Περί ερωτικών παθημάτων
Περὶ ἐρωτικῶν παθημάτων Συγγραφέας: |
α΄ περὶ Λύρκου. |
ιγ΄ περὶ Ἁρπαλύκης. |
κε΄ περὶ Φαΰλλου. |
Μάλιστα σοὶ δοκῶν ἁρμόττειν, Κορνήλιε Γάλλε, τὴν ἄθροισιν τῶν ἐρωτικῶν παθημάτων, ἀναλεξάμενος ὡς ὅτι μάλιστα ἐν βραχυτάτοις ἀπέσταλκα. τὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα, τούτων μὴ αὐτοτελῶς λελεγμένων, κατανοήσεις ἐκ τῶνδε τὰ πλεῖστα, αὐτῷ τε σοὶ παρέσται εἰς ἔπη καὶ ἐλεγείας ἀνάγειν τὰ μάλιστα ἐξ αὐτῶν ἁρμόδια διὰ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχῃ, χεῖρον περὶ αὐτῶν ἐνενοήθης· οἱονεὶ γὰρ ὑπομνηματίων τρόπον αὐτὰ συνελεξάμεθα, καὶ σοὶ νυνὶ τὴν χρῆσιν ὁμοίαν, ὡς ἔοικε, παρέξεται.
[1.1] Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως, ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν κάματον· καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην· ἔφασαν γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν αὐτόν· ὁ δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν εἶχεν. [1.2] χρόνου δὲ πολλοῦ προϊόντος ὡς τῷ Λύρκῳ παῖδες οὐκ ἐγίνοντο, ἦλθεν εἰς Διδυμέως χρησόμενος περὶ γονῆς τέκνων· καὶ αὐτῷ θεσπίζει ὁ θεὸς παῖδας φύσειν, ᾗ ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται· ὁ δὲ μάλα γεγηθὼς ἠπείγετο πρὸς τὴν γυναῖκα πειθόμενος κατὰ νοῦν [ἂν] αὐτῷ χωρήσειν τὸ μαντεῖον. [1.3] ἐπεὶ δὲ πλέων ἀφίκετο ἐς Βύβασσον πρὸς Στάφυλον τὸν Διονύσου, μάλα φιλοφρόνως ἐκεῖνος αὐτὸν ὑποδεχόμενος εἰς πολὺν οἶνον προυτρέψατο, κἀπειδὴ πολλῇ μέθῃ παρεῖτο, συγκατέκλινεν αὐτῷ Ἡμιθέαν τὴν θυγατέρα. ταῦτα δὲ ἐποίει προπεπυσμένος τὸ τοῦ χρηστηρίου καὶ βουλόμενος ἐκ ταύτης αὐτῷ παῖδας γενέσθαι. [1.4] δι᾿ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ· τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει [καὶ] τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ· ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ, περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν. [1.5] Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι· μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη· οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον. [1.6] μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ὁ ἐξ Ἡμιθέας καὶ Λύρκου (Βασίλος αὐτῷ ὄνομα) ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας ὁ Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.
[2.1] Ὀδυσσεὺς ἀλώμενος περὶ Σικελίαν καὶ τὴν Τυρρηνῶν καὶ τὴν Σικελῶν θάλασσαν ἀφίκετο πρὸς Αἰόλον εἰς Μελιγουνίδα νῆσον, ὃς αὐτὸν κατὰ κλέος σοφίας τεθηπὼς ἐν πολλῇ φροντίδι εἶχεν· τὰ [δὲ] περὶ Τροίας ἅλωσιν καὶ ὃν τρόπον αὐτοῖς ἐσκεδάσθησαν αἱ νῆες κομιζομένοις ἀπὸ τῆς Ἰλίου διεπυνθάνετο, ξενίζων τε αὐτὸν πολὺν χρόνον διῆγε. [2.2] τῷ δ᾿ ἄρα καὶ αὐτῷ ἦν ἡ μονὴ ἡδομένῳ· Πολυμήλη γάρ, τῶν Αἰολίδων τις, ἐρασθεῖσα αὐτοῦ κρύφα συνῆν. ὡς δὲ τοὺς ἀνέμους ἐγκεκλεισμένους παραλαβὼν ἀπέπλευσεν, ἡ κόρη φωρᾶταί τινα τῶν Τρωϊκῶν λαφύρων ἔχουσα καὶ τούτοις μετὰ πολλῶν δακρύων ἐναλινδουμένη. [2.3] ἔνθα [δὴ] ὁ Αἰόλος τὸν μὲν Ὀδυσσέα καίπερ οὐ παρόντα ἐκάκισεν, τὴν δὲ Πολυμήλην ἐν νῷ ἔσχεν τίσασθαι. ἔτυχεν δὲ αὐτῆς ἠρασμένος ὁ ἀδελφὸς Διώρης, ὃς αὐτὴν παραιτεῖταί τε καὶ πείθει τὸν πατέρα αὐτῷ συνοικίσαι.
[3.1] Οὐ μόνον δὲ Ὀδυσσεὺς περὶ Αἰόλον ἐξήμαρτεν, ἀλλὰ καὶ μετὰ τὴν ἄλην, ὡς τοὺς μνηστῆρας ἐφόνευσεν, εἰς Ἤπειρον ἐλθὼν χρηστηρίων τινῶν ἕνεκα τὴν Τυρίμμα θυγατέρα ἔφθειρεν Εὐίππην, ὃς αὐτὸν οἰκείως τε ὑπεδέξατο καὶ μετὰ πάσης προθυμίας ἐξένιζε. παῖς δὲ αὐτῷ γίνεται ἐκ ταύτης Εὐρύαλος. [3.2] τοῦτον ἡ μήτηρ, ἐπεὶ εἰς ἥβην ἦλθεν, ἀποπέμπεται εἰς Ἰθάκην, συμβόλαιά τινα δοῦσα ἐν δέλτῳ κατεσφραγισμένα. [3.3] τοῦ δὲ Ὀδυσσέως κατὰ τύχην τότε μὴ παρόντος, Πηνελόπη καταμαθοῦσα ταῦτα καὶ ἄλλως δὲ προπεπυσμένη τὸν τῆς Εὐίππης ἔρωτα, πείθει τὸν Ὀδυσσέα παραγενόμενον, πρὶν ἢ γνῶναί τι τούτων ὡς ἔχει, κατακτεῖναι τὸν Εὐρύαλον ὡς ἐπιβουλεύοντα αὐτῷ. [3.4] καὶ Ὀδυσσεὺς μὲν διὰ τὸ μὴ ἐγκρατὴς φῦναι μηδὲ ἄλλως ἐπιεικὴς αὐτόχειρ τοῦ παιδὸς ἐγένετο, καὶ οὐ μετὰ πολὺν χρόνον ἢ τόδε ἀπειργάσθαι πρὸς τῆς αὐτὸς αὑτοῦ γενεᾶς τρωθεὶς ἀκάνθῃ θαλασσίας τρυγόνος ἐτελεύτησεν.
