Μετάβαση στο περιεχόμενο

Ιστορική Βιβλιοθήκη/ΙΖ

Από Βικιθήκη
Ιστορική Βιβλιοθήκη
Συγγραφέας:
Βίβλος ΙΖ΄
Diodori Bibliotheca Historica. Diodorus Siculus. Immanel Bekker. Ludwig Dindorf. Friedrich Vogel. Kurt Theodor Fischer. in aedibus B. G. Teubneri. Leipzig. 1903-1906.


Τῶν Διοδώρου βύβλων τῆς ἑπτακαιδεκάτης εἰς δύο διῃρημένης
ἡ πρώτη περιέχει τάδε.

ὡς Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν κατέστησε τὰ κατὰ τὴν ἀρχήν.

ὡς τὰ νεωτερίζοντα τῶν ἐθνῶν ἀνεκτήσατο.

ὡς Θήβας κατασκάψας καὶ φόβον ἐπιστήσας τοῖς Ἕλλησι στρατηγὸς αὐτοκράτωρ τῆς Ἑλλάδος ᾑρέθη.

ὡς διαβὰς εἰς τὴν Ἀσίαν τοὺς σατράπας ἐνίκησε περὶ τὸν ἐν Φρυγίᾳ Γρανικὸν ποταμόν.

ὡς Μίλητον καὶ Ἁλικαρνασσὸν ἐξεπολιόρκησεν.

μάχη Δαρείου πρὸς Ἀλέξανδρον ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ νίκη Ἀλεξάνδρου.

Τύρου πολιορκία καὶ Αἰγύπτου παράληψις καὶ πάροδος εἰς Ἄμμωνα τοῦ βασιλέως.

παράταξις ἐν Ἀρβήλοις Ἀλεξάνδρου πρὸς Δαρεῖον καὶ νίκη Ἀλεξάνδρου.

μάχη Ἀντιπάτρου πρὸς Λακεδαιμονίους καὶ νίκη Ἀντιπάτρου.

ἡ δευτέρα περιέχει τάδε.

Ἀρβήλων ἅλωσις ὑπ᾽ Ἀλεξάνδρου καὶ κατάληψις πολλῶν χρημάτων.

ἀνάληψις τῆς δυνάμεως ἐν Βαβυλῶνι καὶ δωρεαὶ τοῖς ἀνδραγαθήσασι.

παρουσία τῶν ἀποσταλέντων μισθοφόρων καὶ συμμάχων.

διάταξις καὶ κατασκευὴ τῆς δυνάμεως.

ὡς Ἀλέξανδρος παρέλαβε Σοῦσαν καὶ τοὺς ἐν αὐτῇ θησαυρούς.

ὡς τῶν παρόδων ἐγκρατὴς ἐγένετο καὶ τῶν ὀνομαζομένων Σουσιάδων Πυλῶν ἐκράτησεν.

ὡς τοὺς ἀκρωτηριασθέντας Ἑλλήνων εὐεργέτησε καὶ τὴν Περσέπολιν παραλαβὼν διήρπασεν.

ὡς κωμάσας ἐνέπρησε τὰ βασίλεια.

Δαρείου θάνατος ὑπὸ Βήσσου.

Ἀλεξάνδρου στρατεία εἰς τὴν Ὑρκανίαν καὶ τῶν ἐν αὐτῇ φυομένων παραδόξων ἀπαγγελία.

ὡς Ἀλέξανδρος ἐπὶ Μάρδους στρατεύσας κατεπολέμησε τὸ ἔθνος.

ὡς Θάληστρις ἡ τῶν Ἀμαζονίδων βασιλεύουσα συνέμιξεν Ἀλεξάνδρῳ.

ὡς ὁ βασιλεὺς ἀνίκητον ἑαυτὸν εἶναι νομίσας ἐζήλωσε τὴν τῶν Περσῶν τρυφήν.

στρατεία Ἀλεξάνδρου πρὸς τοὺς ἀφεστηκότας Ἀρείους καὶ ἅλωσις τῆς Πέτρας.

ἐπιβουλὴ τοῦ βασιλέως καὶ κόλασις τῶν ἐπιθεμένων, ὧν οἱ ἐπιφανέστατοι Παρμενίων καὶ Φιλώτας.

στρατεία Ἀλεξάνδρου εἰς τοὺς Παροπανισάδας καὶ τὰ πραχθέντα κατ᾽ αὐτήν.

ἡ γενομένη ἐν Ἀρείοις μονομαχία καὶ παράληψις τοῦ ἔθνους.

Βήσσου τοῦ ἀνελόντος Δαρεῖον θάνατος.

ὡς Ἀλέξανδρος διὰ τῆς ἀνύδρου πορευθεὶς πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν.

ὡς τοὺς Βραγχίδας τὸ παλαιὸν ὑπὸ Περσῶν μετοικισθέντας εἰς τὰ ἔσχατα τῆς βασιλείας ὡς προδότας τῶν Ἑλλήνων ἀνεῖλεν Ἀλέξανδρος.

ὡς ὁ βασιλεὺς ἐπὶ Σογδιανοὺς καὶ Σκύθας ἐστράτευσεν.

ὡς οἱ πρωτεύοντες Σογδιανῶν ἀπαγόμενοι πρὸς τὸν θάνατον παραδόξως ἐσώθησαν.

ὡς Ἀλέξανδρος ἀποστάντας τοὺς Σογδιανοὺς κατεπολέμησε καὶ κατέσφαξεν αὐτῶν πλείους τῶν δώδεκα μυριάδων.

ὡς Βακτριανοὺς ἐκόλασε καὶ Σογδιανοὺς τὸ δεύτερον ἐχειρώσατο καὶ πόλεις ἔκτισεν εὐκαίρως πρὸς τὰς τῶν ἀφισταμένων κολάσεις.

ἀπόστασις τρίτη Σογδιανῶν καὶ ἅλωσις τῶν εἰς τὴν Πέτραν καταφυγόντων.

περὶ τοῦ ἐν Βασίστοις κυνηγίου καὶ τοῦ πλήθους τῶν ἐν αὐτῷ θηρίων.

περὶ τῆς εἰς τὸν Διόνυσον ἁμαρτίας καὶ τῆς παρὰ τὸν πότον ἀναιρέσεως Κλείτου.

περὶ τῆς Καλλισθένους τελευτῆς.

στρατεία τοῦ βασιλέως εἰς τοὺς καλουμένους Ναύτακας καὶ φθορὰ τῆς δυνάμεως ὑπὸ πολλῆς χιόνος.

ὡς Ἀλέξανδρος ἐρασθεὶς Ῥωξάνης τῆς Ὀξυάρτου ἔγημεν αὐτὴν καὶ τῶν φίλων πολλοὺς ἔπεισε γῆμαι τὰς τῶν ἐπισήμων βαρβάρων θυγατέρας.

παρασκευὴ τῆς ἐπὶ Ἰνδοὺς στρατείας.

ἐμβολὴ εἰς τὴν Ἰνδικὴν καὶ ἀναίρεσις ἄρδην τοῦ πρώτου ἔθνους πρὸς κατάπληξιν τῶν ἄλλων.

ὡς τὴν Νυσίαν ὀνομαζομένην πόλιν εὐεργέτησε διὰ τὴν ἀπὸ Διονύσου συγγένειαν.

ὡς Μάσσακα πόλιν ὀχυρὰν ἐκπορθήσας τοὺς μισθοφόρους ἅπαντας λαμπρῶς ἀγωνισαμένους κατέκοψεν.

ὡς τὴν Ἄορνον καλουμένην Πέτραν, ἀνάλωτον ἀεὶ γεγενημένην, ἐξεπολιόρκησεν.

ὡς Ταξίλην μὲν τὸν βασιλέα τῶν Ἰνδῶν προσηγάγετο, Πῶρον δὲ μεγάλῃ παρατάξει νικήσας καὶ τοῦ σώματος κρατήσας, ἀπέδωκε τὴν βασιλείαν αὐτῷ δι᾽ ἀνδραγαθίαν.

ἀπαγγελία τῶν κατὰ τὴν χώραν παραδόξων ὄφεών τε καὶ τῶν φυομένων καρπῶν.

ὡς τὰ πλησιόχωρα τῶν ἐθνῶν τὰ μὲν προσηγάγετο, τὰ δὲ κατεπολέμησεν.

ὡς τὴν ὑπὸ Σωπείθην τεταγμένην ἐχειρώσατο.

περὶ τῆς εὐνομίας τῶν ἐν ταύτῃ τῇ χώρᾳ πόλεων.

περὶ τῆς ἀρετῆς τῶν δωρηθέντων Ἀλεξάνδρῳ κυνῶν.

περὶ τῆς ἀφηγήσεως τοῦ Ἰνδῶν βασιλέως.

ὡς τοῦ Ἀλεξάνδρου βουλομένου διαβῆναι τὸν Γάγγην ποταμὸν καὶ στρατεύειν ἐπὶ τοὺς Γανδαρίδας ὀνομαζομένους οἱ Μακεδόνες οὐχ ὑπήκουσαν.

ὡς ὅρια θέμενος τῆς στρατείας ὁ βασιλεὺς ἐπῆλθε τὰ λοιπὰ τῶν Ἰνδῶν.

ὡς διὰ τοῦ Ἰνδοῦ ποταμοῦ κατέπλευσεν ἐπὶ τὸν κατὰ μεσημβρίαν Ὠκεανόν, καὶ τοξευθεὶς ἐκινδύνευσεν.

περὶ τῆς γενομένης μονομαχίας ἐκ προκλήσεως.

περὶ τῶν καταπολεμηθέντων Ἰνδῶν ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ποταμοῦ μέχρι τοῦ Ὠκεανοῦ.

περὶ τῶν παραδόξων καὶ νομίμων παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν θηριώδη βίον ἐχόντων.

ὡς οἱ τὸν Ὠκεανὸν πλεύσαντες συνέμιξαν Ἀλεξάνδρῳ παρὰ θάλατταν ἐστρατοπεδευκότι καὶ τὰ κατὰ τὸν πλοῦν ἀπήγγειλαν.

ὡς πάλιν ἐκπλεύσαντες πολλὴν τῆς παραθαλαττίας χώρας παρέπλευσαν.

ὡς τῶν Περσῶν τρισμυρίους νεανίσκους ἐπιλέξας καὶ παιδεύσας τὰ πολεμικὰ τῶν ἔργων ἀντίταγμα κατεσκεύασε τῇ Μακεδονικῇ φάλαγγι.

ὡς Ἅρπαλος διὰ τὴν τρυφὴν καὶ τὰς ὑπερβολὰς τῶν δαπανημάτων διαβληθεὶς ἔφυγεν ἐκ Βαβυλῶνος καὶ τοῦ δήμου τῶν Ἀθηναίων ἱκέτης ἐγένετο.

ὡς διαδρὰς ἐκ τῆς Ἀττικῆς ἀνῃρέθη καὶ τῶν χρημάτων ἑπτακόσια μὲν τάλαντα παρέθετο τοῖς Ἀθηναίοις, τετρακισχίλια δὲ καὶ μισθοφόρους ὀκτακισχιλίους περὶ Ταίναρον τῆς Λακωνικῆς ἀπέλιπεν.

ὡς Ἀλέξανδρος τοὺς γεγηρακότας τῶν Μακεδόνων χρεολυτήσας καὶ καταναλώσας μύρια τάλαντα ἀπέλυσεν εἰς τὰς πατρίδας.

ὡς στασιαζόντων τῶν Μακεδόνων ἐκόλασε τοὺς αἰτίους.

ὡς Πευκέστης ἤγαγε πρὸς Ἀλέξανδρον ἐκ τῶν Περσῶν ἐπιλέξας τοξότας καὶ σφενδονήτας μυρίους.

ὡς τὰς τάξεις ὁ βασιλεὺς ἐποίησεν ἀναμίξας τοῖς Μακεδόσι Πέρσας.

ὡς τοῖς ἐπιγόνοις παισὶ μυρίοις οὖσι τὰς δαπάνας καὶ παιδείας μισθοὺς ἅπασιν ἐχορήγει.

ὡς Λεωσθένης ἤρξατο κινεῖν τὸν πρὸς Μακεδόνας πόλεμον.

ὡς Ἀλέξανδρος ἐπὶ Κοσσαίους ἐστράτευσεν.

