Μετάβαση στο περιεχόμενο

Μήδεια

Από Βικιθήκη
Μήδεια
Συγγραφέας:


Wikipedia logo
Wikipedia logo
Η Βικιπαίδεια έχει άρθρο που έχει σχέση με το:

ΤΡΟΦΟΣ
Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀρίστων. οἳ τὸ πάγχρυσον δέρας    5
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν    10
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα,
αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία,
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.    15
νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
γήμας Κρέοντος παῖδ’, ὃς αἰσυμνᾷ χθονός·
Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη    20
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς,
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι,
τὸν πάντα συντήκουσα δακρύοις χρόνον,    25
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,
οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων·
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην    30
αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο
μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.    35
στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·
βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς
πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν
μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,    40
σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ,
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.    45
ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
ΠΑΙΔΑΓΩΓΟΣ
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν    50
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.    55
ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος,
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τρ. ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.    60
Πα. ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τρ. τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
Τρ. μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·    65
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
Πα. ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας    70
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
Τρ. καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;    75
Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τρ. ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι.
Πα. ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε    80
δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον.
Τρ. ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
Πα. τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,    85
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν,
εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ.
Τρ. ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα.
σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε    90
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . .
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.    95

ΜΗΔΕΙΑ <ἔνδοθεν>
ἰώ,
δύστανος ἐγὼ μελέα τε πόνων,
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
Τρ. τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον.
σπεύσατε θᾶσσον δώματος εἴσω    100
καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς,
μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους.—
ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.—    105
δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει
μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσιν;    110
Μη. αἰαῖ,
ἔπαθον τλάμων ἔπαθον μεγάλων
ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
σὺν πατρί, καὶ πᾶς δόμος ἔῤῥοι.
Τρ. ἰώ μοί μοι, ἰὼ τλήμων.    115
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι,
τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ.
δεινὰ τυράννων λήματα καί πως
ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες 120
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν
κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
ὀχυρῶς γ’ εἴη καταγηράσκειν.
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν    125
τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ
λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’
οὐδένα καιρὸν δύναται θνητοῖς·
μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ
δαίμων οἴκοις, ἀπέδωκεν.    130

ΧΟΡΟΣ
ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
τᾶς δυστάνου Κολχίδος, οὐδέ πω
ἤπιος· ἀλλ’ ὦ γηραιά,
λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν
δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη.
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,    140
ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν
δέσποινα, φίλων οὐδενὸς οὐδὲν
παραθαλπομένα φρένα μύθοις.

Μη. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
διά μου κεφαλᾶς φλὸξ οὐρανία    145
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
βιοτὰν στυγερὰν προλιποῦσα.

Χο.
 ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· [στρ.
ἀχὰν οἵαν ἁ δύστανος    150
μέλπει νύμφα;
— τίς σοί ποτε τᾶς ἀπλάτου
κοίτας ἔρος, ὦ ματαία;
σπεύσει θανάτου τελευτά·
μηδὲν τόδε λίσσου.
— εἰ δὲ σὸς πόσις
καινὰ λέχη σεβίζει,
κείνῳ τόδε· μὴ χαράσσου·
— Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
τάκου δυρομένα σὸν εὐνάταν.
Μη. ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι    160
λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
ἐνδησαμένα τὸν κατάρατον
πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
αὐτοῖς μελάθροις διακναιομένους,
οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.    165
ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τρ. κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
θνητοῖς ταμίας νενόμισται;    170
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
δέσποινα χόλον καταπαύσει.

Χο.
 πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν [ἀντ.
ἔλθοι μύθων τ’ αὐδαθέντων
δέξαιτ’ ὀμφάν;    175
— εἴ πως βαρύθυμον ὀργὰν
καὶ λῆμα φρενῶν μεθείη,
μήτοι τό γ’ ἐμὸν πρόθυμον
φίλοισιν ἀπέστω.
— ἀλλὰ βᾶσά νιν    180
δεῦρο πόρευσον οἴκων
ἔξω· φίλα καὶ τάδ’ αὔδα.
— σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω·
πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται.
Τρ. δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
δέσποιναν ἐμήν·
μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω.
καίτοι τοκάδος δέργμα λεαίνης
ἀποταυροῦται δμωσίν, ὅταν τις
μῦθον προφέρων πέλας ὁρμηθῇ.
σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς    190
τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις
ηὕροντο βίου τερπνὰς ἀκοάς·
στυγίους δὲ βροτῶν οὐδεὶς λύπας    195
ηὕρετο μούσῃ καὶ πολυχόρδοις
ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι
δειναί τε τύχαι σφάλλουσι δόμους.
καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι    200
δαῖτες, τί μάτην τείνουσι βοήν;
τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ
δαιτὸς πλήρωμα βροτοῖσιν.