[4.1] Ἀλέξανδρος ὁ Πριάμου βουκολῶν κατὰ τὴν Ἴδην ἠράσθη τῆς Κεβρῆνος θυγατρὸς Οἰνώνης· λέγεται δὲ ταύτην ἔκ του θεῶν κατεχομένην θεσπίζειν περὶ τῶν μελλόντων, καὶ ἄλλως δὲ ἐπὶ συνέσει φρενῶν ἐπὶ μέγα διαβεβοῆσθαι. [4.2] ὁ οὖν Ἀλέξανδρος αὐτὴν ἀγαγόμενος παρὰ τοῦ πατρὸς εἰς τὴν Ἴδην, ὅπου αὐτῷ οἱ σταθμοὶ ἦσαν, εἶχε γυναῖκα, καὶ αὐτῇ φιλοφρονούμενος μηδαμὰ * * προλείψειν, ἐν περισσοτέρᾳ τε τιμῇ ἕξειν· ἡ δὲ συνιέναι μὲν ἔφασκεν εἰς τὸ παρὸν ὡς δὴ πάνυ αὐτῆς ἐρῴη, χρόνον μέντοι τινὰ γενήσεσθαι, ἐν ᾧ ἀπαλλάξας αὐτὴν εἰς τὴν Εὐρώπην περαιωθήσεται, κἀκεῖ πτοηθεὶς ἐπὶ γυναικὶ ξένῃ πόλεμον ἐπάξεται τοῖς οἰκείοις· [4.3] ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν ἐν τῷ πολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός τε ἔσται ὑγιῆ ποιῆσαι ἢ αὐτή· ἑκάστοτε δὲ ἐπιλεγομένης αὐτῆς, ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. χρόνου δὲ προϊόντος ἐπειδὴ Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη μεμφομένη τῶν πραχθέντων τὸν Ἀλέξανδρον εἰς Κεβρῆνα, ὅθενπερ ἦν γένος, ἀπεχώρησεν· ὁ δέ, παρήκοντος ἤδη τοῦ πολέμου, διατοξευόμενος Φιλοκτήτῃ τιτρώσκεται. [4.4] ἐν νῷ δὲ λαβὼν τὸ τῆς Οἰνώνης ἔπος, ὅτε ἔφατο αὐτὸν πρὸς αὐτῆς μόνης οἷόν τε εἶναι ἰαθῆναι, κήρυκα πέμπει δεησόμενον, ὅπως ἐπειχθεῖσα ἀκέσηταί τε αὐτὸν καὶ τῶν παροιχομένων λήθην ποιήσηται, ἅτε δὴ κατὰ θεῶν βούλησιν ἀφικομένων· ἡ δὲ αὐθαδέστερον ἀπεκρίνατο ὡς χρὴ παρ᾿ Ἑλένην αὐτὸν ἰέναι κἀκείνης δεῖσθαι, αὐτὴ δὲ μάλιστα ἠπείγετο ἔνθα δὴ ἐπέπυστο κεῖσθαι αὐτόν. [4.5] τοῦ δὲ κήρυκος τὰ λεχθέντα παρὰ τῆς Οἰνώνης θᾶττον ἀπαγγείλαντος, ἀθυμήσας ὁ Ἀλέξανδρος ἐξέπνευσεν, Οἰνώνη δὲ ἐπεὶ νέκυν ἤδη κατὰ γῆς κείμενον ἐλθοῦσα εἶδεν, ἀνῴμωξέν τε καὶ πολλὰ κατολοφυραμένη διεχρήσατο ἑαυτήν.
[5.1] Λεύκιππος δέ, Ξανθίου παῖς, γένος τῶν ἀπὸ Βελλεροφόντου, διαφέρων ἰσχύϊ μάλιστα τῶν καθ᾿ ἑαυτόν, ἤσκει τὰ πολεμικά. διὸ πολὺς ἦν λόγος περὶ αὐτοῦ παρά τε Λυκίοις καὶ τοῖς προσεχέσι τούτοις, ἅτε δὴ ἀγομένοις καὶ πᾶν ὁτιοῦν δυσχερὲς πάσχουσιν. [5.2] οὗτος κατὰ μῆνιν Ἀφροδίτης εἰς ἔρωτα ἀφικόμενος τῆς ἀδελφῆς, τέως μὲν ἐκαρτέρει, οἰόμενος ῥᾷστα ἀπαλλάξεσθαι τῆς νόσου· ἐπεὶ μέντοι χρόνου διαγενομένου οὐδὲ ἐπ᾿ ὀλίγον ἐλώφα τὸ πάθος, ἀνακοινοῦται τῇ μητρὶ καὶ πολλὰ καθικέτευε, μὴ περιιδεῖν αὐτὸν ἀπολλύμενον· εἰ γὰρ αὐτῷ μὴ συνεργήσειεν, ἀποσφάξειν αὑτὸν ἠπείλει. [5.3] τῆς δὲ παραχρῆμα τὴν ἐπιθυμίαν φαμένης τελέσειν, ῥᾴων ἤδη γέγονεν· ἀνακαλεσαμένη δὲ τὴν κόρην συγκατακλίνει τἀδελφῷ, κἀκ τούτου συνῆσαν οὐ μάλα τινὰ δεδοικότες, ἕως τις ἐξαγγέλλει τῷ κατηγγυημένῳ τὴν κόρην μνηστῆρι. [5.4] ὁ δὲ τόν τε αὑτοῦ πατέρα παραλαβὼν καί τινας τῶν προσηκόντων, πρόσεισι τῷ Ξανθίῳ καὶ τὴν πρᾶξιν καταμηνύει, μὴ δηλῶν τοὔνομα τοῦ Λευκίππου. Ξάνθιος δὲ δυσφορῶν ἐπὶ τοῖς προσηγγελμένοις πολλὴν σπουδὴν ἐτίθετο φωρᾶσαι τὸν φθορέα, καὶ διεκελεύσατο τῷ μηνυτῇ, ὁπότε ἴδοι συνόντας, αὐτῷ δηλῶσαι· [5.5] τοῦ δὲ ἑτοίμως ὑπακούσαντος καὶ αὐτίκα τὸν πρεσβύτην ἐπαγαγομένου τῷ θαλάμῳ, ἡ παῖς, αἰφνιδίου ψόφου γενηθέντος, ἵετο διὰ θυρῶν, οἰομένη λήσεσθαι τὸν ἐπιόντα· καὶ αὐτὴν ὁ πατὴρ ὑπολαβὼν εἶναι τὸν φθορέα πατάξας μαχαίρᾳ καταβάλλει. [5.6] τῆς δὲ περιωδύνου γενομένης καὶ ἀνακραγούσης, ὁ Λεύκιππος ἐπαμύνων αὐτῇ καὶ διὰ τὸ ἐκπεπλῆχθαι μὴ προϊδόμενος ὅστις ἦν, κατακτείνει τὸν πατέρα. δι᾿ ἣν αἰτίαν ἀπολιπὼν τὴν οἰκίαν Θετταλοῖς ἐπὶ τοῖς συμβεβηκόσιν εἰς Κρήτην ἡγήσατο, κἀκεῖθεν ἐξελαθεὶς ὑπὸ τῶν προσοίκων εἰς τὴν Ἐφεσίαν ἀφίκετο, ἔνθα χωρίον ᾤκησε τὸ Κρητιναῖον ἐπικληθέν. [5.7] τοῦ δὲ Λευκίππου τούτου λέγεται τὴν Μανδρολύτου θυγατέρα Λευκοφρύην ἐρασθεῖσαν προδοῦναι τὴν πόλιν τοῖς πολεμίοις, ὧν ἐτύγχανεν ἡγούμενος ὁ Λεύκιππος, ἑλομένων αὐτὸν κατὰ θεοπρόπιον τῶν δεκατευθέντων ἐκ Φερῶν ὑπ᾿ Ἀδμήτου.
[6.1] Λέγεται καὶ Σίθωνα, τὸν Ὀδομάντων βασιλέα, γεννῆσαι θυγατέρα Παλλήνην καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι [τὸ] κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ᾿ αὐτῆς [τῆς] Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος [καὶ] τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθωνα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι * * τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι, τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει. [6.2] μετὰ δὲ ὡς αὐτόν [τε] ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. [6.3] τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη (ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτου) πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ᾿ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ ὁ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος· [6.4] αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος, καὶ αὐτῷ χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηίων τροχῶν μὴ διεῖναι τὰς περόνας. ἔνθα δὴ ὡς ἐς μάχην ἐξῄεσαν καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, οἱ τροχοὶ περιερρύησαν αὐτῷ τῶν ἁρμάτων· καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ. [6.5] αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα οἷος ἦν ἐπικατασφάζειν καὶ τὴν Παλλήνην· φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος, μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θρᾳκῶν ὅμιλον ἐφίησι τῷ Κλείτῳ τὴν κόρην ἄγεσθαι.
[7.1] Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν (Ἱππαρῖνος αὐτῷ ὄνομα) τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι [πολλὰ] τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι. [7.2] ὁ δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ [ἄν] ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, κἀπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν. [7.3] ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός [τε] ἦν αὐτὸν βίᾳ προσάγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη. [7.4] διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης, ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη, μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.
