Μετάβαση στο περιεχόμενο

Κύκλωψ (Ευριπίδης)

Από Βικιθήκη
Κύκλωψ
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα.


Σιληνός

Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
νῦν χὤτ' ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·
πρῶτον μὲν ἡνίκ' ἐμμανὴς Ἥρας ὕπο
Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·
[5] ἔπειθ' ὅτ' ἀμφὶ γηγενῆ μάχην δορὸς
ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς βεβὼς
Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ
ἔκτειναῲφέρ' ἴδω, τοῦτ' ἰδὼν ὄναρ λέγω;
Οὐ μὰ Δί', ἐπεὶ καὶ σκῦλ' ἔδειξα Βακχίῳ.
[10] Καὶ νῦν ἐκείνων μείζον' ἐξαντλῶ πόνον.
Ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
<ἐγὼ> πυθόμενος σὺν τέκνοισι ναυστολῶ
σέθεν κατὰ ζήτησιν. Ἐν πρύμνῃ δ' ἄκρᾳ
[15] αὐτὸς βεβὼς ηὔθυνον ἀμφῆρες δόρυ,
παῖδες δ' <ἐπ'> ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ', ἄναξ.
Ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
[20] ἐξέβαλεν ἡμᾶς τήνδ' ἐς Αἰτναίαν πέτραν,
ἵν' οἱ μονῶπες ποντίου παῖδες θεοῦ
Κύκλωπες οἰκοῦσ' ἄντρ' ἔρημ' ἀνδροκτόνοι.
Τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
δοῦλοι· καλοῦσι δ' αὐτὸν ᾧ λατρεύομεν
[25] Πολύφημον· ἀντὶ δ' εὐίων βακχευμάτων
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
Παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
[30] μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
Καὶ νῦν, τὰ προσταχθέντ', ἀναγκαίως ἔχει
σαίρειν σιδηρᾷ τῇδέ μ' ἁρπάγῃ δόμους,
ὡς τόν τ' ἀπόντα δεσπότην Κύκλωπ' ἐμὸν
[35] καθαροῖσιν ἄντροις μῆλά τ' ἐσδεχώμεθα.
Ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
ποίμνας. Τί ταῦτα; Μῶν κρότος σικινίδων
ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίῳ
κῶμος συνασπίζοντες Ἀλθαίας δόμους
[40] προσῇτ' ἀοιδαῖς βαρβίτων σαυλούμενοι;

Χορός

Παῖ γενναίων μὲν πατέρων
γενναίων δ' ἐκ τοκάδων,
πᾷ δή μοι νίσῃ σκοπέλους;
Οὐ τᾷδ' ὑπήνεμος αὔ-
[45] ρα καὶ ποιηρὰ βοτάνα;
Δινᾶέν δ' ὕδωρ ποταμῶν
ἐν πίστραις κεῖται πέλας ἄν-
τρων, οὗ σοι βλαχαὶ τεκέων.

Ψύττ'· οὐ τᾷδ', οὔ;
[50] Οὐ τᾷδε νεμῇ κλειτὺν δροσεράν;
Ὠή, ῥίψω πέτρον τάχα σου·
ὕπαγ' ὦ ὕπαγ' ὦ κεράστα
μηλοβότα στασιωρὲ
Κύκλωπος ἀγροβάτα.

[55] Σπαργῶντας μαστοὺς χάλασον·
δέξαι θηλαῖσι τροφὰς
ἃς λείπεις ἀρνῶν θαλάμοις.
Ποθοῦσί σ' ἁμερόκοι-
τοι βλαχαὶ σμικρῶν τεκέων.
[60] Εἰς αὐλὰν πότ' ἀμφιλαφῆ
ποιηροὺς λιποῦσα νομοὺς
Αἰτναίων εἴσει σκοπέλων;

Οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
βακχεῖαί τε θυρσοφόροι,
[65] οὐ τυμπάνων ἀλαλαγ-
μοὶ κρήναις παρ' ὑδροχύτοις,
οὐκ οἴνου χλωραὶ σταγόνες·
οὐδ' ἐν Νύσᾳ μετὰ Νυμ-
φᾶν ἴακχον ἴακχον ᾠ-
[70] δὰν μέλπω πρὸς τὰν Ἀφροδί-
ταν, ἃν θηρεύων πετόμαν
βάκχαις σὺν λευκόποσιν.
Ὦ φίλος ὦναξ Βακχεῖε, ποῖ οἰ-
[75] οπολῶν ξανθὰν χαίταν σείεις;
Ἐγὼ δ' ὁ σὸς πρόπολος
Κύκλωπι θητεύω
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
[80] σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
σᾶς χωρὶς φιλίας.

Σιληνός

Σιγήσατ', ὦ τέκν', ἄντρα δ' ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.

Χορός

Χωρεῖτ'· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;

Σιληνός

[85] Ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
κώπης τ' ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ' ἄντρον· ἀμφὶ δ' αὐχέσιν
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ' ὑδρηλούς. Ὦ ταλαίπωροι ξένοι·
[90] τίνες ποτ' εἰσίν; Οὐκ ἴσασι δεσπότην
Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν
τήνδ' ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
Ἀλλ' ἥσυχοι γίγνεσθ', ἵν' ἐκπυθώμεθα
[95] πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.

Ὀδυσσεύς

Ξένοι, φράσαιτ' ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
<Ἔα·> τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
[100] Σατύρων πρὸς ἄντροις τόνδ' ὅμιλον εἰσορῶ.
Χαίρειν προσεῖπον πρῶτα τὸν γεραίτατον.

Σιληνός

Χαῖρ', ὦ ξέν'· ὅστις δ' εἶ φράσον πάτραν τε σήν.

