Μετάβαση στο περιεχόμενο

Περί της Παραπρεσβείας (Δημοσθένης)

Από Βικιθήκη


Περὶ τῆς Παραπρεσβείας
Λόγος




[1] ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονε, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι, ἑορακότας ἄρτι τοὺς ὅτ᾽ ἐκληροῦσθ᾽ ἐνοχλοῦντας καὶ προσιόντας ὑμῖν. δεήσομαι δὲ πάντων ὑμῶν, ἃ καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν, μηδεμίαν μήτε χάριν μήτ᾽ ἄνδρα ποιεῖσθαι περὶ πλείονος ἢ τὸ δίκαιον καὶ τὸν ὅρκον ὃν εἰσελήλυθεν ὑμῶν ἕκαστος ὀμωμοκώς, ἐνθυμουμένους ὅτι ταῦτα μέν ἐσθ᾽ ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, αἱ δὲ τῶν παρακλήτων αὗται δεήσεις καὶ σπουδαὶ τῶν ἰδίων πλεονεξιῶν εἵνεκα γίγνονται, ἃς ἵνα κωλύηθ᾽ οἱ νόμοι συνήγαγον ὑμᾶς, οὐχ ἵνα κυρίας τοῖς ἀδικοῦσι ποιῆτε.

[2] τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρχονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους, τουτονὶ δ᾽ Αἰσχίνην πολὺ τἀναντία τούτου· πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς καὶ λόγον δοῦναι τῶν πεπραγμένων τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τοῖς δ᾽ ἀπειλεῖ περιιών, δεινότατον πάντων ἔθος εἰς τὴν πολιτείαν εἰσάγων καὶ ἀσυμφορώτατον ὑμῖν· εἰ γὰρ ὁ πράξας τι τῶν κοινῶν καὶ διοικήσας τῷ καθ᾽ ἑαυτὸν φόβῳ καὶ μὴ τῷ δικαίῳ κατασκευάσει μηδέν᾽ εἶναι κατήγορον αὑτοῦ, παντάπασιν ἄκυροι πάντων ὑμεῖς γενήσεσθε.

[3] τὸ μὲν οὖν ἐξελέγξειν πολλὰ καὶ δεινὰ πεποιηκότα τουτονὶ καὶ τῆς ἐσχάτης ὄντα τιμωρίας ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω· ὃ δὲ καίπερ ὑπειληφὼς ταῦτα φοβοῦμαι, φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ παρ᾽ ὑμῖν ἀγῶνες οὐχ ἧττον, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν καιρῶν ἢ τῶν πραγμάτων εἶναι, καὶ τὸ χρόνον γεγενῆσθαι μετὰ τὴν πρεσβείαν πολὺν δέδοικα, μή τινα λήθην ἢ συνήθειαν τῶν ἀδικημάτων ὑμῖν ἐμπεποιήκῃ.

[4] ὡς δή μοι δοκεῖτ᾽ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθ᾽ ὑμῖν λέξω· εἰ σκέψαισθε παρ᾽ ὑμῖν αὐτοῖς, ὦ ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δ᾽ ὧν ἔπεισε, τρίτον δ᾽ ὧν προσετάξατ᾽ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφ᾽ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ πάντα ταῦτα πέπρακται.

[5] τί δήποτε τούτων ὅτι ἐκ μὲν τῶν ἀπαγγελιῶν τὸ βουλεύσασθαι περὶ τῶν πραγμάτων ὑμῖν ἐστίν· ἂν μὲν οὖν ὦσιν ἀληθεῖς, τὰ δέοντ᾽ ἔγνωτε, ἂν δὲ μὴ τοιαῦται, τἀναντία. τὰς δὲ συμβουλίας πιστοτέρας ὑπολαμβάνετ᾽ εἶναι τὰς τῶν πρέσβεων· ὡς γὰρ εἰδότων περὶ ὧν ἐπέμφθησαν ἀκούετε· οὐδὲν οὖν ἐξελέγχεσθαι δίκαιός ἐστιν ὁ πρεσβευτὴς φαῦλον οὐδ᾽ ἀσύμφορον ὑμῖν συμβεβουλευκώς.

[6] καὶ μὴν περὶ ὧν γε προσετάξατ᾽ εἰπεῖν ἢ πρᾶξαι καὶ διαρρήδην ἐψηφίσασθε ποιῆσαι, προσήκει διῳκηκέναι. εἶεν· τῶν δὲ δὴ χρόνων διὰ τί ὅτι πολλάκις, ὦ ἄνδρες Ἀθηναῖοι, συμβαίνει πολλῶν πραγμάτων καὶ μεγάλων καιρὸν ἐν βραχεῖ χρόνῳ γίγνεσθαι, ὃν ἄν τις ἑκὼν καθυφῇ τοῖς ἐναντίοις καὶ προδῷ, οὐδ᾽ ἂν ὁτιοῦν ποιῇ πάλιν οἷός τ᾽ ἔσται σῶσαι.

[7] ἀλλὰ μὴν ὑπέρ γε τοῦ προῖκ᾽ ἢ μή, τὸ μὲν ἐκ τούτων λαμβάνειν, ἐξ ὧν ἡ πόλις βλάπτεται, πάντες οἶδ᾽ ὅτι φήσαιτ᾽ ἂν εἶναι δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον· ὁ μέντοι τὸν νόμον τιθεὶς οὐ διώρισεν τοῦτο, ἀλλ᾽ ἁπλῶς εἶπε μηδαμῶς δῶρα λαμβάνειν, ἡγούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸν ἅπαξ λαβόντα καὶ διαφθαρένθ᾽ ὑπὸ χρημάτων οὐδὲ κριτὴν ἔτι τῶν συμφερόντων ἀσφαλῆ μένειν τῇ πόλει.

[8] ἂν μὲν τοίνυν ἐξελέγξω καὶ δείξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότ᾽ ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ, καὶ πάντα τἀναντία τῶν συμφερόντων συμβεβουλευκότα, καὶ μηδὲν ὧν προσετάξατ᾽ ἐν τῇ πρεσβείᾳ πεποιηκότα, καὶ ἀνηλωκότα τοὺς χρόνους ἐν οἷς πολλῶν καὶ μεγάλων πραγμάτων καιροὶ προεῖνται τῇ πόλει, καὶ πάντων τούτων δῶρα καὶ μισθοὺς εἰληφότα μετὰ Φιλοκράτους, καταψηφίσασθ᾽ αὐτοῦ καὶ δίκην ἀξίαν τῶν ἀδικημάτων λάβετε· ἂν δὲ μὴ δείξω ταῦτα, ἢ μὴ πάντα, ἐμὲ μὲν φαῦλον ἡγεῖσθε τοῦτον δ᾽ ἄφετε.

[9] πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων ἔτι πρὸς τούτοις ἕτερ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν οὐκ ἔσθ᾽ ὅστις ἂν οὐκ εἰκότως μισήσειεν αὐτόν, βούλομαι πρὸ πάντων ὧν μέλλω λέγειν μνημονεύοντας ὑμῶν οἶδ᾽ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν ἑαυτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν, ἵν᾽ εἰδῆθ᾽ ὅτι τοῖς ὑφ᾽ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστ᾽ ἐξελεγχθήσεται δῶρ᾽ ἔχων.

[10] ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων, καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῖ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου,

[11] καὶ ἀπαγγέλλων μετὰ ταῦθ᾽ ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, οὓς ἐν τοῖς μυρίοις ἐν Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου.

[12] ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμ᾽ ἐξενηνοχότος περὶ αὑτοῦ, τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπείσθητε ὑπ᾽ Ἀριστοδήμου καὶ Νεοπτολέμου καὶ Κτησιφῶντος καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ᾽ ὁτιοῦν ὑγιές, γίγνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, οὐδ᾽ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ᾽ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους· διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς τὸν Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν.

[13] προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ ἀναιδῆ φυλάξομεν ἀμφότεροι, τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρ᾽ ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε. χωρὶς γὰρ τῶν ἄλλων ὧν, ὅπερ εἶπον, εἰρήκει πρότερον, ἀναστὰς τῇ προτέρᾳ τῶν ἐκκλησιῶν ἐν αἷς περὶ τῆς εἰρήνης ἐβουλεύεσθε, ἤρξατ᾽ ἀρχήν, ἣν ἐγὼ καὶ τοῖς ῥήμασιν οἶμαι τοῖς αὐτοῖς οἷσπερ οὗτος εἶπεν ἐν ὑμῖν ἀπομνημονεύσειν.

[14] εἰ πάνυ πολὺν ἔφη χρόνον ἐσκόπει Φιλοκράτης, ὦ ἄνδρες Ἀθηναῖοι, πῶς ἂν ἄριστ᾽ ἐναντιωθείη τῇ εἰρήνῃ, οὐκ ἂν αὐτὸν ἄμεινον εὑρεῖν οἶμαι ἢ τοιαῦτα γράφοντα. ἐγὼ δὲ ταύτην μὲν τὴν εἰρήνην, ἕως ἂν εἷς Ἀθηναίων λείπηται, οὐδέποτ᾽ ἂν συμβουλεύσαιμι ποιήσασθαι τῇ πόλει, εἰρήνην μέντοι φημὶ δεῖν ποιεῖσθαι. καὶ τοιούτους τινὰς εἶπε βραχεῖς καὶ μετρίους λόγους.

[15] ὁ δὲ ταῦτ᾽ εἰπὼν τῇ προτεραίᾳ πάντων ἀκουόντων ὑμῶν, εἰς τὴν ὑστεραίαν, ἐν ᾗ τὴν εἰρήνην ἔδει κυροῦσθαι, ἐμοῦ τῷ τῶν συμμάχων συνηγοροῦντος δόγματι καὶ τὴν εἰρήνην ὅπως ἴση καὶ δικαία γενήσεται πράττοντος, καὶ ὑμῶν βουλομένων ταῦτα καὶ οὐδὲ φωνὴν ἐθελόντων ἀκούειν τοῦ καταπτύστου Φιλοκράτους, ἀναστὰς ἐδημηγόρει καὶ συνηγόρει ᾽κείνῳ πολλῶν ἀξίους,

[16] ὦ Ζεῦ καὶ πάντες θεοί, θανάτων λόγους, ὡς οὔτε τῶν προγόνων ὑμᾶς μεμνῆσθαι δέοι οὔτε τῶν τὰ τρόπαια καὶ τὰς ναυμαχίας λεγόντων ἀνέχεσθαι, νόμον τε θήσειν καὶ γράψειν μηδενὶ τῶν Ἑλλήνων ὑμᾶς βοηθεῖν, ὃς ἂν μὴ πρότερος βεβοηθηκὼς ὑμῖν ᾖ. καὶ ταῦθ᾽ ὁ σχέτλιος καὶ ἀναιδὴς οὗτος ἐτόλμα λέγειν ἐφεστηκότων τῶν πρέσβεων καὶ ἀκουόντων, οὓς ἀπὸ τῶν Ἑλλήνων μετεπέμψασθε ὑπὸ τούτου πεισθέντες, ὅτ᾽ οὔπω πεπρακὼς αὑτὸν ἦν.

[17] ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν τούς τε χρόνους κατέτριψε καὶ τὰ πράγματα πάντ᾽ ἐλυμήνατο τὰ τῆς πόλεως, καὶ ὅσαι περὶ τούτων ἐμοὶ πρὸς τοῦτον ἀπέχθειαι συνέβησαν βουλομένῳ κωλύειν, αὐτίκ᾽ ἀκούσεσθε. ἀλλ᾽ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι, οὔτε μικρὸν οὔτε μέγ᾽ οὐδ᾽ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντ᾽ ἐξηπατημένοι, καὶ τούτων ἕτερ᾽ αὖθις αὖ πεπραχότων καὶ παρ᾽ αὐτὸ τὸ ψήφισμα πεπρεσβευκότων, προσῇμεν τῇ βουλῇ. καὶ ταυτὶ πολλοὶ συνίσασιν ἃ μέλλω λέγειν· τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν.

[18] παρελθὼν δ᾽ ἐγὼ πάντα τἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα, καὶ κατηγόρησα τούτων, καὶ ἀνηριθμησάμην ἀπὸ τῶν πρώτων ἐλπίδων ἐκείνων ὧν ὁ Κτησιφῶν καὶ ὁ Ἀριστόδημος ἀπήγγειλαν πρὸς ὑμᾶς, καὶ μετὰ ταῦτα, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, ἃ οὗτος ἐδημηγόρησε καὶ εἰς ἃ προήχασι τὴν πόλιν, καὶ περὶ τῶν ὑπολοίπων ταῦτα δ᾽ ἦν Φωκεῖς καὶ Πύλαι μὴ προέσθαι συνεβούλευον, μηδὲ ταὐτὰ παθεῖν, μηδ᾽ ἀναρτωμένους ἐλπίσιν ἐξ ἐλπίδων καὶ ὑποσχέσεσιν εἰς τοὔσχατον ἐλθεῖν τὰ πράγματ᾽ ἐᾶσαι. καὶ ἔπεισα ταῦτα τὴν βουλήν.

[19] ἐπειδὴ δ᾽ ἧκεν ἡ ἐκκλησία καὶ πρὸς ὑμᾶς ἔδει λέγειν, παρελθὼν Αἰσχίνης οὑτοσὶ πρῶτος ἡμῶν ἁπάντων καὶ πρὸς Διὸς καὶ θεῶν πειρᾶσθε συνδιαμνημονεύειν ἂν ἀληθῆ λέγω· τὰ γὰρ πάντα τὰ πράγματα λυμηνάμεν᾽ ὑμῶν καὶ διαφθείρανθ᾽ ὅλως ταῦτ᾽ ἐστὶν ἤδη τοῦ μὲν ἀπαγγέλλειν τι τῶν πεπρεσβευμένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρ᾽ ἠμφεσβήτει μὴ ἀληθῆ λέγειν ἐμέ, μνησθῆναι πάμπληθες ἀπέσχεν, εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔχοντας ἀγαθά, ὥσθ᾽ ἅπαντας ὑμᾶς λαβὼν ᾤχετο.

[20] ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθ᾽ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαι᾽ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετ᾽ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν ἢ τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδ᾽ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθ᾽ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι,

[21] Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματ᾽ εἰσπραττόμεν᾽ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.

[22] ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι οὐ λελήθαθ᾽ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφ᾽ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδ᾽ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατ᾽ ἐκείνῳ, Φίλιππος δ᾽ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν. εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δ᾽ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.

[23] εὐδοκιμῶν δ᾽ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δ᾽ ἐγὼ ταῦτά τ᾽ οὐκ ἔφην εἰδέναι καὶ ἅμ᾽ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δ᾽ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δ᾽ ἐγελᾶτε, καὶ οὔτ᾽ ἀκούειν ἠθέλετ᾽ οὔτε πιστεύειν ἐβούλεσθ᾽ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει.

[24] καὶ νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν ἔμοιγε δοκεῖτε· τίς γὰρ ἂν ἠνέσχετο, τηλικαῦτα καὶ τοσαῦτ᾽ ἔσεσθαι προσδοκῶν ἀγαθά, ἢ ταῦθ᾽ ὡς οὐκ ἔσται λέγοντός τινος, ἢ κατηγοροῦντος τῶν πεπραγμένων τούτοισ πάντα γὰρ τἄλλ᾽, οἶμαι, τότε δεύτερ᾽ ἦν τῶν ὑποκειμένων προσδοκιῶν καὶ τῶν ἐλπίδων, οἱ δ᾽ ἀντιλέγοντες ὄχλος ἄλλως καὶ βασκανία κατεφαίνετο, ταῦτα δὲ θαυμάσι᾽ ἡλίκα καὶ συμφέροντ᾽ ἐδόκει πεπρᾶχθαι τῇ πόλει.

[25] τοῦ χάριν δὴ ταῦθ᾽ ὑπέμνησα πρῶτα νῦν ὑμᾶς καὶ διεξῆλθον τούτους τοὺς λόγους; ἑνὸς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου τῶν πεπραγμένων, καὶ δοκῇ δεινὸν αὐτῷ καὶ ὑπερβάλλον εἶναι, εἶτα τότ᾽ οὐκ ἔλεγες παραχρῆμα ταῦτ᾽ οὐδ᾽ ἐδίδασκες ἡμᾶς;

[26] θαυμάζῃ, ἀλλὰ μεμνημένοι τὰς ὑποσχέσεις τὰς τούτων, ἃς ἐφ᾽ ἑκάστων ποιούμενοι τῶν καιρῶν ἐξέκλειον λόγου τυγχάνειν τοὺς ἄλλους, καὶ τὴν ἐπαγγελίαν τὴν τούτου ταύτην τὴν καλήν, εἰδῆθ᾽ ὅτι πρὸς ἅπασι τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἠδίκησθ᾽ ὑπ᾽ αὐτοῦ, ὅτι τἀληθῆ παραχρῆμα καὶ ἡνίκ᾽ ἔδει πυνθάνεσθαι διεκωλύθητ᾽ ἐλπίσι καὶ φενακισμοῖς καὶ ὑποσχέσεσιν ἐξαπατώμενοι.

[27] πρώτου μὲν τούτου καὶ μάλισθ᾽, ὅπερ εἶπον, εἵνεκα ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος καὶ οὐδὲν ἐλάττονος ἢ τούτου ἵνα τὴν ὅτ᾽ ἀδωροδόκητος ὑπῆρχε προαίρεσιν αὐτοῦ τῆς πολιτείας ἀναμνησθέντες, ὡς προβεβλημένη καὶ ἄπιστος ἦν πρὸς τὸν Φίλιππον, τὴν μετὰ ταῦτ᾽ ἐξαίφνης γεγονυῖαν πίστιν καὶ φιλίαν σκέψησθε,

[28] εἶτ᾽ εἰ μὲν ἐκβέβηκεν ὅσ᾽ ἀπήγγειλε πρὸς ὑμᾶς οὗτος καὶ καλῶς ἔχει τὰ πεπραγμένα, διὰ τὴν ἀλήθειαν καὶ τὸ συμφέρον τῇ πόλει γεγενῆσθαι νομίσητε, εἰ δὲ πάντα τἀναντί᾽ ὧν οὗτος εἶπε πέπρακται, καὶ πολλὴν αἰσχύνην καὶ μεγάλους κινδύνους ταῦτ᾽ ἔχει τῇ πόλει, διὰ τὴν αἰσχροκέρδειαν τὴν ἑαυτοῦ καὶ τὸ χρημάτων ἀποδόσθαι τἀληθῆ μεταβεβλημένον αὐτὸν εἰδῆτε.

[29] βούλομαι δ᾽, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους, ὃν τρόπον τὰ περὶ τοὺς Φωκέας πράγμαθ᾽ ὑμῶν παρείλοντο, πρῶτον εἰπεῖν ἁπάντων. δεῖ δὲ μηδέν᾽ ὑμῶν, ὦ ἄνδρες δικασταί, εἰς τὸ τῶν πραγμάτων μέγεθος βλέψαντα μείζους τὰς κατηγορίας καὶ τὰς αἰτίας τῆς τούτου δόξης νομίσαι, ἀλλ᾽ ἐκεῖν᾽ ὁρᾶν, ὅτι ὅντιν᾽ ἂν ὑμεῖς εἰς ταύτην τὴν τάξιν κατεστήσατε καὶ τῶν συμβάντων καιρῶν ἐποιήσατε κύριον, οὗτος, εἴπερ ὥσπερ οὗτος ἐβουλήθη μισθώσας αὑτὸν ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν ἂν κακῶν ὅσωνπερ καὶ οὗτος.

[30] οὐ γὰρ εἰ φαύλοις χρῆσθ᾽ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματ᾽ ἐστὶ φαῦλα ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δ᾽ οὗτοι· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθ᾽ ἅπαντ᾽ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθ᾽ ἑαυτόν. πόθεν

[31] δὸς δέ μοι τὸ προβούλευμα, ὃ πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθ᾽ ἡ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵν᾽ εἰδῆθ᾽ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλ᾽ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, ἡ βουλὴ δέ, ἡ μὴ κωλυθεῖσ᾽ ἀκοῦσαι τἀληθῆ παρ᾽ ἐμοῦ, οὔτ᾽ ἐπῄνεσε τούτους οὔτ᾽ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτ᾽, ἀφ᾽ οὗ γέγονεν ἡ πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν ὁ δῆμος.

[32] ἀλλ᾽ οὗτοι πεπόνθασιν. λέγε δ᾽ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα. Μαρτυρία Προβούλευμα ἐνταῦθ᾽ οὔτ᾽ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλ᾽ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδέν᾽ ἐπῄνεσεν ἡ βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δ᾽ οἱ μὲν τὰ δίκαι᾽ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.

[33] πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτ᾽ ἔσθ᾽ ὁ πονηρός; ἀναμνήσθητε παρ᾽ ὑμῖν αὐτοῖς τίς ἐσθ᾽ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτ᾽ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δ᾽ οὐδεὶς ἐμοῦ.

[34] ἡ μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δ᾽ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδη ἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμ᾽ ἀκούειν κἀκεῖνον παρεῖναι καὶ μηδ᾽ ὅ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι.

[35] πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδ᾽ ἤκουσεν ὁ δῆμος, ἀναστὰς δ᾽ οὗτος ἐδημηγόρει ταῦθ᾽ ἃ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλ᾽ ἀγαθά, ἃ πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθ᾽ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθ᾽ ὅσ᾽ ἐβούλεσθ᾽ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδ᾽ ἄλλου μηδενός.

[36] καὶ μετὰ ταῦτ᾽ ἀνεγιγνώσκεθ᾽ ἡ ἐπιστολὴ ἡ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψ᾽ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς· καὶ πάντ᾽ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματ᾽ ἐστίν.

[37] ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλ᾽ οὐδὲ μικρόν. καὶ τοῦτ᾽ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλ᾽ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατ᾽ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθ᾽ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι·

[38] ἃ δ᾽ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδ᾽ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτ᾽ ἐν ἐπιστολῇ μήτ᾽ ἄλλοθι μηδαμοῦ τῶν παρ᾽ ἐκείνου τούτων ἐνόντων. λέγε δ᾽ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δ᾽ ἐκεῖνος· καὶ σκοπεῖθ᾽ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθ᾽ ἐγώ. Λέγε. Ἐπιστολή

[39] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδ᾽ ὁτιοῦν ἐσθ᾽ ὑγιές. καὶ τοῦτ᾽ αὐτίκα δὴ μάλ᾽ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστ᾽ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε· τοὺς δ᾽ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδέν᾽ ἐνθυμηθῆναί φησι λύσασθαι.

[40] μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπ᾽ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτ᾽ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων· ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ἔγραφον δ᾽ ἂν καὶ διαρρήδην ἡλίχ᾽ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην, γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδ᾽ ὃ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτω τότ᾽ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε. Λέγε. Ἐξ Ἐπιστολή

[41] οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτ᾽ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει· ἐπειδὴ δ᾽ ἀμφότερ᾽ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δ᾽ ὑμεῖς λέγητε, ποιήσειν ὃ μήτ᾽ αἰσχύνην μήτ᾽ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρ᾽ εἴπητέ τι καὶ προαχθῆθ᾽ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.

[42] ταῦτα τοίνυν καὶ πόλλ᾽ ἕτερ᾽ ἐνῆν παραχρῆμα τότ᾽ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματ᾽ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθ᾽ ἦν ἤδη τὰ πράγμαθ᾽ ὥστε μηδ᾽ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;

[43] ἀλλ᾽ οὔτ᾽ ἔμελλεν οὔτ᾽ ἐβουλήθη ταῦτ᾽ οὐδ᾽ ἤλπισεν οὗτος, ὥστε τοῦ γ᾽ ἐκλελαληκέναι μηδ᾽ αἰτίαν ἐχέτω· ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ᾽θελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο δι᾽ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτ᾽ ἐσπαθᾶτο ταῦτα καὶ διὰ ταῦτ᾽ ἐδημηγορεῖτο.

[44] ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι· ἔπειτ᾽ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου,

[45] ἀλλὰ τοῦτον ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δ᾽ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε ὅτι ταῦτ᾽ οὔτ᾽ οἶδ᾽ οὔτε κοινωνῶ, προσέθηκα δ᾽ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ᾽ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δ᾽ ἀφίσταμαι.

[46] μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλ᾽ ὅπως τότε μὴ προσποιήσει. νὴ Δί᾽, ἢ ἀδικήσω γ᾽, ἔφην. ἐπαναστὰς δ᾽ ὁ Φιλοκράτης μάλ᾽ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτ᾽ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δ᾽ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.

[47] σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθ᾽ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφ᾽ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα. Ψήφισμα

[48] ὁρᾶτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλ᾽ οὐδὲν ἐκεῖνός γ᾽ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γ᾽ ἔδει ἐπαγγέλλεσθαι ὥστ᾽ οὐδ᾽ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.

[49] ἀλλ᾽ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτ᾽ εἰς τὸ ψήφισμα, ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.

[50] οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δ᾽ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατ᾽ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί, ἀλλ᾽ οὐ συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας, οὐδ᾽ ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν, οὐδὲ βοηθεῖν Πρόξενον εἰς Φωκέας, οὐδ᾽ ἐξιέναι Ἀθηναίους, οὐδὲ τοιοῦτ᾽ οὐδέν.

[51] καίτοι καὶ ἐπιστολὰς ἔπεμψ᾽ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵν᾽ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητ᾽ ἂν ἐξελθεῖν, τηνικαῦτ᾽ ἐκάλει· οὐδ᾽ ἂν ἐμέ, ἡνίκα δεῦρ᾽ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθ᾽ ὑμεῖς ἐμέλλετ᾽ ἐξιέναι· ἀλλ᾽ ἵνα, ἃ ἐβούλεσθ᾽ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθ᾽ αὐτῷ, μηδ᾽ ἀμύναιντο μηδ᾽ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρ᾽ ὑμῶν ὑπέχοντες ἐλπίσιν, ἀλλ᾽ ἀπογνόντες ἅπανθ᾽ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δ᾽ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. Ἐπιστολαί

[52] αἱ μὲν τοίνυν ἐπιστολαὶ καλοῦσιν αὗται, καὶ νὴ Δί᾽ ἤδη γε· τούτοις δ᾽, εἴπερ ἦν ὑγιές τι τούτων, τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθηθ᾽ ὑμεῖς, καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα γράφειν εὐθέως βοηθεῖν πάντα τοίνυν τἀναντία τούτων φαίνονται πεποιηκότες. εἰκότως· οὐ γὰρ οἷς ἐπέστελλε προσεῖχον τὸν νοῦν, ἀλλ᾽ ἃ φρονῶν ταῦτ᾽ ἔγραφεν συνῄδεσαν· τούτοις οὖν συνέπραττον καὶ τούτοις συνηγωνίζοντο.