ὡς πορευομένου τοῦ βασιλέως εἰς Βαβυλῶνα προεῖπον οἱ Χαλδαῖοι τῷ Ἀλεξάνδρῳ τελευτήσειν αὐτόν, ἐὰν εἰς τὴν Βαβυλῶνα εἰσέλθῃ.

ὡς ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν κατεπλάγη καὶ παρήλλαξε τὴν Βαβυλῶνα, ὕστερον δ᾽ ὑπὸ τῶν Ἑλληνικῶν φιλοσόφων πεισθεὶς κατήντησεν εἰς τὴν πόλιν.

περὶ τοῦ πλήθους τῶν παραγενομένων πρεσβειῶν.

περὶ τῆς Ἡφαιστίωνος ταφῆς καὶ τοῦ πλήθους τῶν εἰς αὐτὴν δαπανηθέντων χρημάτων.

περὶ τῶν σημείων τῶν γεγενημένων Ἀλεξάνδρῳ καὶ τῆς τελευτῆς αὐτοῦ.


1. ἡ μὲν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως ἑξκαιδεκάτη, τὴν ἀρχὴν ἔσχεν ἀπὸ τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας: περιελήφθησαν δ᾽ ἐν αὐτῇ πράξεις αἱ μὲν τοῦ Φιλίππου πᾶσαι μέχρι τῆς τελευτῆς, αἱ δὲ τῶν ἄλλων βασιλέων τε καὶ ἐθνῶν καὶ πόλεων ὅσαι γεγόνασι κατὰ τοὺς τῆς βασιλείας ταύτης χρόνους, ὄντας ἐτῶν εἴκοσι καὶ τεσσάρων. [2] ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις ἀναγράφοντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, περιλαβόντες δὲ τὰ τούτῳ τῷ βασιλεῖ πραχθέντα μέχρι τῆς τελευτῆς συναναγράψομεν καὶ τὰ ἅμα τούτοις συντελεσθέντα ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης: οὕτω γὰρ μάλιστα ὑπολαμβάνομεν τὰς πράξεις εὐμνημονεύτους ἔσεσθαι, κεφαλαιωδῶς τεθείσας καὶ συνεχὲς ἐχούσας ταῖς ἀρχαῖς τὸ τέλος. [3] ἐν ὀλίγῳ δὲ χρόνῳ μεγάλας πράξεις οὗτος ὁ βασιλεὺς κατειργάσατο καὶ διὰ τὴν ἰδίαν σύνεσίν τε καὶ ἀνδρείαν ὑπερεβάλετο τῷ μεγέθει τῶν ἔργων πάντας τοὺς ἐξ αἰῶνος τῇ μνήμῃ παραδεδομένους βασιλεῖς:[4] ἐν ἔτεσι γὰρ δώδεκα καταστρεψάμενος τῆς μὲν Εὐρώπης οὐκ ὀλίγα, τὴν δὲ Ἀσίανσχεδὸν ἅπασαν εἰκότως περιβόητον ἔσχε τὴν δόξαν καὶ τοῖς παλαιοῖς ἥρωσι καὶ ἡμιθέοις ἰσάζουσαν. ἀλλὰ γὰρ οὐκ ἀναγκαῖον ἡμῖν ἐν τῷ προοιμίῳ προλαμβάνειν τι τῶν κατωρθωμένων τούτῳ τῷ βασιλεῖ: αὐταὶ γὰρ αἱ κατὰ μέρος πράξεις ἱκανῶς μηνύσουσι τὸ μέγεθος τῆς δόξης αὐτοῦ. [5] Ἀλέξανδρος οὖν γεγονὼς κατὰ πατέρα μὲν ἀφ᾽ Ἡρακλέους, κατὰ δὲ μητέρα τῶν Αἰακιδῶν οἰκείαν ἔσχε τὴν φύσιν καὶ τὴν ἀρετὴν τῆς τῶν προγόνων εὐδοξίας. ἡμεῖς δὲ τοὺς ἁρμόττοντας τῇ γραφῇ χρόνους παραθέντες ἐπὶ τὰς οἰκείας τῆς ὑποκειμένης ἱστορίας πράξεις τρεψόμεθα.

2. ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐαινέτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Φούριον καὶ Γάιον Μάνιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν πρῶτον μὲν τοὺς φονεῖς τοῦ πατρὸς τῆς ἁρμοζούσης τιμωρίας ἠξίωσε, μετὰ δὲ ταῦτα τῆς ταφῆς τοῦ γονέως τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιησάμενος κατέστησε τὰ κατὰ τὴν ἀρχὴν πολὺ κάλλιον ἢ πάντες προσεδόκησαν. [2] νέος γὰρ ὢν παντελῶς καὶ διὰ τὴν ἡλικίαν ὑπό τινων καταφρονούμενος πρῶτον μὲν τὰ πλήθη οἰκείοις λόγοις παρεστήσατο πρὸς εὔνοιαν: ἔφη γὰρ ὄνομα μόνον διηλλάχθαι βασιλέως, τὰς δὲ πράξεις χειρισθήσεσθαι μηδὲν καταδεέστερον τῆς ἐπὶ τοῦ πατρὸς γενομένης οἰκονομίας: ἔπειτα ταῖς πρεσβείαις χρηματίσας φιλανθρώπως παρεκάλεσε τοὺς Ἕλληνας τηρεῖν τὴν πρὸς αὐτὸν πατροπαράδοτον εὔνοιαν. [3] τῶν δὲ στρατιωτῶν πυκνὰς ποιησάμενος ἐξοπλισίας μελέτας τε καὶ γυμνασίας πολεμικὰς εὐπειθῆ κατεσκεύασε τὴν δύναμιν. ἔχων δὲ τῆς βασιλείας ἔφεδρον Ἄτταλον τὸν ἀδελφὸν Κλεοπάτρας τῆς ἐπιγαμηθείσης ὑπὸ Φιλίππου τοῦτον ἔκρινεν ἐκ τοῦ ζῆν μεταστῆσαι: καὶ γὰρ ἐτύγχανε παιδίον ἐκ τῆς Κλεοπάτρας γεγονὸς τῷ Φιλίππῳ τῆς τελευτῆς τοῦ βασιλέως ὀλίγαις πρότερον ἡμέραις. [4] ὁ δ᾽ Ἄτταλος προαπεσταλμένος ἦν εἰς τὴν Ἀσίαν στρατηγὸς τῶν δυνάμεων μετὰ Παρμενίωνος, εὐεργετικὸς δ᾽ ὢν καὶ ταῖς ὁμιλίαις ἐκθεραπεύων τοὺς στρατιώτας μεγάλης ἐτύγχανεν ἀποδοχῆς ἐν τῷ στρατοπέδῳ. εὐλόγως οὖν τοῦτον εὐλαβεῖτο μήποτε τῆς ἀρχῆς ἀντιποιήσηται, συνεργοὺς λαβὼν τῶν Ἑλλήνων τοὺς ἐναντιουμένους ἑαυτῷ. [5] διόπερ τῶν φίλων προχειρισάμενος Ἑκαταῖον ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν μετὰ τῶν ἱκανῶν στρατιωτῶν, δοὺς ἐντολὰς μάλιστα μὲν ἀγαγεῖν ζῶντα τὸν Ἄτταλον, ἐὰν δὲ τοῦτο μὴ δύνηται κατεργάσασθαι, δολοφονῆσαι τὸν ἄνδρα τὴν ταχίστην. [6] οὗτος μὲν οὖν διαβὰς εἰς τὴν Ἀσίαν καὶ συμμίξας τοῖς περὶ τὸν Παρμενίωνα καὶ Ἄτταλον ἐπετήρει τὸν καιρὸν τῆς προκεχειρισμένης πράξεως.

3. Ἀλέξανδρος δὲ πυθόμενος πολλοὺς τῶν Ἑλλήνων μετεώρους εἶναι πρὸς καινοτομίαν εἰς πολλὴν ἀγωνίαν ἐνέπιπτεν. [2] Ἀθηναῖοι μὲν γὰρ Δημοσθένους δημαγωγοῦντος κατὰ τῶν Μακεδόνων τήν τε Φιλίππου τελευτὴν ἀσμένως ἤκουσαν καὶ τῆς ἡγεμονίας τῶν Ἑλλήνων οὐκ ἐξεχώρουν τοῖς Μακεδόσι, διαπρεσβευσάμενοι δὲ πρὸς Ἄτταλον ἐν ἀποῤῥήτοις συνετίθεντο κοινοπραγίαν καὶ πολλὰς τῶν πόλεων προετρέποντο τῆς ἐλευθερίας ἀντέχεσθαι:[3] Αἰτωλοὶ δὲ κατάγειν τοὺς ἐξ Ἀκαρνανίας φυγάδας ἐψηφίσαντο διὰ Φιλίππου πεῖραν εἰληφότας τῆς φυγῆς. Ἀμβρακιῶται δὲ πεισθέντες Ἀριστάρχῳ τὴν μὲν ὑπὸ Φιλίππου κατασταθεῖσαν φρουρὰν ἐξέβαλον, τὴν δὲ πόλιν ἐποίησαν δημοκρατεῖσθαι:[4] ὁμοίως δὲ τούτοις Θηβαῖοι τὴν μὲν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβαλεῖν ἐψηφίσαντο, τῷ δ᾽ Ἀλεξάνδρῳ μὴ συγχωρεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν. Ἀρκάδες δὲ οὔτε Φιλίππῳ συνεχώρησαν τὴν ἡγεμονίαν μόνοι τῶν Ἑλλήνων οὔτ᾽ Ἀλεξάνδρῳ προσέσχον:[5] τῶν δ᾽ ἄλλων Πελοποννησίων Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Λακεδαιμόνιοι καί τινες ἕτεροι πρὸς τὴν αὐτονομίαν ὥρμησαν. τῶν δὲ ὑπεροικούντων τὴν Μακεδονίαν ἐθνῶν οὐκ ὀλίγα πρὸς ἀπόστασιν ὥρμα καὶ πολλὴ ταραχὴ κατεῖχε τοὺς τῇδε κατοικοῦντας βαρβάρους. [6] ἀλλ᾽ ὅμως τηλικούτων πραγμάτων καὶ τοσούτων φόβων κατεχόντων τὴν βασιλείαν Ἀλέξανδρος νέος ὢν παντελῶς ἅπαντα τὰ κατὰ τὴν ἀρχὴν δυσχερῆ παραδόξως καὶ συντόμως κατεστήσατο: οὓς μὲν γὰρ πειθοῖ διὰ τῆς ὁμιλίας προσηγάγετο, οὓς δὲ φόβῳ διωρθώσατο, τινὰς δὲ βίᾳ χειρωσάμενος ὑπηκόους ἐποιήσατο.