[8.1] Ὅτε δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν εἷλεν τὰς γυναῖκας. [8.2] ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ τῶν βαρβάρων αὐταῖς οἰκειωθέντων ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίππη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γένους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές. [8.3] ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη, ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν. [8.4] τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη τὼ χεῖρε ἀμφιβαλοῦσα μάλα φιλοφρόνως προσηγάγετο. παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων ἐξένιζεν αὐτόν. [8.5] παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι᾿ ἑρμηνέως ἐπυνθάνετο πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι αὑτῷ, γυναικί, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός. [8.6] ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν. [8.7] τῷ δὲ ἄρα οὐ πρὸς ἡδονὴν ἦν τὰ λεχθέντα, ἐν νῷ δὲ εἶχεν αὐτὴν τίσασθαι. ἐπειδὴ δὲ ὁ Ξάνθος ἐσπούδαζεν ἀπιέναι, μάλα φιλοφρόνως προὔπεμπεν ὁ Κελτὸς ἐπαγόμενος καὶ τὴν Ἡρίππην. ὡς δὲ ἐπὶ τοὺς ὅρους τῆς Κελτῶν χώρας ἀφίκοντο, θυσίαν ὁ βάρβαρος ἔφη τελέσαι βούλεσθαι πρὶν αὐτοὺς ἀπ᾿ ἀλλήλων χωρισθῆναι, καὶ κομισθέντος ἱερείου, τὴν Ἡρίππην ἐκέλευεν ἀντιλαβέσθαι· [8.8] τῆς δὲ κατασχούσης, ὡς καὶ ἄλλοτε σύνηθες αὐτῇ, ἐπανατεινάμενος τὸ ξίφος καθικνεῖται καὶ τὴν κεφαλὴν αὐτῆς ἀφαιρεῖ, τῷ τε Ξάνθῳ παρεκελεύετο μὴ δυσφορεῖν, ἐξαγγείλας τὴν ἐπιβουλὴν αὐτῆς, ἐπέτρεπέ τε τὸ χρυσίον ἅπαν κομίζειν αὑτῷ.
[9.1] Καθ᾿ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, (Πολυκρίτη ὄνομα αὐτῇ) τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις. [9.2] πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δ᾿ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ. [9.3] ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως. [9.4] ὁ [δὲ] Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ᾿ ἔρωτος κρατούμενος (ἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν) τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ᾿ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν. [9.5] κἀν τῷδε τοῖς Μιλησίοις ἑορτὴ μετὰ τρίτην ἡμέραν Θαργήλια ἐπῄει, ἐν ᾗ πολύν τε ἄκρατον ἐμφοροῦνται καὶ τὰ πλείστου ἄξια καταναλίσκουσι· τότε [οὖν] παρεσκευάζετο προδιδόναι τὸ χωρίον· καὶ εὐθέως διὰ τῆς Πολυκρίτης ἐνθέμενος εἰς ἄρτον μολυβδίνην ἐπιστολὴν * * τοῖς ἀδελφοῖς αὐτῆς (ἐτύγχανον δὲ ἄρα τῆς πόλεως ἡγεμόνες οὗτοι) ὅπως εἰς ἐκείνην τὴν νύκτα παρασκευασάμενοι ἥκωσιν· σημεῖον δὲ αὐτοῖς ἀνασχήσειν αὐτὸς ἔφη λαμπτῆρα. [9.6] καὶ ἡ Πολυκρίτη δὲ τῷ κομίζοντι τὸν ἄρτον φράζειν ἐκέλευε τοῖς ἀδελφοῖς μὴ ἐνδοιασθῆναι, ὡς τῆς πράξεως ἐπὶ τέλος ἀχθησομένης, εἰ μὴ ἐκεῖνοι ἐνδοιασθεῖεν. τοῦ δὲ ἀγγέλου ταχέως εἰς τὴν πόλιν ἐλθόντος, Πολυκλῆς, ὁ τῆς Πολυκρίτης ἀδελφός, ἐν πολλῇ φροντίδι ἐγίνετο εἴτε πεισθείη τοῖς ἐπεσταλμένοις εἴτε μή· [9.7] τέλος δέ, ὡς ἐδόκει πᾶσι πείθεσθαι καὶ νὺξ ἐπῆλθεν, ἐν ᾗ προσετέτακτο παραγίνεσθαι, πολλὰ κατευξάμενοι τοῖς θεοῖς, εἰσδεχομένων αὐτοὺς τῶν ἀμφὶ Διόγνητον, ἐσπίπτουσιν εἰς τὸ τεῖχος τῶν Μιλησίων οἱ μέν τινες κατὰ τὴν ἀνεῳγμένην πυλίδα, οἱ δὲ καὶ τὸ τεῖχος ὑπερελθόντες, ἀθρόοι τε ἐντὸς γενόμενοι κατέκαινον τοὺς Μιλησίους. ἔνθα δὴ κατ ἄγνοιαν ἀποθνήσκει καὶ Διόγνητος. [9.8] τῇ δὲ ἐπιούσῃ οἱ Νάξιοι πάντες πολὺν πόθον εἶχον θεάσασθαι τὴν κόρην· καὶ οἱ μέν τινες αὐτὴν μίτραις ἀνέδουν, οἱ δὲ ζώναις, αἷς βαρηθεῖσα ἡ παῖς διὰ πλῆθος τῶν ἐπιρριπτουμένων ἀπεπνίγη. καὶ αὐτὴν δημοσίᾳ θάπτουσιν ἐν τῷ πεδίῳ, πάντα ἑκατὸν ἐναγίσαντες αὐτῇ· φασὶ δέ τινες καὶ Διόγνητον ἐν τῷ αὐτῷ καῆναι, ἐν ᾧ καὶ ἡ παῖς, σπουδασάντων [τῶν] Ναξίων.
[10.1] Ἐν δὲ Θεσσαλίᾳ Κυάνιππος, υἱὸς Φάρακος, μάλα καλῆς παιδὸς εἰς ἐπιθυμίαν Λευκώνης ἐλθών, παρὰ τῶν πατέρων αἰτησάμενος αὐτὴν ἠγάγετο γυναῖκα. ἦν δὲ φιλοκύνηγος· [καὶ] μεθ᾿ ἡμέραν μὲν ἐπί τε λέοντας καὶ κάπρους ἐφέρετο, νύκτωρ δὲ κατῄει πάνυ κεκμηκὼς πρὸς τὴν κόρην, ὥστε μηδὲ διὰ λόγων ἔσθ᾿ ὅτε γινόμενον αὐτῇ εἰς βαθὺν ὕπνον καταφέρεσθαι. [10.2] ἡ δ᾿ ἄρα ὑπό τε ἀνίας καὶ ἀλγηδόνων συνεχομένη ἐν πολλῇ ἀμηχανίᾳ ἦν σπουδήν τε ἐποιεῖτο κατοπτεῦσαι τὸν Κυάνιππον, ὅ τι ποιῶν ἥδοιτο τῇ κατ᾿ ὄρος διαίτῃ· αὐτίκα δὲ εἰς γόνυ ζωσαμένη κρύφα τῶν θεραπαινίδων εἰς τὴν ὕλην καταδύνει. [10.3] αἱ δὲ τοῦ Κυανίππου κύνες ἐδίωκον μὲν ἔλαφον, οὖσαι δὲ οὐ πάνυ κτίλοι, ἅτε δὴ ἐκ πολλοῦ ἠγριωμέναι, ὡς ὠσφρήσαντο τῆς κόρης, ἐπηνέχθησαν αὐτῇ, καὶ μηδενὸς παρόντος πᾶσαν διεσπάραξαν. καὶ ἡ μὲν διὰ πόθον ἀνδρὸς κουριδίου ταύτῃ τέλος ἔσχε· [10.4] Κυάνιππος δέ, ὡς ἐπελθὼν κατέλαβε λελωβημένην τὴν Λευκώνην, μεγάλου τε ἄχους ἐπληρώθη, καὶ ἀνακαλεσάμενος τοὺς ἀμφ᾿ αὑτόν, ἐκείνην μὲν πυρὰν νηήσας ἐπέθετο, αὐτὸς δὲ πρῶτον μὲν τὰς κύνας ἐπικατέσφαξε τῇ πυρᾷ, ἔπειτα δὲ πολλὰ ἀποδυράμενος τὴν παῖδα διεχρήσατο ἑαυτόν.