[53] οἱ μὲν τοίνυν Φωκεῖς, ὡς τὰ παρ᾽ ὑμῶν ἐπύθοντ᾽ ἐκ τῆς ἐκκλησίας καὶ τό τε ψήφισμα τοῦτ᾽ ἔλαβον τὸ τοῦ Φιλοκράτους καὶ τὴν ἀπαγγελίαν ἐπύθοντο τὴν τούτου καὶ τὰς ὑποσχέσεις, κατὰ πάντας τοὺς τρόπους ἀπώλοντο. σκοπεῖτε γάρ. ἦσαν ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντες· οὗτοι πιστεύειν ὑπήχθησαν. διὰ τί ὅτι ἡγοῦντο, οὐδ᾽ εἰ δεκάκις Φίλιππος αὐτοὺς ἐξηπάτα, οὐδέποτ᾽ ἂν τούς γ᾽ Ἀθηναίων πρέσβεις Ἀθηναίους ἐξαπατᾶν τολμῆσαι, ἀλλ᾽ εἶναι ταῦτ᾽ ἀληθῆ ἃ οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ τοῖς Θηβαίοις ἥκειν, οὐχ αὑτοῖς ὄλεθρον.

[54] ἦσαν ἄλλοι τινὲς οἳ πάσχειν ὁτιοῦν καὶ ἀμύνεσθαι δεῖν ᾤοντο· ἀλλὰ καὶ τούτους μαλακοὺς ἐποίησε τὸ τὸν Φίλιππον ὑπάρχειν αὐτοῖς πεισθῆναι, καὶ τὸ ταῦτ᾽ εἰ μὴ ποιήσουσιν ὑμᾶς ἐπ᾽ αὐτοὺς ἥξειν, οὓς βοηθήσειν αὑτοῖς ἤλπιζον ἐκεῖνοι. ἀλλὰ καὶ μεταμέλειν ὑμῖν ᾤοντό τινες πεποιημένοις τὴν πρὸς Φίλιππον εἰρήνην· τούτοις ὅτι καὶ τοῖς ἐγγόνοις τὴν αὐτὴν ἐψηφίσασθ᾽ ἐπέδειξαν, ὥστε πανταχῇ τὰ παρ᾽ ὑμῶν ἀπογνωσθῆναι. διόπερ ταῦτα πάντ᾽ εἰς ἓν ψήφισμα συνεσκεύασαν.

[55] ὃ καὶ μέγιστον ἔμοιγε δοκοῦσιν ἁπάντων ὑμᾶς ἠδικηκέναι· τὸ γὰρ πρὸς ἄνδρα θνητὸν καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, καὶ ἀποστερῆσαι μὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν παρὰ τῆς τύχης εὐεργεσιῶν τὴν πόλιν, καὶ τοσαύτῃ περιουσίᾳ χρήσασθαι πονηρίας ὥστε μὴ μόνον τοὺς ὄντας Ἀθηναίους, ἀλλὰ καὶ τοὺς ὕστερόν ποτε μέλλοντας ἔσεσθαι πάντας ἠδικηκέναι, πῶς οὐχὶ πάνδεινόν ἐστι

[56] τοῦτο τοίνυν οὐδέποθ᾽ ὑμεῖς ὑπεμείνατ᾽ ἂν ὕστερον προσγράψαι πρὸς τὴν εἰρήνην, τὸ καὶ τοῖς ἐγγόνοις, εἰ μὴ ταῖς παρ᾽ Αἰσχίνου ῥηθείσαις ὑποσχέσεσιν τότ᾽ ἐπιστεύσατε, αἷσπερ οἱ Φωκεῖς πιστεύσαντες ἀπώλοντο. καὶ γάρ τοι παραδόντες αὑτοὺς Φιλίππῳ καὶ ἑκόντες ἐγχειρίσαντες ἐκείνῳ τὰς πόλεις ἁπάντων τῶν ἐναντίων ὧν πρὸς ὑμᾶς οὗτος ἀπήγγειλ᾽ ἔτυχον.

[57] ἵνα δ᾽ εἰδῆτε σαφῶς ὅτι ταῦθ᾽ οὕτω καὶ διὰ τούτους ἀπόλωλε, τοὺς χρόνους ὑμῖν λογιοῦμαι καθ᾽ οὓς ἐγίγνεθ᾽ ἕκαστα. περὶ ὧν δ᾽ ἄν τις ἀντιλέγῃ τούτων, ἀναστὰς ἐν τῷ ἐμῷ ὕδατι εἰπάτω. ἡ μὲν τοίνυν εἰρήνη ἐλαφηβολιῶνος ἐνάτῃ ἐπὶ δέκα ἐγένετο, ἀπεδημήσαμεν δ᾽ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς μῆνας ὅλους· καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωκεῖς σῷοι.

[58] ἥκομεν δὲ δεῦρ᾽ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ σκιροφοριῶνος μηνός, καὶ παρῆν ὁ Φίλιππος ἐν Πύλαις ἤδη καὶ τοῖς Φωκεῦσιν ἐπηγγέλλετο ὧν οὐδὲν ἐπίστευον ἐκεῖνοι. σημεῖον δέ· οὐ γὰρ ἂν δεῦρ᾽ ἧκον ὡς ὑμᾶς. ἡ δ᾽ ἐκκλησία μετὰ ταῦτα, ἐν ᾗ πάντα τὰ πράγματ᾽ ἀπώλεσαν οὗτοι ψευσάμενοι καὶ φενακίσαντες ὑμᾶς, τῇ ἕκτῃ ἐπὶ δέκα ἐγίγνετο τοῦ σκιροφοριῶνος.

[59] ἀπὸ τοίνυν ταύτης πεμπταῖα λογίζομαι τὰ παρ᾽ ὑμῶν ἐν τοῖς Φωκεῦσι γενέσθαι· παρῆσαν γὰρ οἱ τῶν Φωκέων πρέσβεις ἐνθάδε, καὶ ἦν αὐτοῖς καὶ τί ἀπαγγελοῦσιν οὗτοι καὶ τί ψηφιεῖσθ᾽ ὑμεῖς ἐπιμελές. οὐκοῦν εἰκάς, ᾗ τίθεμεν πυθέσθαι τοὺς Φωκέας τὰ παρ᾽ ὑμῶν· ἀπὸ γὰρ τῆς ἕκτης εἰς ταύτην πέμπτη γίγνεται. ὑστέρα τοίνυν δεκάτη, ἐνάτη, ὀγδόη· ταύτῃ ἐγίγνονθ᾽ αἱ σπονδαί, καὶ πάντα τἀκεῖ πράγματ᾽ ἀπωλώλει καὶ τέλος εἶχεν.

[60] τῷ τοῦτο δῆλον τῇ τετράδι φθίνοντος ἠκκλησιάζετε μὲν τόθ᾽ ὑμεῖς ἐν Πειραιεῖ περὶ τῶν ἐν τοῖς νεωρίοις, ἧκε δὲ Δερκύλος ἐκ Χαλκίδος καὶ ἀπήγγελλεν ὑμῖν ὅτι πάντα τὰ πράγματ᾽ ἐγκεχείρικε Θηβαίοις ὁ Φίλιππος, καὶ πέμπτην εἶναι ταύτην ἡμέραν ἐλογίζετ᾽ ἀφ᾽ οὗ γεγόνασιν αἱ σπονδαί. ὀγδόη τοίνυν, ἑβδόμη, ἕκτη, πέμπτη, τετράς· αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην. οὐκοῦν τοῖς χρόνοις, οἷς ἀπήγγελλον, οἷς ἔγραφον, πᾶσιν ἐξελέγχονται συνηγωνισμένοι Φιλίππῳ καὶ συναίτιοι γεγονότες τοῦ τῶν Φωκέων ὀλέθρου.

[61] ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων τῶν ἐν Φωκεῦσιν ἁλῶναι πολιορκίᾳ μηδ᾽ ἐκ προσβολῆς κατὰ κράτος, ἀλλ᾽ ἐκ τοῦ σπείσασθαι πάντας ἄρδην ἀπολέσθαι, μέγιστόν ἐστι σημεῖον τοῦ διὰ τούτους πεισθέντας αὐτοὺς ὡς ὑπὸ τοῦ Φιλίππου σωθήσονται ταῦτα παθεῖν· οὐ γὰρ ἐκεῖνόν γ᾽ ἠγνόουν. φέρε δή μοι καὶ τὴν συμμαχίαν τὴν τῶν Φωκέων καὶ τὰ δόγμαθ᾽ ὑφ᾽ ὧν καθεῖλον αὐτῶν τὰ τείχη, ἵν᾽ εἰδῆθ᾽ οἵων ὑπαρχόντων αὐτοῖς παρ᾽ ὑμῶν οἵων ἔτυχον διὰ τούτους τοὺς θεοῖς ἐχθρούς. Λέγε. Συμμαχία Φωκέων καὶ Ἀθηναίων

[62] ἃ μὲν τοίνυν ὑπῆρχε παρ᾽ ὑμῶν αὐτοῖς, ταῦτ᾽ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δ᾽ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. Λέγε. Ὁμολογία Φιλίππου καὶ Φωκέων ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. ὁμολογία Φιλίππου καὶ Φωκέων, φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδ᾽ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλιν παραδοῦναι δὲ τὰς πόλεις Φωκέας, φησί, Φιλίππῳ, οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδ᾽ ἄλλῳ οὐδενί.

[63] διὰ τί ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντ᾽ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντ᾽ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γ᾽ ὅμοι᾽ ἢ παραπλήσι᾽ οἷς οὗτος ἀπήγγελλεν λέγε. Δόγματα Ἀμφικτυόνων

[64] τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερ᾽ οὐ γέγονεν οὐδὲ μείζω πράγματ᾽ ἐφ᾽ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δ᾽ οὐδ᾽ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ Φίλιππος γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν,

[65] ἀλλὰ καὶ ἐκ τῶν ἔργων ἃ πέπρακται, θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθ᾽ εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν πάντα ταῦτα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρι᾽ ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς· οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἐφικέσθαι τῷ λόγῳ τῶν ἐκεῖ κακῶν νῦν ὄντων. ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ψῆφον ἔθενθ᾽ οὗτοι περὶ ἡμῶν ὑπὲρ ἀνδραποδισμοῦ προτεθεῖσαν, ὑμῶν ἔγωγ᾽ ἀκούω πάντων.

[66] τίν᾽ ἂν οὖν οἴεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν, εἰ λάβοιεν αἴσθησιν, ψῆφον ἢ γνώμην θέσθαι περὶ τῶν αἰτίων τοῦ τούτων ὀλέθρου ἐγὼ μὲν γὰρ οἶμαι κἂν καταλεύσαντας αὐτοὺς ταῖς ἑαυτῶν χερσὶν καθαροὺς ἔσεσθαι νομίζειν. πῶς γὰρ οὐκ αἰσχρόν, μᾶλλον δ᾽ εἴ τις ἔστιν ὑπερβολὴ τούτου, τοὺς σεσωκότας ἡμᾶς τότε καὶ τὴν σῴζουσαν περὶ ἡμῶν ψῆφον θεμένους, τούτους τῶν ἐναντίων τετυχηκέναι διὰ τούτους, καὶ περιῶφθαι τοιαῦτα πεπονθότας οἷ᾽ οὐδένες ἄλλοι τῶν Ἑλλήνων τίς οὖν ὁ τούτων αἴτιος; τίς ὁ ταῦτα φενακίσας; οὐχ οὗτος;

[67] πολλὰ τοίνυν ἄν τις, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον εὐδαιμονίσας τῆς τύχης εἰκότως, τοῦτο μάλιστ᾽ ἂν εὐδαιμονίσειεν ἁπάντων, ὃ μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐκ ἔχω λέγειν ἔγωγ᾽ ἄλλον ὅστις ηὐτύχηκεν ἐφ᾽ ἡμῶν. τὸ μὲν γὰρ πόλεις μεγάλας εἰληφέναι καὶ χώραν πολλὴν ὑφ᾽ ἑαυτῷ πεποιῆσθαι καὶ πάντα τὰ τοιαῦτα ζηλωτὰ μέν ἐστιν, οἶμαι, καὶ λαμπρά· πῶς γὰρ οὔ ἔχοι δ᾽ ἄν τις εἰπεῖν πεπραγμένα καὶ ἑτέροις πολλοῖς.

[68] ἀλλ᾽ ἐκεῖν᾽ ἴδιον καὶ οὐδενὶ τῶν πάντων ἄλλῳ γεγονὸς εὐτύχημα. τὸ ποῖον τὸ ἐπειδὴ πονηρῶν ἀνθρώπων εἰς τὰ πράγματ᾽ αὐτῷ ἐδέησεν, πονηροτέρους εὑρεῖν ἢ ἐβούλετο. πῶς γὰρ οὐχ οὗτοι τοιοῦτοι δικαίως ὑποληφθεῖεν ἄν, οἵ γε, ἃ ὑπὲρ αὑτοῦ Φίλιππος τηλικούτων ὄντων αὐτῷ τῶν διαφόρων οὐκ ἐτόλμα ψεύσασθαι, οὐδ᾽ ἔγραψεν οὔτ᾽ εἰς ἐπιστολὴν οὐδεμίαν, οὔτε πρεσβευτὴς οὐδεὶς εἶπε τῶν παρ᾽ ἐκείνου, ἐπὶ ταῦτα μισθώσαντες ἑαυτοὺς ὑμᾶς ἐξηπάτων

[69] καὶ ὁ μὲν Ἀντίπατρος καὶ ὁ Παρμενίων, δεσπότῃ διακονοῦντες καὶ οὐ μέλλοντες ὑμῖν μετὰ ταῦτ᾽ ἐντεύξεσθαι, ὅμως τοῦθ᾽ εὕροντο, μὴ δι᾽ αὐτῶν ὑμᾶς ἐξαπατηθῆναι· οἱ δέ, Ἀθηναῖοι, τῆς ἐλευθερωτάτης πόλεως, πρέσβεις ταχθέντες ὑμᾶς, οἷς ἀπαντῶντας ἐμβλέπειν, οἷς συζῆν ἀνάγκη τὸν λοιπὸν βίον καὶ ἐν οἷς εὐθύνας ἔμελλον δώσειν τῶν πεπραγμένων, τούτους ἐξαπατᾶν ὑπέστησαν. πῶς ἂν ἄνθρωποι κακίους ἢ μᾶλλον ἀπονενοημένοι τούτων γένοιντο

[70] ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι καὶ κατάρατός ἐστιν ὑφ᾽ ὑμῶν, καὶ οὐδ᾽ ὅσιον ὑμῖν οὐδ᾽ εὐσεβές ἐστι τοιαῦτ᾽ ἐψευσμένον αὐτὸν ἀφεῖναι, λέγε τὴν ἀρὰν καὶ ἀνάγνωθι λαβὼν τὴν ἐκ τοῦ νόμου ταυτηνί. Ἀράταῦθ᾽ ὑπὲρ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καθ᾽ ἑκάστην τὴν ἐκκλησίαν ὁ κῆρυξ εὔχεται νόμῳ προστεταγμένα, καὶ ὅταν ἡ βουλὴ καθῆται, παρ᾽ ἐκείνῃ πάλιν. καὶ ταῦτ᾽ οὐκ ἔνεστιν εἰπεῖν τούτῳ ὡς οὐκ εὖ ᾔδει· ὑπογραμματεύων γὰρ ὑμῖν καὶ ὑπηρετῶν τῇ βουλῇ αὐτὸς ἐξηγεῖτο τὸν νόμον τοῦτον τῷ κήρυκι.

[71] πῶς οὖν οὐκ ἄτοπον καὶ ὑπερφυὲς ἂν πεποιηκότες ὑμεῖς εἴητε, εἰ ἃ προστάττετε, μᾶλλον δ᾽ ἀξιοῦτε ποιεῖν ὑπὲρ ὑμῶν τοὺς θεούς, ταῦτ᾽ αὐτοὶ κύριοι γεγενημένοι τήμερον μὴ ποιήσαιτε, ἀλλ᾽ ὃν ἐκείνοις εὔχεσθ᾽ ἐξώλη ποιεῖν αὐτὸν καὶ γένος καὶ οἰκίαν, τοῦτον ἀφείητ᾽ αὐτοί μηδαμῶς· ὃς γὰρ ἂν ὑμᾶς λάθῃ, τοῦτον ἀφίετε τοῖς θεοῖς κολάζειν· ὃν δ᾽ ἂν αὐτοὶ λάβητε, μηκέτ᾽ ἐκείνοις περὶ τούτου προστάττετε.

[72] εἰς τοίνυν τοῦτ᾽ ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω, ὥστε πάντων τῶν πεπραγμένων ἐκστάντα, ὧν ἀπήγγειλεν, ὧν ὑπέσχετο, ὧν πεφενάκικε τὴν πόλιν, ὥσπερ ἐν ἄλλοις τισὶ κρινόμενον καὶ οὐκ ἐν ὑμῖν τοῖς ἅπαντ᾽ εἰδόσι, πρῶτον μὲν Λακεδαιμονίων, εἶτα Φωκέων, εἶθ᾽ Ἡγησίππου κατηγορήσειν. ἔστι δὲ ταῦτα γέλως, μᾶλλον δ᾽ ἀναισχυντία δεινή.

[73] ὅσα γὰρ νῦν ἐρεῖ περὶ τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ τοῦ Ἡγησίππου, ὡς Πρόξενον οὐχ ὑπεδέξαντο, ὡς ἀσεβεῖς εἰσίν, ὡς - ὅ τι ἂν δήποτ᾽ αὐτῶν κατηγορῇ, πάντα δήπου ταῦτα πρὸ τοῦ τοὺς πρέσβεις τούτους δεῦρ᾽ ἥκειν ἐπέπρακτο, καὶ οὐκ ἦν ἐμποδὼν τῷ τοὺς Φωκέας σῴζεσθαι, ὡς τίς φησιν

[74] Αἰσχίνης αὐτὸς οὑτοσί. οὐ γὰρ ὡς εἰ μὴ διὰ Λακεδαιμονίους, οὐδ᾽ ὡς εἰ μὴ Πρόξενον οὐχ ὑπεδέξαντο, οὐδ᾽ ὡς εἰ μὴ δι᾽ Ἡγήσιππον, οὐδ᾽ ὡς εἰ μὴ διὰ τὸ καὶ τὸ ἐσώθησαν ἂν οἱ Φωκεῖς, οὐχ οὕτω τότ᾽ ἀπήγγειλεν, ἀλλὰ πάντα ταῦθ᾽ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον Φωκέας σῴζειν, τὴν Βοιωτίαν οἰκίζειν, ὑμῖν τὰ πράγματ᾽ οἰκεῖα ποιεῖν· ταῦτα πεπράξεσθαι δυοῖν ἢ τριῶν ἡμερῶν· διὰ ταῦτα χρήμαθ᾽ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.

[75] μὴ τοίνυν ἃ πρὸ τοῦ τοῦτον ἀπαγγεῖλαι ταῦτ᾽ ἐπέπρακτ᾽ ἢ Λακεδαιμονίοις ἢ Φωκεῦσιν ἀκούετε μηδ᾽ ἀνέχεσθε, μηδὲ κατηγορεῖν ἐᾶτε Φωκέων ὡς πονηροί. οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτ᾽ ἐσώσατε, οὐδὲ τοὺς καταράτους Εὐβοέας τουτουσί, οὐδ᾽ ἄλλους πολλούς, ἀλλ᾽ ὅτι συμφέρον ἦν σῶς εἶναι τῇ πόλει, ὥσπερ Φωκέας νυνί. καὶ τί τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ ὑμῶν ἢ ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα τοῦτ᾽ ἐρωτᾶτε· οὐ γὰρ ἕξει δεῖξαι.

[76] πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσ᾽ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου. ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τ᾽ ἦν ἐλθεῖν ὁ Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλ᾽ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθ᾽ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ δι᾽ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται.

[77] ἐπειδὴ δ᾽ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δ᾽ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλ᾽ ἀκονιτεὶ πάνθ᾽ ὑφ᾽ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθ᾽ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.

[78] ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν καὶ τῶν ἄλλων τῶν ἀπολωλότων Χερρόνησος ὡς περίεστι τῇ πόλει λέγῃ, πρὸς Διὸς καὶ θεῶν μὴ ἀποδέξησθ᾽, ὦ ἄνδρες δικασταί, μηδ᾽ ὑπομείνητε, πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει, ὡς ἄρ᾽ ὑμεῖς τῶν ἰδίων τι κτημάτων ὑπεξαιρούμενοι τὴν τῶν συμμάχων σωτηρίαν προήκασθε. οὐ γὰρ ἐποιήσατε τοῦτο, ἀλλ᾽ ἤδη τῆς εἰρήνης γεγονυίας καὶ τῆς Χερρονήσου σῴας οὔσης τέτταρας μῆνας ὅλους ἐσῴζονθ᾽ οἱ Φωκεῖς τοὺς ὕστερον, ἡ δὲ τούτου ψευδολογία μετὰ ταῦθ᾽ ὕστερον αὐτοὺς ἀπώλεσεν, ἐξαπατήσασ᾽ ὑμᾶς.

[79] εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν Χερρόνησον οὖσαν εὑρήσετ᾽ ἢ τότε. πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτὴν πρὶν τούτων τι τῆς πόλεως προλαβεῖν, ἢ νυνί ἐγὼ μὲν οἶμαι, τότε πολλῷ. τίς οὖν ἡ ταύτης περιουσία, τῶν φόβων ἀφῃρημένων καὶ τῶν κινδύνων τῶν τοῦ βουληθέντος ἂν αὐτὴν ἀδικῆσαι

[80] ἔτι τοίνυν τοιοῦτό τι μέλλειν αὐτὸν ἀκούω λέγειν, ὅτι θαυμάζει τί δήποτε Δημοσθένης αὐτοῦ κατηγορεῖ, Φωκέων δ᾽ οὐδείς. ὡς δὴ τοῦτ᾽ ἔχει, βέλτιον προακοῦσαι παρ᾽ ἐμοῦ. Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ μετριώτατοι φυγάδες γεγενημένοι καὶ τοιαῦτα πεπονθότες ἡσυχίαν ἄγουσι, καὶ οὐδεὶς ἂν αὐτῶν ἐθελήσειεν ὑπὲρ τῶν κοινῶν συμφορῶν ἰδίαν ἔχθραν ἀνελέσθαι· οἱ δ᾽ ὁτιοῦν ἂν ἀργυρίου ποιήσαντες τὸν δώσοντ᾽ οὐκ ἔχουσιν αὑτοῖς.

[81] οὐ γὰρ ἔγωγ᾽ ἂν ἔδωκ᾽ οὐδενὶ οὐδὲν ὥστε μοι παραστάντας ἐνταυθὶ βοᾶν οἷα πεπόνθασιν· ἡ γὰρ ἀλήθεια καὶ τὰ πεπραγμέν᾽ αὐτὰ βοᾷ. ἀλλὰ μὴν ὅ γε δῆμος ὁ τῶν Φωκέων οὕτω κακῶς καὶ ἐλεινῶς διάκειται ὥστε μὴ περὶ τοῦ κατηγορεῖν ἑκάστῳ τὰς Ἀθήνησιν εὐθύνας εἶναι τὸν λόγον, ἀλλὰ δουλεύειν καὶ τεθνάναι τῷ φόβῳ Θηβαίους καὶ τοὺς Φιλίππου ξένους, οὓς ἀναγκάζονται τρέφειν, διῳκισμένοι κατὰ κώμας καὶ παρῃρημένοι τὰ ὅπλα.

[82] μὴ δὴ ταῦτα λέγειν αὐτὸν ἐᾶτε, ἀλλ᾽ ὡς οὐκ ἀπολώλασι Φωκεῖς δεικνύναι, ἢ ὡς οὐχ ὑπέσχετο σώσειν αὐτοὺς Φίλιππον. τοῦτο γάρ εἰσι πρεσβείας εὔθυναι, τί πέπρακται τί ἀπήγγειλας; εἰ μὲν ἀληθῆ, σῴζου· εἰ δὲ ψευδῆ, δίκην δός. εἰ δὲ μὴ πάρεισι Φωκεῖς, τί τοῦτο οὕτω γὰρ διέθηκας αὐτούς, οἶμαι, τὸ μέρος σύ, ὥστε μήτε τοῖς φίλοις βοηθεῖν μήτε τοὺς ἐχθροὺς ἀμύνεσθαι δύνασθαι.

[83] καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης καὶ ἀδοξίας, ἣν τὰ πεπραγμέν᾽ ἔχει, καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν ἐκ τούτων τὴν πόλιν, ῥᾴδιον δεῖξαι. τίς γὰρ οὐκ οἶδεν ὑμῶν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τ᾽ ἀπὸ Θηβαίων ἄδει᾽ ὑπῆρχεν ἡμῖν, καὶ τὸ μηδέποτ᾽ ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδ᾽ εἰς Εὔβοιαν μηδ᾽ εἰς τὴν Ἀττικὴν Φίλιππον μηδὲ Θηβαίους

[84] ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων αὐτῶν ἀσφάλειαν ὑπάρχουσαν τῇ πόλει ταῖς τούτων ἀπάταις καὶ ψευδολογίαις πεισθέντες προήκασθ᾽ ὑμεῖς, καὶ τετειχισμένην ὅπλοις καὶ πολέμῳ συνεχεῖ καὶ πόλεσιν μεγάλαις συμμάχων ἀνδρῶν καὶ χώρᾳ πολλῇ περιείδετ᾽ ἀνασταθεῖσαν. καὶ ματαία μὲν ἡ πρότερον βοήθει᾽ εἰς Πύλας ὑμῖν γέγονεν, ἣν μετὰ πλειόνων ἢ διακοσίων ταλάντων ἐποιήσασθε, ἂν λογίσησθε τὰς ἰδίας δαπάνας τὰς τῶν στρατευσαμένων, μάταιαι δὲ καὶ αἱ κατὰ Θηβαίων ἐλπίδες.