4. πρώτους δὲ Θετταλοὺς ὑπομνήσας τῆς ἀρχαίας ἀφ᾽ Ἡρακλέους συγγενείας καὶ λόγοις φιλανθρώποις, ἔτι δὲ μεγάλαις ἐπαγγελίαις μετεωρίσας ἔπεισε τὴν πατροπαράδοτον ἡγεμονίαν [τῆς Ἑλλάδος] αὐτῷ συγχωρῆσαι κοινῷ τῆς Θετταλίας δόγματι. [2] μετὰ δὲ τούτους τὰ συνορίζοντα τῶν ἐθνῶν εἰς τὴν ὁμοίαν εὔνοιαν προσαγαγόμενος παρῆλθεν εἰς Πύλας καὶ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συναγαγὼν ἔπεισεν ἑαυτῷ κοινῷ δόγματι δοθῆναι τὴν τῶν Ἑλλήνων ἡγεμονίαν. [3] τοῖς δ᾽ Ἀμβρακιώταις διαπρεσβευομένοις [καὶ] φιλανθρώπως ὁμιλήσας ἔπεισεν αὐτοὺς βραχεῖ προειληφέναι τὴν μέλλουσαν ὑπ᾽ αὐτοῦ δίδοσθαι μετὰ προθυμίας αὐτονομίαν. [4] πρὸς δὲ τὴν κατάπληξιν τῶν ἀπειθούντων ἦγε τὴν δύναμιν τῶν Μακεδόνων κεκοσμημένην καταπληκτικῶς. ὀξείαις δὲ ταῖς ὁδοιπορίαις χρησάμενος ἧκεν εἰς τὴν Βοιωτίαν καὶ πλησίον τῆς Καδμείας καταστρατοπεδεύσας ἐπέστησε πολὺν φόβον τῇ πόλει τῶν Θηβαίων. [5] καθ᾽ ὃν δὴ χρόνον Ἀθηναῖοι πυθόμενοι τὴν εἰς Βοιωτίαν πάροδον τοῦ βασιλέως τῆς προϋπαρχούσης καταφρονήσεως ἀπέστησαν: ἡ γὰρ ὀξύτης τοῦ νεανίσκου καὶ ἡ διὰ τῶν πράξεων ἐνέργεια τοὺς ἀλλοτριοφρονοῦντας μεγάλως ἐξέπληττεν. [6] διόπερ Ἀθηναῖοι τὰ μὲν ἀπὸ τῆς χώρας ἐψηφίσαντο κατακομίζειν, τῶν δὲ τειχῶν τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιεῖσθαι. πρὸς δὲ τὸν Ἀλέξανδρον πρέσβεις ἐξαπέστειλαν, ἀξιοῦντες συγγνώμην ἔχειν, εἰ τὴν ἡγεμονίαν μὴ ταχέως συγχωροῦσιν. [7] ἐν δὲ τοῖς πρέσβεσι καὶ Δημοσθένης ἐκπεμφθεὶς οὐ συνῆλθε μετὰ τῶν ἄλλων πρὸς τὸν Ἀλέξανδρον, ἀλλ᾽ ἐκ τοῦ Κιθαιρῶνος ἀνέκαμψεν εἰς τὰς Ἀθήνας, εἴτε διὰ τὰ πεπολιτευμένα κατὰ Μακεδόνων φοβηθείς, εἴτε βουλόμενος τῷ βασιλεῖ τῶν Περσῶν ἄμεμπτον αὑτὸν διαφυλάττειν. [8] πολλὰ γὰρ χρήματά φασιν αὐτὸν εἰληφέναι παρὰ Περσῶν, ἵνα πολιτεύηται κατὰ Μακεδόνων: περὶ ὧν καὶ τὸν Αἰσχίνην φασὶν ὀνειδίζοντα τῷ Δημοσθένει κατά τινα λόγον τὴν δωροδοκίαν εἰπεῖν,“νῦν μέντοι τὴν δαπάνην ἐπικέκλυκεν αὐτοῦ τὸ βασιλικὸν χρυσίον. ἔσται δὲ οὐδὲ τοῦθ᾽ ἱκανόν: οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο.”Aeschin.

3. 173[9] ὁ δὲ Ἀλέξανδρος τοῖς πρέσβεσι τῶν Ἀθηναίων φιλανθρώπους ἀποκρίσεις δοὺς ἀπέλυσε τοῦ πολλοῦ φόβου τὸν δῆμον. τοῦ δ᾽ Ἀλεξάνδρου παραγγείλαντος εἰς Κόρινθον ἀπαντᾶν τάς τε πρεσβείας καὶ τοὺς συνέδρους, ἐπειδὴ συνῆλθον οἱ συνεδρεύειν εἰωθότες, διαλεχθεὶς ὁ βασιλεὺς καὶ λόγοις ἐπιεικέσι χρησάμενος ἔπεισε τοὺς Ἕλληνας ψηφίσασθαι στρατηγὸν αὐτοκράτορα τῆς Ἑλλάδος εἶναι τὸν Ἀλέξανδρον καὶ συστρατεύειν ἐπὶ τοὺς Πέρσας ὑπὲρ ὧν εἰς τοὺς Ἕλληνας ἐξήμαρτον. τυχὼν δὲ ταύτης τῆς τιμῆς ὁ βασιλεὺς ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν.

5. ἡμεῖς δ᾽ ἐπεὶ τὰ κατὰ τὴν Ἑλλάδα διήλθομεν, μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις. μετὰ γὰρ τὴν Φιλίππου τελευτὴν Ἄτταλος τὸ μὲν πρῶτον ἐπεχείρει νεωτερίζειν καὶ πρὸς Ἀθηναίους συνετίθετο κοινοπραγίαν κατ᾽ Ἀλεξάνδρου, ὕστερον δὲ μετανοήσας τὴν μὲν ἀποδοθεῖσαν αὐτῷ παρὰ Δημοσθένους ἐπιστολὴν τηρήσας ἀπέστειλε πρὸς Ἀλέξανδρον καὶ λόγοις φιλανθρώποις ἐπειρᾶτο τὰς καθ᾽ αὑτοῦ διαβολὰς ἀποτρίβεσθαι:[2] τοῦ δ᾽ Ἑκαταίου κατὰ τὰς τοῦ βασιλέως ἐντολὰς δολοφονήσαντος τὸν Ἄτταλον ἡ μὲν κατὰ τὴν Ἀσίαν τῶν Μακεδόνων δύναμις ἐπαύσατο τοῦ μετεωρίζεσθαι πρὸς ἀπόστασιν, τοῦ μὲν Ἀττάλου πεφονευμένου, τοῦ δὲ Παρμενίωνος οἰκειότατα διακειμένου πρὸς Ἀλέξανδρον. [3] περὶ δὲ τῆς τῶν Περσῶν βασιλείας μέλλοντας ἡμᾶς ἀναγράφειν ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις προαναλαβεῖν τὴν ἱστορίαν. Φιλίππου γὰρ ἔτι βασιλεύοντος ἦρχε τῶν Περσῶν Ὦχος καὶ προσεφέρετο τοῖς ὑποτεταγμένοις ὠμῶς καὶ βιαίως. μισουμένου δὲ αὐτοῦ διὰ τὴν χαλεπότητα τῶν τρόπων Βαγώας ὁ χιλίαρχος, εὐνοῦχος μὲν ὢν τὴν ἕξιν, πονηρὸς δὲ καὶ πολεμικὸς τὴν φύσιν, ἀνεῖλε φαρμάκῳ τὸν Ὦχον διά τινος ἰατροῦ, τὸν δὲ νεώτατον τῶν υἱῶν τοῦ βασιλέως Ἀρσὴν εἰσήγαγεν εἰς τὴν βασιλείαν. [4] ἀνεῖλε δὲ καὶ τοὺς ἀδελφοὺς τοῦ βασιλέως, ὄντας νέους παντελῶς, ὅπως μονωθεὶς ὁ νεανίσκος μᾶλλον ὑπήκοος αὐτῷ γένηται. τοῦ δὲ μειρακίου ταῖς γενομέναις παρανομίαις προσκόπτοντος καὶ φανεροῦ καθεστῶτος ὅτι τιμωρήσεται τὸν αὐθέντην τῶν ἀνομημάτων φθάσας αὐτοῦ τὰς ἐπιβουλὰς ὁ Βαγώας ἀνεῖλε τὸν Ἀρσὴν μετὰ τῶν τέκνων τρίτον ἔτος ἤδη βασιλεύοντα. [5] ἐρήμου δ᾽ ὄντος τοῦ βασιλέως οἴκου καὶ μηδενὸς ὄντος τοῦ κατὰ γένος διαδεξομένου τὴν ἀρχήν, προχειρισάμενος ἕνα τῶν φίλων Δαρεῖον ὄνομα τούτῳ συγκατεσκεύασε τὴν βασιλείαν. οὗτος δ᾽ ἦν υἱὸς μὲν Ἀρσάνου τοῦ Ὀστάνου, ὃς ἦν ἀδελφὸς Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύσαντος. [6] ἴδιον δέ τι συνέβη περὶ τὸν Βαγώαν γενέσθαι καὶ μνήμης ἄξιον: χρώμενος γὰρ τῇ συνήθει μιαιφονίᾳ τὸν Δαρεῖον ἐπεβάλετο διὰ φαρμακείας ἀνελεῖν: μηνυθείσης δὲ τῆς ἐπιβουλῆς ὁ βασιλεὺς ὡς ἐπί τινι φιλανθρωπίᾳ προσκαλεσάμενος τὸν Βαγώαν καὶ δοὺς τὸ ποτήριον ἠνάγκασε πιεῖν τὸ φάρμακον.

6. ἠξιώθη δὲ τῆς βασιλείας ὁ Δαρεῖος δοκῶν πολὺ προέχειν ἀνδρείᾳ Περσῶν: Ἀρταξέρξου γάρ ποτε τοῦ βασιλέως πολεμοῦντος πρὸς Καδουσίους καί τινος τῶν Καδουσίων ἐπ᾽ ἀλκῇ καὶ ἀνδρείᾳ διαβεβοημένου προκαλεσαμένου τὸν βουλόμενον Περσῶν μονομαχῆσαι ἄλλος μὲν οὐδεὶς ἐτόλμησεν ὑπακοῦσαι, μόνος δὲ Δαρεῖος ὑποστὰς τὸν κίνδυνον τὸν προκαλεσάμενον ἀπέκτεινεν καὶ ὑπὸ μὲν τοῦ βασιλέως μεγάλαις ἐτιμήθη δωρεαῖς, παρὰ δὲ τοῖς Πέρσαις τὸ πρωτεῖον τῆς ἀνδρείας ἀπηνέγκατο. [2] διὰ ταύτην δὴ τὴν ἀνδραγαθίαν ἄξιος τῆς βασιλείας νομισθεὶς παρέλαβε τὴν ἀρχὴν περὶ τούτους τοὺς χρόνους, ἐν οἷς Φιλίππου τελευτήσαντος διεδέξατο τὴν βασιλείαν Ἀλέξανδρος. [3] τοιοῦτον δ᾽ ἄνδρα τῆς τύχης παραδούσης ἀντίπαλον τῇ κατ᾽ Ἀλέξανδρον ἀρετῇ συνέβη πολλοὺς καὶ μεγάλους ἀγῶνας συστῆναι περὶ τοῦ πρωτείου. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν: ἡμεῖς δ᾽ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.

7. Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι: ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος. [2] ἐπεὶ δ᾽ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ [πολλὰς] δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ. [3] τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι. οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης. [4] τὸ δ᾽ ὄρος τοῦτο μυθολογοῦσί τινες τυχεῖν ταύτης τῆς προσηγορίας ἀπὸ τῆς Μελισσέως Ἴδης. μέγιστον δ᾽ ὑπάρχον τῶν κατὰ τὸν Ἑλλήσποντον ἔχει κατὰ τὸ μέσον ἄντρον θεοπρεπές, ἐν ᾧ φασι κριθῆναι τὰς θεὰς ὑπ᾽ Ἀλεξάνδρου. [5] γενέσθαι δ᾽ ἐν τούτῳ λέγεται καὶ τοὺς Ἰδαίους Δακτύλους, οὓς σίδηρον ἐργάσασθαι πρώτους, μαθόντας τὴν ἐργασίαν παρὰ τῆς τῶν θεῶν μητρός. ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει γίνεσθαι περὶ τοῦτο τὸ ὄρος. [6] κατὰ γὰρ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπ᾽ ἄκρας τῆς κορυφῆς διὰ τὴν νηνεμίαν τοῦ περιέχοντος ἀέρος ὑπερπετῆ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς, ὁρᾶσθαι δὲ τὸν ἥλιον ἔτι νυκτὸς οὔσης ἀνατέλλοντα, τὰς ἀκτῖνας οὐκ ἐν κυκλοτερεῖ σχήματι γεγραμμένον, ἀλλὰ τὴν φλόγα κατὰ πολλοὺς τόπους ἔχοντα διεσπαρμένην, ὥστε δοκεῖν πυρὰ πλείω θιγγάνειν τοῦ τῆς γῆς ὁρίζοντος. [7] μετ᾽ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἕως ἂν γένηται τρίπλεθρον διάστημα: καὶ τότ᾽ ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει. [8] ὁ δ᾽ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρ᾽ ὀλίγον αὐτῆς ἐκυρίευσεν: ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν. [9] ἅμα δὲ τούτοις πραττομένοις Παρμενίων Γρύνιον μὲν πόλιν ἑλὼν κατὰ κράτος ἐξηνδραποδίσατο, Πιτάνην δὲ πολιορκοῦντος αὐτοῦ Μέμνων ἐπιφανεὶς καὶ καταπληξάμενος τοὺς Μακεδόνας ἔλυσε τὴν πολιορκίαν. [10] μετὰ δὲ ταῦτα Κάλλας μὲν ἔχων Μακεδόνας καὶ μισθοφόρους στρατιώτας ἐν τῇ Τρῳάδι συνῆψε μάχην πρὸς τοὺς Πέρσας, ὄντας πολλαπλασίους, καὶ λειφθεὶς ἀπεχώρησεν εἰς τὸ Ῥοίτειον. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