Ὀδυσσεύς

Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

Σιληνός

Οἶδ' ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.

Ὀδυσσεύς

[105] Ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.

Σιληνός

Πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;

Ὀδυσσεύς

Ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.

Σιληνός

Πῶς; Πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;

Ὀδυσσεύς

Ἀνέμων θύελλαι δεῦρό μ' ἥρπασαν βίᾳ.

Σιληνός

[110] Παπαῖ· τὸν αὐτὸν δαίμον' ἐξαντλεῖς ἐμοί.

Ὀδυσσεύς

Ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;

Σιληνός

Λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.

Ὀδυσσεύς

Τίς δ' ἥδε χώρα καὶ τίνες ναίουσί νιν;

Σιληνός

Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.

Ὀδυσσεύς

[115] Τείχη δὲ ποῦ 'στι καὶ πόλεως πυργώματα;

Σιληνός

Οὐκ ἔστ'· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.

Ὀδυσσεύς

Τίνες δ' ἔχουσι γαῖαν; Ἦ θηρῶν γένος;

Σιληνός

Κύκλωπες, ἄντρ' οἰκοῦντες, οὐ στέγας δόμων.

Ὀδυσσεύς

Τίνος κλύοντες; Ἢ δεδήμευται κράτος;

Σιληνός

[120] Μονάδες· ἀκούει δ' οὐδὲν οὐδεὶς οὐδενός.

Ὀδυσσεύς

Σπείρουσι δ' ἢ τῷ ζῶσι; Δήμητρος στάχυν;

Σιληνός

Γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.

Ὀδυσσεύς

Βρομίου δὲ πῶμ' ἔχουσιν, ἀμπέλου ῥοάς;

Σιληνός

Ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.

Ὀδυσσεύς

[125] Φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;

Σιληνός

Γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.

Ὀδυσσεύς

Τί φῄς; Βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;

Σιληνός

Οὐδεὶς μολὼν δεῦρ' ὅστις οὐ κατεσφάγη.

Ὀδυσσεύς

Αὐτὸς δὲ Κύκλωψ ποῦ 'στιν; Ἦ δόμων ἔσω;

Σιληνός

[130] Φροῦδος, πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.

Ὀδυσσεύς

Οἶσθ' οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;

Σιληνός

Οὐκ οἶδ', Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.

Ὀδυσσεύς

Ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.

Σιληνός

Οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.

Ὀδυσσεύς

[135] Ἀλλ' ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.

Σιληνός

Καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.

Ὀδυσσεύς

Ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.

Σιληνός

Σὺ δ' ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;

Ὀδυσσεύς

Οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.

Σιληνός

[140] Ὦ φίλτατ' εἰπών, οὗ σπανίζομεν πάλαι.

Ὀδυσσεύς

Καὶ μὴν Μάρων μοι πῶμ' ἔδωκε, παῖς θεοῦ.

Σιληνός

Ἂν ἐξέθρεψα ταῖσδ' ἐγώ ποτ' ἀγκάλαις;

Ὀδυσσεύς

Ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.

Σιληνός

Ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;

Ὀδυσσεύς

[145] Ὅδ' ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾷς, γέρον.

Σιληνός

Οὗτος μὲν οὐδ' ἂν τὴν γνάθον πλήσειέ μου.

Ὀδυσσεύς

<Τοῦτον μὲν οὖν τὸν ἀσκὸν οὐκ ἂν ἐκπίοις.>

Σιληνός

<Φύει γὰρ ἁσκὸς οἶνον ἐξ αὑτοῦ πάλιν;>

Ὀδυσσεύς

Ναί, δὶς τόσον πῶμ' ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.

Σιληνός

Καλήν γε κρήνην εἶπας ἡδεῖάν τ' ἐμοί.

Ὀδυσσεύς

Βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;

Σιληνός

[150] Δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.

Ὀδυσσεύς

Καὶ μὴν ἐφέλκω καὶ ποτῆρ' ἀσκοῦ μέτα.

Σιληνός

Φέρ' ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.

Ὀδυσσεύς

Ἰδού.

Σιληνός

Παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.

Ὀδυσσεύς

Εἶδες γὰρ αὐτήν;

Σιληνός

Οὐ μὰ Δί', ἀλλ' ὀσφραίνομαι.

Ὀδυσσεύς

[155] Γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ 'παινῇς μόνον.

Σιληνός

Βαβαί· χορεῦσαι παρακαλεῖ μ' ὁ Βάκχιος.
Ἆ ἆ ἆ.

Ὀδυσσεύς

Μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;

Σιληνός

Ὥστ' εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.

Ὀδυσσεύς

[160] Πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.

Σιληνός

Χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.

Ὀδυσσεύς

Ἐκφέρετέ νυν τυρεύματ' ἢ μήλων τόκον.

Σιληνός

[163] Δράσω τάδ', ὀλίγον φροντίσας γε δεσποτῶν.
Ὡς ἐκπιεῖν κἂν κύλικα βουλοίμην μίαν,
[165] πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
ῥῖψαι τ' ἐς ἅλμην Λευκάδος πέτρας ἄπο
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
Ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
ἵν' ἔστι τουτί τ' ὀρθὸν ἐξανιστάναι
[170] μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένον
ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ' ἅμα
κακῶν τε λῆστις. Εἶτ' ἐγὼ <οὐ> κυνήσομαι
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;

Χορός

[175] Ἄκου', Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.

Ὀδυσσεύς

Καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.

Χορός

Ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;

Ὀδυσσεύς

Καὶ πάντα γ' οἶκον Πριαμιδῶν ἐπέρσαμεν.