Χο. ἰαχὰν ἄιον πολύστονον γόων,
λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ    205
τὸν ἐν λέχει προδόταν κακόνυμφον·
θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα
τὰν Ζηνὸς ὁρκίαν Θέμιν,
ἅ νιν ἔβασεν
Ἑλλάδ’ ἐς ἀντίπορον    210
δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν
πόντου κλῇδ’ ἀπέραντον.

ΜΗΔΕΙΑ
Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς    220
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . .
οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε    225
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει    230
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
πόσιν πρίασθαι, δεσπότην τε σώματος
λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν    235
ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.    240
κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·    245
[ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·]
ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα    250
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι    255
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ    260
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
[τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο]
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,    265
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χο. δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.    270

ΚΡΕΩΝ
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,    275
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μη. αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·    280
τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
Κρ. δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.
συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,    285
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,    290
ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
Μη. φεῦ φεῦ.
οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,
ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.
χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον    300
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.    305
σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ’ ἔχει μοιμὴ τρέσῃς ἡμᾶς, Κρέον
ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν    310
μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
σιγησόμεσθα, κρεισσόνων νικώμενοι.    315
Κρ. λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
ὀῤῥωδία μοι μή τι βουλεύσῃς κακόν,
τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.    320
ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μη. μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρ. λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.    325
Μη. ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρ. φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μη. ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρ. πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μη. φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.    330
Κρ. ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μη. Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
Κρ. ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.
Μη. πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρ. τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.    335
Μη. μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . .
Κρ. ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.
Μη. φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.
Κρ. τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
Μη. μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν    340
καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,
παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.    345
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
Κρ. ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,    350
ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,
εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·    355
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.
Χο. [δύστανε γύναι,]
φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν    360
ἐξευρήσεις;
ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
Μήδεια, κακῶν ἐπόρευσε.
Μη. κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.    370
ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.    375
πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπατος,
σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.    380
ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
εἶἑν·
καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,    390
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω    395
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.    400
ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,    405
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
κακῶν δὲ πάντων τέκτονες σοφώταται.

Χο. ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, [στρ.    410
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται.
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
οὐκέτι πίστις ἄραρε·
τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι·
ἔρχεται τιμὰ γυναικείῳ γένει·
οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει.    420

μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν [ἀντ.
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
ὤπασε θέσπιν ἀοιδὰν
Φοῖβος, ἁγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον
ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει
πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν.    430

σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας [στρ.
μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου
πέτρας· ἐπὶ δὲ ξένᾳ
ναίεις χθονί, τᾶς ἀνάνδρου
κοίτας ὀλέσασα λέκτρον,
τάλαινα, φυγὰς δὲ χώρας
ἄτιμος ἐλαύνῃ.

βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς [ἀντ.
Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα.    440
σοὶ δ’ οὔτε πατρὸς δόμοι,
δύστανε, μεθορμίσασθαι
μόχθων πάρα, τῶν τε λέκτρων
ἄλλα βασίλεια κρείσσων
δόμοισιν ἐπέστα.    445

ΙΑΣΩΝ
οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός.    450
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ
λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ·
ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα,
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων    455
ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν·
σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ
κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός.
ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις
ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,    460
ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ
κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
Μη. ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,    465
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν·
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς;
[θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει;]
οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία,
φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν,    470
ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών·
ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων.
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.    475
ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην·
δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας    480
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον.
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα·    485
Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον.
καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν
προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη—
παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι,    490
συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους.
ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν
ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι,
ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν,
ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν.    495
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου,
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν.
ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
—δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;    500
ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ—
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν
δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον.    505
ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις
ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε    510
ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ,
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις—
καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε.    515
ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ
τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,
ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Χο. δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,    520
ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν.
Ια. δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν.    525
ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην.
σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος
λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε    530
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας.
ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν·
ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει.
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω.    535
πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν·
πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν
καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις    540
ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι.
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι    545
ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.    550
ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,    555
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,
οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι    560
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,
παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;    565
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,    570
ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.    575
Χο. Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·
ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
Μη. ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν    580
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,
τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ
λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·    585
χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
Ια. καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ,
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν
τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.    590
Μη. οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
Ια. εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα
γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω,
ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων    595
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι.
Μη. μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ια. οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ;    600
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ,
μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μη. ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή,
ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα.
Ια. αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ.    605
Μη. τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
Ια. ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
Μη. καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις.
Ια. ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ    610
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ.
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι·
λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα.    615
Μη. οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν,
οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου·
κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει.
Ια. ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι,
ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω·    620
σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ
φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον.
Μη. χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται—    625
γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον.