8. Ἀλέξανδρος δὲ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς καταπαύσας ἐστράτευσεν ἐπὶ τὴν Θρᾴκην καὶ πολλὰ μὲν ἔθνη Θρᾴκια ταραττόμενα καταπληξάμενος ὑποταγῆναι κατηνάγκασεν, ἐπῆλθεν δὲ καὶ τὴν Παιονίαν καὶ τὴν Ἰλλυρίδα καὶ τὰς ὁμόρους ταύταις χώρας καὶ πολλοὺς τῶν κατοικούντων βαρβάρων ἀφεστηκότας χειρωσάμενος ὑπηκόους πάντας τοὺς πλησιοχώρους βαρβάρους ἐποιήσατο. [2] περὶ ταῦτα δ᾽ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες πολλοὺς τῶν Ἑλλήνων νεωτερίζειν καὶ πολλὰς τῆς Ἑλλάδος πόλεις πρὸς ἀπόστασιν ὡρμηκέναι, μάλιστα δὲ Θηβαίους. ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν, σπεύδων τὰς κατὰ τὴν Ἑλλάδα παῦσαι ταραχάς. [3] Θηβαίων δὲ τὴν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβάλλειν φιλοτιμουμένων καὶ πολιορκούντων τὴν ἄκραν ἧκεν ὁ βασιλεὺς ἄφνω πρὸς τὴν πόλιν καὶ κατεστρατοπέδευσε πλησίον τῶν Θηβῶν μετὰ πάσης τῆς δυνάμεως. [4] οἱ δὲ Θηβαῖοι πρὸ μὲν τῆς τοῦ βασιλέως παρουσίας τὴν Καδμείαν τάφροις βαθείαις καὶ σταυρώμασι πυκνοῖς περιέλαβον ὥστε μήτε βοήθειαν αὐτοῖς δύνασθαι μήτ᾽ ἀγορὰν εἰσπέμψαι,[5] πρὸς δὲ Ἀρκάδας καὶ Ἀργείους, ἔτι δὲ Ἠλείους πρεσβεύσαντες ἠξίουν βοηθεῖν. ὁμοίως δὲ καὶ πρὸς Ἀθηναίους περὶ συμμαχίας ἐπρέσβευον καὶ παρὰ Δημοσθένους ὅπλων πλῆθος ἐν δωρεαῖς λαβόντες τοὺς ἀνόπλους καθώπλιζον. [6] τῶν δ᾽ ἐπὶ τὴν βοήθειαν παρακεκλημένων οἱ μὲν ἐν Πελοποννήσῳ στρατιώτας ἐξέπεμψαν ἐπὶ τὸν Ἰσθμὸν καὶ διατρίβοντες ἐκαραδόκουν, προσδοκίμου τοῦ βασιλέως ὄντος. Ἀθηναῖοι δ᾽ ἐψηφίσαντο μὲν βοηθεῖν τοῖς Θηβαίοις, πεισθέντες ὑπὸ Δημοσθένους, οὐ μέντοι γε τὴν δύναμιν ἐξέπεμψαν, καραδοκοῦντες τὴν ῥοπὴν τοῦ πολέμου. [7] ὁ δὲ τῆς ἐν τῇ Καδμείᾳ φρουρᾶς ἡγούμενος Φιλώτας ὁρῶν τοὺς Θηβαίους μεγάλας παρασκευὰς ποιουμένους πρὸς τὴν πολιορκίαν καὶ τὰ τείχη φιλοτιμότερον κατεσκεύασεν καὶ βελῶν παντοδαπῶν πλῆθος ἡτοιμάζετο.

9. ἐπεὶ δ᾽ ὁ βασιλεὺς ἀνελπίστως ἐκ τῆς Θρᾴκης ἧκε μετὰ πάσης τῆς δυνάμεως, αἱ μὲν συμμαχίαι τοῖς Θηβαίοις δισταζομένην εἶχον τὴν παρουσίαν, ἡ δὲ τῶν πολεμίων δύναμις ὁμολογουμένην καὶ φανερὰν ἐποιεῖτο τὴν ὑπεροχήν. τότε δὲ συνεδρεύσαντες οἱ ἡγεμόνες προεβουλεύσαντο περὶ τοῦ πολέμου καὶ πᾶσιν ἔδοξεν ὑπὲρ τῆς αὐτονομίας διαγωνίζεσθαι. τοῦ δὲ πλήθους ἐπικυρώσαντος τὴν γνώμην ἅπαντες μετὰ πολλῆς προθυμίας εἶχον ἑτοίμως διακινδυνεύειν. [2] ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἡσυχίαν ἦγε, διδοὺς μετανοίας χρόνον εἰς τὸ βουλεύσασθαι καὶ νομίζων μὴ τολμήσειν μίαν πόλιν πρὸς τηλικαύτην δύναμιν παρατάξασθαι. [3] εἶχε γὰρ ὁ Ἀλέξανδρος κατὰ τοῦτον τὸν καιρὸν πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τρισχιλίων, πάντας δ᾽ ἐνηθληκότας τοῖς πολεμικοῖς κινδύνοις καὶ συνεστρατευμένους Φιλίππῳ καὶ σχεδὸν ἐν πάσαις ταῖς μάχαις ἀηττήτους γεγονότας: ὧν δὴ ταῖς ἀρεταῖς καὶ προθυμίαις πεποιθὼς Ἀλέξανδρος ἐπεβάλετο καταλῦσαι τὴν τῶν Περσῶν ἡγεμονίαν. [4] εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν: ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας πόλεμον: νῦν δὲ δόξας ὑπὸ τῶν Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν καὶ τῷ φόβῳ τούτῳ τὰς ὁρμὰς τῶν ἀφίστασθαι τολμώντων ἀποτρέψαι. [5] διόπερ τὴν δύναμιν ἑτοίμην κατασκευάσας πρὸς τὸν κίνδυνον ἐκήρυξε τὸν βουλόμενον Θηβαίων ἀπιέναι πρὸς αὐτὸν καὶ μετέχειν τῆς κοινῆς τοῖς Ἕλλησιν εἰρήνης. οἱ δὲ Θηβαῖοι διαφιλοτιμηθέντες ἀντεκήρυξαν ἀπό τινος ὑψηλοῦ πύργου τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς. [6] ὅθεν Ἀλέξανδρος περιαλγὴς γενόμενος εἰς ὑπερβάλλουσαν ὀργὴν προῆλθεν καὶ πάσῃ τιμωρίᾳ τοὺς Θηβαίους μετελθεῖν ἔκρινεν. οὗτος μὲν οὖν ἀποθηριωθεὶς τὴν ψυχὴν μηχανάς τε πολιορκητικὰς συνεστήσατο καὶ τἄλλα πρὸς τὸν κίνδυνον παρεσκευάζετο,

10. οἱ δ᾽ Ἕλληνες πυνθανόμενοι τὸ μέγεθος τῶν περὶ τοὺς Θηβαίους κινδύνων ἐδυσφόρουν ἐπὶ ταῖς προσδοκωμέναις περὶ αὐτῶν συμφοραῖς, οὐ μὴν βοηθεῖν γ᾽ ἐτόλμων τῇ πόλει διὰ τὸ προπετῶς καὶ ἀβούλως εἰς ὁμολογουμένην ἀπώλειαν ἑαυτὴν δεδωκέναι. [2] οἱ δὲ Θηβαῖοι ταῖς μὲν εὐτολμίαις προθύμως ἀνεδέχοντο τοὺς κινδύνους, φήμαις δέ τισι μάντεων καὶ θεῶν σημείοις ἠποροῦντο. πρῶτον μὲν γὰρ ἐν τῷ τῆς Δήμητρος ἱερῷ λεπτὸν ἀράχνης ὕφασμά τι διαπεπετασμένον ὤφθη, τὸ μὲν μέγεθος ἔχον ἱματίου, κύκλῳ δὲ περιφαῖνον ἶριν τῇ κατ᾽ οὐρανὸν ἐοικυῖαν. [3] περὶ οὗ τὸ μὲν ἐν Δελφοῖς χρηστήριον ἔδωκεν αὐτοῖς τόνδε τὸν χρησμόν:“ σημεῖον τόδε πᾶσι θεοὶ φαίνουσι βροτοῖσι, Βοιωτοῖς δὲ μάλιστα καὶ οἳ περιναιετάουσι. ”τὸ δὲ πάτριον τῶν Θηβαίων μαντεῖον τοῦτον ἐξήνεγκε τὸν χρησμόν: “ ἱστὸς ὑφαινόμενος ἄλλῳ κακόν, ἄλλῳ ἄμεινον. ”[4] τοῦτο μὲν οὖν τὸ σημεῖον ἐγένετο τρισὶ μησὶν ἀνωτέρω τῆς Ἀλεξάνδρου παρουσίας ἐπὶ τὰς Θήβας, ὑπ᾽ αὐτὴν δὲ τὴν ἔφοδον τοῦ βασιλέως οἱ κατὰ τὴν ἀγορὰν ἀνδριάντες ἐφάνησαν ἱδρῶτας ἀφιέντες καὶ μεστοὶ σταλαγμῶν μεγάλων. χωρὶς δὲ τούτων ἧκόν τινες τοῖς ἄρχουσιν ἀπαγγέλλοντες τὴν ἐν Ὀγχηστῷ λίμνην μυκήματι παραπλήσιον φωνὴν ἀφιέναι, τῇ δὲ Δίρκῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ ὕδατος αἱματοειδῆ φρίκην ἐπιτρέχειν. [5] ἕτεροι δὲ ἧκον ἐκ Δελφῶν μηνύοντες ὅτι ὁ ἀπὸ Φωκέων ναός, ὃν ἱδρύσαντο Θηβαῖοι, ᾑματωμένην ἔχων τὴν ὀροφὴν ὁρᾶται. οἱ δὲ ἐπὶ τὴν τῶν σημείων διάκρισιν ἀσχολούμενοι σημαίνειν ἔφασαν τὸ μὲν ὕφασμα θεῶν ἀπὸ τῆς πόλεως χωρισμόν, τὸ δὲ τῆς ἴριδος χρῶμα πραγμάτων ποικίλων χειμῶνα, τὸν δὲ τῶν ἀνδριάντων ἱδρῶτα ὑπερβάλλουσαν κακοπάθειαν, τὸ δ᾽ ἐν πλείοσι τόποις φαινόμενον αἷμα φόνον πολὺν κατὰ τὴν πόλιν ἐσόμενον. [6] συνεβούλευον οὖν τῶν θεῶν φανερῶς σημαινόντων τὴν ἐσομένην τῇ πόλει συμφορὰν μὴ συγκαταβαίνειν εἰς τὸ διὰ μάχης κρίνειν τὸν πόλεμον, ἑτέραν δὲ διάλυσιν ζητεῖν διὰ λόγων ἀσφαλεστέραν. οὐ μὴν οἱ Θηβαῖοί γε ταῖς ψυχαῖς ἐμαλακύνοντο, τοὐναντίον δὲ τοῖς θυμοῖς προαχθέντες ἀνεμίμνησκον ἀλλήλους τὴν ἐν Λεύκτροις εὐημερίαν καὶ τῶν ἄλλων παρατάξεων ἐν αἷς θαυμαστῶς ταῖς ἰδίαις ἀνδραγαθίαις ἀνελπίστους νίκας περιεποιήσαντο. οἱ μὲν οὖν Θηβαῖοι τοῖς παραστήμασιν ἀνδρειότερον μᾶλλον ἢ φρονιμώτερον χρησάμενοι προέπεσον εἰς πάνδημον τῆς πατρίδος ὄλεθρον:

11. ὁ δὲ βασιλεὺς ἐν τρισὶ ταῖς πάσαις ἡμέραις ἑτοιμασάμενος τὰ πρὸς τὴν πολιορκίαν τὰς δυνάμεις διείλετο εἰς τρία μέρη καὶ τὸ μὲν τοῖς χαρακώμασι τοῖς πρὸ τῆς πόλεως κατεσκευασμένοις προσβάλλειν ἔταξε, τὸ δὲ τοῖς Θηβαίοις ἀντιτάττεσθαι, τὸ δὲ τρίτον ἐφεδρεύειν τῷ πονοῦντι μέρει τῆς δυνάμεως καὶ διαδέχεσθαι τὴν μάχην. [2] οἱ δὲ Θηβαῖοι τοὺς μὲν ἱππεῖς ἐντὸς τοῦ χαρακώματος ἔταξαν, τοὺς δ᾽ ἐλευθερωθέντας οἰκέτας καὶ τοὺς φυγάδας καὶ τοὺς μετοίκους τοῖς πρὸς τὰ τείχη βιαζομένοις ἀντέταξαν, αὐτοὶ δὲ τοῖς μετὰ τοῦ βασιλέως Μακεδόσι πολλαπλασίοις οὖσι συνάπτειν μάχην πρὸ τῆς πόλεως ἡτοιμάζοντο. [3] τέκνα δὲ καὶ γυναῖκες συνέτρεχον εἰς τὰ ἱερὰ καὶ τοὺς θεοὺς ἱκέτευον σῶσαι τὴν πόλιν ἐκ τῶν κινδύνων. ὡς δ᾽ ἤγγισαν οἱ Μακεδόνες καὶ τοῖς τεταγμένοις μέρεσιν ἕκαστοι προσέπεσον, αἱ μὲν σάλπιγγες ἐσήμαινον τὸ πολεμικόν, αἱ δὲ παρ᾽ ἀμφοτέροις δυνάμεις ὑφ᾽ ἕνα καιρὸν συνηλάλαξαν καὶ τὰ κοῦφα τῶν βελῶν ἐπὶ τοὺς πολεμίους ἔβαλον. [4] ταχὺ δὲ τούτων ἐξαναλωθέντων καὶ πάντων εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην συμπεσόντων μέγας ἀγὼν συνίστατο. οἱ μὲν γὰρ Μακεδόνες διὰ τὸ πλῆθος τῶν ἀνδρῶν καὶ τὸ βάρος τῆς φάλαγγος δυσυπόστατον εἶχον τὴν βίαν, οἱ δὲ Θηβαῖοι ταῖς τῶν σωμάτων ῥώμαις ὑπερέχοντες καὶ τοῖς ἐν τοῖς γυμνασίοις συνεχέσιν ἀθλήμασιν, ἔτι δὲ τῷ παραστήματι τῆς ψυχῆς πλεονεκτοῦντες ἐνεκαρτέρουν τοῖς δεινοῖς. [5] διὸ καὶ παρ᾽ ἀμφοτέροις πολλοὶ μὲν κατετιτρώσκοντο, οὐκ ὀλίγοι δ᾽ ἔπιπτον ἐναντίας λαμβάνοντες πληγάς. ὁμοῦ δ᾽ ἦν κατὰ τὰς ἐν τοῖς ἀγῶσι συμπλοκὰς μυγμὸς καὶ βοὴ καὶ παρακελευσμός, παρὰ μὲν τοῖς Μακεδόσι μὴ καταισχῦναι τὰς προγεγενημένας ἀνδραγαθίας, παρὰ δὲ τοῖς Θηβαίοις μὴ περιιδεῖν τέκνα καὶ γυναῖκας καὶ γονεῖς ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύοντας καὶ τὴν πατρίδα πανοίκιον ὑπὸ τοὺς Μακεδόνων θυμοὺς ὑποπεσοῦσαν, μνησθῆναι δὲ τῆς ἐν Λεύκτροις καὶ ἐν Μαντινείᾳ μάχης καὶ τῶν παρὰ πᾶσι περιβοήτων ἀνδραγαθημάτων. ἐπὶ πολὺν μὲν οὖν χρόνον ἰσόῤῥοπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἀγωνιζομένων ἀνδρείας.

12. μετὰ δὲ ταῦτα ὁ Ἀλέξανδρος ὁρῶν τοὺς μὲν Θηβαίους ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζομένους, τοὺς δὲ Μακεδόνας κάμνοντας τῇ μάχῃ προσέταξε τοὺς ἐπὶ τῆς ἐφεδρίας τεταγμένους διαδέξασθαι τὸν ἀγῶνα. οἱ μὲν οὖν Μακεδόνες ἄφνω προσπεσόντες τοῖς Θηβαίοις κατακόποις βαρεῖς ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς ἀνῄρουν. [2] οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν. ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθ᾽ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας. [3] ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν. [4] τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δ᾽ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης: ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν. [5] ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων. οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον.

13. τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο. οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον ἢ πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας. [2] οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστ᾽ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς: ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς. [3] ἀλλ᾽ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ ἡ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα: Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός. [4] τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας. [5] πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων. καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δ᾽ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο. [6] διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα: Ἕλληνες γὰρ ὑφ᾽ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης. τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο.

14. τῶν δὲ Θηβαίων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμάλωτα δὲ σώματα συνήχθη πλείω τῶν τρισμυρίων, χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη.

ὁ δὲ βασιλεὺς τοὺς μὲν τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν πεντακοσίων, τοὺς δὲ συνέδρους τῶν Ἑλλήνων συναγαγὼν ἐπέτρεψε τῷ κοινῷ συνεδρίῳ πῶς χρηστέον τῇ πόλει τῶν Θηβαίων. [2] προτεθείσης οὖν βουλῆς τῶν ἀλλοτρίως διακειμένων τοῖς Θηβαίοις τινὲς ἐπεχείρουν συμβουλεύειν ἀπαραιτήτοις τιμωρίαις δεῖν περιβαλεῖν αὐτούς, ἀπεδείκνυον δ᾽ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας κατὰ τῶν Ἑλλήνων: καὶ γὰρ ἐπὶ Ξέρξου συμμαχοῦντας τοῖς Πέρσαις ἐστρατευκέναι κατὰ τῆς Ἑλλάδος καὶ μόνους τῶν Ἑλλήνων ὡς εὐεργέτας τιμᾶσθαι παρὰ τοῖς βασιλεῦσι τῶν Περσῶν καὶ πρὸ τῶν βασιλέων τοῖς πρεσβεύουσι τῶν Θηβαίων τίθεσθαι θρόνους. [3] πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διελθόντες παρώξυναν τὰς τῶν συνέδρων ψυχὰς κατὰ τῶν Θηβαίων καὶ πέρας ἐψηφίσαντο τὴν μὲν πόλιν κατασκάψαι, τοὺς δ᾽ αἰχμαλώτους ἀποδόσθαι, τοὺς δὲ φυγάδας τῶν Θηβαίων ἀγωγίμους ὑπάρχειν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ μηδένα τῶν Ἑλλήνων ὑποδέχεσθαι Θηβαῖον. [4] ὁ δὲ βασιλεὺς ἀκολούθως τῇ τοῦ συνεδρίου γνώμῃ τὴν μὲν πόλιν κατασκάψας πολὺν ἐπέστησε φόβον τοῖς ἀφισταμένοις τῶν Ἑλλήνων, τοὺς δ᾽ αἰχμαλώτους λαφυροπωλήσας ἤθροισεν ἀργυρίου τάλαντα τετρακόσια καὶ τεσσαράκοντα.

15. μετὰ δὲ ταῦτα εἰς τὰς Ἀθήνας ἐξαπέστειλε τοὺς ἐξαιτήσοντας τῶν ῥητόρων δέκα τοὺς κατ᾽ αὐτοῦ πεπολιτευμένους, ὧν ὑπῆρχον ἐπιφανέστατοι Δημοσθένης καὶ Λυκοῦργος. συναχθείσης οὖν ἐκκλησίας καὶ τῶν πρεσβευτῶν εἰσαχθέντων εἰς τὸ πλῆθος ὁ μὲν δῆμος ἀκούσας τῶν λόγων εἰς πολλὴν ἀγωνίαν καὶ ἀπορίαν ἐνέπεσεν. ἅμα μὲν γὰρ ἔσπευδε τὸ τῆς πόλεως ἀξίωμα τηρεῖν, ἅμα δὲ διὰ τὴν Θηβαίων ἀπώλειαν ἐκπεπληγμένος τὸ δεινὸν περίφοβος καθειστήκει, νουθετούμενος τοῖς τῶν πλησιοχώρων ἀτυχήμασι. [2] πολλῶν δὲ λόγων γινομένων κατὰ τὴν ἐκκλησίαν Φωκίων μὲν ὁ χρηστός, ἀντιπολιτευόμενος τοῖς περὶ τὸν Δημοσθένην, ἔφη δεῖν τοὺς ἐξαιτουμένους μιμήσασθαι τὰς Λεὼ κόρας καὶ τὰς Ὑακινθίδας καὶ τὸν θάνατον ἑκουσίως ὑπομεῖναι ἕνεκα τοῦ μηδὲν ἀνήκεστον παθεῖν τὴν πατρίδα καὶ τὴν ἀνανδρίαν καὶ δειλίαν ὠνείδιζε τῶν μὴ βουλομένων ὑπὲρ τῆς πόλεως τελευτᾶν: ὁ δὲ δῆμος τοῦτον μὲν τοῖς θορύβοις ἐξέβαλε, προσάντως ἀκούων τοὺς λόγους,[3] Δημοσθένους δὲ λόγον πεφροντισμένον διελθόντος ὁ δῆμος εἰς συμπάθειαν τῶν ἀνδρῶν προαχθεὶς φανερὸς ἦν σώζειν βουλόμενος τοὺς ἄνδρας. ἐπὶ τελευτῆς δὲ Δημάδης, πεπεισμένος ὑπὸ τῶν περὶ Δημοσθένην, ὥς φασι, πέντε ταλάντοις ἀργυρίου, συνεβούλευε μὲν σώζειν τοὺς κινδυνεύοντας, παρανέγνω δὲ ψήφισμα γεγραμμένον φιλοτέχνως: περιεῖχε γὰρ παραίτησιν τῶν ἀνδρῶν καὶ ἐπαγγελίαν τοῦ κολάζειν κατὰ τοὺς νόμους, ἂν ὦσιν ἄξιοι τιμωρίας. [4] ὁ μὲν οὖν δῆμος ἀποδεξάμενος τὴν ἐπίνοιαν τοῦ Δημάδου τό τε ψήφισμα ἐκύρωσε καὶ τὸν Δημάδην μεθ᾽ ἑτέρων ἀπέστειλε πρεσβευτὴν πρὸς τὸν βασιλέα, δοὺς ἐντολὴν καὶ περὶ τῶν Θηβαίων φυγάδων ἀξιῶσαι τὸν Ἀλέξανδρον συγχωρῆσαι τῷ δήμῳ τοὺς πεφευγότας Θηβαίους ὑποδέχεσθαι. [5] ὁ δὲ Δημάδης πρεσβεύσας καὶ τῇ τοῦ λόγου δεινότητι πάντα κατεργασάμενος ἔπεισε τὸν Ἀλέξανδρον ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων καὶ τἄλλα πάντα συγχωρῆσαι τοῖς Ἀθηναίοις.

16. μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς ἐπανελθὼν μετὰ τῆς δυνάμεως εἰς τὴν Μακεδονίαν συνήγαγε τοὺς ἡγεμόνας τῶν στρατιωτῶν καὶ τοὺς ἀξιολογωτάτους τῶν φίλων καὶ προέθηκε βουλὴν περὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως, πότε χρὴ στρατεύειν καὶ τίνι τρόπῳ χειριστέον τὸν πόλεμον. [2] τῶν δὲ περὶ τὸν Ἀντίπατρον καὶ Παρμενίωνα συμβουλευόντων πρότερον παιδοποιήσασθαι καὶ τότε τοῖς τηλικούτοις ἐγχειρεῖν ἔργοις, δραστικὸς ὢν καὶ πρὸς πᾶσαν πράξεως ἀναβολὴν ἀλλοτρίως διακείμενος ἀντεῖπε τούτοις: αἰσχρὸν γὰρ ὑπάρχειν ἀπεφαίνετο τὸν ὑπὸ τῆς Ἑλλάδος ἡγεμόνα καθεσταμένον τοῦ πολέμου καὶ πατρικὰς ἀνικήτους δυνάμεις παρειληφότα καθῆσθαι γάμους ἐπιτελοῦντα καὶ τέκνων γενέσεις ἀναμένοντα. [3] διδάξας οὖν αὐτοὺς περὶ τοῦ συμφέροντος καὶ παρορμήσας διὰ τῶν λόγων πρὸς τοὺς ἀγῶνας θυσίας μεγαλοπρεπεῖς τοῖς θεοῖς συνετέλεσεν ἐν Δίῳ τῆς Μακεδονίας καὶ σκηνικοὺς ἀγῶνας Διὶ καὶ Μούσαις, οὓς Ἀρχέλαος ὁ προβασιλεύσας πρῶτος κατέδειξε. [4] τὴν δὲ πανήγυριν ἐφ᾽ ἡμέρας ἐννέα συνετέλεσεν, ἑκάστῃ τῶν Μουσῶν ἐπώνυμον ἡμέραν ἀναδείξας. σκηνὴν δὲ κατασκευασάμενος ἑκατοντάκλινον τούς τε φίλους καὶ τοὺς ἡγεμόνας, ἔτι δὲ τοὺς ἀπὸ τῶν πόλεων πρέσβεις παρέλαβεν ἐπὶ τὴν εὐωχίαν. λαμπραῖς δὲ παρασκευαῖς χρησάμενος καὶ πολλοὺς μὲν ἑστιάσας, πάσῃ δὲ τῇ δυνάμει διαδοὺς ἱερεῖα καὶ τἄλλα τὰ πρὸς τὴν εὐωχίαν ἀνήκοντα προσανέλαβε τὸ στρατόπεδον.

17. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Κτησικλέους Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Σουλπίκιον καὶ Λεύκιον Παπίριον. Ἀλέξανδρος δὲ μετὰ τῆς δυνάμεως πορευθεὶς ἐπὶ τὸν Ἑλλήσποντον διεβίβασε τὴν δύναμιν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν. [2] αὐτὸς δὲ μακραῖς ναυσὶν ἑξήκοντα καταπλεύσας πρὸς τὴν Τρῳάδα χώραν πρῶτος τῶν Μακεδόνων ἀπὸ τῆς νεὼς ἠκόντισε μὲν τὸ δόρυ, πήξας δ᾽ εἰς τὴν γῆν καὶ αὐτὸς ἀπὸ τῆς νεὼς ἀφαλλόμενος παρὰ τῶν θεῶν ἀπεφαίνετο τὴν Ἀσίαν δέχεσθαι δορίκτητον. [3] καὶ τοὺς μὲν τάφους τῶν ἡρώων Ἀχιλλέως τε καὶ Αἴαντος καὶ τῶν ἄλλων ἐναγίσμασι καὶ τοῖς ἄλλοις τοῖς πρὸς εὐδοξίαν ἀνήκουσιν ἐτίμησεν, αὐτὸς δὲ τὸν ἐξετασμὸν τῆς ἀκολουθούσης δυνάμεως ἀκριβῶς ἐποιήσατο. εὑρέθησαν δὲ πεζοὶ Μακεδόνες μὲν μύριοι καὶ δισχίλιοι, σύμμαχοι δὲ ἑπτακισχίλιοι, μισθοφόροι δὲ πεντακισχίλιοι, καὶ τούτων ἁπάντων Παρμενίων εἶχε τὴν ἡγεμονίαν. [4] Ὀδρύσαι δὲ καὶ Τριβαλλοὶ καὶ Ἰλλυριοὶ συνηκολούθουν ἑπτακισχίλιοι, τοξοτῶν δὲ καὶ τῶν Ἀγριάνων καλουμένων χίλιοι, ὥστε τοὺς ἅπαντας εἶναι πεζοὺς τρισμυρίους καὶ δισχιλίους. ἱππεῖς δ᾽ ὑπῆρχον Μακεδόνες μὲν χίλιοι καὶ ὀκτακόσιοι, Φιλώτου τοῦ Παρμενίωνος ἡγουμένου, Θετταλοὶ δὲ χίλιοι καὶ ὀκτακόσιοι, ὧν ἡγεῖτο Κάλλας ὁ Ἁρπάλου, τῶν δ᾽ ἄλλων Ἑλλήνων οἱ πάντες ἑξακόσιοι, ὧν ἡγεῖτο Ἐρίγυιος, Θρᾷκες δὲ πρόδρομοι καὶ Παίονες ἐννακόσιοι, Κάσανδρον ἔχοντες ἡγεμόνα, ὥστε <τοὺς> σύμπαντας ὑπάρχειν ἱππεῖς τετρακισχιλίους καὶ πεντακοσίους. οἱ μὲν οὖν μετ᾽ Ἀλεξάνδρου διαβάντες εἰς τὴν Ἀσίαν τοσοῦτοι τὸ πλῆθος ἦσαν. [5] οἱ δ᾽ ἐπὶ τῆς Εὐρώπης ἀπολελειμμένοι στρατιῶται, ὧν Ἀντίπατρος εἶχε τὴν ἡγεμονίαν, πεζοὶ μὲν ὑπῆρχον μύριοι καὶ δισχίλιοι, ἱππεῖς δὲ χίλιοι καὶ πεντακόσιοι. [6]

τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Τρῳάδος καὶ καταντήσαντος πρὸς τὸ τέμενος τῆς Ἀθηνᾶς ὁ μὲν θύτης Ἀλέξανδρος κατανοήσας πρὸ τοῦ νεὼ κειμένην εἰκόνα χαμαὶ τοῦ Φρυγίας ποτὲ σατραπεύσαντος Ἀριοβαρζάνου καί τινων οἰωνῶν αἰσίων ἄλλων ἐπιγενομένων προσῆλθε τῷ βασιλεῖ καὶ νικήσειν αὐτὸν ἱππομαχίᾳ μεγάλῃ διεβεβαιοῦτο καὶ μάλιστ᾽, ἂν τύχῃ περὶ τὴν Φρυγίαν ἀγωνισάμενος. [7] προσετίθει δὲ καὶ διότι ταῖς ἰδίαις χερσὶν ἀποκτενεῖ μαχόμενος ἐν παρατάξει στρατηγὸν ἐπιφανῆ τῶν πολεμίων: ταῦτα γὰρ αὐτῷ προσημαίνειν τοὺς θεοὺς καὶ μάλιστα τὴν Ἀθηνᾶν, ἣν καὶ συνεργήσειν ἐν τοῖς εὐημερήμασιν.

18. ὁ δ᾽ Ἀλέξανδρος ἀποδεξάμενος τὴν τοῦ μάντεως πρόῤῥησιν τῇ μὲν Ἀθηνᾷ λαμπρὰν ἐπετέλεσε θυσίαν καὶ τὸ μὲν ἴδιον ὅπλον ἀνέθηκε τῇ θεῷ, τῶν δ᾽ ἐν τῷ νεῷ κειμένων ὅπλων τὸ κράτιστον ἀναλαβὼν καὶ τούτῳ καθοπλισθεὶς ἐχρήσατο κατὰ τὴν πρώτην μάχην, ἣν διὰ τῆς ἰδίας ἀνδραγαθίας κρίνας περιβόητον ἔσχε τὴν νίκην. ἀλλὰ ταῦτα μὲν ὕστερον ἡμέραις ὀλίγαις ἐπράχθη. [2] οἱ δὲ τῶν Περσῶν σατράπαι καὶ στρατηγοὶ τοῦ μὲν κωλῦσαι τῶν Μακεδόνων τὴν διάβασιν ὑστέρησαν, ἀθροισθέντες δ᾽ ἐβουλεύοντο πῶς χρὴ διαπολεμεῖν τοῖς περὶ Ἀλέξανδρον. Μέμνων μὲν οὖν ὁ Ῥόδιος, διαβεβοημένος ἐπὶ συνέσει στρατηγικῇ, συνεβούλευε κατὰ στόμα μὲν μὴ διακινδυνεύειν, τὴν δὲ χώραν φθείρειν καὶ τῇ σπάνει τῶν ἀναγκαίων εἴργειν τοὺς Μακεδόνας τῆς εἰς τοὔμπροσθεν πορείας, διαβιβάζειν δὲ καὶ δυνάμεις εἰς τὴν Μακεδονίαν ναυτικάς τε καὶ πεζικὰς καὶ τὸν ὅλον πόλεμον εἰς τὴν Εὐρώπην μεταγαγεῖν. [3] ὁ δ᾽ ἀνὴρ οὗτος ἄριστα μὲν συνεβούλευεν, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐγενήθη φανερόν, οὐ μὴν ἔπεισε τοὺς ἄλλους ἡγεμόνας, ὡς ἀνάξια συμβουλεύων τῆς Περσῶν μεγαλοψυχίας. [4] διόπερ ἐπικρατούσης τῆς τοῦ διαγωνίζεσθαι γνώμης οὗτοι μὲν τὰς πανταχόθεν δυνάμεις μεταπεμψάμενοι καὶ πολλαπλάσιοι γενόμενοι τῶν Μακεδόνων προῆγον ἐπὶ Φρυγίας τῆς ἐφ᾽ Ἑλλησπόντου. κατεστρατοπέδευσαν δὲ παρὰ τὸν Γρανικὸν ποταμόν, προβαλλόμενοι τὸ ῥεῖθρον τοῦ προειρημένου ποταμοῦ.

19. ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὴν συνδρομὴν τῶν βαρβαρικῶν δυνάμεων προῆγε καὶ σύντομον τὴν πορείαν ποιησάμενος ἀντεστρατοπέδευσε τοῖς πολεμίοις, ὥστε ἀνὰ μέσον ῥεῖν τῶν παρεμβολῶν τὸν Γρανικόν. [2] οἱ μὲν οὖν βάρβαροι τὴν ὑπώρειαν κατειλημμένοι τὴν ἡσυχίαν ἦγον, κεκρικότες τοῖς πολεμίοις ἐπιθέσθαι κατὰ τὴν διάβασιν τοῦ ποταμοῦ: καὶ διεσπασμένης τῆς τῶν Μακεδόνων φάλαγγος ῥᾳδίως προτερήσειν ὑπελάμβανον ἐν τῇ μάχῃ:[3] ὁ δὲ Ἀλέξανδρος τεθαῤῥηκὼς ἅμ᾽ ἡμέρᾳ περαιώσας τὴν δύναμιν ἔφθασε τοὺς πολεμίους ἐκτάξας τὴν δύναμιν ἡρμοσμένως πρὸς τὸν ἀγῶνα. οἱ δὲ βάρβαροι πρὸς ὅλην τὴν τάξιν τῶν Μακεδόνων ἔστησαν τὸ πλῆθος τῶν ἱππέων καὶ διὰ τούτων προκινεῖν τὴν μάχην διεγνώκεισαν. [4] τὸ μὲν οὖν εὐώνυμον μέρος εἶχε Μέμνων ὁ Ῥόδιος καὶ Ἀρσαμένης ὁ σατράπης ἔχοντες τοὺς ἰδίους ἱππεῖς, μετὰ δὲ τούτους Ἀρσίτης ἐτέτακτο τοὺς ἐκ Παφλαγονίας ἔχων ἱππεῖς, ἔπειτα Σπιθροβάτης ὁ Ἰωνίας σατράπης Ὑρκανῶν ἱππέων ἡγούμενος: τὸ δὲ δεξιὸν κέρας ἐπεῖχον χίλιοι μὲν Μῆδοι, δισχίλιοι δὲ οἱ μετὰ Ῥεομίθρους ἱππεῖς καὶ Βακτριανοὶ τούτοις ἴσοι: τὸν δὲ μέσον τόπον ἐπεῖχον οἱ τῶν ἄλλων ἐθνῶν ἱππεῖς, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, ἐπίλεκτοι δὲ ταῖς ἀρεταῖς. οἱ δὲ πάντες ἱππεῖς ὑπῆρχον πλείους τῶν μυρίων. [5] οἱ δὲ πεζοὶ τῶν Περσῶν ἦσαν μὲν οὐκ ἐλάττους τῶν δέκα μυριάδων, ὄπισθεν δ᾽ ἐπιτεταγμένοι τὴν ἡσυχίαν ἦγον, ὡς τῶν ἱππέων ἱκανῶν ὄντων καταπονῆσαι τοὺς Μακεδόνας. [6] τῶν δ᾽ ἱππέων παρ᾽ ἀμφοτέροις προθύμως εἰς τὸν κίνδυνον συμπεσόντων τὸ μὲν εὐώνυμον μέρος ἐπέχοντες οἱ τῶν Θετταλῶν ἱππεῖς Παρμενίωνος ἡγουμένου τεθαῤῥηκότως ἐδέχοντο τὴν ἐπιφορὰν τῶν καθ᾽ αὑτοὺς τεταγμένων, Ἀλέξανδρος δὲ τοὺς ἀρίστους τῶν ἱππέων κατὰ τὸ δεξιὸν κέρας ἔχων μεθ᾽ αὑτοῦ πρῶτος ἐφίππευσε τοῖς Πέρσαις καὶ συμπλακεὶς τοῖς πολεμίοις πολὺν ἐποιεῖτο φόνον.