Χορός

[179] Οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
[180] ἅπαντες αὐτὴν διεκροτήσατ' ἐν μέρει,
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,
τὴν προδότιν; Ἢ τοὺς θυλάκους τοὺς ποικίλους
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
[185] ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
λῷστον λιποῦσα. Μηδαμοῦ γένος ποτὲ
φῦναι γυναικῶν ὤφελ', εἰ μὴ 'μοὶ μόνῳ.

Σιληνός

[188] Ἰδού· τάδ' ὑμῖν ποιμνίων βοσκήματα,
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
[190] πηκτοῦ γάλακτός τ' οὐ σπάνια τυρεύματα.
Φέρεσθε· χωρεῖθ' ὡς τάχιστ' ἄντρων ἄπο,
βότρυος ἐμοὶ πῶμ' ἀντιδόντες εὐίου.
Οἴμοι· Κύκλωψ ὅδ' ἔρχεται· τί δράσομεν;

Ὀδυσσεύς

Ἀπολώλαμέν τἄρ', ὦ γέρον· ποῖ χρὴ φυγεῖν;

Σιληνός

[195] Ἔσω πέτρας τῆσδ', οὗπερ ἂν λάθοιτέ γε.

Ὀδυσσεύς

Δεινὸν τόδ' εἶπας, ἀρκύων μολεῖν ἔσω.

Σιληνός

Οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.

Ὀδυσσεύς

[198] Οὐ δῆτ'· ἐπεί τἂν μεγάλα γ' ἡ Τροία στένοι,
εἰ φευξόμεσθ' ἕν' ἄνδρα, μυρίον δ' ὄχλον
[200] Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
Ἀλλ', εἰ θανεῖν δεῖ, κατθανούμεθ' εὐγενῶς
ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.

Κύκλωψ

[203] Ἄνεχε πάρεχε· τί τάδε; Τίς ἡ ῥᾳθυμία;
Τί βακχιάζετ'; Οὐχὶ Διόνυσος τάδε,
[205] οὐ κρόταλα χαλκοῦ τυμπάνων τ' ἀράγματα.
Πῶς μοι κατ' ἄντρα νεόγονα βλαστήματα;
Ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων
πλευρὰς τρέχουσι, σχοινίνοις τ' ἐν τεύχεσιν
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
[210] Τί φατε; Τί λέγετε; Τάχα τις ὑμῶν τῷ ξύλῳ
δάκρυα μεθήσει. Βλέπετ' ἄνω καὶ μὴ κάτω.

Χορός

Ἰδού· πρὸς αὐτὸν τὸν Δί' ἀνακεκύφαμεν
τά τ' ἄστρα, καὶ τὸν Ὠρίωνα δέρκομαι.

Κύκλωψ

Ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;

Χορός

[215] Πάρεστιν. Ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.

Κύκλωψ

Ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;

Χορός

Ὥστ' ἐκπιεῖν γέ σ', ἢν θέλῃς, ὅλον πίθον.

Κύκλωψ

Μήλειον ἢ βόειον ἢ μεμιγμένον;

Χορός

Ὃν ἂν θέλῃς σύ· μὴ 'μὲ καταπίῃς μόνον.

Κύκλωψ

[220] Ἥκιστ'· ἐπεί μ' ἂν ἐν μέσῃ τῇ γαστέρι
πηδῶντες ἀπολέσαιτ' ἂν ὑπὸ τῶν σχημάτων.
Ἔα· τίν' ὄχλον τόνδ' ὁρῶ πρὸς αὐλίοις;
Λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
Ὁρῶ γέ τοι τούσδ' ἄρνας ἐξ ἄντρων ἐμῶν
[225] στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε
πληγαῖς μέτωπον φαλακρὸν ἐξῳδηκότα.

Σιληνός

Ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.

Κύκλωψ

Ὑπὸ τοῦ; Τίς ἐς σὸν κρᾶτ' ἐπύκτευσεν, γέρον;

Σιληνός

[230] Ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ' οὐκ εἴων φέρειν.

Κύκλωψ

Οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;

Σιληνός

[232] Ἔλεγον ἐγὼ τάδ'· οἱ δ' ἐφόρουν τὰ χρήματα,
καὶ τόν τε τυρὸν οὐκ ἐῶντος ἤσθιον
τούς τ' ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
[235] κλῳῷ τριπήχει κατὰ τὸν ὀφθαλμὸν μέσον
τὰ σπλάγχν' ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
μάστιγί τ' εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,
κἄπειτα συνδήσαντες ἐς θἀδώλια
τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
[240] πέτρους μοχλεύειν, ἢ 'ς μυλῶνα καταβαλεῖν.

Κύκλωψ

[241] Ἀληθες; Οὔκουν κοπίδας ὡς τάχιστ' ἰὼν
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
ἐπιθεὶς ἀνάψεις; Ὡς σφαγέντες αὐτίκα
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ' ἄνθρακος
[245] θερμὴν διδόντες δαῖτα τῷ κρεανόμῳ,
τὰ δ' ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
Ὡς ἔκπλεώς γε δαιτός εἰμ' ὀρεσκόου·
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
ἐλάφων τε, χρόνιος δ' εἴμ' ἀπ' ἀνθρώπων βορᾶς.

Σιληνός

[250] Τὰ καινά γ' ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,
ἡδίον' ἐστίν. Οὐ γὰρ οὖν νεωστί γε
ἄλλοι πρὸς οἴκους σοὺς ἀφίκοντο ξένοι.

Ὀδυσσεύς

[253] Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
Ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
[255] σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
Τοὺς δ' ἄρνας ἡμῖν οὗτος ἀντ' οἴνου σκύφου
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
Ἀλλ' οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
[260] ἐπεί γ' ἐλήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.