Χο. ἔρωτες ὑπὲρ μὲν ἄγαν [στρ.
ἐλθόντες οὐκ εὐδοξίαν
οὐδ’ ἀρετὰν παρέδωκαν
ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι    630
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης
ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν.

στέργοι δέ με σωφροσύνα, [ἀντ.
δώρημα κάλλιστον θεῶν·    635
μηδέ ποτ’ ἀμφιλόγους ὀρ
γὰς ἀκόρεστά τε νείκη
θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις
προσβάλοι δεινὰ Κύπρις,    640
ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’
ὀξύφρων κρίνοι λέχη γυναικῶν.

ὦ πατρίς, ὦ δώματα, μὴ [στρ.
δῆτ’ ἄπολις γενοίμαν
τὸν ἀμηχανίας ἔχουσα    645
δυσπέρατον αἰῶν’,
οἰκτροτάτων ἀχέων.
θανάτῳ θανάτῳ πάρος δαμείην
ἁμέραν τάνδ’ ἐξανύσασα· μό
χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ    650
γᾶς πατρίας στέρεσθαι.

εἴδομεν, οὐκ ἐξ ἑτέρων [ἀντ.
μῦθον ἔχω φράσασθαι·
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
ᾤκτισεν παθοῦσαν
δεινότατον παθέων.
ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν
μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί-    660
ξαντα κλῇδα φρενῶν· ἐμοὶ
μὲν φίλος οὔποτ’ ἔσται.

ΑΙΓΕΥΣ
Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μη. ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,    665
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
Αι. Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μη. τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αι. παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μη. πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;    670
Αι. ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μη. δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν;
Αι. οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μη. τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αι. σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.    675
Μη. θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αι. μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μη. τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αι. ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα—
Μη. πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; 680
Αι. πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μη. σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αι. Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας. . . .
Μη. παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αι. τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.    685
Μη. σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αι. κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μη. ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αι. τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
Μη. Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.    690
Αι. τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μη. ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αι. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μη. γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αι. οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;    695
Μη. σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αι. πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μη. μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις.
Αι. ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μη. ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.    700
Αι. δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μη. Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αι. συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μη. ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αι. πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.    705
Μη. Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αι. ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μη. λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,    710
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.    715
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αι. πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,    720
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
τόσον γε μέντοι σοι προσημαίνω, γύναι·    725
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,
αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.    730
Μη. ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αι. μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μη. πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς    735
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·—
οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.    740
Αι. πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν·
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα,
σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.    745
Μη. ὄμνυ πέδον Γῆς, πατέρα θ’ ῞Ηλιον πατρὸς
τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αι. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μη. μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν    750
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αι. ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μη. ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αι. ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.    755
Μη. χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
Χο. ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν    760
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
γενναῖος ἀνήρ,
Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
Μη. ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,    765
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν·
νῦν [δ’] ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,    770
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι·    775
μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει·
καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,    780
οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,    785
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον·    790
ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ’ Ἰάσονος
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον    795
φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.
ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον    800
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν    805
θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.    810
Χο. ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
σέ τ’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε.
Μη. οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.    815
Χο. ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μη. οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χο. σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
Μη. ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα·    820
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα.
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.

Χο. Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι [στρ.
καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι
κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς    830
ἐννέα Πιερίδας Μούσας λέγουσι
ξανθὰν Ἁρμονίαν φυτεῦσαι·

τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς [ἀντ.
τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
χώραν καταπνεῦσαι μετρίας ἀνέμων
ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν    840
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
παντοίας ἀρετᾶς ξυνεργούς.