20. τῶν δὲ βαρβάρων εὐρώστως ἀγωνιζομένων καὶ τοὺς ἑαυτῶν θυμοὺς ταῖς τῶν Μακεδόνων ἀρεταῖς ἀντιταττόντων ἡ τύχη συνήγαγεν εἰς ἕνα τόπον τοὺς ἀρίστους εἰς τὴν ὑπὲρ τῆς νίκης κρίσιν. [2] ὁ γὰρ τῆς Ἰωνίας σατράπης Σπιθροβάτης, γένει μὲν ὢν Πέρσης, Δαρείου δὲ τοῦ βασιλέως γαμβρός, ἀνδρείᾳ δὲ διαφέρων, μετὰ μεγάλης δυνάμεως ἱππέων ἐπέῤῥαξε τοῖς Μακεδόσιν, ἔχων δὲ συναγωνιστὰς τεταγμένους τεσσαράκοντα συγγενεῖς ἀρεταῖς διαφόρους ἐνέκειτο τοῖς ἀνθεστηκόσι καὶ θρασέως ἀγωνιζόμενος οὓς μὲν ἀνῄρει τῶν ἀνθισταμένων, οὓς δὲ κατετραυμάτιζε. [3] δυσυποστάτου δὲ τῆς περὶ αὐτὸν οὔσης βίας ὁ Ἀλέξανδρος ἐπιστρέψας τὸν ἵππον ἐπὶ τὸν σατράπην ἐφίππευσε τῷ βαρβάρῳ. ὁ δὲ Πέρσης νομίσας παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν τῆς μονομαχίας καιρόν, εἰ συμβήσεται διὰ τῆς ἰδίας ἀνδραγαθίας ἐλευθερωθῆναι τῶν μεγίστων φόβων τὴν Ἀσίαν καὶ τὴν περιβόητον Ἀλεξάνδρου τόλμαν ταῖς ἰδίαις χερσὶ καταλυθῆναι καὶ τὴν τῶν Περσῶν δόξαν μὴ καταισχυνθῆναι φθάνει βαλὼν τὸ σαυνίον ἐπὶ τὸν Ἀλέξανδρον καὶ οὕτω μετὰ σφοδρᾶς εἰσπεσὼν ῥύμης καὶ βιαίως τὸ δόρυ ὠσάμενος διαῤῥήξας τε τήν τε ἀσπίδα Ἀλεξάνδρου καὶ τὴν δεξιὰν ἐπωμίδα διήλασε διὰ τοῦ θώρακος. [4] ὁ δὲ βασιλεὺς τὸ μὲν βέλος τῷ βραχίονι παρελκόμενον ἀπέῤῥιψε, τῷ δ᾽ ἵππῳ προσβαλὼν τὰ κέντρα καὶ τῇ ῥύμῃ τῆς φορᾶς συνεργῷ χρησάμενος εἰς μέσον τοῦ σατράπου τὸ στῆθος ἐνήρεισε τὸ ξυστόν. [5] οὗ συντελεσθέντος αἱ μὲν πλησίον τάξεις παρ᾽ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς ἀνδρείας ἀνεβόησαν, τῆς δ᾽ ἐπιδορατίδος περὶ τὸν θώρακα συντριβείσης καὶ τοῦ θραύσματος ἀποπηδήσαντος ὁ μὲν Πέρσης σπασάμενος τὸ ξίφος ἐπὶ τὸν Ἀλέξανδρον ἐπεφέρετο, ὁ δὲ βασιλεὺς διαλαβὼν τὸ ξυστὸν ἔφθασεν ἐνερεῖσαι τῷ προσώπῳ καὶ διήλασε τὴν πληγήν. [6] καθ᾽ ὃν δὴ χρόνον ὁ ἀδελφὸς τοῦ πεσόντος Ῥωσάκης προσιππεύσας κατήνεγκε τῷ ξίφει κατὰ τῆς κεφαλῆς Ἀλεξάνδρου οὕτως ἐπικίνδυνον πληγὴν ὥστε τὸ μὲν κράνος διαπτύξαι, τοῦ δὲ χρωτὸς βραχέως ἐπιψαῦσαι. [7] κατὰ δὲ τὴν αὐτὴν διαίρεσιν ἐπιφέροντος ἄλλην πληγὴν τοῦ Ῥωσάκου Κλεῖτος ὁ μέλας ἐπικαλούμενος προσελάσας τὸν ἵππον ἀπέκοψε τὴν χεῖρα τοῦ βαρβάρου.

21. περὶ δ᾽ ἀμφοτέρων τῶν πεσόντων οἱ συγγενεῖς ἀθρόοι συστραφέντες τὸ μὲν πρῶτον ἠκόντιζον ἐπὶ τὸν Ἀλέξανδρον, ἔπειτα δὲ καὶ συστάδην μαχόμενοι πάντα κίνδυνον ὑπέμενον ὑπὲρ τοῦ φονεῦσαι τὸν βασιλέα. [2] ὁ δὲ καίπερ πολλοῖς καὶ μεγάλοις κινδύνοις συνεχόμενος ὅμως οὐκ ἐνικᾶτο τοῖς πλήθεσι τῶν πολεμίων, ἀλλὰ δύο μὲν ἔχων εἰς τὸν θώρακα πληγάς, μίαν δὲ εἰς τὸ κράνος, τρεῖς δ᾽ εἰς τὸ καθαιρεθὲν ὅπλον ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς ὅμως οὐκ ἐνεδίδου, ἀλλὰ τῷ παραστήματι τῆς ψυχῆς ἐπαιρόμενος παντὸς δεινοῦ κατεξανίστατο. [3] μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἐπιφανῶν ἡγεμόνων παρ᾽ αὐτὸν ἐν τοῖς Πέρσαις ἔπεσον πλείους, ὧν ἦσαν ἐπιφανέστατοι Ἀτιζύης καὶ Φαρνάκης ὁ τῆς Δαρείου γυναικὸς ἀδελφός, ἔτι δὲ Μιθροβουζάνης ὁ Καππαδοκῶν ἡγούμενος. [4] διὸ καὶ πολλῶν ἡγεμόνων ἀναιρεθέντων καὶ τῶν Περσικῶν τάξεων ἁπασῶν ὑπὸ τῶν Μακεδόνων ἡττωμένων πρῶτον μὲν οἱ κατὰ τὸν Ἀλέξανδρον τεταγμένοι φυγεῖν ἠναγκάσθησαν, μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων τραπέντων ὁ μὲν βασιλεὺς ὁμολογούμενον τῆς ἀνδραγαθίας τὸ πρωτεῖον ἀπηνέγκατο καὶ τῆς ὅλης νίκης ἔδοξε μάλιστ᾽ αἴτιος γεγονέναι, μετὰ δὲ τοῦτον οἱ τῶν Θετταλῶν ἱππεῖς ἄριστα ταῖς εἴλαις χρώμενοι καὶ διαφόρως ἀγωνισάμενοι μεγάλην ἐπ᾽ ἀνδρείᾳ δόξαν ἔσχον. [5] μετὰ δὲ τὴν τῶν ἱππέων τροπὴν οἱ πεζοὶ συμβαλόντες ἀλλήλοις ὀλίγον χρόνον ἠγωνίσαντο: οἱ γὰρ βάρβαροι διὰ τὴν τῶν ἱππέων τροπὴν καταπλαγέντες καὶ ταῖς ψυχαῖς ἐνδόντες πρὸς φυγὴν ὥρμησαν. [6] ἀνῃρέθησαν δὲ τῶν Περσῶν οἱ πάντες πεζοὶ μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, ἐζωγρήθησαν δ᾽ ὑπὲρ τοὺς δισμυρίους. μετὰ δὲ τὴν μάχην ὁ βασιλεὺς τοὺς τετελευτηκότας ἔθαψε μεγαλοπρεπῶς, σπεύδων διὰ ταύτης τῆς τιμῆς τοὺς στρατιώτας προθυμοτέρους κατασκευάσαι πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους. [7]

αὐτὸς δ᾽ ἀναλαβὼν τὴν δύναμιν προῆγε διὰ τῆς Λυδίας, καὶ τὴν μὲν τῶν Σαρδιανῶν πόλιν καὶ τὰς ἀκροπόλεις, ἔτι δὲ τοὺς ἐν αὐταῖς θησαυρούς, παρέλαβε Μιθρίνους τοῦ σατράπου παραδόντος ἑκουσίως.

22. εἰς δὲ τὴν Μίλητον συμπεφευγότων τῶν διασωθέντων ἐκ τῆς μάχης Περσῶν μετὰ Μέμνονος τοῦ στρατηγοῦ ὁ μὲν βασιλεὺς πλησίον τῆς πόλεως στρατοπεδεύσας καθ᾽ ἡμέραν συνεχεῖς προσβολὰς τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο,[2] οἱ δὲ πολιορκούμενοι τὸ μὲν πρῶτον ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο, πολλῶν μὲν στρατιωτῶν ἠθροισμένων εἰς τὴν πόλιν, βελῶν δὲ καὶ τῶν ἄλλων τῶν εἰς τὴν πολιορκίαν χρησίμων δαψιλῆ χορηγίαν ἔχοντες:[3] ἐπεὶ δὲ ὁ βασιλεὺς φιλοτιμότερον ταῖς τε μηχαναῖς ἐσάλευε τὰ τείχη καὶ τὴν πολιορκίαν ἐνεργεστάτην ἐποιεῖτο κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν οἵ τε Μακεδόνες διὰ τῶν πιπτόντων τειχῶν εἰσεβιάζοντο, τηνικαῦτα κατισχυόμενοι πρὸς φυγὴν ἐτράποντο. [4] εὐθὺ δ᾽ οἱ Μιλήσιοι μεθ᾽ ἱκετηριῶν τῷ βασιλεῖ προσπίπτοντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. τῶν δὲ βαρβάρων οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃρέθησαν, οἱ δὲ τῆς πόλεως ἐκπίπτοντες ἔφευγον, οἱ δ᾽ ἄλλοι πάντες ἥλωσαν. [5] ὁ δ᾽ Ἀλέξανδρος τοῖς μὲν Μιλησίοις φιλανθρώπως προσηνέχθη, τοὺς δ᾽ ἄλλους ἅπαντας ἐξηνδραποδίσατο. τῆς δὲ ναυτικῆς δυνάμεως οὔσης ἀχρήστου καὶ δαπάνας μεγάλας ἐχούσης κατέλυσε τὸ ναυτικὸν πλὴν ὀλίγων νεῶν, αἷς ἐχρῆτο πρὸς τὴν παρακομιδὴν τῶν πολιορκητικῶν ὀργάνων, ἐν αἷς ἦσαν αἱ παρ᾽ Ἀθηναίων νῆες συμμαχίδες εἴκοσιν.