Σιληνός

Ἐγώ; Κακῶς γ' ἄρ' ἐξόλοι'.

Ὀδυσσεύς

Εἰ ψεύδομαι.

Σιληνός

[262] Μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ', ὦ Κύκλωψ,
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
[265] μὰ θαἰερὰ κύματ' ἰχθύων τε πᾶν γένος,
ἀπώμοσ', ὦ κάλλιστον ὦ Κυκλώπιον,
ὦ δεσποτίσκε, μὴ τὰ σ' ἐξοδᾶν ἐγὼ
ξένοισι χρήματ'. Ἢ κακῶς οὗτοι κακοὶ
οἱ παῖδες ἀπόλοινθ', οὓς μάλιστ' ἐγὼ φιλῶ.

Χορός

[270] Αὐτὸς ἔχ'. Ἔγωγε τοῖς ξένοις τὰ χρήματα
περνάντα σ' εἶδον· εἰ δ' ἐγὼ ψευδῆ λέγω,
ἀπόλοιθ' ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.

Κύκλωψ

Ψεύδεσθ'· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
[275] Θέλω δ' ἐρέσθαι· πόθεν ἐπλεύσατ', ὦ ξένοι;
Ποδαποί; Τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;

Ὀδυσσεύς

[277] Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ' ἄπο,
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.

Κύκλωψ

[280] Ἦ τῆς κακίστης οἳ μετήλθεθ' ἁρπαγὰς
Ἑλένης Σκαμάνδρου γείτον' Ἰλίου πόλιν;

Ὀδυσσεύς

Οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.

Κύκλωψ

Αἰσχρὸν στράτευμά γ', οἵτινες μιᾶς χάριν
γυναικὸς ἐξεπλεύσατ' ἐς γαῖαν Φρυγῶν.

Ὀδυσσεύς

[285] Θεοῦ τὸ πρᾶγμα· μηδέν' αἰτιῶ βροτῶν.
Ἡμεῖς δέ σ', ὦ θεοῦ ποντίου γενναῖε παῖ,
ἱκετεύομέν τε καὶ ψέγομεν ἐλευθέρως·
μὴ τλῇς πρὸς οἴκους σοὺς ἀφιγμένους φίλους
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
[290] οἳ τὸν σόν, ὦναξ, πατέρ' ἔχειν ναῶν ἕδρας
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς·
ἱερᾶς τ' ἄθραυστος Ταινάρου μένει λιμὴν
Μαλέας τ' ἄκρας κευθμῶνες ἥ τε Σουνίου
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
[295] Γεραίστιοί τε καταφυγαί· τά θ' Ἑλλάδος
δύσφρον' ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν.
Ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
οἰκεῖς ὑπ' Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.

Νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
[300] ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι·
<τούτων δίκαιόν σου τυχεῖν ἡμᾶς, ἄναξ,>
Οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
Ἅλις δὲ Πριάμου γαῖ' ἐχήρωσ' Ἑλλάδα,
[305] πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
ἀλόχους τ' ἀνάνδρους γραῦς τ' ἄπαιδας ὤλεσεν
πολιούς τε πατέρας. Εἰ δὲ τοὺς λελειμμένους
σὺ συμπυρώσας δαῖτ' ἀναλώσεις πικράν,
ποῖ τρέψεταί τις; Ἀλλ' ἐμοὶ πιθοῦ, Κύκλωψ·
[310] πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ' εὐσεβὲς
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.

Σιληνός

Παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
μηδὲν λίπῃς τοῦδ', ἤν τε τὴν γλῶσσαν δάκῃς,
[315] κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.

Κύκλωψ

[316] Ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
τὰ δ' ἄλλα κόμποι καὶ λόγων εὐμορφία.
Ἄκρας δ' ἐναλίας αἷς καθίδρυται πατὴρ
χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;
[320] Ζηνὸς δ' ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
οὐδ' οἶδ' ὅ τι Ζεύς ἐστ' ἐμοῦ κρείσσων θεός.
<Ἀλλ' εἴ τι τοῦδε καὶ πάροιθ' ἐφρόντισα,>4
οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ' οὔ μοι μέλει
ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
ἐν τῇδε πέτρᾳ στέγν' ἔχων σκηνώματα,
[325] ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
δαινύμενος ἑστιῶ τι γαστέρ' ὑπτίαν,
εἶτ' ἐκπιὼν γάλακτος ἀμφορέα πλέων
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
Ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
[330] δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.
Ἡ γῆ δ' ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
Ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ' οὔ,
[335] καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
Ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ' ἡμέραν,
Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
λυπεῖν δὲ μηδὲν αὑτόν. Οἳ δὲ τοὺς νόμους
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
[340] κλαίειν ἄνωγα· τὴν <δ'> ἐμὴν ψυχὴν ἐγὼ
οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.
Ξένια δὲ λήψῃ τοιάδ', ὡς ἄμεμπτος ὦ,
πῦρ καὶ πατρῷον ἅλα λέβητά θ', ὃς ζέσας
σὴν σάρκα δυσφάρωτον ἀμφέξει καλῶς.
[345] Ἀλλ' ἕρπετ' εἴσω, τοῦ κατ' αὔλιον θεοῦ
ἵν' ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.

Ὀδυσσεύς

[347] Αἰαῖ, πόνους μὲν Τρωϊκοὺς ὑπεξέδυν
θαλασσίους τε, νῦν δ' ἐς ἀνδρὸς ἀνοσίου
ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν.
[350] Ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθη.
Σύ τ', ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας
Ζεῦ ξένι', ὅρα τάδ'· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
[355] ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.

Χορός

[356] Εὐρείας λάρυγγος, ὦ Κύκλωψ,
ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο <θερμὰ>
χναύειν βρύκειν
κρεοκοπεῖν μέλη ξένων
[360] δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.