πῶς οὖν ἱερῶν ποταμῶν [στρ.
ἢ πόλις; ἦ φίλων
πόμπιμός σε χώρα
τὰν παιδολέτειραν ἕξει,
τὰν οὐχ ὁσίαν μετ’ ἄλλων;    850
σκέψαι τεκέων πλαγάν,
σκέψαι φόνον οἷον αἴρῃ.
μή, πρὸς γονάτων σε πάντη
πάντως ἱκετεύομεν,
τέκνα φονεύσῃς.    855

πόθεν θράσος ἢ φρενὸς ἢ [ἀντ.
χειρὶ τέκνων σέθεν
καρδίᾳ τε λήψῃ
δεινὰν προσάγουσα τόλμαν;
πῶς δ’ ὄμματα προσβαλοῦσα    860
τέκνοις ἄδακρυν μοῖραν
σχήσεις φόνου; οὐ δυνάσῃ,
παίδων ἱκετᾶν πιτνόντων,
τέγξαι χέρα φοινίαν
τλάμονι θυμῷ.    865

Ια. ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
Μη. Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν    870
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι    875
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ—τί πάσχω;— θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα    880
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,    885
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,    890
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε    895
πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.    900
ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.    905
Χο. κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ια. αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
γάμου παρεμπολῶντος ἀλλοίου πόσει.    910
ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·    915
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος    920
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;

Μη. οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.    925
Ια. θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
Μη. δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
Ια. τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;
Μη. ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,    930
ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ
κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,    935
μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,
παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.    940
Ια. οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μη. σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ια. μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
Μη. εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.    945
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν    950
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ’ ῞Ηλιος
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.    955
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ια. τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,    960
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μη. μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.    965
κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,    970
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.    975

Χο. νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, [στρ.
οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη.
δέξεται νύμφα χρυσέων ἀναδεσμῶν
δέξεται δύστανος ἄταν·
ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα    980
κόσμον αὐτὰ χεροῖν. [λαβοῦσα.]

πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων [ἀντ.
χρυσέων τευκτὸν στέφανον περιθέσθαι·
νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει.
τοῖον εἰς ἕρκος πεσεῖται
καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’
οὐχ ὑπεκφεύξεται.

σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, [στρ.
παισὶν οὐ κατειδὼς    990
ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε
σᾷ στυγερὸν θάνατον.
δύστανε μοίρας ὅσον παροίχῃ.

μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων [ἀντ.
μᾶτερ, ἃ φονεύσεις
τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ
σοι προλιπὼν ἀνόμως    1000
ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.

Πα. δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς,
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
ἔα.
τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;
[τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα    1005
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;]
Μη. αἰαῖ.
Πα. τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μη. αἰαῖ μάλ’ αὖθις. Πα. μῶν τιν’ ἀγγέλλων τύχην
οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;    1010
Μη. ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.
Πα. τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυῤῥοεῖς;
Μη. πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Πα. θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μη. ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Πα. οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μη. δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.    1020
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ,
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,    1025
πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,    1030
στεῤῥὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ    1035
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;    1040
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.    1045
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;    1050
τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.
ἆ ἆ.
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ    1060
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
[πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.]
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ    1065
νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν,
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι. —δότ’, ὦ τέκνα,
δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.    1070
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.    1075
χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.    1080
Χο. πολλάκις ἤδη
διὰ λεπτοτέρων μύθων ἔμολον
καὶ πρὸς ἁμίλλας ἦλθον μείζους
ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν·
ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,    1085
ἣ προσομιλεῖ σοφίας ἕνεκεν·
πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ
γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως
κοὐκ ἀπόμουσον τὸ γυναικῶν.
καί φημι βροτῶν οἵτινές εἰσιν    1090
πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν
παῖδας, προφέρειν εἰς εὐτυχίαν
τῶν γειναμένων.
οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην
εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν    1095
παῖδες τελέθουσ’ οὐχὶ τυχόντες
πολλῶν μόχθων ἀπέχονται·
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ
κατατρυχομένους τὸν ἅπαντα χρόνον,    1100
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις·
ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις
εἴτ’ ἐπὶ χρηστοῖς
μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
πᾶσιν κατερῶ θνητοῖσι κακόν·
καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην    1110
θάνατος προφέρων σώματα τέκνων.
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
τήνδ’ ἔτι λύπην ἀνιαροτάτην
παίδων ἕνεκεν
θνητοῖσι θεοὺς ἐπιβάλλειν;    1115