[11.1] Περὶ δὲ Καύνου καὶ Βυβλίδος, τῶν Μιλήτου παίδων, διαφόρως ἱστορεῖται. Νικαίνετος μὲν γάρ φησι τὸν Καῦνον ἐρασθέντα τῆς ἀδελφῆς, ὡς οὐκ ἔληγε τοῦ πάθους, ἀπολιπεῖν τὴν οἰκίαν καὶ ὁδεύσαντα πόρρω τῆς οἰκείας χώρας πόλιν τε κτίσαι καὶ τοὺς ἀπεσκεδασμένους τότε Ἴωνας ἐνοικίσαι· λέγει δὲ ἔπεσι τοῖσδε·
- αὐτὰρ ὅ γε προτέρωσε κιὼν Οἰκούσιον ἄστυ
- κτίσσατο, Τραγασίῃ δὲ Κελαινοῦς εἴχετο παιδί,
- ἥ οἱ Καῦνον ἔτικτεν ἀεὶ φιλέοντα θέμιστας·
- γείνατο δὲ ῥαδαλῇς ἐναλίγκιον ἀρκεύθοισι
- Βυβλίδα, τῆς ἤτοι ἀέκων ἠράσσατο Καῦνος.
- βῆ δεφερένδιος φεύγων ὀφιώδεα Κύπρον
- καὶ Κάπρος ὑλιγενὲς καὶ Κάρια ἱρὰ λοετρά·
- ἔνθ᾿ ἤτοι πτολίεθρον ἐδείματο πρῶτος Ἰώνων.
- αὐτὴ δὲ γνωτή, ὀλολυγόνος οἶτον ἔχουσα,
- Βυβλὶς ἀποπρὸ πυλῶν Καύνου ὠδύρατο νόστον.
[11.2] οἱ δὲ πλείους τὴν Βυβλίδα φασὶν ἐρασθεῖσαν τοῦ Καύνου λόγους αὐτῷ προσφέρειν καὶ δεῖσθαι μὴ περιιδεῖν αὐτὴν εἰς πᾶν κακοῦ προελθοῦσαν· ἀποστυγήσαντα δὲ οὕτως τὸν Καῦνον περαιωθῆναι εἰς τὴν τότε ὑπὸ Λελέγων κατεχομένην γῆν, ἔνθα κρήνη Ἐχενηίς, πόλιν τε κτίσαι τὴν ἀπ᾿ αὐτοῦ κληθεῖσαν Καῦνον· τὴν δὲ ἄρα ὑπὸ τοῦ πάθους μὴ ἀνιεμένην, πρὸς δὲ καὶ δοκοῦσαν αἰτίαν γεγονέναι Καύνῳ τῆς ἀπαλλαγῆς, ἀναψαμένην ἀπό τινος δρυὸς τὴν μίτραν ἐνθεῖναι τὸν τράχηλον. λέγεται δὲ καὶ παρ᾿ ἡμῖν οὕτως·
- ἡ δ᾿ ὅτε δὴ ὀλοοῖο κασιγνήτου νόον ἔγνω,
- κλαῖεν ἀηδονίδων θαμινώτερον, αἵτ᾿ ἐνὶ βήσσῃς
- καί ῥα κατὰ στυφελοῖο σαρωνίδος αὐτίκα μίτρην
- ἁψαμένη, δειρὴν ἐνεθήκατο, ταὶ δ᾿ ἐπ᾿ ἐκείνῃ
- βεύδεα παρθενικαὶ Μιλησίδες ἐρρήξαντο.
φασὶ δέ τινες καὶ ἀπὸ τῶν δακρύων κρήνην ῥυῆναι ἰδίᾳ τὴν καλουμένην Βυβλίδα.
[12.1] Λέγεται δὲ καὶ Κίρκης, πρὸς ἣν Ὀδυσσεὺς ἦλθε, Δαύνιόν τινα Κάλχον ἐρασθέντα τήν τε βασιλείαν ἐπιτρέπειν τὴν Δαυνίων αὐτῇ καὶ ἄλλα πολλὰ μειλίγματα παρέχεσθαι· τὴν δὲ ὑποκαομένην Ὀδυσσέως (τότε γὰρ ἐτύγχανε παρὼν) ἀποστυγεῖν τε αὐτὸν καὶ κωλύειν ἐπιβαίνειν τῆς νήσου. [12.2] ἐπεὶ μέντοι οὐκ ἀνίει φοιτῶν καὶ διὰ στόμα ἔχων τὴν Κίρκην, μάλα ἀχθεσθεῖσα ὑπέρχεται αὐτόν, καὶ αὐτίκα εἰσκαλεσαμένη τράπεζαν αὐτῷ παντοδαπῆς θοίνης πλήσασα παρατίθησιν· ἦν δ᾿ ἄρα φαρμάκων ἀνάπλεω τὰ ἐδέσματα, φαγών τε ὁ Κάλχος εὐθέως παραπλὴξ γίνεται, καὶ αὐτὸν ἤλασεν ἐς συφεούς. ἐπεὶ μέντοι μετὰ χρόνον Δαύνιος στρατὸς ἐπῄει τῇ νήσῳ ζήτησιν ποιούμενος τοῦ Κάλχου, μεθίησιν αὐτόν, πρότερον ὁρκίοις καταδησαμένη, μὴ ἀφίξεσθαί ποτε εἰς τὴν νῆσον μήτε μνηστείας μήτε ἄλλου του χάριν.
[13.1] Κλύμενος δὲ ὁ Τελέως ἐν Ἄργει γήμας Ἐπικάστην γεννᾷ παῖδας ἄρρενας μὲν Ἴδαν καὶ Θήραγρον, θυγατέρα δὲ Ἁρπαλύκην πολύ τι τῶν ἡλίκων θηλειῶν κάλλει διαφέρουσαν. [13.2] ταύτης εἰς ἔρωτα ἐλθὼν χρόνον μέν τινα ἐκαρτέρει καὶ περιῆν τοῦ παθήματος· ὡς δὲ πολὺ μᾶλλον αὐτὸν ὑπέρρει τὸ νόσημα, τότε διὰ τῆς τροφοῦ κατεργασάμενος τὴν κόρην λαθραίως αὐτῇ συνῆλθεν. [13.3] ἐπεὶ μέντοι γάμου καιρὸς ἦν καὶ παρῆν Ἀλάστωρ, εἷς τῶν Νειλειδῶν, ἀξόμενος αὐτήν, ᾧ καθωμολόγητο, παραχρῆμα μὲν ἐνεχείρισε, πάνυ λαμπροὺς γάμους δαίσας· μεταγνοὺς δὲ οὐ πολὺ ὕστερον διὰ τὸ ἔκφρων εἶναι μεταθεῖ τὸν Ἀλάστορα, καὶ περὶ μέσην ὁδὸν αὐτῶν ἤδη ὄντων, ἀφαιρεῖται τὴν κόρην, ἀγαγόμενός τε εἰς Ἄργος ἀναφανδὸν αὐτῇ ἐμίσγετο. [13.4] ἡ δὲ δεινὰ καὶ ἔκνομα πρὸς τοῦ πατρὸς δόξασα πεπονθέναι τὸν νεώτερον ἀδελφὸν κατακόπτει, καί τινος ἑορτῆς καὶ θυσίας παρ᾿ Ἀργείοις τελουμένης, ἐν ᾗ δημοσίᾳ πάντες εὐωχοῦνται, τότε σκευάσασα τὰ κρέα τοῦ παιδὸς παρατίθησι τῷ πατρί. [13.5] καὶ ταῦτα δράσασα αὐτὴ μὲν εὐξαμένη θεοῖς ἐξ ἀνθρώπων ἀπαλλαγῆναι μεταβάλλει τὴν ὄψιν εἰς χαλκίδα ὄρνιν· Κλύμενος δέ, ὡς ἔννοιαν ἔλαβε τῶν συμφορῶν, διαχρῆται ἑαυτόν.