Μὴ 'μοὶ μὴ προσδίδου·
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
Χαιρέτω μὲν αὖλις ἅδε,
χαιρέτω δὲ θυμάτων
[365] ἀποβώμιος ἃν ἀνέχει θυσία
Κύκλωψ Αἰτναῖος ξενικῶν
κρεῶν κεχαρμένος βορᾷ.

[370] Νηλής, τλᾶμον, ὅστε δωμάτων
ἐφεστίους ἱκτῆρας ἐκθύει ξένους,
[373] ἑφθά τε δαινύμενος, μυσαροῖσί τ' ὀδοῦσιν
[372] κόπτων βρύκων
[374] θέρμ' ἀπ' ἀνθράκων κρέα

Ὀδυσσεύς

[375] Ὦ Ζεῦ, τί λέξω, δείν' ἰδὼν ἄντρων ἔσω
κοὐ πιστά, μύθοις εἰκότ' οὐδ' ἔργοις βροτῶν;

Χορός

Τί δ' ἔστ', Ὀδυσσεῦ; Μῶν τεθοίναται σέθεν
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;

Ὀδυσσεύς

Δισσούς γ' ἀθρήσας κἀπιβαστάσας χεροῖν,
[380] οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.

Χορός

Πῶς, ὦ ταλαίπωρ', ἦτε πάσχοντες τάδε;

Ὀδυσσεύς

[382] Ἐπεὶ πετραίαν τήνδ' ἐσήλθομεν στέγην,
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
[385] τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,
[392] καὶ χάλκεον λέβητ' ἐπέζεσεν πυρί,
[386] ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
Κρατῆρα δ' ἐξέπλησεν ὡς δεκάμφορον,
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,
[390] σκύφος τε κισσοῦ παρέθετ' εἰς εὖρος τριῶν
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,
[393] ὀβελούς τ', ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
[395] Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
Ὡς δ' ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
[399] τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον
[398] ἔσφαζ' ἑταίρων τῶν ἐμῶν ῥυθμῷ τινι,
[400] τὸν δ' αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου
ἐγκέφαλον ἐξέρρανε· καὶ διαρταμῶν
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί,
τὰ δ' ἐς λέβητ' ἐφῆκεν ἕψεσθαι μέλη.
[405] Ἐγὼ δ' ὁ τλήμων δάκρυ' ἀπ' ὀφθαλμῶν χέων
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
ἅλλοι δ' ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
πτήξαντες εἶχον, αἷμα δ' οὐκ ἐνῆν χροί̈.
Ἐπεὶ δ' ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
[410] ἀνέπεσε, φάρυγος αἰθέρ' ἐξανεὶς βαρύν,
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
λέγων τάδ'· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
σκέψαι τόδ' οἷον Ἑλλὰς ἀμπέλων ἄπο
[415] θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
Ὁ δ' ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
ἐδέξατ' ἔσπασέν <τ'> ἄμυστιν ἑλκύσας
κἀπῄνεσ' ἄρας χεῖρα· Φίλτατε ξένων,
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
[420] Ἡσθέντα δ' αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
Καὶ δὴ πρὸς ᾠδὰς εἷρπ'. Ἐγὼ δ' ἐπεγχέων
ἄλλην ἐπ' ἄλλῃ σπλάγχν' ἐθέρμαινον ποτῷ.
[425] ᾌδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
ἄμουσ', ἐπηχεῖ δ' ἄντρον. Ἐξελθὼν δ' ἐγὼ
σιγῇ σὲ σῶσαι κἄμ', ἐὰν βούλῃ, θέλω.
Ἀλλ' εἴπατ' εἴτε χρῄζετ' εἴτ' οὐ χρῄζετε
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
[430] ναίειν μέλαθρα Ναί̈δων νυμφῶν μέτα.
Ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ' ᾔνεσεν·
ἀλλ' ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
πτέρυγας ἀλύει· σὺ δέ νεανίας γὰρ εἶ
[435] σώθητι μετ' ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
Διόνυσον ἀνάλαβ', οὐ Κύκλωπι προσφερῆ.

Χορός

[437] Ὦ φίλτατ', εἰ γὰρ τήνδ' ἴδοιμεν ἡμέραν
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
Ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
[440] χηρεύομεν τόνδ' οὐκ ἔχομεν καταφαγεῖν.

Ὀδυσσεύς

Ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.

Χορός

Λέγ', ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
κιθάρας κλύοιμεν ἢ Κύκλωπ' ὀλωλότα.

Ὀδυσσεύς

[445] Ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.

Χορός

Ξυνῆκ'· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
σφάξαι μενοινᾷς ἢ πετρῶν ὦσαι κάτα.

Ὀδυσσεύς

Οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία.

Χορός

[450] Πῶς δαί; Σοφόν τοί σ' ὄντ' ἀκούομεν πάλαι.

Ὀδυσσεύς

[451] Κώμου μὲν αὐτὸν τοῦδ' ἀπαλλάξαι, λέγων
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
μόνον δ' ἔχοντα βίοτον ἡδέως ἄγειν.
Ὅταν δ' ὑπνώσσῃ Βακχίου νικώμενος,
[455] ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
ὃν φασγάνῳ τῷδ' ἐξαποξύνας ἄκρον
ἐς πῦρ καθήσω· κᾆθ' ὅταν κεκαυμένον
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
Κύκλωπος ὄψιν ὄμμα τ' ἐκτήξω πυρί.
[460] Ναυπηγίαν δ' ὡσεί τις ἁρμόζων ἀνὴρ
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.

Χορός

Ἰοὺ ἰού·
[465] γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.