Μη. φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.    1120

ΑΓΓΕΛΟΣ
ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
Μη. τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Αγ. ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη    1125
Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μη. κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Αγ. τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
ἥτις, τυράννων ἑστίαν ᾐκισμένη, 1130
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μη. ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.    1135
Αγ. ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.    1140
κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,    1145
πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς
ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος    1150
λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν;    1155
ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, [σέθεν]
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις    1160
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις    1165
τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.    1170
καί τις γεραιὰ προσπόλων, δόξασά που
ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·    1175
εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν,
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.    1180
ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·    1185
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,    1190
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,    1195
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ    1200
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέῤῥεον,
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·    1205
ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.    1210
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,    1215
ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ    1220
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν    1225
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ’ ἐπιῤῥυέντος εὐτυχέστερος
ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.    1230
Χο. ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.    1235
Μη. φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,    1240
ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,    1245
καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν,
κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή.    1250

Χο. ἰὼ Γᾶ τε καὶ παμφαὴς [στρ.
ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον·
τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς    1255
ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν
φόβος ὑπ’ ἀνέρων.
ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ-
γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν
τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων.    1260

μάταν μόχθος ἔῤῥει τέκνων, [ἀντ.
ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ
κυανεᾶν λιποῦσα Συμπληγάδων
πετρᾶν ἀξενωτάταν ἐσβολάν;
δειλαία, τί σοι φρενῶν βαρὺς    1265
χόλος προσπίτνει καὶ δυσμενὴς
φόνος; ἀμείβεται
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά
σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ
δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη.    1270

<ΠΑΙΔΕΣ ἔνδοθεν.
αἰαῖ.>
Χο. ἀκούεις βοὰν ἀκούεις τέκνων; [στρ. 1273
— ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι. 1274
Πα. οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; 1271
— οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ. 1272
Χο. παρέλθω δόμους; ἀρῆξαι φόνον 1275
δοκεῖ μοι τέκνοις.
Πα. ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.
— ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους.
Χο. τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα-
ρος, ἅτις τέκνων 1280
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.

— μίαν δὴ κλύω μίαν τῶν πάρος [ἀντ.
γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις·
Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ·
πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ
τέκνων δυσσεβεῖ,
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται.
τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ    1290
γυναικῶν λέχος
πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.

Ια. γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης,
ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη
Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ;    1295
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω,
ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος,
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην·
πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς
ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;    1300
ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω·
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.    1305
Χο. ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ια. τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χο. παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ια. οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.    1310
Χο. ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή.
Ια. ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων;
Χο. πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ια. χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,    1315
τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην.

Μη. τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις,
λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ.    1320
τοιόνδ’ ὄχημα πατρὸς ῞Ηλιος πατὴρ
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
Ια. ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι
θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει,
ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος    1325
ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας·
καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις
καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον·
ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν,
ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς    1330
Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο.
τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί·
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.    1335
ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ
παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας.
οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ
ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ    1340
γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί,
λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι
δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος·    1345
ἔῤῥ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε·
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα,
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα.    1350
Μη. μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον
λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω·
σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη
τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί·    1355
οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους
Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός.
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον·
τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην.    1360
Ια. καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μη. σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ια. ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μη. ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ια. οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν.    1365
Μη. ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι.
Ια. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μη. σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ια. ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μη. οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.    1370
Ια. οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μη. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ια. ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μη. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ια. καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί.    1375
Μη. πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ια. θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μη. οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί,
φέρουσ’ ἐς ῞Ηρας τέμενος Ἀκραίας θεοῦ,
ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ,    1380
τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.    1385
σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Ια. ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων
φονία τε Δίκη.    1390
Μη. τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ια. φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
Μη. στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
Ια. στείχω, δισσῶν γ’ ἄμορος τέκνων.    1395
Μη. οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
Ια. ὦ τέκνα φίλτατα. Μη. μητρί γε, σοὶ δ’ οὔ.
Ια. κἄπειτ’ ἔκανες; Μη. σέ γε πημαίνουσ’.
Ια. ὤμοι, φιλίου χρῄζω στόματος
παίδων ὁ τάλας προσπτύξασθαι.    1400
Μη. νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
τότ’ ἀπωσάμενος. Ια. δός μοι πρὸς θεῶν
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μη. οὐκ ἔστι· μάτην ἔπος ἔῤῥιπται.
Ια. Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’,    1405
οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς
καὶ παιδοφόνου τῆσδε λεαίνης;
ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι
τάδε καὶ θρηνῶ κἀπιθεάζω,
μαρτυρόμενος δαίμονας ὥς μοι    1410
τέκνα κτείνασ’ ἀποκωλύεις
ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς,
οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.

Χο. πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,    1415
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.