[14.1] Ἐκ δὲ Ἁλικαρνασσοῦ παῖς Ἀνθεὺς ἐκ βασιλείου γένους ὡμήρευσε παρὰ Φοβίῳ, ἑνὶ τῶν Νειλειδῶν, τότε κρατοῦντι Μιλησίων. τούτου Κλεόβοια, ἥν τινες Φιλαίχμην ἐκάλεσαν, τοῦ Φοβίου γυνή, ἐρασθεῖσα πολλὰ ἐμηχανᾶτο εἰς τὸ προσαγαγέσθαι τὸν παῖδα· ὡς δὲ ἐκεῖνος ἀπεωθεῖτο, ποτὲ μὲν φάσκων ὀρρωδεῖν μὴ κατάδηλος γένοιτο, ποτὲ δὲ Δία Ξένιον καὶ κοινὴν τράπεζαν προϊσχόμενος, ἡ Κλεόβοια κακῶς φερομένη ἐν νῷ εἶχε τίσασθαι αὐτόν, ἀνηλεῆ τε καὶ ὑπέραυχον ἀποκαλουμένη. [14.2] ἔνθα δὴ χρόνου προϊόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη, πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν. τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι, ἡ Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον· καὶ ὁ μὲν παραχρῆμα ἐτεθνήκει, ἡ δὲ ἄρα ἐννοηθεῖσα ὡς δεινὸν ἔργον δεδράκοι, καὶ ἄλλως δὲ καομένη σφοδρῷ ἔργον τοῦ παιδός, ἀναρτᾷ ἑαυτήν. [14.3] Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. ἔφασαν δέ τινες οὐ πέρδικα, σκεῦος δὲ χρυσοῦν εἰς τὸ φρέαρ βεβλῆσθαι, ὡς καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς μέμνηται ἐν τοῖσδε [ἐν Ἀπόλλωνι]·
- παῖς Ἱπποκλῆος Φοβίος Νειληιάδαο
- ἔσται ἰθαιγενέων γνήσιος ἐκ πατέρων·
- τῷ δ᾿ ἄλοχος μνηστὴ δόμον ἵξεται, ἧς ἔτι νύμφης
- ἠλάκατ᾿ ἐν θαλάμοις καλὸν ἑλισσομένης
- Ἀσσησοῦ βασιλῆος ἐλεύσεται ἔκγονος Ἀνθεύς,
- ὅρκι᾿ ὁμηρείης πίστ᾿ ἐπιβωσάμενος,
- πρωθήβης, ἔαρος θαλερώτερος (οὐδὲ Μελίσσῳ
- Πειρήνης τοιόνδ᾿ ἀλφεσίβοιον ὕδωρ
- θηλήσει μέγαν υἱόν, ἀφ᾿ οὗ μέγα χάρμα Κορίνθῳ
- ἔσται καὶ βριαροῖς ἄλγεα Βακχιάδαις),
- Ἀνθεὺς Ἑρμείῃ ταχινῷ φίλος, ᾧ ἔπι νύμφη
- μαινὰς ἄφαρ σχήσει τὸν λιθόλευστον ἔρων·
- καί ἑ καθαψαμένη γούνων ἀθέμιστα τελέσσαι
- πείσει· ὁ δὲ Ζῆνα Ξείνιον αἰδόμενος
- σπονδάς τ᾿ ἐν Φοβίου καὶ ἅλα ξυνεῶνα θαλείης
- κρήναις καὶ ποταμοῖς νίψετ᾿ ἀεικὲς ἔπος·
- ἡ δ᾿ ὅταν ἀρνῆται μελεὸν γάμον ἀγλαὸς Ἀνθεύς,
- δὴ τότε οἱ τεύξει μητιόεντα δόλον,
- μύθοις ἐξαπαφοῦσα· λόγος δέ οἱ ἔσσεται οὗτος·
- “γαυλός μοι χρύσεος· φρείατος ἐκ μυχάτου
- νῦν ὅ γ᾿ ἀνελκόμενος διὰ μὲν κακὸν ἤρικεν οὖσον,
- αὐτὸς δ᾿ ἐς Νύμφας ᾤχετ᾿ ἐφυδριάδας·
- πρὸς σὲ θεῶν, ἀλλ᾿ εἴ μοι, ἐπεὶ καὶ πᾶσιν ἀκούω
- ῥηιδίην οἶμον τοῦδ᾿ ἔμεναι στομίου,
- ἰθύσας ἀνέλοιο, τότ᾿ ἂν μέγα φίλτατος εἴης.”
- ὧδε μὲν ἡ Φοβίου Νειλιάδαο δάμαρ
- φθέγξεθ᾿· ὁ δ᾿ οὐ φρασθεὶς ἀπὸ μὲν Λελεγήιον εἷμα
- μητρὸς ἑῆς ἔργον θήσεται Ἑλλαμενῆς·
- αὐτὸς δὲ σπεύδων κοῖλον καταβήσεται ἄγκος
- φρείατος· ἡ δ᾿ ἐπί οἱ λιρὰ νοεῦσα γυνὴ
- ἀμφοτέραις χείρεσσι μυλακρίδα λᾶαν ἐνήσει·
- καὶ τόθ᾿ ὁ μὲν ξείνων πολλὸν ἀποτμότατος
- ἠρίον ὀγκώσει τὸ μεμορμένον, ἡ δ᾿ ὑπὸ δειρὴν
- ἁψαμένη σὺν τῷ βήσεται εἰς Ἀΐδην.
[15.1] Περὶ δὲ τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης· αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ κατῄει, οὐδ᾿ ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις· παρασκευασαμένη δὲ κύνας ἐθήρευεν ἔστιν ὅτε καὶ ἐν τῇ Λακωνικῇ καὶ ἐπιφοιτῶσα εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου ὄρη· δι᾿ ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέμιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει. [15.2] ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος, Οἰνομάου παῖς, εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειρᾶσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείας ἀμπεχόνας καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῇ. [15.3] ἔτυχε δέ πως αὐτῇ κατὰ νοῦν γενόμενος, οὐ μεθίει τε αὐτὸν ἀμφιπολεύουσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος, καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι. [ 15.4]ἔνθα δὴ ὡς ἀφικόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λεύκιππον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν· μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς. [15.5] καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ᾿ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένως ἔφευγεν· ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθὲν ἀπ᾿ ἐκείνης δάφνην.
[16.1] Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ᾿ ὁ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ᾿ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ (Φιλοβίη αὐτῇ ὄνομα) παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ. [16.2] κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει (καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίου), ἦλθε [δὲ] καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα. [16.3] ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ, φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος ὃν ὑπ᾿ Αἴθρᾳ τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ᾿ οἴκου· καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θράκης ὄφις ἀνεῖλεν.
[17.1] Λέγεται δὲ καὶ Περίανδρον τὸν Κορίνθιον τὴν μὲν ἀρχὴν ἐπιεικῆ τε καὶ πρᾶον εἶναι, ὕστερον δὲ φονικώτατον γενέσθαι δι᾿ αἰτίαν τήνδε. ἡ μήτηρ αὐτοῦ κομιδῇ νέου πολλῷ [πόθῳ] κατείχετο, καὶ τέως [μὲν] ἀνεπίμπλατο τῆς ἐπιθυμίας περιπλεκομένη τῷ παιδί· προϊόντος δὲ τοῦ χρόνου τὸ πάθος ἐπὶ μεῖζον ηὔξετο, καὶ κατέχειν τὴν νόσον οὐκέτι οἵα τε ἦν, ἕως ἀποτολμήσασα προσφέρει λόγους τῷ παιδὶ ὡς αὐτοῦ γυνή τις ἐρῴη τῶν πάνυ καλῶν, παρεκάλει τε αὐτὸν μὴ περιορᾶν αὐτὴν περαιτέρω καταξαινομένην. [17.2] ὁ δὲ τὸ μὲν πρῶτον οὐκ ἔφη φθερεῖν ἐζευγμένην γυναῖκα ὑπό τε νόμων καὶ ἐθῶν, λιπαρῶς δὲ προσκειμένης τῆς μητρὸς συγκατατίθεται. κἀπειδὴ νὺξ ἐπῆλθεν, εἰς ἣν ἐτέτακτο τῷ παιδί, προυδήλωσεν αὐτῷ μήτε λύχνα φαίνειν ἐν τῷ θαλάμῳ, μήτε ἀνάγκην αὐτῇ ἐπάγειν πρὸς τὸ διαλεχθῆναί τι· ἐπιπροσθεῖσθαι γὰρ αὐτὴν ὑπ᾿ αἰδοῦς. [17.3] καθομολογησαμένου δὲ τοῦ Περιάνδρου πάντα ποιήσειν κατὰ τὴν ὑφήγησιν τῆς μητρός, ὡς ὅτι κράτιστα αὑτὴν ἀσκήσασα εἰσέρχεται παρὰ τὸν παῖδα, καὶ πρὶν ἢ ὑποφαίνειν ἕω λαθραίως ἔξεισιν. [17.4] τῇ δ᾿ ὑστεραίᾳ ἀναπυνθανομένης αὐτῆς εἰ κατὰ νοῦν αὐτῷ γένοιτο καὶ εἰ αὖτις θέλοι αὐτὴν παρ᾿ αὐτὸν ἀφικέσθαι, ὁ Περίανδρος σπουδάζειν τε ἔφη καὶ ἡσθῆναι οὐ μετρίως. ὡς δὲ [ἐκ] τούτου οὐκ ἀνίει φοιτῶσα πρὸς τὸν παῖδα καί τις [καὶ] ἔρως ὑπῄει τὸν Περίανδρον, ἤδη σπουδὴν ἐτίθετο γνωρίσαι τὴν ἄνθρωπον ἥτις ἦν. [17.5] καὶ ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο· νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου συνοῦσαν αὐτῷ· ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ᾿ αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι. [17.6] τῆς δὲ κατὰ τὸ σύνηθες ἀφικομένης καὶ μελλούσης κατακλίνεσθαι, ἀναδραμὼν ὁ Περίανδρος ἀναίρει τὸ φῶς, καὶ κατιδὼν τὴν μητέρα ὥρμησεν ἐπὶ τὸ διεργάσασθαι αὐτήν· κατασχεθεὶς δὲ ὑπό τινος δαιμονίου φαντάσματος ἀπετράπετο, κἀκ τούτου παραπλὴξ ἦν νοῦ τε καὶ φρενῶν κατέσκηψέ τε εἰς ὠμότητα καὶ πολλοὺς ἀπέσφαξε τῶν πολιτῶν· ἡ δὲ μήτηρ πολλὰ κατολοφυραμένη τὸν ἑαυτῆς δαίμονα, ἀνεῖλεν ἑαυτήν.