Ὀδυσσεύς

Κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
διπλαῖσι κώπαις τῆσδ' ἀποστελῶ χθονός.

Χορός

[469] Ἔστ' οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
[470] κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
δαλοῦ; Φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.

Ὀδυσσεύς

Δεῖ γοῦν· μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.

Χορός

Ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
[475] ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.

Ὀδυσσεύς

Σιγᾶτέ νυν· δόλον γὰρ ἐξεπίστασαι·
χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν
πείθεσθ'. Ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
[480] Καίτοι φύγοιμ' ἂν κἀκβέβηκ' ἄντρου μυχῶν·
ἀλλ' οὐ δίκαιον ἀπολιπόντ' ἐμοὺς φίλους
ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.

Χορός

[483] Ἄγε, τίς πρῶτος, τίς δ' ἐπὶ πρώτῳ
ταχθεὶς δαλοῦ κώπην ὀχμάσαι
[485] Κύκλωπος ἔσω βλεφάρων ὤσας
λαμπρὰν ὄψιν διακναίσει;
ᾨδὴ ἔνδοθεν

Σίγα σίγα. καὶ δὴ μεθύων
Ἄχαριν κέλαδον μουσιζόμενος
[490] σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
χωρεῖ πετρίνων ἔξω μελάθρων.
Φέρε νιν κώμοις παιδεύσωμεν
τὸν ἀπαίδευτον·
πάντως μέλλει τυφλὸς εἶναι.

[495] Μάκαρ ὅστις εὐιάζει
βοτρύων φίλαισι πηγαῖς
ἐπὶ κῶμον ἐκπετασθεὶς
φίλον ἄνδρ' ὑπαγκαλίζων
ἐπὶ δεμνίοισί τ' ἄνθος
[500] χλιδανᾶς ἔχων ἑταίρας,
μυρόχριστον λιπαρὸς βό-
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;

Κύκλωψ

[503] Παπαπαῖ· πλέως μὲν οἴνου,
γάνυμαι <δὲ> δαιτὸς ἥβᾳ,
[505] σκάφος ὁλκὰς ὣς γεμισθεὶς
ποτὶ σέλμα γαστρὸς ἄκρας.
Ὑπάγει μ' ὁ φόρτος εὔφρων
ἐπὶ κῶμον ἦρος ὥραις
ἐπὶ Κύκλωπας ἀδελφούς.
[510] Φέρε μοι, ξεῖνε, φέρ', ἀσκὸν ἔνδος μοι.

Χορός

Καλὸν ὄμμασιν δεδορκὼς
καλὸς ἐκπερᾷ μελάθρων
<κελαδῶν·> Φιλεῖ τις ἡμᾶς.
Λύχνα δ' ἀμμένειν ἔασον·
[515] χρόα χὡς τέρεινα νύμφα
δροσερῶν ἔσωθεν ἄντρων.
Στεφάνων δ' οὐ μία χροιὰ
περὶ σὸν κρᾶτα τάχ' ἐξομιλήσει.

Ὀδυσσεύς

Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
[520] τούτου τρίβων εἴμ', ὃν πιεῖν ἔδωκά σοι.

Κύκλωψ

ὁ Βάκχιος δὲ τίς; Θεὸς νομίζεται;

Ὀδυσσεύς

Μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.

Κύκλωψ

Ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.

Ὀδυσσεύς

Τοιόσδ' ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.

Κύκλωψ

[525] Θεὸς δ' ἐν ἀσκῷ πῶς γέγηθ' οἴκους ἔχων;

Ὀδυσσεύς

Ὅπου τιθῇ τις, ἐνθάδ' ἐστὶν εὐπετής.

Κύκλωψ

Οὐ τοὺς θεοὺς χρῆν σῶμ' ἔχειν ἐν δέρμασιν.

Ὀδυσσεύς

Τί δ', εἴ σε τέρπει γ'; Ἢ τὸ δέρμα σοι πικρόν;

Κύκλωψ

Μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.

Ὀδυσσεύς

[530] Μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.

Κύκλωψ

Οὐ χρή μ' ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;

Ὀδυσσεύς

Ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.

Κύκλωψ

Διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.

Ὀδυσσεύς

Πυγμὰς ὁ κῶμος λοίδορόν τ' ἔριν φιλεῖ.

Κύκλωψ

[535] Μεθύω μέν, ἔμπας δ' οὔτις ἂν ψαύσειέ μου.

Ὀδυσσεύς

Ὦ τᾶν, πεπωκότ' ἐν δόμοισι χρὴ μένειν.

Κύκλωψ

Ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.

Ὀδυσσεύς

Ὃς δ' ἂν μεθυσθείς γ' ἐν δόμοις μείνῃ σοφός.

Κύκλωψ

Τί δρῶμεν, ὦ Σιληνέ; Σοὶ μένειν δοκεῖ;

Σιληνός

[540] Δοκεῖ· τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;

Ὀδυσσεύς

Καὶ μὴν λαχνῶδές γ' οὖδας ἀνθηρᾶς χλόης.

Σιληνός

Καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
Κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.

Κύκλωψ

Ἰδού.
[545] Τί δῆτα τὸν κρατῆρ' ὄπισθ' ἐμοῦ τίθης;

Σιληνός

Ὡς μὴ παριών τις καταβάλῃ.

Κύκλωψ

Πίνειν μὲν οὖν
κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
Σὺ δ', ὦ ξέν', εἰπὲ τοὔνομ' ὅ τι σε χρὴ καλεῖν.

Ὀδυσσεύς

Οὖτιν· χάριν δὲ τίνα λαβών σ' ἐπαινέσω;

Κύκλωψ

[550] Πάντων σ' ἑταίρων ὕστερον θοινάσομαι.