[85] ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν οὗτος ὑπηρέτηκε Φιλίππῳ, πλείστην ὕβριν ὡς ἀληθῶς ἔχει κατὰ τῆς πόλεως καὶ ἁπάντων ὑμῶν, τοῦτ᾽ ἀκούσατέ μου, ὅτι τοῖς Θηβαίοις ἐγνωκότος ἐξ ἀρχῆς τοῦ Φιλίππου πάνθ᾽ ἃ πεποίηκε ποιεῖν, οὗτος ἀπαγγείλας τἀναντία καὶ φανεροὺς ἐπιδείξας ὑμᾶς οὐχὶ βουλομένους, ὑμῖν μὲν τὴν ἔχθραν τὴν πρὸς Θηβαίους μείζω, Φιλίππῳ δὲ τὴν χάριν πεποίηκεν. πῶς ἂν οὖν ὑβριστικώτερον ἄνθρωπος ὑμῖν ἐχρήσατο

[86] λέγε δὴ τὸ ψήφισμα λαβὼν τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους, ἵν᾽ εἰδῆθ᾽ ὅτι, ὅτε μὲν τὰ δέοντ᾽ ἐποιεῖτε, θυσιῶν καὶ ἐπαίνων ἠξιοῦσθε παρ᾽ ὑμῖν αὐτοῖς καὶ παρὰ τοῖς ἄλλοις, ἐπειδὴ δ᾽ ὑπὸ τούτων παρεκρούσθητε, παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατεκομίζεσθε καὶ τὰ Ἡράκλει᾽ ἐντὸς τείχους θύειν ἐψηφίζεσθε, εἰρήνης οὔσης. ὃ καὶ θαυμάζω, εἰ τὸν μηδὲ τοὺς θεούς, καθ᾽ ὃ πάτριον ἦν, τιμᾶσθαι ποιήσαντα, τοῦτον ἀτιμώρητον ἀφήσετε. λέγε τὸ ψήφισμα. Ψήφισμα ταῦτα μὲν τότ᾽ ἄξι᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πεπραγμένων ἐψηφίσασθε. λέγε δὴ τὰ μετὰ ταῦτα. Ψήφισμα

[87] ταῦτα τότ᾽ ἐψηφίζεσθ᾽ ὑμεῖς διὰ τούτους, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν οὔτε κατ᾽ ἀρχὰς ποιησάμενοι τὴν εἰρήνην καὶ τὴν συμμαχίαν, οὔθ᾽ ὕστερον ἐγγράψαι πεισθέντες εἰς αὐτὴν καὶ τοῖς ἐγγόνοις, ἀλλ᾽ ὡς θαυμάσι᾽ ἡλίκα πεισόμενοι διὰ τούτους ἀγαθά. καὶ μὴν καὶ μετὰ ταῦθ᾽ ὁσάκις πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις ἀκούοντες δύναμιν Φιλίππου καὶ ξένους ἐθορυβεῖσθε, πάντες ἐπίστασθε. οὐ τοίνυν εἰ μήπω τῆς Ἀττικῆς ἐπιβαίνει, δεῖ σκοπεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλ᾽ εἰ διὰ τούτους ἐξουσία γέγονεν αὐτῷ τοῦθ᾽ ὅταν βούληται ποιῆσαι, τοῦθ᾽ ὁρᾶν, καὶ πρὸς ἐκεῖνο τὸ δεινὸν βλέπειν, καὶ τὸν αἴτιον καὶ παρασκευάσαντα τὴν ἐξουσίαν ταύτην ἐκείνῳ μισεῖν καὶ τιμωρεῖσθαι.

[88] οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων αὐτῶν λόγους Αἰσχίνης φεύξεται, βουλόμενος δ᾽ ὑμᾶς ὡς πορρωτάτω τῶν πεπραγμένων ἀπάγειν διέξεισιν ἡλίκα πᾶσιν ἀνθρώποις ἀγάθ᾽ ἐκ τῆς εἰρήνης γίγνεται καὶ τοὐναντίον ἐκ τοῦ πολέμου κακά, καὶ ὅλως ἐγκώμι᾽ εἰρήνης ἐρεῖ, καὶ τοιαῦτ᾽ ἀπολογήσεται. ἔστι δὲ καὶ ταῦτα κατηγορήματα τούτου. εἰ γὰρ ἡ τοῖς ἄλλοις ἀγαθῶν αἰτία τοσούτων πραγμάτων καὶ ταραχῆς ἡμῖν αἰτία γέγονε, τί τις εἶναι τοῦτο φῇ πλὴν ὅτι δῶρα λαβόντες οὗτοι καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν

[89] τί δ᾽ οὐ τριήρεις τριακόσιαι καὶ σκεύη ταύταις καὶ χρήμαθ᾽ ὑμῖν περίεστι καὶ περιέσται διὰ τὴν εἰρήνην ἴσως ἂν εἴποι. πρὸς δὴ ταῦτ᾽ ἐκεῖν᾽ ὑμᾶς ὑπολαμβάνειν δεῖ, ὅτι καὶ τὰ Φιλίππου πράγματ᾽ ἐκ τῆς εἰρήνης γέγονεν εὐπορώτερα πολλῷ, καὶ κατασκευαῖς ὅπλων καὶ χώρας καὶ προσόδων αἳ γεγόνασιν ἐκείνῳ μεγάλαι.

[90] γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, δι᾽ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, ἡ μὲν ἡμετέρα πραθεῖσ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δ᾽ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερ᾽ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δ᾽ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτ᾽ ἀνθ᾽ ὧν ἀπέδοντ᾽ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτ᾽ ἀντ᾽ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.

[91] ὅλως δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτ᾽ ἂν εἶναι, μήτ᾽ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότ᾽ ἐστὶ τῇ πόλει, μηδενὸς δ᾽ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτ᾽ εἴ τι τῶν δεόντων πέπρακται δι᾽ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλ᾽ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε.

[92] πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθ᾽ ἅμ᾽ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλ᾽ ἕκαστον ἐφ᾽ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον ἦν. ἐνταῦθ᾽ ἐγκαλεῖ τις Αἰσχίνῃ βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γ᾽ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμεν᾽ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.

[93] μετὰ ταῦτ᾽ εἰρήνην τινὲς ἡμᾶς ἔπειθον ποιήσασθαι· ἐπείσθημεν· πρέσβεις ἐπέμψαμεν· ἤγαγον οὗτοι δεῦρο τοὺς ποιησομένους τὴν εἰρήνην. πάλιν ἐνταῦθα περὶ τούτου μέμφεταί τις Αἰσχίνην φησί τις εἰσηγήσασθαι τοῦτον εἰρήνην, ἢ ἀδικεῖν ὅτι δεῦρ᾽ ἤγαγε τοὺς ποιησομένους; οὐδὲ εἷς. οὔκουν οὐδ᾽ ὑπὲρ αὐτοῦ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην οὐδὲν αὐτῷ λεκτέον· οὐ γὰρ οὗτος αἴτιος.

[94] τί οὖν, ἄνθρωπε, λέγεις, εἴ τις ἔροιτό με, καὶ πόθεν ἄρχει κατηγορεῖν ὅθεν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλευομένων ὑμῶν, οὐ περὶ τοῦ εἰ ποιητέον εἰρήνην ἢ μή ἐδέδοκτο γὰρ ἤδη τοῦτό γε ἀλλ᾽ ὑπὲρ τοῦ ποίαν τινά, τοῖς τὰ δίκαια λέγουσιν ἀντειπὼν τῷ μισθοῦ γράφοντι συνεῖπε δῶρα λαβών, καὶ μετὰ ταῦτ᾽ ἐπὶ τοὺς ὅρκους αἱρεθείς, ὧν μὲν ὑμεῖς προσετάξατε, οὐδ᾽ ὁτιοῦν ἐποίησε, τοὺς δ᾽ ἐπὶ τοῦ πολέμου διασωθέντας ἀπώλεσε τῶν συμμάχων, καὶ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἐψεύσαθ᾽ ἡλίκ᾽ οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων οὔτε πρότερον οὔθ᾽ ὕστερον. τὸ μὲν γὰρ ἐξ ἀρχῆς ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ, ἐπειδὴ δ᾽ εἰς τὸ πράττειν ἤδη τὰ πράγμαθ᾽ ἧκεν, Φιλοκράτει καὶ τούτῳ παρέδωκαν, δεξάμενοι δ᾽ οὗτοι πάντ᾽ ἀπώλεσαν.

[95] εἶτ᾽ ἐπειδὴ δεῖ λόγον καὶ δίκην ὑπέχειν τῶν πεπραγμένων, ὤν, οἶμαι, πανοῦργος οὗτος καὶ θεοῖς ἐχθρὸς καὶ γραμματεύς, ὡς ὑπὲρ εἰρήνης κρινόμενος ἀπολογήσεται, οὐχ ἵνα πλειόνων ἢ κατηγορεῖ τις αὐτοῦ δῷ λόγον· μανία γὰρ τοῦτό γε· ἀλλ᾽ ὁρᾷ τοῦθ᾽ ὅτι ἐν μὲν τοῖς ὑφ᾽ αὑτοῦ πεπραγμένοις ἀγαθὸν μὲν οὐδέν ἐστιν, ἅπαντα δὲ τἀδικήματα, ἡ δ᾽ ὑπὲρ τῆς εἰρήνης ἀπολογία, καὶ εἰ μηδὲν ἄλλο, τοὔνομα γοῦν ἔχει φιλάνθρωπον.

[96] ἣν δέδοικα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες· τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας· οὐ μὴν διὰ τοῦτόν γ᾽ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλ᾽ ἄτοπον μέν ἐστιν ὃ μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ· εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω· εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθ᾽ ἐπολέμουν, οὐδ᾽ ὄνομ᾽ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε.

[97] εἰρήνη μὲν οὖν δι᾽ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετ᾽ οὖν, εἴργετ᾽ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δ᾽ ὕστερον ἐξηπάτησθ᾽ ὑμεῖς μηδ᾽ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίν᾽ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλ᾽ ἀνήκεστόν γ᾽ οὐδὲν ἂν ἦν γεγονός. νῦν δ᾽, οἶμαι, πόλλ᾽, ὧν αἴτιος οὗτος.

[98] ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθ᾽ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί, τοσοῦτ᾽ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστ᾽ εἰ ταῦθ᾽ ὑπ᾽ ἀβελτερίας ἢ δι᾽ εὐήθειαν ἢ δι᾽ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τ᾽ ἀφίημ᾽ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.

[99] καίτοι τῶν σκήψεων τούτων οὐδεμί᾽ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδ᾽ ἀναγκάζετε· ἀλλ᾽ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερ᾽ αὐτῶν ἐγχειρίζετε.

[100] ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο· ἂν δ᾽ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ ἀλλ᾽ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι· πολλοῦ γε καὶ δεῖ.

[101] ἀλλ᾽ ὅμως ὑμεῖς ἄφετ᾽ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν δι᾽ εὐήθειαν ἢ δι᾽ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτ᾽ ἐξελεγχθῇ σαφῶς ὑπ᾽ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τ᾽, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθ᾽ ὑμῶν.

[102] ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, ἢ διαρρήδην ἀκούσανθ᾽ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτ᾽ ἐλπίσαντα παρ᾽ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς.

[103] ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί ὅτι τὸ μὲν ἐκείνου μέρος πάντ᾽ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητ᾽ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου τί δ᾽ ἐξελέγχοντ᾽ ἢ λέγοντά τι τοῦτον ἑόρακεν;

[109] οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δ᾽ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθ᾽ ὅ τι βούλεσθε· ἐπίστευσ᾽, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δ᾽ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθ᾽ οἷα πεποίηκεν ἐμέ οἷ᾽ ἐξηπάτηκεν τούτων οὐδέν᾽ ἀκούω τῶν λόγων, οὐδ᾽ ὑμεῖς.

[110] διὰ τί ὅτι οὐ παρακρουσθεὶς οὐδ᾽ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτ᾽ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.

[111] οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθ᾽ ὅτι χρημάτων ἅπαντ᾽ εἶπεν ἐκεῖνα· ἀλλ᾽ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετ᾽ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύον᾽ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων Αἰσχίνῃ τουτῳί. διὰ τί ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντί᾽ ἐποίησεν ἐκεῖνος.

[112] οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· ὁ δὲ τοὺς μὲν Θηβαίους μείζους ἢ προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δ᾽ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθ᾽ ἑαυτοῖς τούτων γένοιτο οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδ᾽ ἐφθέγξατ᾽ ἐναντίον οὐδέν.

[113] καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γ᾽ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι ὁ μιαρός, ἀλλ᾽ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, μέμνησθε γὰρ δήπου, αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, ὦ Ζεῦ.

[114] ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντ᾽ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδ᾽ ἦν ὥστ᾽ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθ᾽ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρ᾽ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθ᾽ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε, τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα.

[115] ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθ᾽ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δ᾽ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δ᾽ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται ἐγὼ μὲν οὐδέν᾽ οἶμαι. ἀλλὰ πάντα ταῦτ᾽, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.

[116] ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δ᾽ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτ᾽ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δ᾽ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθ᾽ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθ᾽ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.

[117] ἵν᾽ οὖν μήτ᾽ ἀφῶ μήτ᾽ αἰτιάσωμαι μηδέν᾽, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμ᾽ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδ᾽ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντ᾽ ἀφίημ᾽ ἔγωγ᾽, ἔφην. ταῦτα μνημονεύεθ᾽, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδ᾽ ἔδειξεν ἑαυτόν.

[118] καὶ τῶν μὲν ἄλλων ἔσθ᾽ ἑκάστῳ τις πρόφασις· ὁ μὲν οὐχ ὑπεύθυνος ἦν, ὁ δ᾽ οὐχὶ παρῆν ἴσως, τῷ δὲ κηδεστής ἐστιν ἐκεῖνος· τούτῳ δ᾽ οὐδὲν τούτων. ἀλλ᾽ οὕτω καθάπαξ πέπρακεν ἑαυτὸν καὶ οὐκ ἐπὶ τοῖς παρεληλυθόσιν μεμισθάρνηκεν μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα δῆλός ἐστιν, ἄν περ ἐκφύγῃ νῦν, καθ᾽ ὑμῶν ὑπάρξων ἐκείνῳ, ὥσθ᾽ ἵνα μηδὲν ἐναντίον μηδὲ ῥῆμα πρόηται Φιλίππῳ οὐδ᾽ ἀφιέντων ἀφίεται, ἀλλ᾽ ἀδοξεῖν, κρίνεσθαι, πάσχειν ὁτιοῦν αἱρεῖται παρ᾽ ὑμῖν μᾶλλον ἢ Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν.

[119] καίτοι τίς ἡ κοινωνία, τίς ἡ πολλὴ πρόνοι᾽ ὑπὲρ Φιλοκράτους αὕτη ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντ᾽ ἐπεπρεσβεύκει, χρήματα δ᾽ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γ᾽ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε, καὶ διαμαρτύρεσθαι τὸ καθ᾽ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτ᾽ Αἰσχίνης. ταῦτ᾽ οὐ φανέρ᾽, ἄνδρες Ἀθηναῖοι ταῦτ᾽ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματ᾽ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ δι᾽ ἀβελτερίαν οὐδὲ δι᾽ ἄγνοιαν, οὐδ᾽ ἀποτυγχάνων

[120] καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματ᾽, Αἰσχίνη, ἅπερ πιστότατ᾽ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστ᾽ εἰπεῖν οὐδ᾽ αἰτιάσασθαι ὡς ἢ πεπεισμέν᾽ ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλ᾽ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτ᾽ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρ᾽ ἀναστάς μοι. οὐ γὰρ δὴ δι᾽ ἀπειρίαν γ᾽ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

[121] πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδ᾽ ὅ τι μᾶλλον ἐπ᾽ αὐτοφώρῳ δεδωροδοκηκότ᾽ αὐτὸν καὶ πεπρακότα πάντ᾽ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετ᾽ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς.

[122] ἐγὼ μὲν δὴ παρελθὼν ἐξωμοσάμην εὐθέως, καὶ θορυβούντων τινῶν καὶ κελευόντων βαδίζειν οὐκ ἂν ἔφην ἐλθεῖν· οὗτος δ᾽ ἐκεχειροτόνητο. ἐπειδὴ δ᾽ ἀνέστη μετὰ ταῦθ᾽ ἡ ἐκκλησία, συνελθόντες ἐβουλεύονθ᾽ οὗτοι τίν᾽ αὐτοῦ καταλείψουσιν. ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι καὶ λόγοι παντοδαποὶ κατὰ τὴν ἀγορὰν ἐγίγνοντο τότε·

[123] ἐφοβοῦντο δὴ μὴ σύγκλητος ἐκκλησία γένοιτ᾽ ἐξαίφνης, εἶτ᾽ ἀκούσαντες ὑμεῖς ἐμοῦ τἀληθῆ ψηφίσαισθέ τι τῶν δεόντων ὑπὲρ τῶν Φωκέων, καὶ τὰ πράγματ᾽ ἐκφύγοι τὸν Φίλιππον. εἰ γὰρ ἐψηφίσασθε μόνον καὶ μικρὰν ὑπεφήνατ᾽ ἐλπίδ᾽ ἡντινοῦν αὐτοῖς, ἐσώθησαν ἄν. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν μὴ παρακρουσθέντων ὑμῶν μεῖναι Φιλίππῳ. οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ, ἀσπόρῳ διὰ τὸν πόλεμον γεγονυίᾳ, οὔθ᾽ ἡ σιτοπομπία δυνατὴ τριήρων οὐσῶν ὑμετέρων ἐκεῖ καὶ τῆς θαλάττης κρατουσῶν, αἵ τε πόλεις πολλαὶ καὶ χαλεπαὶ λαβεῖν αἱ τῶν Φωκέων, μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ· εἰ γὰρ ἐν ἡμέρᾳ πόλιν ᾕρει, δύο καὶ εἴκοσίν εἰσιν ἀριθμῷ.

[124] διὰ δὴ ταῦτα πάντα, ἵνα μηδὲν μετάθησθ᾽ ὧν ἐξηπάτησθε, τοῦτον αὐτοῦ κατέλιπον. ἐξομόσασθαι μὲν δὴ μὴ μετ᾽ αἰτίας τινὸς δεινὸν ἦν καὶ ὑποψία μεγάλη· τί λέγεις; ἐπὶ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἀγαθὰ οὐχὶ βαδίζεις ἀπαγγείλας οὐδὲ πρεσβεύεις; ἔδει δὲ μένειν. πῶς οὖν ἀρρωστεῖν προφασίζεται, καὶ λαβὼν Ἐξήκεστον τὸν ἰατρὸν ἁδελφὸς αὐτοῦ καὶ προσελθὼν τῇ βουλῇ ἐξώμοσεν ἀρρωστεῖν τουτονὶ καὶ αὐτὸς ἐχειροτονήθη.

[125] ἐπειδὴ δ᾽ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντ᾽ ἢ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμ᾽ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ ὁ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτ᾽ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούρι᾽ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλει᾽ ἐν ἄστει θύειν,

[126] ἐπειδὴ ταῦτ᾽ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθ᾽ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφ᾽ ᾗ τότ᾽ ἐξωμόσαθ᾽ ὑπολογισάμενος, οὔθ᾽ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητ᾽ ἀνθ᾽ αὑτοῦ, οὔθ᾽ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει,

[127] οὔθ᾽ ὅτι πάνδεινόν ἐστιν ἀπηγγελκόθ᾽ ὡς ἐπικεκήρυκται χρήματ᾽ αὐτῷ ἐν Θήβαις, ἐπειδὴ Θηβαῖοι πρὸς τῷ τὴν Βοιωτίαν ἅπασαν ἔχειν καὶ τῆς Φωκέων χώρας ἐγκρατεῖς γεγόνασι, τηνικαῦτ᾽ εἰς μέσας τὰς Θήβας καὶ τὸ τῶν Θηβαίων στρατόπεδον βαδίζειν· ἀλλ᾽ οὕτως ἔκφρων ἦν καὶ ὅλος πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι ὥστε πάντα ταῦτ᾽ ἀνελὼν καὶ παριδὼν ᾤχετο.

[128] καὶ τοιούτου τοῦ πράγματος ὄντος, ἔτι πολλῷ δεινότερ᾽ ἐστὶν ἃ ἐκεῖσ᾽ ἐλθὼν διεπράξατο. ἁπάντων γὰρ ὑμῶν τουτωνὶ καὶ τῶν ἄλλων Ἀθηναίων οὕτω δεινὰ καὶ σχέτλι᾽ ἡγουμένων τοὺς ταλαιπώρους πάσχειν Φωκέας ὥστε μήτε τοὺς ἐκ τῆς βουλῆς θεωροὺς μήτε τοὺς θεσμοθέτας εἰς τὰ Πύθια πέμψαι, ἀλλ᾽ ἀποστῆναι τῆς πατρίου θεωρίας, οὗτος εἰς τἀπινίκια τῶν πραγμάτων καὶ τοῦ πολέμου, ἃ Θηβαῖοι καὶ Φίλιππος ἔθυον, εἱστιᾶτ᾽ ἐλθὼν καὶ σπονδῶν μετεῖχε καὶ εὐχῶν, ἃς ἐπὶ τοῖς τῶν συμμάχων τῶν ὑμετέρων τείχεσι καὶ χώρᾳ καὶ ὅπλοις ἀπολωλόσιν ηὔχετ᾽ ἐκεῖνος, καὶ συνεστεφανοῦτο καὶ συνεπαιώνιζεν Φιλίππῳ καὶ φιλοτησίας προὔπινεν.

[129] καὶ ταῦτ᾽ οὐκ ἔνεστιν ἐμοὶ μὲν οὕτω, τούτῳ δ᾽ ἄλλως πως εἰπεῖν· ἀλλ᾽ ὑπὲρ μὲν τῆς ἐξωμοσίας ἐν τοῖς κοινοῖς τοῖς ὑμετέροις γράμμασιν ἐν τῷ μητρῴῳ ταῦτ᾽ ἐστίν, ἐφ᾽ οἷς ὁ δημόσιος τέτακται, καὶ ψήφισμ᾽ ἄντικρυς περὶ τούτου τοῦ ὀνόματος γέγραπται· ὑπὲρ δ᾽ ὧν ἐκεῖ διεπράξατο, οἱ συμπρεσβεύοντες καὶ παρόντες καταμαρτυρήσουσιν, οἵπερ ἐμοὶ ταῦτα διηγοῦντο· οὐ γὰρ ἔγωγ᾽ αὐτοῖς συνεπρέσβευσα, ἀλλ᾽ ἐξωμοσάμην.

[130] καί μοι λέγε τὸ ψήφισμα καὶ τὰ γράμματα, καὶ τοὺς μάρτυρας κάλει. Ψήφισμα Μάρτυρες τίνας οὖν εὐχὰς ὑπολαμβάνετ᾽ εὔχεσθαι τοῖς θεοῖς τὸν Φίλιππον, ὅτ᾽ ἔσπενδεν, ἢ τοὺς Θηβαίους; ἆρ᾽ οὐ κράτος πολέμου καὶ νίκην αὑτοῖς καὶ τοῖς συμμάχοις διδόναι, καὶ τἀναντία τοῖς τῶν Φωκέων οὐκοῦν ταῦτα συνηύχεθ᾽ οὗτος καὶ κατηρᾶτο τῇ πατρίδι, ἃ νῦν εἰς κεφαλὴν ὑμᾶς αὐτῷ δεῖ τρέψαι.

[131] οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον, ὃς θάνατον κελεύει τούτων τὴν ζημίαν εἶναι· ἐλθὼν δ᾽ ἐκεῖσε ἑτέρων θανάτων ἄξια ποιῶν πέφανται· τὰ δὲ πρόσθεν πεπραγμένα καὶ πεπρεσβευμέν᾽ ὑπὲρ τούτων ἀποκτείνειεν ἂν αὐτὸν δικαίως. σκοπεῖτε τοίνυν τί ἔσται τίμημα, ὃ ταύτην ἕξει τὴν ἀξίαν ὥστε τοσούτων πραγμάτων ἀξιόχρεων φαίνεσθαι.

[132] πῶς γὰρ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἅπαντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον πᾶσι τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν, καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τ᾽ ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων καὶ οὔτε δικαίων οὔθ᾽ ὑμῖν συμφερόντων, εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, τὸν ἁπάντων τῶν κακῶν αἴτιον καὶ ὃν εἰλήφατ᾽ ἐπ᾽ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, τοῦτον ἀφεῖναι

[133] καὶ τίς οὐ δικαίως ἂν ὑμῖν ἐγκαλέσειε τῶν ἄλλων πολιτῶν, μᾶλλον δ᾽ ἁπάντων τῶν Ἑλλήνων, ὁρῶν Φιλίππῳ μὲν ὑμᾶς ὀργιζομένους, ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην παρὰ τῶν πωλούντων τὰς πράξεις ἐωνεῖτο, πρᾶγμα πολλὴν συγγνώμην ἔχον διαπραττόμενος, τουτονὶ δ᾽ ἀφιέντας, ὃς τὰ ὑμέτερ᾽ οὕτως αἰσχρῶς ἀπέδοτο, τῶν νόμων τὰ ἔσχατα ταττόντων ἐπιτίμια, ἐάν τις ταῦτα ποιῇ

[134] τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις λόγος παρὰ τούτων, ὡς ἀρχὴ γενήσεται πρὸς Φίλιππον ἔχθρας, εἰ τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφιεῖσθε. ἐγὼ δ᾽, εἰ τοῦτ᾽ ἔστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματ᾽ ἀναλώσας ὥστε τυχεῖν, οὗτος οὕτω γέγονεν φοβερὸς καὶ μέγας ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν

[135] οὐ μὴν ἀλλ᾽ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ὑμῖν μᾶλλον ἐκ τῶν εἰκότων γενήσεται, καὶ τοῦτ᾽ οἴομαι δείξειν. εὖ γὰρ εἰδέναι χρὴ τοῦθ᾽ ὅτι οὐ καταφρονεῖ Φίλιππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πόλεως τῆς ὑμετέρας, οὐδ᾽ ἀχρηστοτέρους ὑμᾶς νομίσας Θηβαίων ἐκείνους εἵλετ᾽ ἀνθ᾽ ὑμῶν ἀλλ᾽ ὑπὸ τούτων ἐδιδάχθη καὶ ταῦτ᾽ ἤκουσεν, ἃ καὶ πρότερόν ποτ᾽ εἶπον ἐγὼ πρὸς ὑμᾶς ἐν τῷ δήμῳ καὶ τούτων οὐδεὶς ἀντεῖπεν,

[136] ὡς ὁ μὲν δῆμός ἐστιν ἀσταθμητότατον πρᾶγμα τῶν πάντων καὶ ἀσυνθετώτατον, ὥσπερ ἐν θαλάττῃ κῦμ᾽ ἀκατάστατον, ὡς ἂν τύχῃ κινούμενον. ὁ μὲν ἦλθεν, ὁ δ᾽ ἀπῆλθεν· μέλει δ᾽ οὐδενὶ τῶν κοινῶν, οὐδὲ μέμνηται. δεῖ δέ τινας φίλους ὑπάρχειν τοὺς ἕκαστα πράξοντας ἐν ὑμῖν αὐτῷ καὶ διοικήσοντας, οἷον αὐτὸς δή· κἄνπερ αὐτῷ τοῦτο κατασκευασθῇ, πᾶν ὅ τι ἂν βούληται παρ᾽ ὑμῖν ῥᾳδίως διαπράξεται.