[18.1] Ὑψικρέων δὲ Μιλήσιος καὶ Προμέδων Νάξιος μάλιστα φίλω ἤστην. ἀφικομένου οὖν ποτε Προμέδοντος εἰς Μίλητον, θατέρου λέγεται τὴν γυναῖκα Νέαιραν ἐρασθῆναι αὐτοῦ. καὶ παρόντος μὲν τοῦ Ὑψικρέοντος μὴ τολμᾶν αὐτὴν διαλέγεσθαι τῷ ξένῳ· [18.2] μετὰ δὲ χρόνον ὡς ὁ μὲν Ὑψικρέων ἐτύγχανεν ἀποδημῶν, ὁ δὲ αὖτις ἀφίκετο, νύκτωρ αὐτοῦ κοιμωμένου ὑπεισέρχεται ἡ Νέαιρα καὶ πρῶτον μὲν οἵα [τε] ἦν πείθειν αὐτόν· ἐπειδὴ δὲ ἐκεῖνος οὐκ ἐνεδίδου, Δία τε Ἑταιρήιον καὶ Ξένιον αἰδούμενος, προσέταξεν ἡ Νέαιρα ταῖς θεραπαίναις ἀποκλεῖσαι τὸν θάλαμον, καὶ οὕτως, πολλὰ ἐπαγωγὰ ποιούσης, ἠναγκάσθη μιγῆναι αὐτῇ· [18.3] τῇ μέντοι ὑστεραίᾳ δεινὸν ἡγησάμενος εἶναι τὸ πραχθὲν ᾤχετο πλέων ἐπὶ τῆς Νάξου. ἔνθα [δὴ] καὶ ἡ Νέαιρα δείσασα τὸν Ὑψικρέοντα διέπλευσεν εἰς τὴν Νάξον· κἀπειδὴ αὐτὴν ἐζήτει ὁ Ὑψικρέων, ἱκέτις προσκαθίζετο ἐπὶ τῆς ἑστίας τῆς ἐν τῷ Πρυτανείῳ. [18.4] οἱ δὲ Νάξιοι λιπαροῦντι τῷ Ὑψικρέοντι ἐκδώσειν μὲν οὐκ ἔφασαν, ἐκέλευον μέντοι πείσαντα αὐτὴν ἄγεσθαι· δόξας δὲ ὁ Ὑψικρέων ἀσεβεῖσθαι, πείθει [τοὺς] Μιλησίους πολεμεῖν τοῖς Ναξίοις.
[19.1] Σκέλλις τε καὶ Κασσαμενὸς κήτορος οἱ Θρᾴκης ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἀλωέως γυναῖκα Ἰφιμέδην καὶ [τὴν] θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι ἀλλήλους κατέκτειναν.
[20.1] Λέγεται δὲ καὶ Οἰνοπίωνος καὶ Νύμφης Ἑλίκης Αἱρὼ κόρην γενέσθαι· ταύτης δὲ Ὠρίωνα τὸν Ὑριέως ἐρασθέντα παρ᾿ αὐτοῦ παραιτεῖσθαι τὴν κόρην, καὶ διὰ ταύτην τήν τε νῆσον ἐξημερῶσαι τότε θηρίων ἀνάπλεων οὖσαν, λείαν τε πολλὴν περιελαύνοντα τῶν προσχώρων ἕδνα διδόναι. [20.2] τοῦ μέντοι Οἰνοπίωνος ἑκάστοτε ὑπερτιθεμένου τὸν γάμον διὰ τὸ ἀποστυγεῖν αὐτῷ γαμβρὸν τοιοῦτον γενέσθαι, ὑπὸ μέθης ἔκφρονα γενόμενον τὸν Ὠρίωνα κατᾶξαι τὸν θάλαμον, ἔνθα ἡ παῖς ἐκοιμᾶτο, καὶ βιαζόμενον ἐκκαῆναι τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ Οἰνοπίωνος.
[21.1] Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. ἔνθα δὴ καθ᾿ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν. [21.2] ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. [21.3] ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς [τῆς] πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην. [21.4] μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε·
- ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω,
- ἐκ δ᾿ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου
- υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων,
- αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης
- τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις.
- ἡ γὰρ ἐπ᾿ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε
- Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
- χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ᾿ ἐς ὑγρὴν
- ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
[21.5] εἶτα μικρὸν ὑποβάς
- δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης
- παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
- ἔτλη δ᾿ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
- χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν
- ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
- ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν
- πενθεροὶ Αἰακίδαι, Φθίῃ δ᾿ ἔνι δώματα ναίοι
- ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ᾿ ὅ γ᾿ ἔμελλε
- τὰ ῥέξειν, ὀλοῷ δ᾿ ἐπαγάσσατο πατρίδος οἴτῳ·
- ἔνθ̓᾿ ἥ γ᾿ αἰνότατον γάμον εἴσιδε Πηλείδαο
- Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον
- πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.
[22.1] Ἔφασαν δέ τινες καὶ τὴν Σαρδίων ἀκρόπολιν ὑπὸ Κύρου τοῦ Περσῶν βασιλέως ἁλῶναι προδούσης τῆς Κροίσου θυγατρὸς Νανίδος. Ἐπειδὴ γὰρ ἐπολιόρκει Σάρδεις Κῦρος καὶ οὐδὲν αὐτῷ εἰς ἅλωσιν τῆς πόλεως προὔβαινεν, ἐν πολλῷ τε δέει ἦν μὴ ἀθροισθὲν τὸ συμμαχικὸν τοῦ Κροίσου διαλύσειεν αὐτῷ τὴν στρατιάν, τότε τὴν παρθένον ταύτην ἔχει λόγος περὶ προδοσίας συνθεμένην τῷ Κύρῳ, εἰ κατὰ νόμους Περσῶν ἕξει γυναῖκα αὐτήν, κατὰ τὴν ἄκραν, μηδενὸς φυλάσσοντος δι᾿ ὀχυρότητα τοῦ χωρίου, εἰσδέχεσθαι τοὺς πολεμίους, συνεργῶν αὐτῇ καὶ ἄλλων τινῶν γινομένων· τὸν μέντοι Κῦρον μὴ ἐμπεδῶσαι αὐτῇ τὴν ὑπόσχεσιν.
[23.1] Κλεώνυμος ὁ Λακεδαιμόνιος, βασιλείου γένους ὢν καὶ πολλὰ κατορθώσας Λακεδαιμονίοις, ἔγημε Χειλωνίδα προσήκουσαν αὐτῷ κατὰ γένος. ταύτῃ σφοδρῶς ἐπιτεταμένου τοῦ Κλεωνύμου καὶ τὸν ἔρωτα οὐκ ἠρέμα φέροντος, τοῦ μὲν κατηλόγει, πᾶσα δὲ ἐνέκειτο Ἀκροτάτῳ, τῷ τοῦ βασιλέως υἱεῖ· [23.2] καὶ γὰρ ὁ μειρακίσκος αὐτῆς ἀναφανδὸν ὑπεκάετο, ὥστε πάντας ἀνὰ στόμα ἔχειν τὴν ὁμιλίαν αὐτῶν. δι᾿ ἣν αἰτίαν δυσαναχετήσας ὁ Κλεώνυμος καὶ ἄλλως δὲ οὐκ ἀρεσκόμενος τοῖς Λακεδαιμονίοις ἔθεσιν, ἐπεραιώθη πρὸς Πύρρον εἰς Ἤπειρον καὶ αὐτὸν ἀναπείθει πειρᾶσθαι τῆς Πελοποννήσου, ὡς εἴ γε ἐντόνως ἅψαιντο τοῦ πολέμου, ῥᾳδίως ἐκπολιορκήσοντες τὰς ἐν αὐτῇ πόλεις· ἔφη δὲ καὶ αὐτῷ τι ἤδη προδιειργάσθαι, ὥστε καὶ στάσιν ἐγγενέσθαι τισὶ τῶν πόλεων.