Σιληνός

Καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.

Κύκλωψ

Οὗτος, τί δρᾷς; Τὸν οἶνον ἐκπίνεις λάθρᾳ;

Σιληνός

Οὔκ, ἀλλ' ἔμ' οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.

Κύκλωψ

Κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.

Σιληνός

[555] Οὐ μὰ Δί', ἐπεί μού φησ' ἐρᾶν ὄντος καλοῦ.

Κύκλωψ

Ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.

Σιληνός

Πῶς οὖν κέκραται; Φέρε διασκεψώμεθα.

Κύκλωψ

Ἀπολεῖς· δὸς οὕτως.

Σιληνός

Οὐ μὰ Δί', οὐ πρὶν ἄν γέ σε
στέφανον ἴδω λαβόντα γεύσωμαί τέ τι.

Κύκλωψ

[560] Οἱνοχόος ἄδικος.

Σιληνός

<Ναὶ> μὰ Δί', ἀλλ' οἷνος γλυκύς.
Ἀπομακτέον δέ σοὐστὶν ὡς λήψῃ πιεῖν.

Κύκλωψ

Ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.

Σιληνός

Θές νυν τὸν ἀγκῶν' εὐρύθμως κᾆτ' ἔκπιε,
ὥσπερ μ' ὁρᾷς πίνονταῲχὤσπερ οὐκέτι.

Κύκλωψ

[565] Ἆ ἆ, τί δράσεις;

Σιληνός

Ἡδέως ἠμύστισα.

Κύκλωψ

Λάβ', ὦ ξέν', αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.

Ὀδυσσεύς

Γιγνώσκεται γοῦν ἅμπελος τἠμῇ χερί.

Κύκλωψ

Φέρ' ἔγχεόν νυν.

Ὀδυσσεύς

Ἐγχέω, σίγα μόνον.

Κύκλωψ

Χαλεπὸν τόδ' εἶπας, ὅστις ἂν πίνῃ πολύν.

Ὀδυσσεύς

[570] Ἰδού· λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς·
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.

Κύκλωψ

Παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.

Ὀδυσσεύς

Λἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
[575] ἢν δ' ἐλλίπῃς τι, ξηρανεῖ σ' ὁ Βάκχιος.

Κύκλωψ

Ἰοὺ ἰού·
ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
Ὁ δ' οὐρανός μοι συμμεμιγμένος δοκεῖ
τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
[580] λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
Οὐκ ἂν φιλήσαιμ'; Αἱ Χάριτες πειρῶσί με.
Ἅλις· Γανυμήδη τόνδ' ἔχων ἀναπαύσομαι
κάλλιον ἢ τὰς Χάριτας. Ἥδομαι δέ πως
τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.

Σιληνός

[585] Ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;

Κύκλωψ

Ναὶ μὰ Δί', ὃν ἁρπάζω γ' ἐγὼ 'κ τῆς Δαρδάνου.

Σιληνός

Ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.

Κύκλωψ

Μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;

Σιληνός

Οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.

Ὀδυσσεύς

[590] Ἀγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
ἔνδον μὲν ἁνήρ· τῷ δ' ὕπνῳ παρειμένος
τάχ' ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
Δαλὸς δ' ἔσωθεν αὐλίων πνέων καπνὸν
παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν
[595] Κύκλωπος ὄψιν· ἀλλ' ὅπως ἀνὴρ ἔσῃ.

Χορός

Πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
Χώρει δ' ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν
ἀπάλαμνον· ὥς σοι τἀνθάδ' ἐστὶν εὐτρεπῆ.

Ὀδυσσεύς

[599] Ἥφαιστ', ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
[600] λαμπρὸν πυρώσας ὄμμ' ἀπαλλάχθηθ' ἅπαξ,
σύ τ', ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ', Ὕπνε,
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
καὶ μὴ 'πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις
αὐτόν τε ναύτας τ' ἀπολέσητ' Ὀδυσσέα
[605] ὑπ' ἀνδρὸς ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
Ἢ τὴν τύχην μὲν δαίμον' ἡγεῖσθαι χρεών,
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.

Χορός

[608] Λήψεται τὸν τράχηλον
ἐντόνως ὁ καρκίνος
[610] τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
φωσφόρους ὀλεῖ κόρας.
ἤδη δαλὸς ἠνθρακωμένος
[615] κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
ἔρνος. ἀλλ' ἴτω Μάρων,
πρασσέτω,
μαινομένου 'ξελέτω βλέφαρον
Κύκλωπος, ὡς πίῃ κακῶς.
κἆτ' ἐγὼ
[620] τὸν φιλοκισσοφόρον Βρόμιον
ποθεινὸν εἰσιδεῖν θέλω,
Κύκλωπος λιπὼν ἐρημίαν·
ἆρ' ἐς τοσόνδ' ἀφίξομαι;

Ὀδυσσεύς

[625] Σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
ὡς μὴ 'ξεγερθῇ τὸ κακόν, ἔστ' ἂν ὄμματος
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.

Χορός

Σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.

Ὀδυσσεύς

[630] Ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
ἔσω μολόντες· διάπυρος δ' ἐστὶν καλῶς.

Χορός

Οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;

Χορός α

[635] Ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.

Χορός β

Ἡμεῖς δὲ χωλοί γ' ἀρτίως γεγενήμεθα.

Χορός α

Ταὐτὸν πεπόνθατ' ἆρ' ἐμοί· τοὺς γὰρ πόδας
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ' ἐξ ὅτου.

Ὀδυσσεύς

[640] Ἑστῶτες ἐσπάσθητε;

Χορός α

Καὶ τά γ' ὄμματα
μέστ' ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.