[137] εἰ μὲν οὖν ἤκουσεν, οἶμαι, τοὺς τότε ταῦτα πρὸς αὐτὸν εἰπόντας παραχρῆμα, ὡς δεῦρ᾽ ἐπανῆλθον, ἀποτετυμπανισμένους, ἐποίησεν ἂν ταὐτὸ τῷ βασιλεῖ. τί δ᾽ ἦν ὃ ἐκεῖνος ἐποίησεν ἐξαπατηθεὶς ὑπὸ Τιμαγόρου καὶ τετταράκοντα τάλαντα, ὡς λέγεται, δεδωκὼς αὐτῷ, ἐπειδὴ παρ᾽ ὑμῖν ἐπύθετ᾽ αὐτὸν τεθνεῶτα καὶ οὐδὲ τοῦ ζῆν ὄντα κύριον αὑτῷ βεβαιῶσαι, μή τί γ᾽ ἃ ἐκείνῳ τόθ᾽ ὑπέσχετο πρᾶξαι, ἔγνω τὴν τιμὴν οὐχὶ τῷ κυρίῳ τῶν πραγμάτων δεδωκώς. καὶ γάρ τοι πρῶτον μὲν Ἀμφίπολιν πάλιν ὑμετέραν δούλην κατέπεμψεν, ἣν τότε σύμμαχον αὑτοῦ καὶ φίλην ἔγραψεν· εἶτ᾽ οὐδενὶ πώποτ᾽ ἔδωκε χρήματα τοῦ λοιποῦ.

[138] ταὐτὸ τοίνυν τοῦτ᾽ ἂν ἐποίησε Φίλιππος, εἴ τινα τούτων εἶδε δίκην δόντα, καὶ νῦν, ἂν ἴδῃ, ποιήσει. ἐπειδὰν δ᾽ ἀκούῃ λέγοντας, εὐδοκιμοῦντας ἐν ὑμῖν, ἑτέρους κρίνοντας, τί καὶ ποιήσῃ ζητῇ πόλλ᾽ ἀναλίσκειν, ἐξὸν ἐλάττω, καὶ πάντας θεραπεύειν βούληται, δύ᾽ ἢ τρεῖς ἐξόν μαίνοιτο μέντἄν. οὐδὲ γὰρ τὴν τῶν Θηβαίων πόλιν εἵλετο δημοσίᾳ ποιεῖν ὁ Φίλιππος εὖ, πολλοῦ γε καὶ δεῖ, ἀλλ᾽ ὑπὸ τῶν πρέσβεων ἐπείσθη.

[139] ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρ᾽ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματ᾽ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γ᾽, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντ᾽ οὐδ᾽ ἔλαβον ταῦθ᾽ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτ᾽ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς ὁ Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματ᾽ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτ᾽ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθ᾽ αὑτούς.

[140] τελευτῶν δὲ Φίλων, εἷς τῶν πρέσβεων, εἶπεν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγον οὐχ ὑπὲρ Θηβαίων ἀλλ᾽ ὑπὲρ ὑμῶν ἄξιον εἰρῆσθαι. ἔφη γὰρ τὸν Φίλιππον ὁρῶν καὶ μεγαλοψύχως καὶ φιλανθρώπως ἔχοντα πρὸς αὐτοὺς ἥδεσθαι καὶ χαίρειν· αὐτοὶ μὲν οὖν ὑπάρχειν αὐτῷ φίλοι καὶ ξένοι καὶ ἄνευ τῶν δώρων τούτων, εἰς δὲ τὰ τῆς πόλεως πράγματ᾽, ἐν οἷς ἦν τότε, τὴν φιλανθρωπίαν αὐτὸν ἠξίουν ταύτην προσθέντ᾽ ἄξιόν τι καὶ αὑτοῦ καὶ τῶν Θηβαίων πρᾶξαι, καὶ ὅλην τε τὴν πόλιν οὕτω καὶ σφεῖς ὡμολόγουν ὑπάρξειν αὐτῷ.

[141] καὶ γάρ τοι σκέψασθε τί τοῖς Θηβαίοις γέγονεν ἐκ τούτων καὶ τί συμβέβηκε, καὶ θεάσασθ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀληθείας ἡλίκον ἐστὶ τὸ μὴ πωλεῖν τὰ τῆς πόλεως. πρῶτον μὲν τοίνυν εἰρήνη γέγονεν αὐτοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις ἤδη τῷ πολέμῳ καὶ ἡττωμένοις, εἶτα τῶν ἐχθρῶν Φωκέων ἄρδην ὄλεθρος καὶ ὅλων τῶν τειχῶν καὶ τῶν πόλεων ἀναίρεσις. ἆρα καὶ μόνα ταῦτα οὐ μὰ Δί᾽, ἀλλ᾽ ἔτι πρὸς τούτοις Ὀρχομενός, Κορώνεια, Κορσιά, τὸ Τιλφωσαῖον, τῆς τῶν Φωκέων χώρας ὁπόσην βούλονται.

[142] τοῖς μὲν δὴ Θηβαίοις ταῦτ᾽ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδ᾽ ἂν εὔξαιντο δήπου μείζονα· τοῖς δὲ πρέσβεσι τοῖς τῶν Θηβαίων τί οὐδὲν πλὴν τὸ τούτων αἰτίοις γεγενῆσθαι τῇ πατρίδι· τοῦτο δὲ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σεμνὸν εἰς ἀρετῆς λόγον καὶ δόξης, ἣν οὗτοι χρημάτων ἀπέδοντο. ἀντιθῶμεν δὴ τί τῇ τῶν Ἀθηναίων πόλει γέγονεν ἐκ τῆς εἰρήνης, καὶ τί τοῖς πρέσβεσι τοῖς τῶν Ἀθηναίων, καὶ θεωρεῖτ᾽ εἰ παραπλήσια τῇ πόλει καὶ τούτοις αὐτοῖς.

[143] τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων καὶ τῶν κτημάτων καὶ τῶν συμμάχων, ὀμωμοκέναι δὲ Φιλίππῳ, κἂν ἄλλος τις ἴῃ ποτ᾽ ἐπ᾽ αὐτὰ βουλόμενος σῴζειν, ὑμᾶς κωλύσειν καὶ τὸν μὲν ὑμῖν βουλόμενον παραδοῦναι ἐχθρὸν ἡγήσεσθαι καὶ πολέμιον, τὸν δ᾽ ἀπεστερηκότα σύμμαχον καὶ φίλον.

[144] ταῦτα γάρ ἐσθ᾽ ἃ συνεῖπε μὲν Αἰσχίνης οὑτοσί, ἔγραψε δ᾽ ὁ τούτου συνεργὸς Φιλοκράτης· καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν, καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι καὶ καλέσαι τοὺς πρέσβεις τοὺς τοῦ Φιλίππου, ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἔπεισεν ἑλέσθαι, ἐν ᾗ καὶ ταῦτα καὶ πόλλ᾽ ἄλλ᾽ ἔτι τούτων δεινότερ᾽ ἐστὶ γεγραμμένα.

[145] τῇ μὲν δὴ πόλει ταῦτ᾽ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδ᾽ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν τὰ μὲν ἄλλα σιωπῶ πάνθ᾽, ὅσ᾽ ἑοράκαθ᾽ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλ᾽ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ Αἰσχίνῃ τριάκοντα μνᾶς.

[146] καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τὰς τῶν ὑμετέρων συμμάχων συμφορὰς προσόδους τοῖς πρέσβεσι τοῖς ὑμετέροις γεγενῆσθαι, καὶ τὴν αὐτὴν εἰρήνην τῇ μὲν ἐκπεμψάσῃ πόλει τῶν μὲν συμμάχων ὄλεθρον, τῶν δὲ κτημάτων ἀπόστασιν, ἀντὶ δὲ δόξης αἰσχύνην γεγενῆσθαι, τῶν δὲ πρέσβεων τοῖς κατὰ τῆς πόλεως ταῦτα πράξασι προσόδους, εὐπορίας, κτήματα, πλοῦτον ἀντὶ τῶν ἐσχάτων ἀποριῶν εἰργάσθαι ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τοὺς Ὀλυνθίους μάρτυρας. Μάρτυρες

[147] οὐ τοίνυν θαυμάσαιμ᾽ ἂν εἰ καὶ τοιοῦτό τι τολμήσει λέγειν, ὡς οὐκ ἦν καλὴν οὐδ᾽ οἵαν ἠξίουν ἐγὼ τὴν εἰρήνην ποιήσασθαι, κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων. ἂν δὴ ταῦτα λέγῃ, πρὸς θεῶν ἐρωτήσατ᾽ αὐτὸν μεμνημένοι, πότερ᾽ ἐξ ἑτέρας ᾤχετο πρεσβεύων πόλεως ἢ ταύτης αὐτῆς. εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἣν κεκρατηκέναι τε τῷ πολέμῳ φήσει καὶ χρηστοὺς ἔχειν στρατηγούς, εἰκότως χρήματ᾽ εἴληφεν· εἰ δ᾽ ἐκ ταύτης αὐτῆς, τίνος εἵνεκ᾽ ἐφ᾽ οἷς ἡ πέμψασα πόλις τῶν αὑτῆς ἀπέστη, ἐπὶ τούτοις οὗτος δωρειὰς προσλαβὼν φαίνεται τῶν γὰρ αὐτῶν ἔδει τήν τε πέμψασαν πόλιν τυγχάνειν καὶ τοὺς ἐκ ταύτης πρέσβεις, εἴπερ τι τῶν δικαίων ἐγίγνετο.

[148] ἔτι τοίνυν κἀκεῖνο σκέψασθ᾽, ὦ ἄνδρες δικασταί. πότερ᾽ οἴεσθε πλέον Φωκέας Θηβαίων ἢ Φίλιππον ὑμῶν κρατεῖν τῷ πολέμῳ ἐγὼ μὲν γὰρ εὖ οἶδ᾽ ὅτι Φωκεῖς Θηβαίων. εἶχόν γ᾽ Ὀρχομενὸν καὶ Κορώνειαν καὶ τὸ Τιλφωσαῖον, καὶ τοὺς ἐν Νέωσιν ἀπειλήφεσαν αὐτῶν, καὶ ἑβδομήκοντα καὶ διακοσίους ἀπεκτόνεσαν ἐπὶ τῷ Ἡδυλείῳ, καὶ τρόπαιον εἱστήκει, καὶ ἱπποκράτουν, καὶ κακῶν Ἰλιὰς περιειστήκει Θηβαίους.

[149] ὑμῖν δὲ τοιοῦτο μὲν οὐδὲν οὔτ᾽ ἦν μήτε γένοιτο τοῦ λοιποῦ, τοῦτο δ᾽ ἦν τὸ δεινότατον τοῦ πρὸς Φίλιππον πολέμου· οὐκ ἐδύνασθε κακῶς ἡλίκ᾽ ἐβούλεσθε ποιεῖν ἐκεῖνον· τοῦ δὲ μὴ πάσχειν αὐτοὶ πᾶσαν ἄδειαν ἤγετε. τί ποτ᾽ οὖν ἐκ τῆς αὐτῆς εἰρήνης τοῖς μὲν Θηβαίοις, τοῖς τοσοῦτο κρατουμένοις τῷ πολέμῳ, καὶ τὰ ἑαυτῶν κομίσασθαι καὶ τὰ τῶν ἐχθρῶν προσλαβεῖν γέγονε, τοῖς δ᾽ Ἀθηναίοις ὑμῖν, καὶ ἃ τῷ πολέμῳ διεσῴζετο, ταῦτ᾽ ἐπὶ τῆς εἰρήνης ἀπολωλεκέναι ὅτι τἀκείνων μὲν οὐκ ἀπέδονθ᾽ οἱ πρέσβεις, τὰ δ᾽ ὑμέτερ᾽ οὗτοι πεπράκασιν. ἀλλὰ νὴ Δία τοὺς συμμάχους ἀπειρηκέναι φήσει τῷ πολέμῳ ὅτι γὰρ ταῦθ᾽ οὕτω πέπρακται, καὶ ἐκ τῶν ἐπιλοίπων ἔτι μᾶλλον εἴσεσθε.

[150] ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, ἡ τοῦ Φιλοκράτους, ᾗ συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους καὶ μέχρι τούτου γ᾽ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλ᾽ αἰσχρὰ μὲν ἡ εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσι᾽ ἀγάθ᾽ ἡμῖν ἔμελλεν ἔσεσθαι, ἠξίουν ὑμᾶς ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφ᾽ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδ᾽ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων.

[151] ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθ᾽ ὅσ᾽ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται· οὐδεὶς γὰρ πώποθ᾽ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθ᾽ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν· ἢ γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμ᾽ αὐτὸν ἐξορκωσάντων, ἃ μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι,

[152] ἢ μὴ ποιοῦντος ταῦτα ἀπαγγελεῖν ἡμᾶς εὐθέως δεῦρο, ὥστ᾽ ἐν ἐκείνοις τοῖς πόρρω καὶ ἐλάττοσι τὴν πλεονεξίαν καὶ τὴν ἀπιστίαν ἰδόντας ὑμᾶς περὶ τῶνδε τῶν ἐγγὺς καὶ μειζόνων, λέγω δὲ Φωκέων καὶ Πυλῶν, οὐ προήσεσθαι· μὴ προλαβόντος δ᾽ ἐκείνου ταῦτα μηδ᾽ ὑμῶν ἐξαπατηθέντων ἅπαντ᾽ ἐν ἀσφαλεῖ τὰ πράγμαθ᾽ ὑμῖν ἔσεσθαι, καὶ παρ᾽ ἑκόντος ὑπάρξειν αὐτοῦ τὰ δίκαια.

[153] καὶ ταῦτ᾽ εἰκότως οὕτως ὑπελάμβανον ἕξειν. εἰ γὰρ ἦσαν, ὡς ἦσαν τότε, Φωκεῖς σῷοι καὶ Πύλας εἶχον, ἐκεῖνος μὲν οὐδὲν ἂν ὑμῖν εἶχ᾽ ἀνατείνασθαι φοβερόν, δι᾽ ὃ τῶν δικαίων ἄν τι παρείδετε· οὔτε γὰρ κατὰ γῆν παρελθὼν οὔτε ναυσὶ κρατήσας εἰς τὴν Ἀττικὴν ἥξειν ἔμελλεν· ὑμεῖς δ᾽ ἐκείνου παραχρῆμα, εἰ μὴ τὰ δίκαια ποιοίη, κλείσειν τὰ ἐμπόρια, καὶ χρημάτων τ᾽ ἐν σπάνει καὶ τῶν ἄλλων ἐν πολιορκίᾳ πάλιν αὐτὸν καταστήσειν, ὥστ᾽ ἐκεῖνος ὁ δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεῖς.

[154] καὶ ταῦθ᾽ ὅτι οὐκ ἐπὶ τοῖς συμβεβηκόσι νῦν πλάττομαι καὶ προσποιοῦμαι, ἀλλὰ τότ᾽ εὐθὺς ἐγνώκειν καὶ προεωρώμην ὑπὲρ ὑμῶν καὶ τούτοις ἔλεγον, ἐκεῖθεν εἴσεσθε. ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτ᾽ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι, οὗτοι δ᾽ οὐκ ἀπῇσαν, ἀλλ᾽ αὐτοῦ διέτριβον, γράφω ψήφισμα βουλεύων, τὴν βουλὴν ποιήσαντος τοῦ δήμου κυρίαν, ἀπιέναι τοὺς πρέσβεις τὴν ταχίστην, τὸν δὲ στρατηγὸν Πρόξενον κομίζειν αὐτοὺς ἐπὶ τοὺς τόπους ἐν οἷς ἂν ὄντα Φίλιππον πυνθάνηται, γράψας ὥσπερ νῦν λέγω, τοῖς ῥήμασιν οὕτως ἄντικρυς. καί μοι λέγε τοῦτο τὸ ψήφισμα λαβών. Ψήφισμα

[155] ἐνθένδε μὲν τοίνυν αὐτοὺς ἐξήγαγον οὕτως ἄκοντας, ὡς καθαρῶς οἷς μετὰ ταῦτ᾽ ἐποίουν εἴσεσθε. ἐπειδὴ δ᾽ ἀφικόμεθ᾽ εἰς Ὠρεὸν καὶ συνεμείξαμεν τῷ Προξένῳ, ἀμελήσαντες οὗτοι τοῦ πλεῖν καὶ τὰ προστεταγμένα πράττειν ἐπορεύοντο κύκλῳ, καὶ πρὶν εἰς Μακεδονίαν ἐλθεῖν, τρεῖς καὶ εἴκοσιν ἡμέρας ἀνηλώσαμεν· τὰς δ᾽ ἄλλας πάσας καθήμεθ᾽ ἐν Πέλλῃ, πρὶν Φίλιππον ἐλθεῖν, σὺν αἷς ἐπορεύθημεν ὁμοῦ πεντήκονθ᾽ ὅλας.

[156] ἐν δὲ τούτῳ Δορίσκον, Θρᾴκην, τἀπὶ τειχῶν, Ἱερὸν ὄρος, πάντα τὰ πράγματα, ἐν εἰρήνῃ καὶ σπονδαῖς ᾕρει καὶ διῳκεῖθ᾽ ὁ Φίλιππος, πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί, τὸ μὲν πρῶτον ὡς ἂν εἰς κοινὸν γνώμην ἀποφαινομένου, μετὰ ταῦτα δ᾽ ὡς ἀγνοοῦντας διδάσκοντος, τελευτῶντος δ᾽ ὡς ἂν πρὸς πεπρακότας αὑτοὺς καὶ ἀνοσιωτάτους ἀνθρώπους οὐδὲν ὑποστελλομένου.

[157] ὁ δὲ τούτοις ἀντιλέγων φανερῶς καὶ ἅπασιν ἐναντιούμενος οἷς ἔλεγον μὲν ἐγώ, ἐψήφιστο δ᾽ ὑφ᾽ ὑμῶν, οὗτος ἦν. εἰ δὲ καὶ πᾶσιν ἤρεσκε ταῦτα τοῖς ἄλλοις πρέσβεσιν, αὐτίκ᾽ εἴσεσθε. ἐγὼ μὲν γὰρ οὐδέν πω λέγω περὶ οὐδενὸς οὐδ᾽ αἰτιῶμαι, οὐδ᾽ ἀναγκασθέντ᾽ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον, ἀλλὰ δι᾽ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι τῶν ἀδικημάτων. ὅτι μὲν γὰρ αἰσχρὰ καὶ δεινὰ καὶ οὐ προῖκα τὰ πεπραγμένα, πάντες ὑμεῖς ἑοράκατε· οἵτινες δ᾽ οἱ τούτων μετεσχηκότες, αὐτὸ δηλώσει.

[158] ἀλλὰ νὴ Δί᾽ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, ἢ τἄλλ᾽ ἃ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρ᾽ ὑμῶν, παρ᾽ οὐδεμιᾶς πόλεως, οὔθ᾽ ὅτ᾽ ἐκεῖσ᾽ ἐπορεύοντο οὔθ᾽ ὅτ᾽ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλ᾽ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδ᾽ ὃ λέγω, ἐνταῦθ᾽ ἐγίγνονθ᾽ οἱ ὅρκοι, ὅτε δεῦρ᾽ ἤδη τὸ στράτευμ᾽ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν.

[159] καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, πλὴν Ἁλέων καὶ Φωκέων, γράψαι, ἀλλ᾽ ἀναγκασθέντος ὑφ᾽ ὑμῶν τοῦ Φιλοκράτους ταῦτ᾽ ἀπαλεῖψαι, γράψαι δ᾽ ἄντικρυς, Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους, οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφ᾽ ἃ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλ᾽ ἕξειν πρόφασιν τοὺς ὅρκουσ,

[160] οὔτε μάρτυρας γενέσθαι τῶν ὑποσχέσεων, ἐφ᾽ αἷς εὑρίσκετο τὴν εἰρήνην, οὐδὲ τοῦτο δειχθῆναι πᾶσιν, ὅτι οὐκ ἄρ᾽ ἡ πόλις ἡ τῶν Ἀθηναίων ἥττητο τῷ πολέμῳ, ἀλλὰ Φίλιππός ἐστιν ὁ τῆς εἰρήνης ἐπιθυμῶν καὶ ὁ πόλλ᾽ ὑπισχνούμενος τοῖς Ἀθηναίοις ἂν τύχῃ τῆς εἰρήνης. ἵνα δὴ μὴ γένοιτο ταῦθ᾽ ἃ λέγω φανερά, διὰ ταῦτ᾽ οὐδαμόσ᾽ ᾤετο δεῖν τούτους βαδίζειν. οὗτοι δ᾽ ἐχαρίζοντο πάντα, ἐνδεικνύμενοι καὶ ὑπερκολακεύοντες ἐκεῖνον.

[161] καίτοι ταῦθ᾽ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδ᾽ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρ᾽ ἀπηγγελκότες, πῶς ἔνεστι παρ᾽ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου. Ψήφισμα Ἐπιστολή Ψηφίσματα

[162] καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμέν᾽ ὑφ᾽ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας. Μάρτυρες λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, ἃ πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος. Μαρτυρία

[163] ὅτι τοίνυν οὐδ᾽ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθ᾽ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχ᾽ ὑμεῖς προαπεστείλαθ᾽ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστ᾽ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδ᾽ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντ᾽ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότ᾽ ἐχώρουν.

[164] ἐπειδὴ δ᾽ εἰρήνη μὲν ἦν, ἅπασα δ᾽ ἀσφάλει᾽ ἰέναι καὶ πρόσταγμα παρ᾽ ὑμῶν σπεύδειν, τηνικαῦτ᾽ οὔτ᾽ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτ᾽ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν.

[165] ἀλλὰ μὴν ὅτι καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθ᾽ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δ᾽ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι

[166] ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθ᾽ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρ᾽ ἐμαυτοῦ τε χρήματ᾽ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκ᾽ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθ᾽ ἡμῖν τὸν Φίλιππον διδόναι

[167] ἵνα μηδὲ τοῦτ᾽ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δ᾽ ἀπετύγχαν᾽ ὁτουδήποτε οὐ γὰρ ἐμέ γ᾽ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμέν᾽ αὐτὰ δηλώσει, τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτ᾽ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτ᾽ ἐδίδοτο, ξένια δὴ πρόφασιν.

[168] ἐπειδὴ δ᾽ ἐκώλυσ᾽ ἐγώ, πάλιν προσδιενείμαντο τοῦθ᾽ οὗτοι. τῷ Φιλίππῳ δ᾽, ἐπειδὴ ταῦτ᾽ εἰς τοὺς αἰχμαλώτους ἠξίουν αὐτὸν ἀναλίσκειν ἐγώ, οὔτε κατειπεῖν τούτων εἶχε καλῶς οὐδ᾽ εἰπεῖν ὅτι ἀλλ᾽ ἔχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα, οὔτε φυγεῖν τἀνάλωμα· ὡμολόγησε μὲν δή, διεκρούσατο δ᾽ εἰς τὰ Παναθήναια φήσας ἀποπέμψειν. λέγε τὴν μαρτυρίαν τὴν Ἀπολλοφάνους, εἶτα τὴν τῶν ἄλλων τῶν παρόντων. Μαρτυρία

[169] φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην τῶν αἰχμαλώτων εἴπω πρὸς ὑμᾶς. ἐν ὅσῳ γὰρ οὐχὶ παρόντος πω Φιλίππου διετρίβομεν ἐν Πέλλῃ, ἔνιοι τῶν ἑαλωκότων, ὅσοιπερ ἦσαν ἐξηγγυημένοι, ἀπιστοῦντες, ὡς ἐμοὶ δοκεῖ, μὴ δυνήσεσθαί με ταῦτα πεῖσαι τὸν Φίλιππον, ἑαυτοὺς ἔφασαν βούλεσθαι λύσεσθαι καὶ μηδεμίαν τούτου χάριν ἔχειν τῷ Φιλίππῳ, καὶ ἐδανείζοντο ὁ μὲν τρεῖς μνᾶς, ὁ δὲ πέντε, ὁ δ᾽ ὅπως συνέβαινεν ἑκάστῳ τὰ λύτρα.

[170] ἐπειδὴ τοίνυν ὡμολόγησ᾽ ὁ Φίλιππος τοὺς λοιποὺς λύσεσθαι, συγκαλέσας ἐγὼ τούτους οἷς αὐτὸς ἔχρησα τἀργύριον, καὶ τὰ πεπραγμέν᾽ ὑπομνήσας, ἵνα μὴ δοκοῖεν ἔλαττον ἔχειν ἐπειχθέντες μηδ᾽ ἐκ τῶν ἰδίων λελυτρῶσθαι πένητες ἄνθρωποι, τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου προσδοκωμένων ἀφεθήσεσθαι, ἔδωκα δωρειὰν τὰ λύτρα. καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε ταύτας τὰς μαρτυρίας. Μαρτυρίαι

[171] ὅσα μὲν τοίνυν ἀφῆκα χρήματα καὶ δωρειὰν ἔδωκα τοῖς ἀτυχήσασι τῶν πολιτῶν, ταῦτ᾽ ἔστιν. ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς τί δήποθ᾽, ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ἡμᾶς ὑγιὲς πράττοντας, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν οὓς ἐλυσάμην καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν.