[24.1] Ἱππαρῖνος δ᾿ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν ἀφίκετο πάνυ καλοῦ παιδός· Ἀχαιὸς αὐτῷ ὄνομα. τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν· χρόνου δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη πρός τι τῶν ὑπ᾿ ἐκείνου κατεχομένων χωρίων, καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο, κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ κεχαρισμένος. [24.2] κἀπειδὴ συμβαλὼν τοῖς πολεμίοις κατὰ κράτος αὐτοὺς εἷλεν, ἐπὶ πολὺν οἶνον ἐτράπετο καὶ συνουσίαν· ἐκκαόμενος δὲ ὑπὸ μέθης καὶ πόθου τοῦ παιδὸς ἀφίππευσεν εἰς τὰς Συρακούσας, καὶ παραγενόμενος ἐπὶ τὴν οἰκίαν, ἔνθα τῷ παιδὶ παρεκελεύσατο μένειν, ὃς μὲν ἦν οὐκ ἐδήλου, θετταλίζων δὲ τῇ φωνῇ τὸν Ἱππαρῖνον ἔφησεν ἀπεκτονηκέναι· ὁ δὲ παῖς διαγανακτήσας, σκότους ὄντος παίει καιρίαν τὸν Ἱππαρῖνον· ὁ δὲ τρεῖς ἡμέρας ἐπιβιοὺς καὶ τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας ἐτελεύτησεν.
[25.1] Φάυλλος δ᾿ ὁ τύραννος ἠράσθη τῆς Ἀρίστωνος γυναικός, ὃς Οἰταίων προστάτης ἦν· οὗτος διαπεμπόμενος πρὸς αὐτὴν χρυσόν τε πολὺν καὶ ἄργυρον ἐπηγγέλλετο δώσειν, εἴ τέ τινος ἄλλου δέοιτο φράζειν ἐκέλευεν ὡς οὐχ ἁμαρτησομένην. [25.2] τὴν δ᾿ ἄρα πολὺς εἶχε πόθος ὅρμου τοῦ τότε κειμένου ἐν τῷ τῆς Προνοίας Ἀθηνᾶς ἱερῷ, ὃν εἶχε λόγος Ἐριφύλης γεγονέναι, ἠξίου τε ταύτης τῆς δωρεᾶς τυχεῖν. [25.3] Φάυλλος δὲ τά τε ἄλλα κατασύρων ἐκ Δελφῶν ἀναθήματα ἀναιρεῖται καὶ τὸν ὅρμον· ἐπεὶ δὲ διεκομίσθη εἰς οἶκον τὸν Ἀρίστωνος, χρόνον μέν τινα ἐφόρει αὐτὸν ἡ γυνὴ μάλα περίπυστος οὖσα, μετὰ δὲ ταῦτα παραπλήσιον αὐτῇ πάθος συνέβη τῷ περὶ τὴν Ἐριφύλην γενομένῳ. [25.4] ὁ γὰρ νεώτερος τῶν υἱῶν αὐτῆς μανεὶς τὴν οἰκίαν ὑφῆψε, καὶ τήν τε μητέρα καὶ τὰ πολλὰ τῶν κτημάτων κατέφλεξε.
[26.1] Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δὲ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχήσας εἷλεν. [26.2] ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανεν δὲ ἀγχιβαθὴς οὖσα. καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει· τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. [26.3] Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθόν, συνίσταται αὐτῷ. [26.4] ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυράμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε. τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται.
[27.1] Ἔχει δὲ λόγος καὶ Ἀλκινόην, τὴν Πολύβου μὲν τοῦ Κορινθίου θυγατέρα, γυναῖκα δὲ Ἀμφιλόχου τοῦ Δρύαντος, κατὰ μῆνιν Ἀθηνᾶς ἐπιμανῆναι ξένῳ Σαμίῳ· Ξάνθος αὐτῷ ὄνομα. [27.2] ἐπὶ μισθῷ γὰρ αὐτὴν ἀγαγομένην χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην ἐνιαυτὸν ὕστερον ἐκ τῶν οἰκίων ἐλάσαι, μὴ ἐντελῆ τὸν μισθὸν ἀποδοῦσαν· τὴν δὲ ἀράσασθαι πολλὰ Ἀθηνᾷ τίσασθαι αὐτὴν ἀντ᾿ ἀδίκου στερήσεως· ὅθεν εἰς τοσοῦτον ἐλθεῖν, ὥστε ἀπολιπεῖν οἶκόν τε καὶ παῖδας ἤδη γεγονότας, συνεκπλεῦσαί τε τῷ Ξάνθῳ· [27.3] γενομένην δὲ κατὰ μέσον πόρον ἔννοιαν λαβεῖν τῶν εἰργασμένων, καὶ αὐτίκα πολλά τε δάκρυα προΐεσθαι καὶ ἀνακαλεῖν ὁτὲ μὲν ἄνδρα κουρίδιον, ὁτὲ δὲ τοὺς παῖδας· τέλος δὲ πολλὰ τοῦ Ξάνθου παρηγοροῦντος καὶ φαμένου γυναῖκα ἕξειν, μὴ πειθομένην ῥῖψαι ἑαυτὴν εἰς θάλασσαν.
[28.1] Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου· οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον ἀποθανεῖν· τινὲς δὲ προσφάτως γήμαντα Κλείτην συμβαλεῖν δι᾿ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν [τοῖς] ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ· ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας ἀπό τινος δένδρου ἀνήρτησεν [ἑαυτήν].
[29.1] Ἐν Σικελίᾳ δὲ Δάφνις Ἑρμοῦ παῖς ἐγένετο, σύριγγι δή τε δεξιῶς χρήσασθαι καὶ τὴν ἰδέαν ἐκπρεπής. οὗτος εἰς μὲν τὸν πολὺν ὅμιλον ἀνδρῶν οὐ κατῄει, βουκολῶν δὲ κατὰ τὴν Αἴτνην χείματός τε καὶ θέρους ἠγραύλει. τούτου λέγουσιν Ἐχεναΐδα Νύμφην ἐρασθεῖσαν παρακελεύσασθαι αὐτῷ γυναικὶ μὴ πλησιάζειν· μὴ πειθομένῳ γὰρ αὐτῷ συμβήσεσθαι τὰς ὄψεις ἀποβαλεῖν. [29.2] ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῷ· ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνῳ πολλῷ δηλησαμένη αὐτὸν ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῇ μιγῆναι· καὶ οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύρᾳ τῷ Θρᾳκὶ δι᾿ ἀφροσύνην ἐπεπήρωτο.
[30.1] Λέγεται δὲ καὶ Ἡρακλέα, ὅτε ἀπ Ἐρυθείας τὰς Γηρυόνου βοῦς ἤγαγεν, ἀλώμενον διὰ τῆς Κελτῶν χώρας ἀφικέσθαι παρὰ Βρεταννόν· τῷ δὲ ἄρα ὑπάρχειν θυγατέρα, Κελτίνην ὄνομα. ταύτην δὲ ἐρασθεῖσαν τοῦ Ἡρακλέους κατακρύψαι τὰς βοῦς, μὴ θέλειν τε ἀποδοῦναι, εἰ μὴ πρότερον αὐτῇ μιχθῆναι· τὸν δὲ Ἡρακλέα τὸ μέν τι καὶ τὰς βοῦς ἐπειγόμενον ἀνασώσασθαι, πολὺ μᾶλλον μέντοι τὸ κάλλος ἐκπλαγέντα τῆς κόρης συγγενέσθαι αὐτῇ, καὶ αὐτοῖς χρόνου περιήκοντος γενέσθαι παῖδα Κελτόν, ἀφ᾿ οὗ δὴ Κελτοὶ προσηγορεύθησαν.
