085

Νεανίας

ἀλλ’ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

Χρεμύλος

οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ ἰάσεται.

Νεανίας

ἀλλ’ εἴσιθ’ εἴσω: τῷ θεῷ γὰρ βούλομαι
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ’ οὓς ἔχω.

Γραῦς

ἐγὼ δέ γ’ αὐτῷ καὶ φράσαι τι βούλομαι.1090

Νεανίας

ἐγὼ δέ γ’ οὐκ εἴσειμι.

Χρεμύλος

θάρρει, μὴ φοβοῦ.
οὐ γὰρ βιάσεται.

Νεανίας

πάνυ καλῶς τοίνυν λέγεις.
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

Γραῦς

βάδιζ’: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

Χρεμύλος

ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον1095
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

Κομμάτιον Χοροῦ

Καρίων

τίς ἔσθ’ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
οὐδεὶς ἔοικεν: ἀλλὰ δῆτα τὸ θύριον
φθεγγόμενον ἄλλως κλαυσιᾷ.

Ἑρμῆς

σέ τοι λέγω,
ὁ Καρίων, ἀνάμεινον.1100

Καρίων

οὗτος εἰπέ μοι,
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

Ἑρμῆς

μὰ Δί’ ἀλλ’ ἔμελλον: εἶτ’ ἀνέῳξάς με φθάσας.
ἀλλ’ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,1105
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

Καρίων

εἰπέ μοι,
τί δ’ ἔστιν;

Ἑρμῆς

ὁ Ζεὺς ὦ πόνηρε βούλεται
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.

Καρίων

ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.1110
ἀτὰρ διὰ τί δὴ ταῦτ’ ἐπιβουλεύει ποιεῖν
ἡμᾶς;

Ἑρμῆς

ὁτιὴ δεινότατα πάντων πραγμάτων
εἴργασθ’. ἀφ’ οὗ γὰρ ἤρξατ’ ἐξ ἀρχῆς βλέπειν
ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ’ οὐδὲ ἓν1115
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.

Καρίων

μὰ Δί’ οὐδέ γε
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθ’ ἡμῶν τότε.

Ἑρμῆς

καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
ἐγὼ δ’ ἀπόλωλα κἀπιτέτριμμαι.

Καρίων

σωφρονεῖς.

Ἑρμῆς

πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν1120
πάντ’ ἀγάθ’ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
ἰσχάδας, ὅσ’ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν:
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.

Καρίων

οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
ἐνίοτε τοιαῦτ’ ἀγάθ’ ἔχων;1125

Ἑρμῆς

οἴμοι τάλας,
οἴμοι πλακοῦντος τοῦ ν’ τετράδι πεπεμμένου.

Καρίων

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

Ἑρμῆς

οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.

Καρίων

ἀσκωλίαζ’ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.

Ἑρμῆς

σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.1130

Καρίων

ὀδύνη σε περὶ τὰ σπλάγχν’ ἔοικέ τι στρέφειν.

Ἑρμῆς

οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.

Καρίων

ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

Ἑρμῆς

ἆρ’ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;

Καρίων

εἴ του δέει γ’ ὧν δυνατός εἰμί σ’ ὠφελεῖν.1135

Ἑρμῆς

εἴ μοι πορίσας ἄρτον τιν’ εὖ πεπεμμένον
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
ὧν θύεθ’ ὑμεῖς ἔνδον.

Καρίων

ἀλλ’ οὐκ ἐκφορά.

Ἑρμῆς

καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
ὑφέλοι’, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.1140

Καρίων

ἐφ’ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.

Ἑρμῆς

ἔπειτα τοῦτόν γ’ αὐτὸς ἂν κατήσθιες.

Καρίων

οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.1145

Ἑρμῆς

μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.

Καρίων

ἔπειτ’ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;

Ἑρμῆς

τὰ γὰρ παρ’ ὑμῖν ἐστι βελτίω πολύ.