[172] δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας· ἰδίᾳ δ᾽, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδ᾽ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι· ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γ᾽ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα. σημεῖον δέ· ἐπὶ γὰρ τὴν τρίτην πρεσβείαν δίς με χειροτονησάντων ὑμῶν δὶς ἐξωμοσάμην. καὶ παρὰ ταύτην τὴν ἀποδημίαν πάντα τἀναντί᾽ ἔπραττον.

[173] ὥν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν· ἃ δ᾽ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντ᾽ ἀπόλωλεν. καίτοι καὶ τἄλλ᾽ ἂν ἅπαντ᾽ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγ᾽ οὕτως ἄθλιος οὐδ᾽ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ἃ δ᾽ ἄνευ μὲν δαπάνης οἷά τ᾽ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτ᾽ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλ᾽ οἶμαι περιῆσαν οὗτοί μου.

[174] φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε· παρ᾽ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα· εἶτα τὸ ψήφισμ᾽ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφ᾽ ᾧ πρεσβεύοντες ἥκομεν· εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπ᾽ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν.

[175] εἶθ᾽ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτ᾽ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δ᾽ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ᾽ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δ᾽ αὐτὸν ἐν Φεραῖς τὴν νύκτ᾽ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδ᾽ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντ᾽ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδ᾽ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ.

[176] καὶ ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δ᾽ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρ᾽ ὑμῖν φανερῶς. Μαρτυρία

[177] οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθ᾽ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθ᾽ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημέν᾽ ἀπ᾽ ἀρχῆς, ἵν᾽ ὅσ᾽ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξ᾽ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθ᾽ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.

[178] ἐπέδειξ᾽ αἴτιον γεγενημένον τοῦ μὴ ᾽θέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντ᾽ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντ᾽ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδ᾽ εἰ βούλοισθε δύναισθ᾽ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλ᾽ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείν᾽ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρ᾽ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθ᾽ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτ᾽ ἐπέδειξα.

[179] ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθ᾽ ὁ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δ᾽ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθ᾽ ἱκάν᾽ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ.

[180] καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδ᾽ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· ἃ συναμφότερ᾽ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθ᾽ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστ᾽ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρί᾽ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτ᾽ ἀπολώλασι παρ᾽ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλ᾽ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτ᾽ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.

[181] ἀλλ᾽ ἔτι γὰρ τότ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείν᾽ ἐφυλάττεσθ᾽ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δ᾽ ὅ τι ἂν μὴ καθ᾽ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους, μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν, ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην. καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δ᾽ ἃ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, ἃ δ᾽ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

[182] ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δ᾽ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπ᾽ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλ᾽ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρ᾽ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδ᾽ ἀνάσχησθ᾽ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν.

[183] τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων ἢ λόγων λαμβάνειν εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδ᾽ ὁπλιτῶν οὐδ᾽ ἀκροπόλεων κύριοι οὐδεὶς γὰρ πρέσβεσι ταῦτ᾽ ἐγχειρίζει, ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δ᾽ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν ἢ συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω.

[184] οὐδὲν γὰρ ἔσθ᾽ ὅ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ἢ ψευδῆ λέγων. οἷς γάρ ἐστ᾽ ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι ἂν δὲ δὴ καὶ πρὸς ἃ τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε οὐδέ γε τοὺς χρόνους ἴσον ἔστ᾽ ἀδίκημ᾽ ὀλιγαρχίας ἢ τυράννου παρελέσθαι καὶ ὑμῶν· οὐδ᾽ ὀλίγου δεῖ.

[185] ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντ᾽ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθ᾽ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτ᾽ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ δι᾽ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων.

[186] ἐφ᾽ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθ᾽ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρ᾽ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθ᾽ ἁπλῶς ἀφῄρηται.

[187] ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν. πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδέν᾽ ἐρῶ, τὰς δ᾽ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφ᾽ ὧν ἕκαστ᾽ ἐξηπάτησθ᾽ ὑπομνήσω, ἵν᾽ εἰδῆθ᾽ ὅτι τὸ ψυχρὸν τοῦτ᾽ ὄνομα, τὸ ἄχρι κόρου, παρελήλυθ᾽ ἐκεῖνος φενακίζων ὑμᾶς. Ἐπιστολαί Φιλίππου

[188] οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθ᾽ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, τί δ᾽ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ νὴ Δί᾽, εἴτε βούλομαί γ᾽ εἴτε μή, παρ᾽ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτ᾽ ἐπιβεβουλευμένος, δυοῖν δ᾽ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν.

[189] ἐγὼ δ᾽ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δ᾽ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτ᾽ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ποῦ δ᾽ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί; ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας.

[190] ἐγὼ δ᾽ οἶδ᾽ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθ᾽ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλ᾽ ἐὰν ἀδικοῦντα λάβωσί τιν᾽ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήρι᾽ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρ᾽ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν πολλοῦ γε καὶ δεῖ.

[191] λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρ᾽ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερ᾽ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.

[192] ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτ᾽ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπι᾽ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν.

[193] ἑστιῶν δ᾽ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται ἤ τιν᾽ ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δ᾽ ἂν αὐτὸς ἐπαγγείλαιθ᾽ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ.

[194] κελεύσαντος δ᾽ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδί᾽ ὄντ᾽ εἰς Ὄλυνθον. αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου.

[195] ταύτας, αἰτῶ σε καὶ δέομαι, δός μοι. βούλομαι δέ σ᾽ ἀκοῦσαι καὶ μαθεῖν οἵαν μοι δώσεις δωρειάν, ἂν ἄρα δῷς· ἀφ᾽ ἧς ἐγὼ κερδανῶ μὲν οὐδέν, ἂν λάβω, προῖκα δὲ προσθεὶς ἐκδώσω, καὶ οὐ περιόψομαι παθούσας οὐδὲν ἀνάξιον οὔθ᾽ ἡμῶν οὔτε τοῦ πατρός. ὡς δ᾽ ἀκοῦσαι τοὺς παρόντας ἐν τῷ συμποσίῳ, τοσοῦτον κρότον καὶ θόρυβον καὶ ἔπαινον παρὰ πάντων γενέσθαι ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι. καίτοι τῶν ἀποκτεινάντων ἦν τὸν Ἀλέξανδρον τὸν ἀδελφὸν τὸν Φιλίππου οὗτος ὁ Ἀπολλοφάνης.

[196] ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθ᾽ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δ᾽ οὐκ ἐπορεύθην. ἐπειδὴ δ᾽ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τιν᾽ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν.

[197] ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτ᾽ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾄδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτ᾽ ἐθελούσης οὔτ᾽ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμ᾽ ἔφασαν οὑτοσὶ καὶ ὁ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν· καὶ κάλει παῖδα, καὶ ἱμᾶντά τις φερέτω. ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς.

[198] ἔξω δ᾽ αὑτῆς οὖσ᾽ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ᾽κεῖνος ἀφείλετο, ἀπώλετ᾽ ἂν παροινουμένη· καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

[199] καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλ᾽ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφ᾽ οἷς ἔγωγ᾽ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδ᾽ ὄντ᾽ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον

[200] μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα τὰ τελευταῖα δ᾽ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον ποῖον οὖν ἐρεῖς βίον ὃν ποῦ βεβίωκας; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρ᾽ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί. Μαρτυρίαι

[201] τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντ᾽ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδ᾽ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδ᾽ ἕξει δικαίαν οὐδ᾽ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δ᾽ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλ᾽ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλ᾽ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.

[202] ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρ᾽ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτ᾽ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δ᾽ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσ᾽ ἡ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμ᾽ ἄνθρωπος, τὰ δὲ πράγματ᾽ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ.

[203] οὐ μὴν ἀλλ᾽ ἔγωγ᾽ οἶμαί μοι προσήκειν ἀμφότερ᾽ ὑμῖν ἐπιδεῖξαι, καὶ ὅτι ψεύσεται, ταῦτ᾽ ἐὰν λέγῃ, καὶ τὴν δικαίαν ἥτις ἐστὶν ἀπολογία. ἡ μὲν τοίνυν δικαία καὶ ἁπλῆ, ἢ ὡς οὐ πέπρακται τὰ κατηγορημένα δεῖξαι, ἢ ὡς πεπραγμένα συμφέρει τῇ πόλει. τούτων δ᾽ οὐδέτερον δύναιτ᾽ ἂν οὗτος ποιῆσαι.

[204] οὔτε γὰρ ὡς συμφέρει δήπου Φωκέας ἀπολωλέναι καὶ Πύλας Φίλιππον ἔχειν καὶ Θηβαίους ἰσχύειν καὶ ἐν Εὐβοίᾳ στρατιώτας εἶναι καὶ Μεγάροις ἐπιβουλεύειν καὶ ἀνώμοτον εἶναι τὴν εἰρήνην, ἔνεστι λέγειν αὐτῷ, οἷς τότ᾽ ἐναντί᾽ ἀπήγγειλε πρὸς ὑμᾶς ὡς συμφέροντα καὶ γενησόμενα· οὔθ᾽ ὡς οὐ πέπρακται ταῦτα, δυνήσεται πεῖσαι τοὺς αὐτοὺς ἑορακότας ὑμᾶς καὶ εὖ εἰδότας.

[205] οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις οὐδενός, λοιπόν μοι δεῖξαι. βούλεσθ᾽ οὖν ὑμῖν, πάντα τἄλλ᾽ ἀφείς, ἃ παρ᾽ ὑμῖν ἀντεῖπον, ἃ ἐν τῇ ἀποδημίᾳ προσέκρουον, ὡς ἅπαντα τὸν χρόνον ἠναντίωμαι, αὐτοὺς παράσχωμαι μάρτυρας τούτους ὅτι πάντα τἀναντί᾽ ἐμοὶ καὶ τούτοις πέπρακται, καὶ χρήμαθ᾽ οὗτοι μὲν ἔχουσιν ἐφ᾽ ὑμῖν, ἐγὼ δ᾽ οὐκ ἠθέλησα λαβεῖν θεάσασθε δή.

[206] τίνα τῶν ἐν τῇ πόλει φήσαιτ᾽ ἂν βδελυρώτατον εἶναι καὶ πλείστης ἀναιδείας καὶ ὀλιγωρίας μεστόν οὐδεὶς οὐδ᾽ ἂν ἁμαρτὼν ὑμῶν ἄλλον εὖ οἶδ᾽ ὅτι φήσειεν ἢ Φιλοκράτην. τίνα δὲ φθέγγεσθαι μέγιστον ἁπάντων καὶ σαφέστατ᾽ ἂν εἰπεῖν ὅ τι βούλοιτο τῇ φωνῇ Αἰσχίνην οἶδ᾽ ὅτι τουτονί. τίνα δ᾽ οὗτοι μὲν ἄτολμον καὶ δειλὸν πρὸς τοὺς ὄχλους φασὶν εἶναι, ἐγὼ δ᾽ εὐλαβῆ ἐμέ· οὐδὲν γὰρ πώποτ᾽ οὔτ᾽ ἠνώχλησα οὔτε μὴ βουλομένους ὑμᾶς βεβίασμαι.

[207] οὐκοῦν ἐν πάσαις ταῖς ἐκκλησίαις, ὁσάκις λόγος γέγονεν περὶ τούτων, καὶ κατηγοροῦντος ἀκούετέ μου καὶ ἐλέγχοντος ἀεὶ τούτους καὶ λέγοντος ἄντικρυς ὅτι χρήματ᾽ εἰλήφασι καὶ πάντα πεπράκασι τὰ πράγματα τῆς πόλεως. καὶ τούτων οὐδεὶς πώποτ᾽ ἀκούων ταῦτ᾽ ἀντεῖπεν οὐδὲ διῆρε τὸ στόμα, οὐδ᾽ ἔδειξεν ἑαυτόν.

[208] τί ποτ᾽ οὖν ἐστι τὸ αἴτιον ὅτι οἱ βδελυρώτατοι τῶν ἐν τῇ πόλει καὶ μέγιστον φθεγγόμενοι τοῦ καὶ ἀτολμοτάτου πάντων ἐμοῦ καὶ οὐδενὸς μεῖζον φθεγγομένου τοσοῦτον ἡττῶνται ὅτι τἀληθὲς ἰσχυρόν, καὶ τοὐναντίον ἀσθενὲς τὸ συνειδέναι πεπρακόσιν αὑτοῖς τὰ πράγματα. τοῦτο παραιρεῖται τὴν θρασύτητα τὴν τούτων, τοῦτ᾽ ἀποστρέφει τὴν γλῶτταν, ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.

[209] τὸ τοίνυν τελευταῖον ἴστε δήπου πρώην ἐν Πειραιεῖ, ὅτ᾽ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν, βοῶνθ᾽ ὡς εἰσαγγελεῖ με καὶ γράψεται καὶ ἰοὺ ἰού. καίτοι ταῦτα μέν ἐστι μακρῶν καὶ πολλῶν ἀγώνων καὶ λόγων ἀρχή, ἐκεῖνα δ᾽ ἁπλᾶ καὶ δύ᾽ ἢ τρί᾽ ἴσως ῥήματα, ἃ κἂν ἐχθὲς ἐωνημένος ἄνθρωπος εἰπεῖν ἠδυνήθη, ἄνδρες Ἀθηναῖοι, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστιν· οὑτοσὶ κατηγορεῖ ταῦτ᾽ ἐμοῦ ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματ᾽ εἰληφέναι φησὶν ἐμέ, αὐτὸς εἰληφὼς ἢ μετειληφώς.

[210] τούτων μὲν τοίνυν οὐδὲν εἶπεν οὐδ᾽ ἐφθέγξατο, οὐδ᾽ ἤκουσεν ὑμῶν οὐδείς, ἄλλα δ᾽ ἠπείλει. διὰ τί ὅτι ταῦτα μὲν αὑτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων. οὔκουν προσῄει πρὸς ταῦθ᾽ ἡ διάνοια, ἀλλ᾽ ἀνεδύετο· ἐπελαμβάνετο γὰρ αὐτῆς τὸ συνειδέναι. λοιδορεῖσθαι δ᾽ ἄλλ᾽ ἄττ᾽ οὐδὲν ἐκώλυεν αὐτὸν οὐδὲ βλασφημεῖν.

[211] ὃ τοίνυν μέγιστον ἁπάντων, καὶ οὐ λόγος ἀλλ᾽ ἔργον· βουλομένου γὰρ ἐμοῦ τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπηγόρευε μὴ καλεῖν ἔμ᾽ εἰς τὸ δικαστήριον ὡς δεδωκότ᾽ εὐθύνας καὶ οὐκ ὄνθ᾽ ὑπεύθυνον· καὶ τὸ πρᾶγμ᾽ ἦν ὑπεργέλοιον. τί οὖν ἦν τοῦτο τῆς προτέρας ἐκείνης πρεσβείας, ἧς οὐδεὶς κατηγόρει, δοὺς λόγον οὐκέτ᾽ ἐβούλετ᾽ αὖθις εἰσιέναι περὶ ταύτης ἧς νῦν εἰσέρχεται, ἐν ᾗ πάντα τἀδικήματ᾽ ἐνῆν·

[212] ἐκ δὲ τοῦ δὶς ἔμ᾽ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτ᾽ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀμφότερ᾽ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθ᾽ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότ᾽ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δί᾽ οὐκ ἀπηγόρευε καλεῖν.

[213] ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλ᾽ οὐκ ἂν εἰκότως ἀκούοιτ᾽ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδ᾽ ἐγχεῖ μετὰ ταῦθ᾽ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων ὅ τι ἀπολογήσεται

[214] ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δ᾽ Αἰσχίνης οὑτοσί, Φίλιππος δ᾽ ἦν ὁ κρίνων, εἶτ᾽ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατ᾽ αὐτὸ τοῦτ᾽ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρ᾽ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετ᾽ ἀπολογεῖσθαι. λέγε τὴν μαρτυρίαν. Μαρτυρία

[215] οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτ᾽ ἐμοὶ καὶ τούτῳ πέπρακται ἢ πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, ἃ μηδ᾽ ᾐτίαται πρότερον πώποτε οὐδαμῶς δήπου. ἀλλ᾽ ὅμως ἐρεῖ, καὶ νὴ Δί᾽ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθ᾽, ὅτι ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθ᾽ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλ᾽ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην.

[216] ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλ᾽ ἀφ᾽ ὧν ἴστ᾽ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δ᾽ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γ᾽ εἰ καλὸν καὶ μέγ᾽ οὗτος φθέγξεται, μηδ᾽ εἰ φαῦλον ἐγώ.

[217] οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλ᾽ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, ἃ πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθ᾽ ἃ ὑμεῖς ἴστε καὶ οὐ παρ᾽ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ

[218] εἰ μὲν ἅπανθ᾽ ὅσ᾽ ὑπέσχονθ᾽ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτ᾽ εἶναι μεστοί, ὥστε μήτ᾽ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτ᾽ ἐκ θαλάττης πολιορκούμενοι μήτ᾽ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλ᾽ οὐδὲν χεῖρον πράττοντες ἢ νῦν,

[219] προειδότες καὶ προακηκοότες παρὰ τούτων καὶ τοὺς συμμάχους ἀπολουμένους καὶ Θηβαίους ἰσχυροὺς γενησομένους καὶ τἀπὶ Θρᾴκης Φίλιππον ληψόμενον καὶ ἐν Εὐβοίᾳ κατασκευασθησόμεν᾽ ὁρμητήρι᾽ ἐφ᾽ ὑμᾶς καὶ πάνθ᾽ ἃ πέπρακται γενησόμενα, εἶτα τὴν εἰρήνην ἐποιήσασθ᾽ ἀγαπητῶς, ἀποψηφίσασθ᾽ Αἰσχίνου, καὶ μὴ πρὸς τοσούτοις αἰσχροῖς καὶ ἐπιορκίαν προσκτήσησθε· οὐδὲν γὰρ ὑμᾶς ἀδικεῖ, ἀλλ᾽ ἐγὼ μαίνομαι καὶ τετύφωμαι νῦν κατηγορῶν αὐτοῦ.

[220] εἰ δὲ πάντα τἀναντία τούτων καὶ πολλὰ καὶ φιλάνθρωπ᾽ εἰπόντες, Φίλιππον φιλεῖν τὴν πόλιν, Φωκέας σώσειν, Θηβαίους παύσειν τῆς ὕβρεως, ἔτι πρὸς τούτοις μείζον᾽ ἢ κατ᾽ Ἀμφίπολιν εὖ ποιήσειν ὑμᾶς, ἐὰν τύχῃ τῆς εἰρήνης, Εὔβοιαν, Ὠρωπὸν ἀποδώσειν· εἰ ταῦτ᾽ εἰπόντες καὶ ὑποσχόμενοι πάντ᾽ ἐξηπατήκασι καὶ πεφενακίκασι καὶ μόνον οὐ τὴν Ἀττικὴν ὑμῶν περιῄρηνται, καταψηφίσασθε, καὶ μὴ πρὸς τοῖς ἄλλοις οἷς ὕβρισθε οὐ γὰρ ἔγωγ᾽ οἶδ᾽ ὅ τι χρὴ λέγειν ἄλλο καὶ ὑπὲρ ὧν οὗτοι δεδωροδοκήκασιν ὑμεῖς τὴν ἀρὰν καὶ τὴν ἐπιορκίαν οἴκαδ᾽ εἰσενέγκησθε.

[221] ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ὦ ἄνδρες δικασταί, τίνος εἵνεκ᾽ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν οὐδέ γ᾽ ἀσφαλές. ἀλλ᾽ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν· καὶ γὰρ ταῦτ᾽ ἀκήκο᾽ αὐτὸν λέγειν. καίτοι μηδενός γ᾽ ὄντος, Αἰσχίνη, δεινοῦ μηδ᾽ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτ᾽ ἐρεῖ, σκοπεῖτ᾽, ἄνδρες δικασταί, εἰ ἐφ᾽ οἷς ὁ μηδ᾽ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλ᾽ οὐ διὰ ταῦτα.

[222] ἀλλὰ διὰ τί σου κατηγορῶ συκοφαντῶ νὴ Δία, ἵν᾽ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλ᾽ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα, ἢ παρὰ τούτων ἀφ᾽ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τ᾽ ἐχθρὸν εἶναι καὶ τούτοισ καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δ᾽ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετ᾽ ἔχθρας λαμβάνειν

[223] οὐκ ἔστι ταῦτα, ἀλλ᾽ ἀπήγγειλα μὲν τἀληθῆ καὶ ἀπεσχόμην τοῦ λαβεῖν τοῦ δικαίου καὶ τῆς ἀληθείας εἵνεκα καὶ τοῦ λοιποῦ βίου, νομίζων, ὥσπερ ἄλλοι τινὲς παρ᾽ ὑμῖν, καὶ αὐτὸς ὢν ἐπιεικὴς τιμηθήσεσθαι, καὶ οὐκ ἀνταλλακτέον εἶναί μοι τὴν πρὸς ὑμᾶς φιλοτιμίαν οὐδενὸς κέρδους· μισῶ δὲ τούτους, ὅτι μοχθηροὺς καὶ θεοῖς ἐχθροὺς εἶδον ἐν τῇ πρεσβείᾳ, καὶ ἀπεστέρημαι καὶ τῶν ἰδίων φιλοτιμιῶν διὰ τὴν τούτων δωροδοκίαν πρὸς ὅλην δυσχερῶς ὑμῶν τὴν πρεσβείαν ἐσχηκότων· κατηγορῶ δὲ νυνὶ καὶ ἐπὶ τὰς εὐθύνας ἥκω τὸ μέλλον προορώμενος, καὶ βουλόμενος ἀγῶνι καὶ δικαστηρίῳ μοι διωρίσθαι παρ᾽ ὑμῖν ὅτι τἀναντί᾽ ἐμοὶ καὶ τούτοις πέπρακται.

[224] καὶ δέδοικα, δέδοικα εἰρήσεται γὰρ πάνθ᾽ ἃ φρονῶ πρὸς ὑμᾶς; μὴ τότε μὲν συνεπισπάσησθ᾽ ἐμὲ τὸν μηδ᾽ ὁτιοῦν ἀδικοῦντα, νῦν δ᾽ ἀναπεπτωκότες ἦτε. παντάπασι γάρ, ἄνδρες Ἀθηναῖοι, ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθαι, οὐδὲ φροντίζειν τῆς πόλεως πάλαι κατὰ πολλοὺς καὶ δεινοὺς τρόπους διαφθειρομένης.

[225] οὐκ οἴεσθε δεινὸν εἶναι καὶ ὑπερφυές; καὶ γὰρ εἴ τι σιωπᾶν ἐγνώκειν, λέγειν ἐξάγομαι. ἴστε δήπου Πυθοκλέα τουτονὶ τὸν Πυθοδώρου. τούτῳ πάνυ φιλανθρώπως ἐκεχρήμην ἐγώ, καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν εἰς τὴν ἡμέραν ταύτην οὐδέν. οὗτος ἐκτρέπεταί με νῦν ἀπαντῶν, ἀφ᾽ οὗ πρὸς Φίλιππον ἀφῖκται, κἂν ἀναγκασθῇ που συντυχεῖν, ἀπεπήδησεν εὐθέως, μή τις αὐτὸν ἴδῃ λαλοῦντ᾽ ἐμοί· μετὰ δ᾽ Αἰσχίνου περιέρχεται τὴν ἀγορὰν κύκλῳ καὶ βουλεύεται.

[226] οὐκοῦν δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον τοῖς μὲν τὰ Φιλίππου πράγμαθ᾽ ᾑρημένοις θεραπεύειν οὕτως ἀκριβῆ τὴν παρ᾽ ἐκείνου πρὸς ἑκάτερ᾽ αἴσθησιν ὑπάρχειν, ὥσθ᾽ ἕκαστον, ὥσπερ ἂν παρεστηκότος αὐτοῦ, μηδ᾽ ὧν ἂν ἐνθαδὶ πράξῃ μηδὲν ἡγεῖσθαι λήσειν, ἀλλὰ φίλους τε νομίζειν οὓς ἂν ἐκείνῳ δοκῇ καὶ μὴ φίλους ὡσαύτως, τοῖς δὲ πρὸς ὑμᾶς ζῶσι καὶ τῆς παρ᾽ ὑμῶν τιμῆς γλιχομένοις καὶ μὴ προδεδωκόσι ταύτην τοσαύτην κωφότητα καὶ τοσοῦτο σκότος παρ᾽ ὑμῶν ἀπαντᾶν, ὥστε τοῖς ἀλειτηρίοις τούτοις ἐξ ἴσου νῦν ἔμ᾽ ἀγωνίζεσθαι, καὶ ταῦτα παρ᾽ ὑμῖν τοῖς ἅπαντ᾽ εἰδόσιν.

[227] βούλεσθ᾽ οὖν εἰδέναι καὶ ἀκοῦσαι τὸ τούτων αἴτιον ἐγὼ δὴ φράσω, ἀξιῶ δὲ μηδέν᾽ ἄχθεσθαί μοι λέγοντι τἀληθῆ. ὅτι ἐκεῖνος μὲν ἕν, οἶμαι, σῶμ᾽ ἔχων καὶ ψυχὴν μίαν παντὶ θυμῷ καὶ φιλεῖ τοὺς ἑαυτὸν εὖ ποιοῦντας καὶ μισεῖ τοὺς τἀναντία, ὑμῶν δ᾽ ἕκαστος πρῶτον μὲν οὔτε τὸν εὖ ποιοῦντα τὴν πόλιν αὑτὸν εὖ ποιεῖν ἡγεῖται,

[228] οὔτε τὸν κακῶς κακῶς, ἀλλ᾽ ἕτερ᾽ ἐστὶν ἑκάστῳ προυργιαίτερα, ὑφ᾽ ὧν παράγεσθε πολλάκις, ἔλεος, φθόνος, ὀργή, χαρίσασθαι τῷ δεηθέντι, ἄλλα μυρία· ἂν δ᾽ ἄρ᾽ ἅπαντά τις ἐκφύγῃ, ἀλλὰ τούς γ᾽ οὐδένα βουλομένους εἶναι τοιοῦτον οὐ διαφεύξεται. ἡ δ᾽ ἐφ᾽ ἑκάστου τούτων ἁμαρτία κατὰ μικρὸν ὑπορρέουσα ἁθρόος τῇ πόλει βλάβη γίγνεται.