[31.1] Λέγεται δὲ καὶ Διμοίτην ἁρμόσασθαι μὲν Τροιζῆνος τἀδελφοῦ θυγατέρα Εὐῶπιν· αἰσθανόμενον δὲ συνοῦσαν αὐτὴν διὰ σφοδρὸν ἔρωτα τἀδελφῷ, δηλῶσαι τῷ Τροιζῆνι· τὴν δὲ διὰ [τὸ] δέος καὶ αἰσχύνην ἀναρτῆσαι αὑτήν, πολλὰ πρότερον λυγρὰ καταρασαμένην τῷ αἰτίῳ τῆς συμφορᾶς. [31.2] ἔνθα δὴ τὸν Διμοίτην μετ᾿ οὐ πολὺν χρόνον ἐπιτυχεῖν γυναικὶ μάλα καλῇ τὴν ὄψιν ὑπὸ τῶν κυμάτων ἐκβεβλημένῃ καὶ αὐτῆς εἰς ἐπιθυμίαν ἐλθόντα συνεῖναι· ὡς δὲ ἤδη ἐνεδίδου τὸ σῶμα διὰ μῆκος χρόνου, χῶσαι αὐτῇ μέγαν τάφον, καὶ οὕτως μὴ ἀνιέμενον τοῦ πάθους ἐπικατασφάξαι αὑτόν.
[32.1] Παρὰ δὲ Χάοσι μειρακίσκος τις τῶν πάνυ δοκίμων Ἀνθίππης ἠράσθη. ταύτην ὑπελθὼν πάσῃ μηχανῇ πείθει αὐτῷ συμμιγῆναι· ἡ δὲ ἄρα καὶ αὐτὴ οὐκ ἐκτὸς ἦν τοῦ πρὸς τὸν παῖδα πόθου· καὶ ἐκ τοῦδε λανθάνοντες τοὺς αὑτῶν γονεῖς ἐξεπίμπλασαν τὴν ἐπιθυμίαν. [32.2] ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. ἔτυχε δὲ ἄρα ὁ τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων, ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ᾿ αὐτὴν τὸν ἄκοντα. καὶ τῆς μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς παιδός· [32.3] ὑπολαβὼν δὲ τὸ θηρίον καταβεβληκέναι ἐγγυτέρω τὸν ἵππον προσελαύνει· καὶ καταμαθὼν τὸ μειράκιον ἐπὶ τοῦ τραύματος τῆς παιδὸς ἔχον τὼ χεῖρε ἐκτός τε φρενῶν ἐγένετο καὶ περιδινηθεὶς ἀπολισθάνει τοῦ ἵππου εἰς χωρίον ἀπόκρημνον καὶ πετρῶδες. [32.4] ἔνθα δὴ ὁ μὲν ἐτεθνήκει, οἱ δὲ Χάονες, τιμῶντες τὸν βασιλέα, κατὰ τὸν αὐτὸν τόπον τείχη περιεβάλοντο καὶ τὴν πόλιν ἐκάλεσαν Κίχυρον. [32.5] φασὶ δέ τινες τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου, ἣν μεταναστᾶσαν ἐκ Βοιωτίας βαδίζειν μεθ᾿ Ἁρμονίας καὶ Κάδμου, φερομένην τὰ Πενθέως λείψανα, ἀποθανοῦσαν δὲ περὶ τὸν δρυμὸν τόνδε ταφῆναι· διὸ καὶ τὴν γῆν Ἤπειρον ἀπὸ ταύτης ὀνομασθῆναι.
[33.1] Διαφόρως δὲ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ Νιόβης. οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ᾿ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ ἐχόμενον αὐτὴν αὑτῷ γήμασθαι· [33.2] μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι. καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν ῥῖψαι, ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.
[34.1] Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη, καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν. [34.2] Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γενέσθαι, λέγων ἐν τούτοις·
- ἠρία τ᾿ εἰν Ἀίδαο κατοιχομένου Κορύθοιο,
- ὅντε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖσ᾿ ὑμεναίοις
- Τυνδαρίς, αἴν᾿ ἀχέουσα, κακὸν γόνον ἤρατο βούτεω.
[35.1] Ἐν δὲ Κρήτῃ ἠράσθη Λύκαστος τῆς Κύδωνος θυγατρὸς Εὐλιμένης, ἣν ὁ πατὴρ Ἀπτέρῳ καθωμολόγητο πρωτεύοντι τότε Κρητῶν· ταύτῃ κρύφα συνὼν ἐλελήθει. ὡς δὲ τῶν Κρητικῶν τινες πόλεων ἐπισυνέστησαν Κύδωνι καὶ πολὺ περιῆσαν, πέμπει τοὺς πευσομένους εἰς θεοῦ, ὅ τι ἂν ποιῶν κρατήσειεν τῶν πολεμίων. [35.2] καὶ αὐτῷ θεσπίζεται τοῖς ἐγχωρίοις ἥρωσι σφαγιάσαι παρθένον. ἀκούσας δὲ τοῦ χρηστηρίου Κύδων διεκλήρου τὰς παρθένους πάσας, καὶ κατὰ δαίμονα ἡ θυγάτηρ λαγχάνει. [35.3] Λύκαστος δὲ δείσας περὶ αὐτῆς μηνύει τὴν φθορὰν καὶ ὡς ἐκ πολλοῦ χρόνου συνείη αὐτῇ· ὁ δὲ πολὺς ὅμιλος πολὺ μᾶλλον ἐδικαίου αὐτὴν τεθνάναι. [35.4] ἐπειδὴ δὲ ἐσφαγιάσθη, ὁ Κύδων τὸν ἱερέα κελεύει αὐτῆς διατεμεῖν τὸ ἐπομφάλιον, καὶ οὕτως εὑρέθη ἔγκυος. ἄπτερος δὲ δόξας ὑπὸ Λυκάστου δεινὰ πεπονθέναι λοχήσας αὐτὸν ἀνεῖλε καὶ διὰ ταύτην τὴν αἰτίαν ἔφυγε πρὸς Ξάνθον εἰς Τέρμερα.
[36.1] Λέγεται δὲ καὶ Ῥῆσον, πρὶν ἐς Τροίαν ἐπίκουρον ἐλθεῖν, ἐπὶ πολλὴν γῆν ἰέναι προσαγόμενόν τε καὶ δασμὸν ἐπιτιθέντα. ἔνθα δὴ καὶ εἰς Κίον ἀφικέσθαι κατὰ κλέος γυναικὸς καλῆς· Ἀργανθώνη αὐτῇ ὄνομα. [36.2] αὕτη τὴν μὲν κατ᾿ οἶκον δίαιταν καὶ μονὴν ἀπεστύγει, ἀθροισαμένη δὲ κύνας πολλοὺς ἐθήρευεν οὐ μάλα τινὰ προσιεμένη. ἐλθὼν οὖν ὁ Ῥῆσος εἰς τόνδε τὸν χῶρον βίᾳ μὲν αὐτὴν οὐκ ἦγεν, ἔφη δὲ θέλειν αὐτῇ συγκυνηγεῖν· καὶ αὐτὸς γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἐχθαίρειν· ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατῄνεσε πειθομένη αὐτὸν ἀληθῆ λέγειν. [36.3] χρόνου δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου· καὶ τὸ μὲν πρῶτον ἡσυχάζει αἰδοῖ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λόγους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθέλων αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα. [36.4] ὕστερον δέ, πολέμου γενομένου τοῖς Τρωσί, μετῄεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἴτε καὶ δι᾿ ἔρωτα, ὃς πολὺς ὑπῆν αὐτῇ, εἴτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν αὐτὸν οὐκ εἴα. [36.5] Ῥῆσος δὲ μάλα κακιζόμενος ἐπὶ [τῇ] μονῇ οὐκ ἠνέσχετο, ἀλλὰ ἦλθεν εἰς Τροίαν καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ᾿ ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει. [36.6] ἡ δὲ ὡς ᾔσθετο τεθνηκότος αὐτοῦ, αὖτις ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐβόα τοὔνομα τοῦ Ῥήσου· τέλος δὲ σῖγα τῷ ποταμῷ προσημένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλάγη.
Παρθενίου Νικαέως
Περὶ ἐρωτικῶν παθημάτων τέλος