Καρίων

τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;1150

Ἑρμῆς

πατρὶς γάρ ἐστι πᾶσ’ ἵν’ ἂν πράττῃ τις εὖ.

Καρίων

τί δῆτ’ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ’ ὤν;

Ἑρμῆς

παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.

Καρίων

στροφαῖον; ἀλλ’ οὐκ ἔργον ἔστ’ οὐδὲν στροφῶν.

Ἑρμῆς

ἀλλ’ ἐμπολαῖον.1155

Καρίων

ἀλλὰ πλουτοῦμεν: τί οὖν
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;

Ἑρμῆς

ἀλλὰ δόλιον τοίνυν.

Καρίων

δόλιον; ἥκιστά γε:
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ’ ἁπλῶν τρόπων.

Ἑρμῆς

ἀλλ’ ἡγεμόνιον.

Καρίων

ἀλλ’ ὁ θεὸς ἤδη βλέπει,
ὥσθ’ ἡγεμόνος οὐδὲν δεησόμεσθ’ ἔτι.1160

Ἑρμῆς

ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ’ ἐρεῖς;
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.

Καρίων

ὡς ἀγαθόν ἐστ’ ἐπωνυμίας πολλὰς ἔχειν:
οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.1165
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

Ἑρμῆς

οὐκοῦν ἐπὶ τούτοις εἰσίω;

Καρίων

καὶ πλῦνέ γε
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
ἵν’ εὐθέως διακονικὸς εἶναι δοκῇς.1170

Κομμάτιον Χοροῦ

Ἱερεύς

τίς ἂν φράσειε ποῦ 'στι Χρεμύλος μοι σαφῶς;

Χρεμύλος

τί δ’ ἔστιν ὦ βέλτιστε;

Ἱερεύς

τί γὰρ ἀλλ’ ἢ κακῶς;
ἀφ’ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλ’ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.1175

Χρεμύλος

ἡ δ’ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;

Ἱερεύς

θύειν ἔτ’ οὐδεὶς ἀξιοῖ.

Χρεμύλος

τίνος οὕνεκα;

Ἱερεύς

ὅτι πάντες εἰσὶ πλούσιοι: καίτοι τότε,
ὅτ’ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν1180
δίκην ἀποφυγών, ὁ δ’ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γ’ ἐκάλει τὸν ἱερέα: νῦν δ’ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδ’ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.

Χρεμύλος

οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;1185

Ἱερεύς

τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδ’ αὐτοῦ καταμένειν.

Χρεμύλος

θάρρει: καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
αὐτόματος ἥκων.1190

Ἱερεύς

πάντ’ ἀγαθὰ τοίνυν λέγεις.

Χρεμύλος

ἱδρυσόμεθ’ οὖν αὐτίκα μάλ’, ἀλλὰ περίμενε
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλ’ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
ἵν’ ἔχων προηγῇ τῷ θεῷ σύ.1195

Ἱερεύς

πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή.

Χρεμύλος

τὸν Πλοῦτον ἔξω τις κάλει.

Γραῦς

ἐγὼ δὲ τί ποιῶ;

Χρεμύλος

τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσ’ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς: ἔχουσα δ’ ἦλθες αὐτὴ ποικίλα.

Γραῦς

ὧν δ’ οὕνεκ’ ἦλθον;1200

Χρεμύλος

πάντα σοι πεπράξεται.
ἥξει γὰρ ὁ νεανίσκος ὡς σ’ εἰς ἑσπέραν.

Γραῦς

ἀλλ’ εἴ γε μέντοι νὴ Δί’ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμ’, οἴσω τὰς χύτρας.

Χρεμύλος

καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
αὗται ποιοῦσι: ταῖς μὲν ἄλλαις γὰρ χύτραις1205
ἡ γραῦς ἔπεστ’ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.

Χορός

οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδ’ ἡμᾶς, ἀλλ’ ἀναχωρεῖν
ἐς τοὔπισθεν: δεῖ γὰρ κατόπιν τούτων ᾁδοντας ἕπεσθαι.