[229] ὧν μηδέν, ὦ ἄνδρες Ἀθηναῖοι, πάθητε τήμερον, μηδ᾽ ἀφῆτε τοῦτον ὃς ὑμᾶς τηλικαῦτ᾽ ἠδίκηκεν. καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται λόγος περὶ ὑμῶν, εἰ τοῦτον ἀφήσετε Ἀθήνηθεν ἐπρέσβευσάν τινες ὡς Φίλιππον τουτονί, Φιλοκράτης, Αἰσχίνης, Φρύνων, Δημοσθένης. τί οὖν ὁ μὲν πρὸς τῷ μηδὲν ἐκ τῆς πρεσβείας λαβεῖν τοὺς αἰχμαλώτους ἐκ τῶν ἰδίων ἐλύσατο· ὁ δ᾽ ὧν τὰ τῆς πόλεως πράγματα χρημάτων ἀπέδοτο, τούτων πόρνας ἠγόραζε καὶ ἰχθῦς περιιών.

[230] καὶ ὁ μὲν τὸν υἱὸν ἔπεμψε Φιλίππῳ, πρὶν εἰς ἄνδρας ἐγγράψαι, ὁ μιαρὸς Φρύνων· ὁ δ᾽ οὐδὲν ἀνάξιον οὔτε τῆς πόλεως οὔθ᾽ αὑτοῦ διεπράξατο. καὶ ὁ μὲν χορηγῶν καὶ τριηραρχῶν ἔτι καὶ ταῦτ᾽ ᾤετο δεῖν ἐθελοντὴς ἀναλίσκειν, λύεσθαι, μηδέν᾽ ἐν συμφορᾷ τῶν πολιτῶν δι᾽ ἔνδειαν περιορᾶν· ὁ δὲ τοσούτου δεῖ τῶν ὑπαρχόντων τιν᾽ αἰχμάλωτον σῶσαι, ὥσθ᾽ ὅλον τόπον καὶ πλεῖν ἢ μυρίους μὲν ὁπλίτας, ὁμοῦ δὲ χιλίους ἱππέας τῶν ὑπαρχόντων συμμάχων ὅπως αἰχμάλωτοι γένωνται Φιλίππῳ, συμπαρεσκεύασεν.

[231] τί οὖν μετὰ ταῦτα Ἀθηναῖοι λαβόντες, ᾔδεσαν μὲν γὰρ πάλαι· τί δέ τοὺς μὲν χρήματ᾽ εἰληφότας καὶ δῶρα καὶ καταισχύναντας ἑαυτούς, τὴν πόλιν, τοὺς ἑαυτῶν παῖδας, ἀφεῖσαν καὶ νοῦν ἔχειν ἡγοῦντο καὶ τὴν πόλιν εὐθενεῖσθαι· τὸν δὲ κατηγοροῦντα τί ἐμβεβροντῆσθαι, τὴν πόλιν ἀγνοεῖν, οὐκ ἔχειν ὅποι τὰ ἑαυτοῦ ῥίπτῃ.

[232] καὶ τίς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ᾽ ἰδὼν τὸ παράδειγμα, δίκαιον αὑτὸν παρασχεῖν ἐθελήσει τίς προῖκα πρεσβεύειν, εἰ μήτε λαβεῖν μήτε τῶν εἰληφότων ἀξιοπιστότερον παρ᾽ ὑμῖν εἶναι δοκεῖν ὑπάρξει οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ, ἀλλὰ καὶ νόμον τίθεσθ᾽ εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον, πότερον χρημάτων αἰσχρῶς ὑπὲρ τῶν ἐχθρῶν πρεσβεύειν ἅπαντας προσήκει ἢ προῖχ᾽ ὑπὲρ ὑμῶν τὰ βέλτιστ᾽ ἀδωροδοκήτως.

[233] ἀλλὰ μὴν περὶ μὲν τῶν ἄλλων οὐδενὸς προσδεῖσθε μάρτυρος· ὡς δὲ τὸν υἱὸν ἔπεμψεν ὁ Φρύνων, κάλει μοι τούτων τοὺς μάρτυρας. τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης, ὅτι τὸν αὑτοῦ παῖδ᾽ ἐπ᾽ αἰσχύνῃ πρὸς Φίλιππον ἔπεμψεν. εἰ δέ τις ὢν ἐφ᾽ ἡλικίας ἑτέρου βελτίων τὴν ἰδέαν, μὴ προϊδόμενος τὴν ἐξ ἐκείνης τῆς ὄψεως ὑποψίαν, ἰταμώτερον τῷ μετὰ ταῦτ᾽ ἐχρήσατο βίῳ, τοῦτον ὡς πεπορνευμένον κέκρικεν.

[234] φέρε δὴ περὶ τῆς ἑστιάσεως καὶ τοῦ ψηφίσματος εἴπω· μικροῦ γ᾽, ἃ μάλιστά μ᾽ ἔδει πρὸς ὑμᾶς εἰπεῖν, παρῆλθεν. τῆς πρώτης ἐκείνης πρεσβείας γράφων τὸ προβούλευμ᾽ ἐγὼ καὶ πάλιν ἐν τῷ δήμῳ ταῖς ἐκκλησίαις, ἐν αἷς ἐμέλλετε βουλεύεσθαι περὶ τῆς εἰρήνης, οὐδενὸς οὔτε λόγου πω παρὰ τούτων οὔτ᾽ ἀδικήματος ὄντος φανεροῦ, τὸ νόμιμον ἔθος ποιῶν, καὶ ἐπῄνεσα τούτους καὶ εἰς πρυτανεῖον ἐκάλεσα.

[235] καὶ νὴ Δί᾽ ἔγωγε καὶ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ἐξένισα, καὶ πάνυ γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, λαμπρῶς· ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς καὶ ἐπὶ τοῖς τοιούτοις ἐκεῖ σεμνυνομένους ὡς εὐδαίμονας καὶ λαμπρούς, εὐθὺς ἡγούμην ἐν τούτοις πρῶτον περιεῖναι δεῖν αὐτῶν καὶ μεγαλοψυχότερος φαίνεσθαι. ταῦτα δὴ παρέξεται νῦν οὗτος λέγων ὡς αὐτὸς ἐπῄνεσεν ἡμᾶς, αὐτὸς εἱστία τοὺς πρέσβεις, τὸ πότ᾽ οὐ διορίζων.

[236] ἔστι δὲ ταῦτα πρὸ τοῦ τὴν πόλιν ἠδικῆσθαί τι καὶ φανεροὺς τούτους πεπρακότας αὑτοὺς γενέσθαι, ὅτ᾽ ἄρτι μὲν ἧκον οἱ πρέσβεις τὸ πρῶτον, ἔδει δ᾽ ἀκοῦσαι τὸν δῆμον τί λέγουσιν, οὐδέπω δ᾽ οὔθ᾽ οὗτος συνερῶν δῆλος ἦν τῷ Φιλοκράτει οὔτ᾽ ἐκεῖνος τοιαῦτα γράψων. ἂν δὴ ταῦτα λέγῃ, μέμνησθε τοὺς χρόνους ὅτι τῶν ἀδικημάτων εἰσὶ πρότεροι. μετὰ ταῦτα δ᾽ οὐδὲν ἐμοὶ πρὸς τούτους οἰκεῖον οὐδὲ κοινὸν γέγονεν. λέγε τὴν μαρτυρίαν. Μαρτυρία

[237] ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης καὶ Ἀφόβητος· πρὸς οὓς ἀμφοτέρους ὑμῖν πολλὰ καὶ δίκαι᾽ ἔστιν εἰπεῖν. ἀνάγκη δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μετὰ παρρησίας διαλεχθῆναι, μηδὲν ὑποστελλόμενον. ἡμεῖς, Ἀφόβητε καὶ σὺ Φιλόχαρες, σὲ μὲν τὰς ἀλαβαστοθήκας γράφοντα καὶ τὰ τύμπανα, τούτους δ᾽ ὑπογραμματέας καὶ τοὺς τυχόντας ἀνθρώπους καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλ᾽ οὐδὲ στρατηγίας γ᾽ ἄξια πρεσβειῶν, στρατηγιῶν, τῶν μεγίστων τιμῶν ἠξιώσαμεν.

[238] εἰ τοίνυν μηδὲν ὑμῶν ἠδίκει μηδείς, οὐχ ἡμεῖς χάριν ὑμῖν οὐδενός, ἀλλ᾽ ὑμεῖς ἡμῖν δικαίως ἂν ἔχοιτε τούτων· πολλοὺς γὰρ ὑμῶν μᾶλλον ἀξίους τιμᾶσθαι παρέντες ἡμεῖς ὑμᾶς ἐσεμνύνομεν. εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθ᾽ ἠδίκηκέ τις ὑμῶν, καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον ἂν μισοῖσθε δικαίως ἢ σῴζοισθε ἐγὼ μὲν οἶμαι πολλῷ. βιάσονται τοίνυν ἴσως, μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες, καὶ τὸ συγγνώμη ἀδελφῷ βοηθεῖν προσειληφότες.

[239] ὑμεῖς δὲ μὴ ἡττᾶσθε, ἐκεῖν᾽ ἐνθυμούμενοι, ὅτι τούτοις μὲν τούτου· προσήκει φροντίζειν, ὑμῖν δὲ τῶν νόμων καὶ ὅλης τῆς πόλεως καὶ παρὰ πάντα τῶν ὅρκων, οὓς αὐτοὶ κάθησθ᾽ ὀμωμοκότες. καὶ γὰρ εἰ τινῶν δεδέηνται τουτονὶ σῴζειν, πότερ᾽ ἂν μηδὲν ἀδικῶν φαίνηται τὴν πόλιν ἢ κἂν ἀδικῶν, σκοπεῖτε. εἰ μὲν γὰρ ἂν μή, κἀγώ φημι δεῖν, εἰ δ᾽ ὅλως κἂν ὁτιοῦν, ἐπιορκεῖν δεδέηνται. οὐ γὰρ εἰ κρύβδην ἐστὶν ἡ ψῆφος, λήσει τοὺς θεούς, ἀλλὰ τοῦτο καὶ πάντων ἄρισθ᾽ ὁ τιθεὶς τὸν νόμον εἶδε τὸ κρύβδην ψηφίζεσθαι, ὅτι τούτων μὲν οὐδεὶς εἴσεται τὸν ἑαυτῷ κεχαρισμένον ὑμῶν, οἱ θεοὶ δ᾽ εἴσονται καὶ τὸ δαιμόνιον τὸν μὴ τὰ δίκαια ψηφισάμενον.

[240] παρ᾽ ὧν κρεῖττόν ἐστιν ἑκάστῳ τὰς ἀγαθὰς ἐλπίδας τοῖς παισὶ καὶ ἑαυτῷ, τὰ δίκαια γνόντα καὶ τὰ προσήκοντα, περιποιήσασθαι ἢ τὴν ἀφανῆ καὶ ἄδηλον τούτοις χάριν καταθέσθαι, καὶ ἀφεῖναι τοῦτον ὃς αὐτὸς ἑαυτοῦ καταμεμαρτύρηκεν. τίνα γάρ, Αἰσχίνη, μάρτυρα μείζω παράσχωμαι τοῦ πολλὰ καὶ δεινὰ πεπρεσβεῦσθαί σοι ἢ σὲ κατὰ σαυτοῦ ὃς γὰρ ᾠήθης χρῆναι τὸν φανερόν τι ποιῆσαι βουληθέντα τῶν σοὶ πεπρεσβευμένων τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιβαλεῖν, δῆλον ὅτι δεινὸν ἄν τι παθεῖν σαυτὸν ἤλπιζες, εἰ πύθοινθ᾽ οὗτοι τὰ πεπραγμένα σοι.

[241] τοῦτο τοίνυν, ἄνπερ ὑμεῖς εὖ φρονῆτε, καθ᾽ αὑτοῦ συμβήσεται τούτῳ πεπρᾶχθαι, οὐ μόνον κατὰ τοῦθ᾽ ὅτι παμμέγεθες σημεῖόν ἐστι τῶν πεπρεσβευμένων, ἀλλ᾽ ὅτι καὶ κατηγορῶν ἐκείνους τοὺς λόγους εἶπεν οἳ κατ᾽ αὐτοῦ νῦν ὑπάρχουσιν· ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες, ταὐτὰ δήπου ταῦτα καὶ κατὰ σοῦ προσήκει τοῖς ἄλλοις ἰσχύειν.

[242] ἔλεγεν τοίνυν τότε πρὸς τοὺς δικαστὰς ὅτι ἀπολογήσεται δὲ Δημοσθένης ὑπὲρ αὐτοῦ, καὶ κατηγορήσει τῶν ἐμοὶ πεπρεσβευμένων· εἶτ᾽, ἐὰν ὑμᾶς ἀπαγάγῃ τῷ λόγῳ, νεανιεύσεται καὶ περιιὼν ἐρεῖ· πῶς τι τοὺς δικαστὰς ἀπαγαγὼν ἀπὸ τῆς ὑποθέσεως ᾠχόμην τὸ πρᾶγμ᾽ αὐτῶν ὑφελόμενος; μὴ σύ γε, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζει, περὶ τούτων ἀπολογοῦ· τότε δ᾽, ἡνίκ᾽ ἐκεῖνον ἔκρινες, ἐξῆν σοι κατηγορεῖν καὶ λέγειν ὅ τι ἐβούλου.

[243] ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρ᾽ ἔχων ἐφ᾽ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματ᾽ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.

[244] ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ᾽κεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδ᾽ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθ᾽ ὅστις οὔ φησι χρήματ᾽ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστ᾽, εἴπερ ἐστ᾽ ἀληθὴς ἡ φήμη, καθ᾽ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ θεός νύ τίς ἐστι καὶ αὐτή, καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.

[245] ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον ὅστις δ᾽ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθ᾽ οἵοισπερ ἥδεται ξυνών. εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτ᾽ εἰπών, ἀγνοεῖτ᾽, ἔφη, ποῖόν τιν᾽ ἡγεῖσθαι δεῖ οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθ᾽ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δ᾽ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφ᾽ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.

[246] λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖ᾽ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμ᾽ οὐδεπώποτ᾽ οὔτε Θεόδωρος οὔτ᾽ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δ᾽ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημέν᾽ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν.

[247] ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρ᾽ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθ᾽ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. Λέγε. Ἰαμβεῖα Σοφοκλέους ἐξ Ἀντιγόνης ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μείζον᾽ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδ᾽ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.

[248] τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλ᾽ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζον᾽ ἡγήσαθ᾽ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δ᾽ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν,

[249] οὐκ ἀναμνησθεὶς ὅτι ἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δ᾽ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλ᾽ οὖν ἐν ταύτῃ γ᾽ ἔζη, ὑπογραμματεύοντες δ᾽ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφ᾽ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύ᾽ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δ᾽ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.

[250] τούτων οὐδὲν ἐσκέψατο, οὐδ᾽ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλ᾽ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθ᾽ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτ᾽ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δ᾽ οὐδεπώποτ᾽ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τιν᾽ εἰς μέσον ἤνεγκας.

[251] φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλων᾽ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντ᾽ ἔτη φάσ᾽ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δ᾽ ὁμοῦ διακόσι᾽ ἐστὶν ἔτη καὶ τετταράκοντ᾽ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθ᾽ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατ᾽ ἐκεῖνον, ἀλλ᾽ οὐδ᾽ ὁ πάππος αὐτοῦ.

[252] τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γ᾽ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δ᾽ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν·

[253] οὗτος δ᾽, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γ᾽, οὐ γάρ ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτ᾽ ἐποίησεν, ἀλλ᾽ ἐκεῖσ᾽ ἐλθὼν οὐδὲ τοὔνομ᾽ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτ᾽ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντ᾽ αὐτὸν ὅτι περὶ δ᾽ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δ᾽ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.

[254] ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετ᾽ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος ἢ λόγου μεταδοῦναί τινι. ἀλλ᾽, οἶμαι, χρήματ᾽ εἰληφότ᾽ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵν᾽ ἴδηθ᾽ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

[255] οὐ λέγειν εἴσω τὴν χεῖρ᾽ ἔχοντ᾽, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρ᾽ ἔχοντα. σὺ δ᾽ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ λέγε σύ. Ἐλεγεῖα ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ᾽ ὀλεῖται αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει. αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,δήμου θ᾽ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν. οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ. πλουτοῦσιν δ᾽ ἀδίκοις ἔργμασι πειθόμενοι. οὔθ᾽ ἱερῶν κτεάνων οὔτε τι δημοσίων φειδόμενοι κλέπτουσιν ἐφ᾽ ἁρπαγῇ ἄλλοθεν ἄλλος,οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ᾽ ἐόντα,τῷ δὲ χρόνῳ πάντως ἦλθ᾽ ἀποτεισομένη. τοῦτ᾽ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,ἢ στάσιν ἔμφυλον πόλεμόν θ᾽ εὕδοντ᾽ ἐπεγείρει,ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην. ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις. ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶν ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,πραθέντες δεσμοῖσί τ᾽ ἀεικελίοισι δεθέντες. οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ᾽ ἑκάστῳ,αὔλειοι δ᾽ ἔτ᾽ ἔχειν οὐκ ἐθέλουσι θύραι,ὑψηλὸν δ᾽ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου. ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,εὐνομίη δ᾽ εὔκοσμα καὶ ἄρτια πάντ᾽ ἀποφαίνει,καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,αὐαίνει δ᾽ ἄτης ἄνθεα φυόμενα,εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ᾽ ἔργα πραΰνει, παύει δ᾽ ἔργα διχοστασίης,παύει δ᾽ ἀργαλέης ἔριδος χόλον· ἔστι δ᾽ ὑπ᾽ αὐτῆς πάντα κατ᾽ ἀνθρώπους ἄρτια καὶ πινυτά. ολον

[256] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δ᾽ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρ᾽ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τιν᾽ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντ᾽ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι.

[257] σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβεύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφ᾽ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσ᾽ ὑπακούσαντά τιν᾽ αὐτοῦ κατήγορον. ἵνα τί ἵνα μήτ᾽ ἐλέου μήτε συγγνώμης ἐφ᾽ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετ᾽ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτ᾽ ἠπείλει. ἵνα τί ἵν᾽ ὡς μετὰ πλείστης συγγνώμης παρ᾽ ὑμῶν ὁ τὰ τούτου πονηρεύματ᾽ ἀκριβέστατ᾽ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ.

[258] ἀλλὰ καὶ διακρουόμενος πάντα τὸν ἔμπροσθεν χρόνον εἰσελθεῖν εἰς τοιοῦτον ὑπῆκται καιρὸν ἐν ᾧ τῶν ἐπιόντων ἕνεκα, εἰ μηδενὸς ἄλλου, οὐχ οἷόν τ᾽ οὐδ᾽ ἀσφαλὲς ὑμῖν δεδωροδοκηκότα τοῦτον ἀθῷον ἐᾶσαι· ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ καιροῦ τοῦτο γένοιτ᾽ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ.

[259] νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα, καὶ χαλεπὸν καὶ πολλῆς τινὸς εὐτυχίας καὶ παρ᾽ ὑμῶν ἐπιμελείας δεόμενον. οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν αὑτῶν προδιδόντες ἐλευθερίαν οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοῖς ἐπάγονται δουλείαν, Φιλίππῳ ξενίαν καὶ ἑταιρίαν καὶ φιλίαν καὶ τοιαῦθ᾽ ὑποκοριζόμενοι· οἱ δὲ λοιποὶ καὶ τὰ κύρι᾽ ἅττα ποτ᾽ ἔστ᾽ ἐν ἑκάστῃ τῶν πόλεων, οὓς ἔδει τούτους κολάζειν καὶ παραχρῆμ᾽ ἀποκτιννύναι, τοσοῦτ᾽ ἀπέχουσι τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε θαυμάζουσι καὶ ζηλοῦσι καὶ βούλοιντ᾽ ἂν αὐτὸς ἕκαστος τοιοῦτος εἶναι.

[260] καίτοι τοῦτο τὸ πρᾶγμα καὶ τὰ τοιαῦτα ζηλώματα Θετταλῶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μέχρι μὲν χθὲς ἢ πρώην τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμ᾽ ἀπωλωλέκει, νῦν δ᾽ ἤδη καὶ τὴν ἐλευθερίαν παραιρεῖται· τὰς γὰρ ἀκροπόλεις αὐτῶν ἐνίων Μακεδόνες φρουροῦσιν· εἰς Πελοπόννησον δ᾽ εἰσελθὸν τὰς ἐν Ἤλιδι σφαγὰς πεποίηκε, καὶ τοσαύτης παρανοίας καὶ μανίας ἐνέπλησε τοὺς ταλαιπώρους ἐκείνους ὥσθ᾽, ἵν᾽ ἀλλήλων ἄρχωσι καὶ Φιλίππῳ χαρίζωνται, συγγενεῖς αὑτῶν καὶ πολίτας μιαιφονεῖν.

[261] καὶ οὐδ᾽ ἐνταῦθ᾽ ἕστηκεν, ἀλλ᾽ εἰς Ἀρκαδίαν εἰσελθὸν πάντ᾽ ἄνω καὶ κάτω τἀκεῖ πεποίηκε, καὶ νῦν Ἀρκάδων πολλοί, προσῆκον αὐτοῖς ἐπ᾽ ἐλευθερίᾳ μέγιστον φρονεῖν ὁμοίως ὑμῖν μόνοι γὰρ πάντων αὐτόχθονες ὑμεῖς ἐστε κἀκεῖνοι Φίλιππον θαυμάζουσι καὶ χαλκοῦν ἱστᾶσι καὶ στεφανοῦσι, καὶ τὸ τελευταῖον, ἂν εἰς Πελοπόννησον ἴῃ, δέχεσθαι ταῖς πόλεσιν εἰσὶν ἐψηφισμένοι.

[262] ταὐτὰ δὲ ταῦτ᾽ Ἀργεῖοι. ταῦτα νὴ τὴν Δήμητρα, εἰ δεῖ μὴ ληρεῖν, εὐλαβείας οὐ μικρᾶς δεῖται, ὡς βαδίζον γε κύκλῳ καὶ δεῦρ᾽ ἐλήλυθεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ νόσημα τοῦτο. ἕως οὖν ἔτ᾽ ἐν ἀσφαλεῖ, φυλάξασθε καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε· εἰ δὲ μή, σκοπεῖθ᾽ ὅπως μὴ τηνικαῦτ᾽ εὖ λέγεσθαι δόξει τὰ νῦν εἰρημένα, ὅτ᾽ οὐδ᾽ ὅ τι χρὴ ποιεῖν ἕξετε.

[263] οὐχ ὁρᾶθ᾽ ὡς ἐναργές, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφὲς παράδειγμ᾽ οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι οἳ παρ᾽ οὐδὲν οὕτως ὡς τὸ τοιαῦτα ποιεῖν ἀπολώλασιν οἱ δείλαιοι. ἔχοιτε δ᾽ ἂν ἐξετάσαι καθαρῶς ἐκ τῶν συμβεβηκότων αὐτοῖς. ἐκεῖνοι γάρ, ἡνίκα μὲν τετρακοσίους ἱππέας ἐκέκτηντο μόνον καὶ σύμπαντες οὐδὲν ἦσαν πλείους πεντακισχιλίων τὸν ἀριθμόν, οὔπω Χαλκιδέων πάντων εἰς ἓν συνῳκισμένων,

[264] Λακεδαιμονίων ἐπ᾽ αὐτοὺς ἐλθόντων πολλῇ καὶ πεζῇ καὶ ναυτικῇ δυνάμει (ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι γῆς καὶ θαλάττης ἦρχον ὡς ἔπος εἰπεῖν Λακεδαιμόνιοι κατ᾽ ἐκείνους τοὺς χρόνους), ἀλλ᾽ ὅμως τηλικαύτης ἐπ᾽ αὐτοὺς ἐλθούσης δυνάμεως οὔτε τὴν πόλιν οὔτε φρούριον οὐδὲν ἀπώλεσαν, ἀλλὰ καὶ μάχας πολλὰς ἐκράτησαν καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν καὶ τὸ τελευταῖον, ὅπως ἐβούλοντο, οὕτω τὸν πόλεμον κατέθεντο.

[265] ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ δι᾽ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καὶ καθ᾽ ὧν ταῦτ᾽ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν τοὺς ταῦτα ποιοῦντας, ἀλλ᾽ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο·

[266] ἐπειδὴ ταῦθ᾽ οὕτω προήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους μὲν ἱππέας κεκτημένοι, πλείους δ᾽ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχοντες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριήρεσι πεντήκονθ᾽ ὑμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐτοὺς τούτων ἐδυνήθη σῶσαι, ἀλλὰ πρὶν μὲν ἐξελθεῖν ἐνιαυτὸν τοῦ πολέμου τὰς πόλεις ἁπάσας ἀπωλωλέκεσαν τὰς ἐν τῇ Χαλκιδικῇ προδιδόντες, καὶ Φίλιππος οὐκέτ᾽ εἶχεν ὑπακούειν τοῖς προδιδοῦσιν, οὐδ᾽ εἶχεν ὅ τι πρῶτον λάβῃ.

[267] πεντακοσίους δ᾽ ἱππέας προδοθέντας ὑπ᾽ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτ᾽ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθ᾽ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδ᾽ οὖσαν, ἐφ᾽ ἧς ἕστασαν, οὔθ᾽ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις· οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείν᾽ ἐψηφίσασθε, τοὺς δὲ παρ᾽ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων. Ψήφισμα

[268] ταῦθ᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτ᾽ ἐψηφίσθαι κατ᾽ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ δι᾽ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντ᾽ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δ᾽ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει· μισεῖν δ᾽ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει.

[269] ἔστι δ᾽ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τούτων μόνοις τῶν πάντων ἀνθρώπων οἰκείοις χρῆσθαι παραδείγμασι, καὶ τοὺς προγόνους, οὓς ἐπαινεῖτε δικαίως, ἔργῳ μιμεῖσθαι. καὶ γὰρ εἰ μὴ τὰς μάχας μηδὲ τὰς στρατείας μηδὲ τοὺς κινδύνους, ἐν οἷς ἦσαν ἐκεῖνοι λαμπροί, συμβαίνει καιρός, ἀλλ᾽ ἄγεθ᾽ ἡσυχίαν ὑμεῖς ἐν τῷ παρόντι, ἀλλὰ τό γ᾽ εὖ φρονεῖν αὐτῶν μιμεῖσθε.