Ὀδυσσεύς

Ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.

Χορός

[643] Ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ' οἰκτίρομεν
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
[645] τυπτόμενος, αὕτη γίγνεται πονηρία;
Ἀλλ' οἶδ' ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
ὥστ' αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

Ὀδυσσεύς

Πάλαι μὲν ᾔδη σ' ὄντα τοιοῦτον φύσει,
[650] νῦν δ' οἶδ' ἄμεινον. τοῖσι δ' οἰκείοις φίλοις
χρῆσθαί μ' ἀνάγκη. χειρὶ δ' εἰ μηδὲν σθένεις,
ἀλλ' οὖν ἐπεγκέλευέ γ', ὡς εὐψυχίαν
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.

Χορός

Δράσω τάδ'. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
[655] κελευσμάτων δ' ἕκατι τυφέσθω Κύκλωψ.

Χορός

[656] Ἰὼ ἰώ·
ὠθεῖτε γενναιότατα,
σπεύδετ', ἐκκαίετ' ὀφρὺν
θηρὸς τοῦ ξενοδαίτα.
τυφέτ' ὦ, καιέτ' ὦ
[660] τὸν Αἴτνας μηλονόμον.
τόρνευ' ἕλκε, μὴ 'ξοδυνη-
θεὶς δράσῃ τι μάταιον.

Κύκλωψ

Ὤμοι, κατηνθρακώμεθ' ὀφθαλμοῦ σέλας.

Χορός

Καλός γ' ὁ παιάν· μέλπε μοι τόνδ' αὖ, Κύκλωψ.

Κύκλωψ

[665] Ὤμοι μάλ', ὡς ὑβρίσμεθ', ὡς ὀλώλαμεν.
ἀλλ' οὔτι μὴ φύγητε τῆσδ' ἔξω πέτρας
χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
σταθεὶς φάραγγος τῆσδ' ἐναρμόσω χέρας.

Χορός

Τί χρῆμ' ἀυτεῖς, ὦ Κύκλωψ;

Κύκλωψ

Ἀπωλόμην.

Χορός

[670] Αἰσχρός γε φαίνῃ.

Κύκλωψ

Κἀπὶ τοῖσδέ γ' ἄθλιος.

Χορός

Μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;

Κύκλωψ

Οὖτίς μ' ἀπώλεσ'.

Χορός

Οὐκ ἄρ' οὐδείς <σ'> ἠδίκει.

Κύκλωψ

Οὖτίς με τυφλοῖ βλέφαρον.

Χορός

Οὐκ ἄρ' εἶ τυφλός.

Κύκλωψ

Ὡς δὴ σύ.

Χορός

Καὶ πῶς σ' οὔτις ἂν θείη τυφλόν;

Κύκλωψ

[675] Σκώπτεις. ὁ δ' Οὖτις ποῦ 'στιν;

Χορός

Οὐδαμοῦ, Κύκλωψ.

Κύκλωψ

Ὁ ξένος ἵν' ὀρθῶς ἐκμάθῃς μ' ἀπώλεσεν,
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.

Χορός

Δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.

Κύκλωψ

Πρὸς θεῶν, πεφεύγασ' ἢ μένουσ' ἔσω δόμων;

Χορός

[680] Οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
λαβόντες ἑστήκασι.

Κύκλωψ

Ποτέρας τῆς χερός;

Χορός

Ἐν δεξιᾷ σου.

Κύκλωψ

Ποῦ;

Χορός

Πρὸς αὐτῇ τῇ πέτρᾳ.
ἔχεις;

Κύκλωψ

Κακόν γε πρὸς κακῷ· τὸ κρανίον
παίσας κατέαγα.

Χορός

Καί σε διαφεύγουσί γε.

Κύκλωψ

[685] Οὐ τῇδέ πῃ, τῇδ' εἶπας;

Χορός

Οὔ· ταύτῃ λέγω.

Κύκλωψ

Πῇ γάρ;

Χορός

Περιάγου κεῖσε, πρὸς τἀριστερά.

Κύκλωψ

Οἴμοι γελῶμαι· κερτομεῖτέ μ' ἐν κακοῖς.

Χορός

Ἀλλ' οὐκέτ', ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.

Κύκλωψ

Ὦ παγκάκιστε, ποῦ ποτ' εἶ;

Ὀδυσσεύς

Τηλοῦ σέθεν
[690] φυλακαῖσι φρουρῶ σῶμ' Ὀδυσσέως τόδε.

Κύκλωψ

Πῶς εἶπας; Ὄνομα μεταβαλὼν καινὸν λέγεις.

Ὀδυσσεύς

Ὅπερ μ' ὁ φύσας ὠνόμαζ' Ὀδυσσέα,
δώσειν δ' ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν
[695] εἰ μή σ' ἑταίρων φόνον ἐτιμωρησάμην.

Κύκλωψ

Αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται·
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ' ἔφη
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
δίκας ὑφέξειν ἀντὶ τῶνδ' ἐθέσπισεν,
[700] πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.

Ὀδυσσεύς

Κλαίειν σ' ἄνωγα· καὶ δέδραχ' ὅπερ λέγεις.
ἐγὼ δ' ἐπ' ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
ἥσω 'πὶ πόντον Σικελὸν ἔς τ' ἐμὴν πάτραν.

Κύκλωψ

[704] Οὐ δῆτ', ἐπεί σε τῆσδ' ἀπορρήξας πέτρας
[705] αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
ἄνω δ' ἐπ' ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
δι' ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.

Χορός

Ἡμεῖς δὲ συνναῦταί γε τοῦδ' Ὀδυσσέως
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.