Κυνίσκας Έρως ή Αισχίνης και Θυώνιχος

Από Βικιθήκη
Κυνίσκας Ἔρως
Συγγραφέας:


ΑΙΣΧΙΝΑΣ

Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.

ΘΥΩΝΙΧΟΣ

 ἄλλα τοιαῦτα
Αἰσχίνᾳ.

ΑΙΣΧΙΝΑΣ

 ὡς χρόνιος.

ΘΥΩΝΙΧΟΣ

 χρόνιος. τί δέ τοι τὸ μέλημα;

ΑΙΣΧΙΝΑΣ

πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.

ΘΥΩΝΙΧΟΣ

 ταῦτ᾽ ἄρα λεπτός,
χὠ μύσταξ πολὺς οὗτος, ἀϋσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δ᾽ ἔφατ᾽ ἦμεν.

ΑΙΣΧΙΝΑΣ

ἤρατο μὰν καὶ τῆνος;

ΘΥΩΝΙΧΟΣ

 ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.

ΑΙΣΧΙΝΑΣ

παίσδεις ὠγάθ᾽ ἔχων· ἐμὲ δ᾽ ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.

ΘΥΩΝΙΧΟΣ

τοιοῦτος μὲν ἀεὶ τὺ φίλ᾽ Αἰσχίνα, ἀσυχᾷ ὀξύς, 10
πάντ᾽ ἐθέλων κατὰ καιρόν· ὅμως δ᾽ εἶπον, τί τὸ καινόν;

ΑΙΣΧΙΝΑΣ

Ὡργεῖος κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
ἐν χώρῳ παρ᾽ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ Βίβλινον αὐτοῖς
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ·
βολβοτίνα, κοχλίας ἐξαιρέθη. ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος, ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατον
ὦτινος ἦθελ᾽ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
ἄμμὲς μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο· 20
ἃ δ᾽ οὐδέν, παρεόντος ἐμεῦ. τίν᾽ ἔχειν με δοκεῖς νῶν;
«οὐ φθεγξῇ; Λύκον εἶδες;» ἔπαιξέ τις. «ὡς σοφός» εἶπε,
κἠφᾶπτ᾽· εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
εὐμάκης, ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν·
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
χἀμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποχ᾽ ἁσυχᾷ οὕτως·
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
χὠ Λαρισαῖος «τὸν ἐμὸν λύκον» ᾆδεν ἀπ᾽ ἀρχᾶς, 30

Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
ἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγών, τὸν ἴσαις τύ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, «οὔ τοι ἀρέσκω;
ἄλλος τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τεὰ δάκρυα μᾶλα ῥέοντι.»
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· 40
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
ἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον·
αἶνός θην λέγεταί τις· «ἔβα καὶ ταῦρος ἀν᾽ ὕλαν.»
εἰκάδι· ταὶ δ᾽ ὀκτώ, ταὶ δ᾽ ἐννέα, ταὶ δέ δέκ᾽ ἄλλαι,
σάμερον ἑνδεκάτα· ποτίθες δέκα, καὶ δύο μῆνες,
ἔξ ὧ ἀπ᾽ ἀλλάλων· οὐδ᾽ εἰ Θρᾳκιστὶ κέκαρμαι,
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται·
ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοὶ,
δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.
κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντα κεν εἰς δέον ἕρποι. 50

νῦν δὲ πόθεν; μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας.
χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα· πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς
ἐκπλεύσας ὑγιὴς ἐπανῆνθ᾽, ἐμὸς ἁλικιώτας.
πλευσοῦμαι κἠγὼν διαπόντιος· οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.

ΘΥΩΝΙΧΟΣ

ὤφελε μὲν χωρεῖν κατὰ νῶν τεόν, ὧν ἐπεθύμεις
Αἰσχίνα. εἰ δ᾽ οὕτως ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν,
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος.

ΑΙΣΧΙΝΑΣ

τἆλλα δ᾽ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; 60

ΘΥΩΝΙΧΟΣ

εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων,
οἷα χρὴ βασιλῆ᾽· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ
Αἰσχίνα. ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακὼς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. 70