[270] τούτου γὰρ πανταχοῦ χρεία, καὶ οὐδέν ἐστι πραγματωδέστερον οὐδ᾽ ὀχληρότερον τὸ καλῶς φρονεῖν τοῦ κακῶς, ἀλλ᾽ ἐν τῷ ἴσῳ χρόνῳ νυνὶ καθήμενος ὑμῶν ἕκαστος, ἂν μὲν ἃ χρὴ γιγνώσκῃ περὶ τῶν πραγμάτων καὶ ψηφίζηται, βελτίω τὰ κοινὰ ποιήσει τῇ πόλει καὶ ἄξια τῶν προγόνων πράξει, ἂν δ᾽ ἃ μὴ δεῖ, φαυλότερα, καὶ ἀνάξια τῶν προγόνων ποιήσει. τί οὖν ἐκεῖνοι περὶ τούτων ἐφρόνουν ταυτὶ λαβὼν ἀνάγνωθι, γραμματεῦ· δεῖ γὰρ ὑμᾶς ἰδεῖν ὅτι ἐπὶ τοῖς τοιούτοις ἔργοις ῥᾳθυμεῖτε, ὧν θάνατον κατεγνώκασιν οἱ πρόγονοι. Λέγε. Στήλη

[271] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν γραμμάτων λεγόντων Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἐχθρὸν εἶναι καὶ πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος πᾶν. διὰ τί ὅτι τὸν χρυσὸν τὸν ἐκ τῶν βαρβάρων εἰς τοὺς Ἕλληνας ἤγαγεν. οὐκοῦν ἔστιν, ὡς ἔοικεν, ἐκ τούτων ἰδεῖν ὅτι οἱ πρόγονοι μὲν ὑμῶν, ὅπως μηδ᾽ ἄλλος ἀνθρώπων μηδεὶς ἐπὶ χρήμασι μηδὲν ἐργάσεται κακὸν τὴν Ἑλλάδα, ἐφρόντιζον, ὑμεῖς δ᾽ οὐδὲ τὴν πόλιν αὐτὴν ὅπως μηδεὶς τῶν πολιτῶν ἀδικήσει προορᾶσθε.

[272] νὴ Δί᾽, ἀλλ᾽ ὅπως ἔτυχεν ταῦτα τὰ γράμμαθ᾽ ἕστηκεν. ἀλλ᾽ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν, ἣν ἀριστεῖον ἡ πόλις τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, δόντων τῶν Ἑλλήνων τὰ χρήματα ταῦτα, ἀνέθηκεν. τότε μὲν τοίνυν οὕτω σεμνὸν ἦν τὸ δίκαιον καὶ τὸ κολάζειν τοὺς τὰ τοιαῦτα ποιοῦντας ἔντιμον, ὥστε τῆς αὐτῆς ἠξιοῦτο στάσεως τό τ᾽ ἀριστεῖον τῆς θεοῦ καὶ αἱ κατὰ τῶν τὰ τοιαῦτ᾽ ἀδικούντων τιμωρίαι· νῦν δὲ γέλως, ἄδεια, εἰ μὴ τὴν ἄγαν ταύτην ἐξουσίαν σχήσετε νῦν ὑμεῖς.

[273] νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ καθ᾽ ἕν τι μόνον τοὺς προγόνους μιμουμένους ὀρθῶς ἂν ποιεῖν, ἀλλὰ καὶ κατὰ πάνθ᾽ ὅσ᾽ ἔπραττον ἐφεξῆς. ἐκεῖνοι τοίνυν, ὡς ἅπαντες εὖ οἶδ᾽ ὅτι τὸν λόγον τοῦτον ἀκηκόατε, Καλλίαν τὸν Ἱππονίκου ταύτην τὴν ὑπὸ πάντων θρυλουμένην εἰρήνην πρεσβεύσαντα, ἵππου μὲν δρόμον ἡμέρας πεζῇ μὴ καταβαίνειν ἐπὶ τὴν θάλατταν βασιλέα, ἐντὸς δὲ Χελιδονίων καὶ Κυανέων πλοίῳ μακρῷ μὴ πλεῖν, ὅτι δῶρα λαβεῖν ἔδοξε πρεσβεύσας, μικροῦ μὲν ἀπέκτειναν, ἐν δὲ ταῖς εὐθύναις πεντήκοντ᾽ ἐπράξαντο τάλαντα.

[274] καίτοι καλλίω ταύτης εἰρήνην οὔτε πρότερον οὔθ᾽ ὕστερον οὐδεὶς ἂν εἰπεῖν ἔχοι πεποιημένην τὴν πόλιν. ἀλλ᾽ οὐ τοῦτ᾽ ἐσκόπουν. τούτου μὲν γὰρ ἡγοῦντο τὴν αὑτῶν ἀρετὴν καὶ τὴν τῆς πόλεως δόξαν αἰτίαν εἶναι, τοῦ δὲ προῖκ᾽ ἢ μὴ τὸν τρόπον τοῦ πρεσβευτοῦ· τοῦτον οὖν δίκαιον ἠξίουν παρέχεσθαι καὶ ἀδωροδόκητον τὸν προσιόντα τοῖς κοινοῖς.

[275] ἐκεῖνοι μὲν τοίνυν οὕτως ἐχθρὸν ἡγοῦντο τὸ δωροδοκεῖν καὶ ἀλυσιτελὲς τῇ πόλει, ὥστε μήτ᾽ ἐπὶ πράξεως μηδεμιᾶς μήτ᾽ ἐπ᾽ ἀνδρὸς ἐᾶν γίγνεσθαι· ὑμεῖς δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν εἰρήνην ἑορακότες τὰ μὲν τῶν συμμάχων τῶν ὑμετέρων τείχη καθῃρηκυῖαν, τὰς δὲ τῶν πρέσβεων οἰκίας οἰκοδομοῦσαν, καὶ τὰ μὲν τῆς πόλεως κτήματ᾽ ἀφῃρημένην, τούτοις δ᾽ ἃ μηδ᾽ ὄναρ ἤλπισαν πώποτε κτησαμένην, οὐκ αὐτοὶ τούτους ἀπεκτείνατε, ἀλλὰ κατηγόρου προσδεῖσθε, καὶ λόγῳ κρίνεθ᾽ ὧν ἔργῳ τἀδικήματα πάντες ὁρῶσιν.

[276] οὐ τοίνυν τὰ παλαί᾽ ἄν τις ἔχοι μόνον εἰπεῖν καὶ διὰ τούτων τῶν παραδειγμάτων ὑμᾶς ἐπὶ τιμωρίαν παρακαλέσαι· ἀλλ᾽ ἐφ᾽ ὑμῶν τουτωνὶ τῶν ἔτι ζώντων ἀνθρώπων πολλοὶ δίκην δεδώκασιν, ὧν ἐγὼ τοὺς μὲν ἄλλους παραλείψω, τῶν δ᾽ ἐκ πρεσβείας, ἣ πολὺ ταύτης ἐλάττω κακὰ τὴν πόλιν εἴργασται, θανάτῳ ζημιωθέντων ἑνὸς ἢ δυοῖν ἐπιμνησθήσομαι. καί μοι λέγε τουτὶ τὸ ψήφισμα λαβών. Ψήφισμα

[277] κατὰ τουτὶ τὸ ψήφισμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πρέσβεων ἐκείνων ὑμεῖς θάνατον κατέγνωτε, ὧν εἷς ἦν Ἐπικράτης, ἀνήρ, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, σπουδαῖος καὶ πολλὰ χρήσιμος τῇ πόλει, καὶ τῶν ἐκ Πειραιῶς καταγαγόντων τὸν δῆμον καὶ ἄλλως δημοτικός. ἀλλ᾽ ὅμως οὐδὲν αὐτὸν ὠφέλησε τούτων, δικαίως· οὐ γὰρ ἐφ᾽ ἡμισείᾳ χρηστὸν εἶναι δεῖ τὸν τὰ τηλικαῦτα διοικεῖν ἀξιοῦντα, οὐδὲ τὸ πιστευθῆναι προλαβόντα παρ᾽ ὑμῶν εἰς τὸ μείζω δύνασθαι κακουργεῖν καταχρῆσθαι, ἀλλ᾽ ἁπλῶς μηδὲν ὑμᾶς ἀδικεῖν ἑκόντα.

[278] εἰ τοίνυν τι τούτοις ἄπρακτόν ἐστι τούτων ἐφ᾽ οἷς ἐκείνων θάνατος κατέγνωσται, ἔμ᾽ ἀποκτείνατ᾽ ἤδη. σκοπεῖτε γάρ. ἐπειδὴ παρὰ τὰ γράμματα φησὶν ἐπρέσβευσαν ἐκεῖνοι. καὶ τοῦτ᾽ ἔστι τῶν ἐγκλημάτων πρῶτον. οὗτοι δ᾽ οὐ παρὰ τὰ γράμματα οὐ τὸ μὲν ψήφισμα Ἀθηναίοις καὶ τοῖς Ἀθηναίων συμμάχοις, οὗτοι δὲ Φωκέας ἐκσπόνδους ἀπέφηναν οὐ τὸ μὲν ψήφισμα τοὺς ἄρχοντας ὁρκοῦν τοὺς ἐν ταῖς πόλεσιν, οὗτοι δ᾽, οὓς Φίλιππος αὐτοῖς προσέπεμψε, τούτους ὥρκισαν οὐ τὸ μὲν ψήφισμα οὐδαμοῦ μόνους ἐντυγχάνειν Φιλίππῳ, οὗτοι δ᾽ οὐδὲν ἐπαύσαντ᾽ ἰδίᾳ χρηματίζοντες;

[279] καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες. οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπ᾽ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. οὐδ᾽ ἐπιστέλλοντες φησὶ τἀληθῆ. οὐκοῦν οὐδ᾽ οὗτοι. καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες. ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρ᾽ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δ᾽ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν.

[280] τί οὖν, ὦ ἄνδρες Ἀθηναῖοι τούτων οὕτως ἐχόντων, ὑμεῖς ἐξ ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκ᾽ ὠφληκέναι, καὶ τὸν ἀφ᾽ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστ᾽ ἀγάθ᾽ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾄδετε καὶ τιμᾶτ᾽ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς,

[281] τούτους μὲν πάντας τὴν ἐκ τῶν νόμων δίκην ὑπεσχηκέναι, καὶ μήτε συγγνώμην μήτ᾽ ἔλεον μήτε παιδία κλάονθ᾽ ὁμώνυμα τῶν εὐεργετῶν μήτ᾽ ἄλλο μηδὲν αὐτοὺς ὠφεληκέναι· τὸν δ᾽ Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους συναγούσης, ἐφ᾽ οἷς ἑτέρα τέθνηκεν ἱέρεια, τοῦτον ὑμεῖς λαβόντες, τὸν τῶν τοιούτων, τὸν οὐδὲ καθ᾽ ἓν χρήσιμον τῇ πόλει, οὐκ αὐτόν, οὐ πατέρα, οὐκ ἄλλον οὐδένα τῶν τούτου, ἀφήσετε

[282] ποῖος γὰρ ἵππος, ποία τριήρης, ποία στρατεία, τίς χορός, τίς λῃτουργία, τίς εἰσφορά, τίς εὔνοια, ποῖος κίνδυνος, τί τούτων ἐν παντὶ τῷ χρόνῳ γέγονεν παρὰ τούτων τῇ πόλει καίτοι κἂν εἰ ταῦτα πάνθ᾽ ὑπῆρχεν, ἐκεῖνα δὲ μὴ προσῆν, δικαίως καὶ προῖκα πεπρεσβευκέναι, ἀπολωλέναι δήπου προσῆκεν αὐτῷ. εἰ δὲ μήτε ταῦτα μήτ᾽ ἐκεῖνα, οὐ τιμωρήσεσθε

[283] οὐκ ἀναμνησθήσεσθ᾽ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστ᾽ ὄφελος πόλεως ἥτις μὴ νεῦρ᾽ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν ᾗ συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν· οὐδ᾽ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδί᾽ οὔτ᾽ ἄλλον οὐδένα, ἀλλ᾽ ἐκεῖν᾽ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας.

[284] ἀλλ᾽ ὁ μὲν ταλαίπωρος ἄνθρωπος ἠτιμώσεται, ὅτι τοῦτον εἶδεν ἀδικοῦντα, τούτῳ δ᾽ ἀθῴῳ δώσετ᾽ εἶναι διὰ τί εἰ γὰρ παρὰ τῶν εἰς ἑαυτοὺς ἐξαμαρτόντων τηλικαύτην ἠξίωσε δίκην Αἰσχίνης λαβεῖν, παρὰ τῶν εἰς τὰ τῆς πόλεως τηλικαῦθ᾽ ἡμαρτηκότων, ὧν εἷς οὗτος ὢν ἐξελέγχεται, πηλίκην ὑμᾶς προσήκει λαβεῖν τοὺς ὀμωμοκότας καὶ δικάζοντας;

[285] νὴ Δί᾽, οἱ νέοι γὰρ ἡμῖν δι᾽ ἐκεῖνον ἔσονται τὸν ἀγῶνα βελτίους. οὐκοῦν καὶ διὰ τόνδ᾽ οἱ πολιτευόμενοι, δι᾽ ὧν τὰ μέγιστα κινδυνεύεται τῇ πόλει· προσήκει δὲ καὶ τούτων φροντίζειν. ἵνα τοίνυν εἰδῆθ᾽ ὅτι καὶ τοῦτον ἀπώλεσεν, τὸν Τίμαρχον, οὐ μὰ Δί᾽ οὐχὶ τῶν ὑμετέρων παίδων, ὅπως ἔσονται σώφρονες, προορῶν (εἰσὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νῦν σώφρονες· μὴ γὰρ οὕτω γένοιτο κακῶς τῇ πόλει ὥστ᾽ Ἀφοβήτου καὶ Αἰσχίνου σωφρονιστῶν δεηθῆναι τοὺς νεωτέρους),

[286] ἀλλ᾽ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλ᾽ ἄγων ἁλῷ ἢ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν· σημεῖον δέ· πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος; πολύν. οὐκοῦν τοῦτον ἦν Αἰσχίνης ἅπαντ᾽ ἐν τῇ πόλει, καὶ οὐδεπώποτ᾽ ἠγανάκτησεν οὐδὲ δεινὸν ἡγήσατ᾽ εἶναι τὸ πρᾶγμα, εἰ ὁ τοιοῦτος λέγει, ἕως εἰς Μακεδονίαν ἐλθὼν ἑαυτὸν ἐμίσθωσεν· λέγε δή μοι τὸ ψήφισμα λαβὼν αὐτὸ τὸ τοῦ Τιμάρχου. Ψήφισμα

[287] ὁ μὲν τοίνυν ὑπὲρ ὑμῶν γράψας μὴ ἄγειν ἐν τῷ πολέμῳ πρὸς Φίλιππον ὅπλα, εἰ δὲ μή, θανάτῳ ζημιοῦσθαι, ἀπόλωλε καὶ ὕβρισται· ὁ δὲ καὶ τὰ τῶν ὑμετέρων συμμάχων ὅπλ᾽ ἐκείνῳ παραδοὺς οὑτοσὶ κατηγόρει, καὶ περὶ πορνείας ἔλεγεν, ὦ γῆ καὶ θεοί, δυοῖν μὲν κηδεσταῖν παρεστηκότοιν, οὓς ἰδόντες ἂν ὑμεῖς ἀνακράγοιτε, Νικίου τε τοῦ βδελυροῦ, ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ, καὶ τοῦ καταράτου Κυρηβίωνος, ὃς ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου κωμάζει. καὶ τί ταῦτα ἀλλὰ τὸν ἀδελφὸν ὁρῶν Ἀφόβητον. ἀλλὰ δῆτ᾽ ἄνω ποταμῶν ἐκείνῃ τῇ ἡμέρᾳ πάντες οἱ περὶ πορνείας ἐρρύησαν λόγοι.

[288] καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν ἡ τούτου πονηρία καὶ ψευδολογία καταστήσασ᾽ ἔχει, πάντα τἄλλ᾽ ἀφείς, ὃ πάντες ὑμεῖς ἴστ᾽ ἐρῶ. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τί παρ᾽ ὑμῖν ἐψήφισται, τοῦτ᾽ ἐπετήρουν οἱ ἄλλοι πάντες Ἕλληνες· νῦν δ᾽ ἤδη περιερχόμεθ᾽ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν.

[289] οὐ τοιαῦτα ποιοῦμεν ἐγὼ δ᾽ οὐ δέδοικ᾽ εἰ Φίλιππος ζῇ, ἀλλ᾽ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρ᾽ ὑμῶν ὑγιαίνῃ, ἀλλ᾽ εἰ παρ᾽ ὑμῖν ἄδεια γενήσεται τοῖς παρ᾽ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφ᾽ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με.

[290] τί γὰρ δή ποτ᾽, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδ᾽ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημ᾽ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδ᾽ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί εἶθ᾽ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις,

[291] ὑπὲρ Αἰσχίνου δ᾽ ἀναβήσει, ὅς, ἡνίκ᾽ ἔκρινεν Ἀριστοφῶν Φιλόνικον καὶ δι᾽ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετ᾽ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματ᾽ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, ἢ χειροτονεῖν ἃ συνεῖπε μὲν οὗτος, ἔγραψε δ᾽ ὁ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντ᾽ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην,

[292] οὗτοι δὲ τοῖς μετὰ ταῦτ᾽ ἀδικήμασι πάντ᾽ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ Φιλίππῳ καὶ κατὰ τῶν παίδων ὤμνυες ἦ μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρ᾽ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃς;

[293] τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλ᾽ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρ᾽ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δ᾽ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπ᾽ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας, τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεις;

[294] καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφ᾽ οἷς δ᾽ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν Ἤλιδι κλέπτοντες τὰ κοινά τινες; καὶ μάλ᾽ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον οὐδὲ εἷς. τί δ᾽ ἐν Μεγάροις οὐκ οἴεσθ᾽ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρ᾽ οὖν διὰ τούτους ἀπώλετ᾽ Ὄλυνθος; οὔ. τί δ᾽ ἐν Μεγάροις οὐκ οἴεσθ᾽ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων οὐδὲ εἷς.

[295] ἀλλὰ ποῖοί τινες οἱ τὰ τηλικαῦτα καὶ τοιαῦτ᾽ ἀδικοῦντες; οἱ νομίζοντες αὑτοὺς ἀξιόχρεως εἶναι τοῦ Φιλίππου ξένοι καὶ φίλοι προσαγορεύεσθαι, οἱ στρατηγιῶντες καὶ προστασίας ἀξιούμενοι, οἱ μείζους τῶν πολλῶν οἰόμενοι δεῖν εἶναι. οὐ Πέριλλος ἐκρίνετ᾽ ἔναγχος ἐν Μεγάροις ἐν τοῖς τριακοσίοις, ὅτι πρὸς Φίλιππον ἀφίκετο, καὶ παρελθὼν Πτοιόδωρος αὐτὸν ἐξῃτήσατο, καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ πρῶτος Μεγαρέων, καὶ πάλιν ὡς Φίλιππον ἐξέπεμψε, καὶ μετὰ ταῦθ᾽ ὁ μὲν ἧκεν ἄγων τοὺς ξένους, ὁ δ᾽ ἔνδον ἐτύρευε τοιαῦτα.

[296] οὐ γὰρ ἔστιν, οὐκ ἔσθ᾽ ὅ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ ἢ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδ᾽ ἀπολλύσθω μηδείς, ἂν ὁ δεῖνα βούληται, ἀλλ᾽ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρ᾽ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν.

[297] ἔτι τοίνυν πολλοὶ παρ᾽ ὑμῖν ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί, Καλλίστρατος, αὖθις Ἀριστοφῶν, Διόφαντος, τούτων ἕτεροι πρότερον. ἀλλὰ ποῦ τούτων ἕκαστος ἐπρώτευεν ἐν τῷ δήμῳ· ἐν δὲ τοῖς δικαστηρίοις οὐδείς πω μέχρι τῆς τήμερον ἡμέρας ὑμῶν οὐδὲ τῶν νόμων οὐδὲ τῶν ὅρκων κρείττων γέγονεν. μὴ τοίνυν μηδὲ νῦν τοῦτον ἐάσητε. ὅτι γὰρ ταῦτα φυλάττοισθ᾽ ἂν εἰκότως μᾶλλον ἢ πιστεύοιτε, τῶν θεῶν ὑμῖν μαντείαν ἀναγνώσομαι, οἵπερ ἀεὶ σῴζουσι τὴν πόλιν πολλῷ τῶν προεστηκότων μᾶλλον. λέγε τὰς μαντείας. Μαντείαι

[298] ἀκούετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν θεῶν οἷ᾽ ὑμῖν προλέγουσιν. εἰ μὲν τοίνυν πολεμούντων ὑμῶν ταῦτ᾽ ἀνῃρήκασι, τοὺς στρατηγοὺς λέγουσι φυλάττεσθαι· πολέμου γάρ εἰσιν ἡγεμόνες οἱ στρατηγοί· εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας· οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθ᾽ ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε. καὶ τὴν πόλιν συνέχειν φησὶν ἐν τῇ μαντείᾳ, ὅπως ἂν μίαν γνώμην ἔχωσιν ἅπαντες καὶ μὴ τοῖς ἐχθροῖς ἡδονὴν ποιῶσι.

[299] πότερ᾽ οὖν οἴεσθ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοσαῦτα κάκ᾽ εἰργασμένον σωθέντα, ἢ δίκην δόντα, ἡδονὴν Φιλίππῳ ποιῆσαι ἐγὼ μὲν οἴομαι σωθέντα. φησὶ δέ γ᾽ ἡ μαντεία δεῖν ὅπως ἂν μὴ χαίρωσιν οἱ ἐχθροὶ ποιεῖν. ἅπασι τοίνυν μιᾷ γνώμῃ παρακελεύεται κολάζειν τοὺς ὑπηρετηκότας τι τοῖς ἐχθροῖς ὁ Ζεύς, ἡ Διώνη, πάντες οἱ θεοί. ἔξωθεν οἱ ἐπιβουλεύοντες, ἔνδοθεν οἱ συμπράττοντες. οὐκοῦν τῶν ἐπιβουλευόντων μὲν ἔργον διδόναι, τῶν συμπραττόντων δὲ λαμβάνειν καὶ τοὺς εἰληφότας ἐκσῴζειν.

[300] ἔτι τοίνυν κἂν ἀπ᾽ ἀνθρωπίνου λογισμοῦ τοῦτ᾽ ἴδοι τις, ὅτι πάντων ἐχθρότατον καὶ φοβερώτατον τὸ τὸν προεστηκότ᾽ ἐᾶν οἰκεῖον γίγνεσθαι τοῖς μὴ τῶν αὐτῶν ἐπιθυμοῦσι τῷ δήμῳ. τίσι γὰρ τῶν πραγμάτων ἐγκρατὴς γέγονεν Φίλιππος ἁπάντων, καὶ τίσιν τὰ μέγιστα κατείργασται τῶν πεπραγμένων, σκέψασθε. τῷ παρὰ τῶν πωλούντων τὰς πράξεις ὠνεῖσθαι, τῷ τοὺς προεστηκότας ἐν ταῖς πόλεσιν διαφθείρειν καὶ ἐπαίρειν, τούτοις.

[301] ταῦτα τοίνυν ἐφ᾽ ὑμῖν ἐστιν ἀμφότερα, ἐὰν βούλησθε, ἀχρεῖα ποιῆσαι τήμερον, ἂν τῶν μὲν μὴ ᾽θέλητ᾽ ἀκούειν τοῖς τοιούτοις συνηγορούντων, ἀλλ᾽ ἐπιδείξητ᾽ ἀκύρους ὄντας ὑμῶν νῦν γάρ φασιν εἶναι κύριοι, τὸν δὲ πεπρακόθ᾽ ἑαυτὸν κολάσητε, καὶ τοῦθ᾽ ἅπαντες ἴδωσιν.

[302] παντὶ μὲν γὰρ εἰκότως ἂν ὀργισθείητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦτα πεποιηκότι καὶ προδεδωκότι συμμάχους καὶ φίλους καὶ καιρούς, μεθ᾽ ὧν ἢ καλῶς ἢ κακῶς ἑκάστοις ἔχει τὰ πάντα, οὐ μὴν οὐδενὶ μᾶλλον οὐδὲ δικαιότερον ἢ τούτῳ. ὃς γὰρ ἑαυτὸν τάξας τῶν ἀπιστούντων εἶναι Φιλίππῳ, καὶ μόνος καὶ πρῶτος ἰδὼν ὅτι κοινὸς ἐχθρὸς ἐκεῖνός ἐστιν ἁπάντων τῶν Ἑλλήνων, ηὐτομόλησε καὶ προὔδωκε καὶ γέγονεν ἐξαίφνης ὑπὲρ Φιλίππου, πῶς οὐ πολλάκις οὗτος ἄξιός ἐστ᾽ ἀπολωλέναι

[303] ἀλλὰ μὴν ὅτι ταῦθ᾽ οὕτως ἔχει, αὐτὸς οὐχ οἷός τ᾽ ἀντειπεῖν ἔσται. τίς γάρ ἐσθ᾽ ὁ τὸν Ἴσχανδρον προσάγων ὑμῖν τὸ κατ᾽ ἀρχάς, ὃν παρὰ τῶν ἐν Ἀρκαδίᾳ φίλων τῇ πόλει δεῦρ᾽ ἥκειν ἔφη τίς ὁ συσκευάζεσθαι τὴν Ἑλλάδα καὶ Πελοπόννησον Φίλιππον βοῶν, ὑμᾶς δὲ καθεύδειν τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους ἐκείνους δημηγορῶν, καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμ᾽ ἀναγιγνώσκων καὶ τὸν ἐν τῷ τῆς Ἀγλαύρου τῶν ἐφήβων ὅρκον

[304] οὐχ οὗτος; τίς ὁ πείσας ὑμᾶς μόνον οὐκ ἐπὶ τὴν ἐρυθρὰν θάλατταν πρεσβείας πέμπειν, ὡς ἐπιβουλευομένης μὲν ὑπὸ Φιλίππου τῆς Ἑλλάδος, ὑμῖν δὲ προσῆκον προορᾶν ταῦτα καὶ μὴ προΐεσθαι τὰ τῶν Ἑλλήνων οὐχ ὁ μὲν γράφων τὸ ψήφισμ᾽ Εὔβουλος ἦν, ὁ δὲ πρεσβεύων εἰς Πελοπόννησον Αἰσχίνης οὑτοσί ἐλθὼν δ᾽ ἐκεῖσε ἅττα μέν ποτε διελέχθη καὶ ἐδημηγόρησεν, αὐτὸς ἂν εἰδείη, ἃ δ᾽ ἀπήγγειλε πρὸς ὑμᾶς, ὑμεῖς οἶδ᾽ ὅτι μέμνησθε πάντες.

[305] βάρβαρόν τε γὰρ πολλάκις καὶ ἀλάστορα τὸν Φίλιππον ἀποκαλῶν ἐδημηγόρει, καὶ τοὺς Ἀρκάδας ὑμῖν ἀπήγγελλεν ὡς ἔχαιρον, εἰ προσέχει τοῖς πράγμασιν ἤδη καὶ ἐγείρεται ἡ τῶν Ἀθηναίων πόλις. ὃ δὲ πάντων μάλιστ᾽ ἀγανακτῆσαι ἔφη· συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ παρὰ Φιλίππου πορευομένῳ, καὶ μετ᾽ αὐτοῦ γύναια καὶ παιδάρι᾽ ὡς τριάκοντα βαδίζειν, αὐτὸς δὲ θαυμάσας ἐρέσθαι τινὰ τῶν ὁδοιπόρων τίς ἅνθρωπός ἐστι καὶ τίς ὄχλος ὁ μετ᾽ αὐτοῦ,

[306] ἐπειδὴ δ᾽ ἀκοῦσαι ὅτι Ἀτρεστίδας παρὰ Φιλίππου τῶν Ὀλυνθίων αἰχμάλωτα δωρειὰν ταῦτ᾽ ἔχων ἀπέρχεται, δεινὸν αὐτῷ τι δόξαι καὶ δακρῦσαι καὶ ὀδύρασθαι τὴν Ἑλλάδα, ὡς κακῶς διάκειται, ἣ τοιαῦτα πάθη περιορᾷ γιγνόμενα. καὶ συνεβούλευεν ὑμῖν πέμπειν τινὰς εἰς Ἀρκαδίαν, οἵτινες κατηγορήσουσι τῶν τὰ Φιλίππου πραττόντων· ἀκούειν γὰρ ἔφη τῶν φίλων, ὡς ἐὰν ἐπιστροφὴν ἡ πόλις ποιήσηται καὶ πρέσβεις πέμψῃ, δίκην ἐκεῖνοι δώσουσιν.

[307] ταῦτα μὲν τοίνυν τότε καὶ μάλ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καλὰ καὶ τῆς πόλεως ἄξι᾽ ἐδημηγόρει. ἐπειδὴ δ᾽ ἀφίκετ᾽ εἰς Μακεδονίαν καὶ τὸν ἐχθρὸν εἶδε τὸν αὑτοῦ καὶ τῶν Ἑλλήνων, τὸν Φίλιππον, ἆρά γ᾽ ὅμοι᾽ ἢ παραπλήσια τούτοισ πολλοῦ γε καὶ δεῖ, ἀλλὰ μήτε τῶν προγόνων μεμνῆσθαι μήτε τρόπαια λέγειν μήτε βοηθεῖν μηδενί, τῶν τε κελευόντων μετὰ τῶν Ἑλλήνων περὶ τῆς πρὸς Φίλιππον εἰρήνης βουλεύεσθαι θαυμάζειν, εἰ περὶ τῶν ὑμετέρων ἰδίων ἄλλον τινὰ δεῖ πεισθῆναι·

[308] εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις, Ἑλληνικώτατον ἀνθρώπων, δεινότατον λέγειν, φιλαθηναιότατον· οὕτω δ᾽ ἀτόπους τινὰς ἐν τῇ πόλει καὶ δυσχερεῖς ἀνθρώπους εἶναι ὥστ᾽ οὐκ αἰσχύνεσθαι λοιδορουμένους αὐτῷ καὶ βάρβαρον αὐτὸν ἀποκαλοῦντας. ἔστιν οὖν ὅπως ταῦτ᾽ ἄν, ἐκεῖνα προειρηκώς, ὁ αὐτὸς ἀνὴρ μὴ διαφθαρεὶς ἐτόλμησεν εἰπεῖν τί δ᾽

[309] ἔσθ᾽ ὅστις ἂν τὸν Ἀτρεστίδαν τότε μισήσας διὰ τοὺς τῶν Ὀλυνθίων παῖδας καὶ γύναια, ταὐτὰ Φιλοκράτει νῦν πράττειν ὑπέμεινεν, ὃς γυναῖκας ἐλευθέρας τῶν Ὀλυνθίων ἤγαγε δεῦρ᾽ ἐφ᾽ ὕβρει, καὶ οὕτως ἐπὶ τῷ βδελυρῶς βεβιωκέναι γιγνώσκεται ὥστε μηδὲν ἔμ᾽ αἰσχρὸν εἰπεῖν νυνὶ περὶ αὐτοῦ δεῖν μηδὲ δυσχερές, ἀλλὰ τοσοῦτον εἰπόντος μόνον, ὅτι Φιλοκράτης γυναῖκας ἤγαγε, πάντας ὑμᾶς εἰδέναι καὶ τοὺς περιεστηκότας τὰ μετὰ ταῦτα, καὶ ἐλεεῖν εὖ οἶδ᾽ ὅτι τὰς ἀτυχεῖς καὶ ταλαιπώρους ἀνθρώπους, ἃς οὐκ ἠλέησεν Αἰσχίνης, οὐδ᾽ ἐδάκρυσεν ἐπὶ ταύταις τὴν Ἑλλάδα, εἰ παρὰ τοῖς συμμάχοις ὑπὸ τῶν πρέσβεων ὑβρίζονται.

[310] ἀλλ᾽ ὑπὲρ αὑτοῦ κλαήσει τοῦ τὰ τοιαῦτα πεπρεσβευκότος, καὶ τὰ παιδί᾽ ἴσως παράξει κἀναβιβᾶται. ὑμεῖς δ᾽ ἐνθυμεῖσθ᾽, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τὰ τούτου παιδία, ὅτι πολλῶν συμμάχων ὑμετέρων καὶ φίλων παῖδες ἀλῶνται καὶ πτωχοὶ περιέρχονται δεινὰ πεπονθότες διὰ τοῦτον, οὓς ἐλεεῖν πολλῷ μᾶλλον ὑμῖν ἄξιον ἢ τοὺς τοῦ ἠδικηκότος καὶ προδότου πατρός, καὶ ὅτι τοὺς ὑμετέρους παῖδας οὗτοι, καὶ τοῖς ἐκγόνοις προσγράψαντες εἰς τὴν εἰρήνην, καὶ τῶν ἐλπίδων ἀπεστερήκασι· πρὸς δὲ τὰ αὐτοῦ τούτου δάκρυα, ὅτι νῦν ἔχετ᾽ ἄνθρωπον, ὃς εἰς Ἀρκαδίαν ἐκέλευεν ἐπὶ τοὺς ὑπὲρ Φιλίππου πράττοντας πέμπειν τοὺς κατηγορήσοντας.

[311] νῦν τοίνυν ὑμᾶς οὐκ εἰς Πελοπόννησον δεῖ πρεσβείαν πέμπειν, οὐδ᾽ ὁδὸν μακρὰν βαδίσαι, οὐδ᾽ ἐφόδι᾽ ἀναλίσκειν, ἀλλ᾽ ἄχρι τοῦ βήματος ἐνταυθὶ προσελθόνθ᾽ ἕκαστον ὑμῶν τὴν ὁσίαν καὶ δικαίαν ψῆφον ὑπὲρ τῆς πατρίδος θέσθαι κατ᾽ ἀνδρός, ὅς, ὦ γῆ καὶ θεοί, ἐκεῖν᾽ ἃ διεξῆλθον ἐν ἀρχῇ δεδημηγορηκώς, τὸν Μαραθῶνα, τὴν Σαλαμῖνα, τὰς μάχας, τὰ τρόπαια, ἐξαίφνης ὡς ἐπέβη Μακεδονίας, πάντα τἀναντία τούτοις, μὴ προγόνων μεμνῆσθαι, μὴ τρόπαια λέγειν, μὴ βοηθεῖν μηδενί, μὴ κοινῇ μετὰ τῶν Ἑλλήνων βουλεύεσθαι, μόνον οὐ καθελεῖν τὰ τείχη.

[312] καίτοι τούτων αἰσχίους λόγοι οὐδένες πώποτ᾽ ἐν τῷ παντὶ χρόνῳ γεγόνασι παρ᾽ ὑμῖν. τίς γάρ ἐστιν Ἑλλήνων ἢ βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος ἢ σφόδρα μισῶν τὴν πόλιν τὴν ἡμετέραν, ὅστις, εἴ τις ἔροιτο, εἰπέ μοι, τῆς νῦν οὔσης Ἑλλάδος ταυτησὶ καὶ οἰκουμένης ἔσθ᾽ ὅ τι ταύτην ἂν τὴν προσηγορίαν εἶχεν ἢ ᾠκεῖθ᾽ ὑπὸ τῶν νῦν ἐχόντων Ἑλλήνων, εἰ μὴ τὰς ἀρετὰς ὑπὲρ αὐτῶν ἐκείνας οἱ Μαραθῶνι κἀν Σαλαμῖνι παρέσχοντο, οἱ ἡμέτεροι πρόγονοι οὐδ᾽ ἂν εἷς εὖ οἶδ᾽ ὅτι φήσειεν, ἀλλὰ πάντα ταῦθ᾽ ὑπὸ τῶν βαρβάρων ἂν ἑαλωκέναι.

[313] εἶθ᾽ οὓς μηδὲ τῶν ἐχθρῶν μηδεὶς ἂν τούτων τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων ἀποστερήσειε, τούτων Αἰσχίνης ὑμᾶς οὐκ ἐᾷ μεμνῆσθαι, τοὺς ἐξ ἐκείνων, ἵν᾽ αὐτὸς ἀργύριον λάβῃ καὶ μὴν τῶν μὲν ἄλλων ἀγαθῶν οὐ μέτεστι τοῖς τεθνεῶσιν, οἱ δ᾽ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι τῶν οὕτω τετελευτηκότων ἴδιον κτῆμ᾽ εἰσίν· οὐδὲ γὰρ ὁ φθόνος αὐτοῖς ἔτι τηνικαῦτ᾽ ἐναντιοῦται. ὧν ἀποστερῶν ἐκείνους οὗτος, αὐτὸς ἂν τῆς ἐπιτιμίας δικαίως νῦν στερηθείη, καὶ ταύτην ὑπὲρ τῶν προγόνων ὑμεῖς δίκην λάβοιτε παρ᾽ αὐτοῦ. τοιούτοις μέντοι λόγοις, ὦ κακὴ κεφαλή, σὺ τὰ τῶν προγόνων ἔργα συλήσας καὶ διασύρας, τῷ λόγῳ πάντα τὰ πράγματ᾽ ἀπώλεσας.

[314] εἶτα γεωργεῖς ἐκ τούτων καὶ σεμνὸς γέγονας. καὶ γὰρ τοῦτο. πρὸ μὲν τοῦ πάντα κάκ᾽ εἰργάσθαι τὴν πόλιν ὡμολόγει γεγραμματευκέναι καὶ χάριν ὑμῖν ἔχειν τοῦ χειροτονηθῆναι, καὶ μέτριον παρεῖχεν ἑαυτόν· ἐπειδὴ δὲ μυρί᾽ εἴργασται κακά, τὰς ὀφρῦς ἀνέσπακε, κἂν ὁ γεγραμματευκὼς Αἰσχίνης εἴπῃ τις, ἐχθρὸς εὐθέως καὶ κακῶς φησιν ἀκηκοέναι, καὶ διὰ τῆς ἀγορᾶς πορεύεται θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν, ἴσα βαίνων Πυθοκλεῖ, τὰς γνάθους φυσῶν, τῶν Φιλίππου ξένων καὶ φίλων εἷς οὗτος ὑμῖν ἤδη, τῶν ἀπαλλαγῆναι τοῦ δήμου βουλομένων καὶ κλύδωνα καὶ μανίαν τὰ καθεστηκότα πράγμαθ᾽ ἡγουμένων, ὁ τέως προσκυνῶν τὴν θόλον.

[315] βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς θεοῖς ἐχθρούς. πάνυ δ᾽ ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπ᾽ ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν, διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλειμένων τῶν ἐμπορίων, ὥστ᾽ ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέστειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν Ἀριστόδημον, τὸν Κτησιφῶντα·

[316] ἐπειδὴ δ᾽ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων ἡμῶν πράττειν περιέσται, συνέγραψε δ᾽ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστ᾽ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.

[317] ἦν δ᾽ οὐδὲν μᾶλλον μέγ᾽ αὐτῷ καθ᾽ ὑμῶν οὐδ᾽ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δ᾽ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστ᾽ ἢ μηδὲν ὧν ἐβούλετ᾽ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι.

[318] εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθ᾽ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν· εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατ᾽ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο.

[319] καὶ τοῦτ᾽ οὐ παρ᾽ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλ᾽ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντ᾽ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθ᾽ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθ᾽ ὧν ἐβουλήθη τι παρελθών, ἀλλ᾽ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη.

[320] ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθ᾽ ὅτι νῦν, ἡνίκ᾽ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπ᾽ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθ᾽ ὑμεῖς, οὐδ᾽, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτ᾽ ἐπιορκεῖν δόξας πάνθ᾽ ἃ βούλομαι διαπράξωμαι πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτ᾽ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ.

[321] ἐντεῦθεν οἱ μὲν παρ᾽ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δ᾽ ἐκδεχόμενοι τοιαῦτ᾽ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε.

[322] τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρ᾽ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφ᾽ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵν᾽, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθ᾽ ὑμεῖς. πῶς οὖν

[323] τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματ᾽ ἀγαγόντας ἄφνω, ἵνα μηδ᾽ ἂν βούλησθε δύνησθ᾽ ἐξελθεῖν. οὐκοῦν τοῦθ᾽ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δ᾽, ὥσπερ ἀκηκόατ᾽ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι.

[324] ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδ᾽ ἐναντίον ἔλθῃ ψήφισμα παρ᾽ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ· τοὺς δ᾽ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθ᾽ ἡμεῖς, ἵνα πάνθ᾽, ὅσ᾽ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται· οὗτοι δὲ τοιαῦτ᾽ ἀπαγγελοῦσι παρ᾽ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδ᾽ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.

[325] τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστ᾽ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματ᾽ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατ᾽ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα αὐτῶν, τὰ τῶν συμμάχων τῶν ὑμετέρων Φωκέων τείχη κατεσκάπτετο· Θηβαῖοι δ᾽ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπ᾽ Αἰσχίνου τῷ λόγῳ.

[326] ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντ᾽ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήρι᾽ ἐφ᾽ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι, περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ᾽ ὅπλων ἐξερχόμεθα, ὅ, τέως ἦσαν Φωκεῖς σῷοι, οὐδεπώποτ᾽ ἐποιήσαμεν.

[327] ἀντὶ δὲ τοῦ τὰ πάτρι᾽ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματ᾽ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν ἡ χώρα γέγονεν, οἱ δ᾽ οὐπώποτ᾽ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται· ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, ἡ πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται.

[328] καὶ γέγονεν τὰ πράγματα πάνθ᾽ ὥσπερ αἴνιγμα τῇ πόλει. ὁ μὲν οὐδὲν ἔψευσται καὶ πάνθ᾽ ὅσ᾽ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δ᾽ ἅπερ εὔξαισθ᾽ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερ᾽ ἢ πολεμοῦντες· οὗτοι δὲ χρήματ᾽ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν.

[329] ὅτι γὰρ ταῦθ᾽ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγ᾽ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρ᾽ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτ᾽ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δ᾽ ἔτι καὶ τόδ᾽ ἀκούσατε.

[330] ἔσθ᾽ ὅντιν᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτ᾽ ἂν ἐν ἀγορᾷ τί δέ δοίητ᾽ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί οὔτε γὰρ ὑμεῖς γ᾽ ἀχάριστοί ἐστ᾽ οὔτ᾽ ἄδικοι ἄνθρωποι οὔτε κακοί. ὅτι πάνθ᾽ ὑπὲρ Φιλίππου καὶ οὐδ᾽ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτ᾽ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.

[331] εἶτ᾽ οἴεσθ᾽ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετ᾽ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσ᾽ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτ᾽ οὖν μαρτύρων, ταῦτ᾽ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων ταῦτ᾽ ἀφαιρήσεταί τις ὑμῶν

[332] εἶπε τοίνυν μοί τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου πρᾶγμα καινότατον πάντων, Χάρητος κατηγορεῖν αὐτὸν παρεσκευάσθαι, καὶ διὰ τούτου τοῦ τρόπου καὶ τούτων τῶν λόγων ἐξαπατήσειν ὑμᾶς ἐλπίζειν. ἐγὼ δ᾽ ὅτι μὲν πάντα τρόπον κρινόμενος Χάρης εὕρηται πιστῶς καὶ εὐνοϊκῶς, ὅσον ἦν ἐπ᾽ ἐκείνῳ, πράττων ὑπὲρ ὑμῶν, διὰ τοὺς δ᾽ ἐπὶ χρήμασι λυμαινομένους τοῖς πράγμασι πολλῶν ὑστερῶν, οὐ σφόδρ᾽ ἰσχυρίζομαι, ἀλλ᾽ ὑπερβολὴν ποιήσομαι· ἔστω γὰρ πάντ᾽ ἀληθῆ λέξειν περὶ αὐτοῦ τουτονί. καὶ οὕτω τοίνυν κομιδῇ γέλως ἐστὶ κατηγορεῖν ἐκείνου τουτονί.

[333] ἐγὼ γὰρ Αἰσχίνην οὐδενὸς αἰτιῶμαι τῶν ἐν τῷ πολέμῳ πραχθέντων τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι, οὐδὲ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλ᾽ ἄχρι τούτου πάντ᾽ ἀφίημι. τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν τοῦ ποιουμένης τῆς πόλεως εἰρήνην Φιλοκράτει συνειπεῖν, ἀλλὰ μὴ τοῖς τὰ βέλτιστα γράφουσι, καὶ τοῦ δῶρ᾽ εἰληφέναι, τοῦ μετὰ ταῦτ᾽ ἐπὶ τῆς ὑστέρας πρεσβείας τοὺς χρόνους κατατρῖψαι καὶ μηδὲν ὧν προσετάξαθ᾽ ὑμεῖς ποιῆσαι, τοῦ φενακίσαι τὴν πόλιν καὶ παραστήσαντ᾽ ἐλπίδας, ὡς ὅσα βουλόμεθ᾽ ἡμεῖς Φίλιππος πράξει, πάντ᾽ ἀπολωλεκέναι, τοῦ μετὰ ταῦθ᾽, ἑτέρων προλεγόντων φυλάττεσθαι τὸν τοσαῦτ᾽ ἠδικηκότα, τοῦτον ἐκείνῳ συνηγορεῖν.

[334] ταῦτα κατηγορῶ, ταῦτα μέμνησθε, ἐπεὶ δικαίαν εἰρήνην καὶ ἴσην καὶ μηδὲν πεπρακότας ἀνθρώπους μηδὲ ψευσαμένους ὕστερον κἂν ἐπῄνουν καὶ στεφανοῦν ἐκέλευον. στρατηγὸς δ᾽ εἴ τις ἠδίκηκεν ὑμᾶς, οὐχὶ κοινωνεῖ ταῖς νῦν εὐθύναις. ποῖος γὰρ στρατηγὸς Ἅλον, τίς δὲ Φωκέας ἀπολώλεκε τίς δὲ Δορίσκον τίς δὲ Κερσοβλέπτην τίς δ᾽ Ἱερὸν ὄρος; τίς δὲ Πύλας; τίς δὲ πεποίηκεν ἄχρι τῆς Ἀττικῆς ὁδὸν διὰ συμμάχων καὶ φίλων εἶναι Φιλίππῳ τίς δὲ Κορώνειαν, τίς δ᾽ Ὀρχομενόν, τίς Εὔβοιαν ἀλλοτρίαν

[335] τίς Μέγαρα πρώην ὀλίγου τίς Θηβαίους ἰσχυρούς; τούτων γὰρ οὐδὲν τοσούτων καὶ τηλικούτων ὄντων διὰ τοὺς στρατηγοὺς ἀπώλετο, οὐδ᾽ ἐν τῇ εἰρήνῃ συγχωρηθὲν πεισθέντων ὑμῶν ἔχει Φίλιππος, ἀλλὰ διὰ τούτους ἀπόλωλε καὶ τὴν τούτων δωροδοκίαν. ἂν τοίνυν ταῦτα μὲν φεύγῃ, πλανᾷ δὲ καὶ πάντα μᾶλλον λέγῃ, ἐκείνως αὐτὸν δέχεσθε. οὐ στρατηγῷ δικάζομεν, οὐ περὶ τούτων κρίνει. μὴ λέγ᾽ εἴ τις αἴτιός ἐστι καὶ ἄλλος τοῦ Φωκέων ὀλέθρου, ἀλλ᾽ ὡς οὐ σὺ αἴτιος δεῖξον. τί οὖν, εἴ τι Δημοσθένης ἠδίκει, νῦν λέγεις, ἀλλ᾽ οὐχ ὅτε τὰς εὐθύνας ἐδίδου κατηγόρεις; δι᾽ αὐτὸ γὰρ εἶ τοῦτ᾽ ἀπολωλέναι δίκαιος.

[336] μὴ λέγ᾽ ὡς καλὸν εἰρήνη, μηδ᾽ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλ᾽ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλ᾽ ὕστερον ἐξηπατήμεθα, καὶ πάντ᾽ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότ᾽ ἐπαινεῖς; ἂν οὕτω φυλάττητ᾽ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθ᾽ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

[337] καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτ᾽ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκ᾽ ἠγωνίζετο, ἐξεβάλλετ᾽ αὐτὸν καὶ ἐξεσυρίττετ᾽ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθ᾽ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δ᾽ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλ᾽ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρί᾽ εἴργασται κακά, τηνικαῦθ᾽ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.

[338] μηδαμῶς· μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθ᾽ ὅτι δεῖ κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημ᾽ ἔχονθ᾽ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δ᾽ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δ᾽ αἰχμαλώτους ἐθαύμασα, ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δ᾽ ἐκείνου μὲν προὐκαλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δ᾽ ὑπερορᾷ.

[339] ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητ᾽ ἢ εὐφωνίαν ἤ τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ· κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτ᾽ ἀγαθὸν γίγνεται· ὅταν δ᾽ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρ᾽ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν.

[340] ὁρᾶτε δ᾽, ἀφ᾽ ὧν οὗτος εὐδοκιμεῖ πηλίκα τῇ πόλει περιέστηκε πράγματα. αἱ μὲν τοίνυν ἄλλαι δυνάμεις ἐπιεικῶς εἰσιν αὐτάρκεις, ἡ δὲ τοῦ λέγειν, ἂν τὰ παρ᾽ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται. οὕτως οὖν ἀκούετε τούτου ὡς πονηροῦ καὶ δωροδόκου καὶ οὐδ᾽ ὁτιοῦν ἐροῦντος ἀληθές.

[341] ὅτι δ᾽ οὐ μόνον κατὰ τἄλλα, ἀλλὰ καὶ τὰ πρὸς αὐτὸν τὸν Φίλιππον πράγματα πανταχῶς συμφέρει τοῦτον ἑαλωκέναι, θεάσασθε. εἴτε γὰρ ἥξει ποτ᾽ εἰς ἀνάγκην τῶν δικαίων τι ποιεῖν τῇ πόλει, τὸν τρόπον μεταθήσεται· νῦν μὲν γὰρ ᾕρηται τοὺς πολλοὺς ἐξαπατῶν ὀλίγους θεραπεύειν, ἂν δὲ τούτους ἀπολωλότας πύθηται, ὑμῖν τοῖς πολλοῖς καὶ πάντων κυρίοις τὰ λοιπὰ ποιεῖν βουλήσεται.

[342] εἴτ᾽ ἐπὶ τῆς αὐτῆς ἧσπερ νῦν ἐξουσίας καὶ ἀσελγείας μενεῖ, τοὺς ὁτιοῦν ἂν ἐκείνῳ ποιήσαντας ἀνῃρηκότες ἐκ τῆς πόλεως ἔσεσθε, ἂν τούτους ἀνέλητε· οἳ γὰρ οἰόμενοι δίκην ὑφέξειν τοιαῦτ᾽ ἔπραξαν, τούτους, ἂν τὰ παρ᾽ ὑμῶν αὐτοῖς ἐφεθῇ, τί οἴεσθε ποιήσειν ποῖον Εὐθυκράτη, ποῖον Λασθένη, τίν᾽ οὐχ ὑπερβαλεῖσθαι προδότην

[343] τίνα δ᾽ οὐ πάντων τῶν ἄλλων χείρω πολίτην ὑπάρξειν, ὁρῶντα τοῖς μὲν ἅπαντα πεπρακόσι χρήματα, δόξαν, ἀφορμὴν τὴν Φιλίππου ξενίαν περιοῦσαν, τοῖς δὲ δικαίους τε παρέχουσιν ἑαυτοὺς καὶ προσανηλωκόσι χρήματα πράγματα, ἀπεχθείας, φθόνον περιόντα παρ᾽ ἐνίων μηδαμῶς· οὔτε γὰρ πρὸς δόξαν οὔτε πρὸς εὐσέβειαν οὔτε πρὸς ἀσφάλειαν οὔτε πρὸς ἄλλ᾽ οὐδὲν ὑμῖν συμφέρει τοῦτον ἀφεῖναι, ἀλλὰ τιμωρησαμένους παράδειγμα ποιῆσαι πᾶσι, καὶ τοῖς πολίταις καὶ τοῖς ἄλλοις Ἕλλησιν.