23. ἔνιοι δὲ λέγουσι τὸν Ἀλέξανδρον στρατηγικῶς ἐπινοῆσαι τὴν τοῦ στόλου κατάλυσιν: προσδοκίμου γὰρ ὄντος τοῦ Δαρείου καὶ μελλούσης μεγάλης παρατάξεως συντελεῖσθαι νομίσαι τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι παραιρεθείσης τῆς κατὰ τὴν φυγὴν ἐλπίδος. [2] τὸ δ᾽ αὐτὸ πρᾶξαι κατὰ τὴν ἐπὶ Γρανικῷ μάχην: κατὰ νώτου γὰρ λαβεῖν τὸν ποταμόν, ὅπως μηδεὶς ἐπιβάληται φεύγειν προδήλου τῆς ἀπωλείας οὔσης τῶν διωκομένων ἐν τῷ τοῦ ποταμοῦ ῥείθρῳ. καὶ γὰρ κατὰ τοὺς ὕστερον χρόνους Ἀγαθοκλέα τὸν Συρακοσίων βασιλέα μιμησάμενον τὴν Ἀλεξάνδρου στρατηγίαν ἀνέλπιστον καὶ μεγάλην νίκην περιποιήσασθαι:[3] διαβάντα γὰρ αὐτὸν εἰς Λιβύην μετ᾽ ὀλίγης δυνάμεως καὶ τὰς ναῦς ἐμπρήσαντα παρελέσθαι μὲν τῶν στρατιωτῶν τὰς ἐκ τοῦ φεύγειν ἐλπίδας, συναναγκάσαι δὲ γενναίως ἀγωνίσασθαι καὶ διὰ τοῦτο Καρχηδονίων ἀντιταχθέντων πολλαῖς μυριάσι νικῆσαι. [4]

μετὰ δὲ τὴν ἅλωσιν τῆς Μιλήτου τὸ πλῆθος τῶν Περσῶν καὶ τῶν μισθοφόρων, ἔτι δ᾽ οἱ πρακτικώτατοι τῶν ἡγεμόνων συνέδραμον εἰς τὴν Ἁλικαρνασσόν. αὕτη δὲ ἡ πόλις μεγίστη τῶν κατὰ τὴν Καρίαν ἦν, βασίλεια μὲν ἐσχηκυῖα τὰ Καρῶν, ἀκροπόλεσι δὲ καλῶς κεκοσμημένη. [5] κατὰ δὲ τὸν αὐτὸν καιρὸν Μέμνων μὲν τήν τε γυναῖκα καὶ τὰ τέκνα πρὸς Δαρεῖον ἔπεμψε καὶ τούτῳ παραθέμενος ἅμα μὲν ὑπέλαβε τῆς ἀσφαλείας αὐτῶν καλῶς πεπρονοῆσθαι, ἅμα δὲ τὸν βασιλέα καλοὺς ὁμήρους ἔχοντα προθυμότερον ἐμπιστεύσειν αὐτῷ τὴν τῶν ὅλων ἡγεμονίαν: ὅπερ καὶ συνέβη γενέσθαι. [6] εὐθὺς γὰρ ὁ Δαρεῖος ἔπεμψεν ἐπιστολὰς πρὸς τοὺς κατὰ θάλατταν οἰκοῦντας, προστάττων ἅπαντας ὑπακούειν τῷ Μέμνονι. διόπερ οὗτος παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν παρεσκευάζετο πάντα τὰ χρήσιμα πρὸς πολιορκίαν ἐν τῇ πόλει τῶν Ἁλικαρνασσέων.

24. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος τὰ μὲν πολιορκητικὰ τῶν ὀργάνων καὶ σῖτον κατὰ θάλατταν ἐκόμισεν ἐπὶ τὴν Ἁλικαρνασσόν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως προῆγεν ἐπὶ Καρίας καὶ τὰς ἐν τῇ παρόδῳ πόλεις προσήγετο ταῖς φιλανθρωπίαις: μάλιστα δ᾽ εὐεργέτει τὰς Ἑλληνίδας πόλεις, ποιῶν αὐτὰς αὐτονόμους καὶ ἀφορολογήτους, προσεπιλέγων ὅτι τῆς τῶν Ἑλλήνων ἐλευθερώσεως ἕνεκα τὸν πρὸς Πέρσας πόλεμον ἐπανῄρηται. [2] ὄντι δ᾽ αὐτῷ κατὰ τὴν ὁδοιπορίαν ἀπήντησέν τι γύναιον, ὄνομα μὲν Ἄδα, γένει δὲ προσήκουσα τῇ Καρῶν ἀρχῇ. ἐντυχούσης δ᾽ αὐτῆς περὶ τῆς προγονικῆς δυναστείας καὶ δεηθείσης βοηθῆσαι ταύτην μὲν ἐκέλευσε παραλαβεῖν τὴν τῆς Καρίας ἀρχήν, τοὺς δὲ Κᾶρας ἰδίους ἐποιήσατο ταῖς εὐνοίαις διὰ τὴν τῆς γυναικὸς ταύτης εὐεργεσίαν:[3] εὐθὺς γὰρ αἱ πόλεις ἅπασαι πρεσβείας ἀποστέλλουσαι χρυσοῖς στεφάνοις ἐτίμησαν τὸν βασιλέα καὶ πάντα συμπράττειν ἐπηγγείλαντο. ὁ δὲ Ἀλέξανδρος πλησίον τῆς πόλεως στρατοπεδεύσας συνεστήσατο πολιορκίαν ἐνεργὸν καὶ καταπληκτικήν. [4] τὸ μὲν γὰρ πρῶτον τοῖς τείχεσι προσβολὰς συνεχεῖς ἐκ διαδοχῆς ἐποιεῖτο καὶ διημέρευεν ἐν τοῖς κινδύνοις: μετὰ δὲ ταῦτα παντοδαπὰς μηχανὰς ἐπιστήσας καὶ τὰς πρὸ τῆς πόλεως τάφρους χωστρίσι χελώναις ἀναπληρώσας διὰ τῶν κριῶν ἐσάλευε τοὺς πύργους καὶ τὰ μεταξὺ μεσοπύργια. καταβαλὼν δὲ μέρος τι τοῦ τείχους τὸ λοιπὸν ἤδη διὰ τῆς ἐκ χειρὸς μάχης ἐβιάζετο διὰ τοῦ πτώματος εἰς τὴν πόλιν εἰσπεσεῖν. [5] Μέμνων δὲ τὸ μὲν πρῶτον τοὺς προσβάλλοντας τοῖς τείχεσι Μακεδόνας ῥᾳδίως ἠμύνετο, πολλῶν ὄντων ἐν τῇ πόλει στρατιωτῶν: κατὰ δὲ τὰς τῶν ὀργάνων προσβολὰς μετὰ πολλῶν στρατιωτῶν ἐκχεόμενος ἐκ τῆς πόλεως νυκτὸς πῦρ ἐνέβαλλε ταῖς μηχαναῖς. [6] μεγάλων δ᾽ ἀγώνων πρὸ τῆς πόλεως συνισταμένων οἱ μὲν Μακεδόνες ταῖς ἀρεταῖς πολὺ προεῖχον, οἱ δὲ Πέρσαι τῷ πλήθει καὶ ταῖς παρασκευαῖς ἐπλεονέκτουν: συνήργουν γὰρ αὐτοῖς οἱ ἀπὸ τῶν τειχῶν συναγωνιζόμενοι καὶ τοῖς ὀξυβελέσι καταπέλταις οὓς μὲν ἀπέκτεινον τῶν πολεμίων, οὓς δὲ κατετίτρωσκον.

25. ὁμοῦ δὲ αἵ τε σάλπιγγες ἐσήμαινον παρ᾽ ἀμφοτέροις τὸ πολεμικὸν καὶ βοὴ πανταχόθεν ἐγίνετο, συνεπισημαινομένων τῶν στρατιωτῶν ταῖς παρ᾽ ἑκατέρων ἀνδραγαθίαις. [2] οἱ μὲν γὰρ τὴν ἐν ταῖς μηχαναῖς αἰρομένην εἰς ὕψος φλόγα κατέπαυον, οἱ δ᾽ εἰς χεῖρας συμπλεκόμενοι πολὺν ἐποίουν φόνον, ἄλλοιδ᾽ ἐντὸς τῶν πιπτόντων τειχῶν ἀντῳκοδόμουν ἕτερα τείχη πολὺ τῶν προϋπαρχόντων βαρύτερα ταῖς κατασκευαῖς. [3] τῶν δ᾽ ἡγεμόνων τῶν περὶ τὸν Μέμνονα προκινδυνευόντων καὶ μεγάλας δωρεὰς διδόντων τοῖς ἀνδραγαθοῦσιν ἀνυπέρβλητος φιλοτιμία παρ᾽ ἀμφοτέροις ἐγίνετο περὶ τῆς νίκης. [4] διὸ καὶ παρῆν ὁρᾶν τοὺς μὲν τραύμασιν ἐναντίοις περιπίπτοντας καὶ κατὰ τὰς λιποψυχίας ἀποφερομένους ἐκ τῆς μάχης, τοὺς δὲ περιβαίνοντας τὰ πίπτοντα σώματα καὶ περὶ τῆς τούτων ἀναιρέσεως μεγάλους ἀγῶνας συνισταμένους, ἄλλους δὲ διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν ἐνδιδόντας ἤδη καὶ διὰ τῆς ὑπὸ τῶν ἡγεμόνων παρακλήσεως πάλιν θαῤῥοῦντας καὶ νεαροὺς ταῖς ψυχαῖς γινομένους. [5] τέλος δὲ πρὸς αὐταῖς ταῖς πύλαις ἔπεσόν τινες τῶν Μακεδόνων καὶ σὺν αὐτοῖς Νεοπτόλεμος ἡγεμών, ἀνὴρ ἐπιφανής. μετὰ δὲ ταῦτα δύο μὲν πύργων εἰς ἔδαφος καθῃρημένων καὶ δυεῖν μεσοπυργίων ἐῤῥιμμένων τῶν μὲν Περδίκκου στρατιωτῶν τινες μεθυσθέντες προπετῶς νυκτὸς προσέβαλλον τοῖς τῆς ἀκροπόλεως τείχεσιν: οἱ δὲ περὶ τὸν Μέμνονα συννοήσαντες τὴν ἀπειρίαν τῶν προσβαλλόντων καὶ ἐπεξελθόντες καὶ τῷ πλήθει πολὺ προέχοντες ἐτρέψαντο τοὺς Μακεδόνας καὶ πολλοὺς ἀνῄρουν. [6] γνωσθέντος δὲ τοῦ συμβεβηκότος ἐξεβοήθουν πολλοὶ τῶν Μακεδόνων καὶ μεγάλης μάχης γενομένης καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐπιφανέντων οἱ μὲν Πέρσαι βιασθέντες συνεκλείσθησαν εἰς τὴν πόλιν, ὁ δὲ βασιλεὺς τοὺς πεσόντας πρὸ τοῦ τείχους Μακεδόνας διακηρυκευσάμενος ᾔτησεν ὑποσπόνδους. Ἐφιάλτης μὲν οὖν καὶ Θρασύβουλος οἱ Ἀθηναῖοι συμμαχοῦντες τοῖς Πέρσαις συνεβούλευον μὴ διδόναι τοὺς νεκροὺς πρὸς ταφήν, ὁ δὲ Μέμνων συνεχώρησε.

26. μετὰ δὲ ταῦτα Ἐφιάλτης βουλευομένων τῶν ἡγεμόνων συνεβούλευε μὴ περιμένειν ἕως ἂν ἁλούσης τῆς πόλεως αἰχμάλωτοι καταστῶσιν, ἀλλ᾽ αὐτοὺς τοὺς ἡγεμόνας προκινδυνεύοντας τῶν μισθοφόρων ἐπιθέσθαι τοῖς πολεμίοις. [2] ὁ δὲ Μέμνων ὁρῶν τὸν Ἐφιάλτην πρὸς ἀρετὴν ὁρμώμενον καὶ μεγάλας ἔχων ἐλπίδας ἐν αὐτῷ διὰ τὴν ἀνδρείαν καὶ τὴν τοῦ σώματος ῥώμην συνεχώρησεν αὐτῷ πράττειν ὃ βούλοιτο. [3] ὁ δὲ δισχιλίους τῶν μισθοφόρων ἐπιλέκτους ἀναλαβὼν καὶ τοῖς ἡμίσεσι διαδοὺς δᾷδας ἡμμένας, τοὺς δ᾽ ἄλλους ἀντιτάξας τοῖς πολεμίοις ἄφνω τὰς πύλας πάσας ἀνεπέτασεν. ἅμα δ᾽ ἡμέρᾳ μετὰ τούτων ἐκχυθεὶς τοῖς μὲν μηχανήμασιν ἐνῆκε πῦρ καὶ παραχρῆμα πολλὴν συνέβη γενέσθαι φλόγα,[4] τῶν δ᾽ ἄλλων ἐν βαθείᾳ φάλαγγι πεπυκνωμένων αὐτὸς προηγεῖτο καὶ τοῖς ἐκβοηθοῦσι Μακεδόσιν ἐπέῤῥαξεν. ὁ δὲ βασιλεὺς κατανοήσας τὸ γινόμενον τοὺς μὲν προμάχους τῶν Μακεδόνων πρώτους ἔταξε, ἐφέδρους δ᾽ ἔστησε τοὺς ἐπιλέκτους: ἐπὶ δὲ τούτοις τρίτους ἐπέταξεν ἑτέρους τοὺς ταῖς ἀνδραγαθίαις ὑπεράγοντας. αὐτὸς δὲ πρὸ πάντων τούτων ἡγούμενος ὑπέστη τοὺς πολεμίους, δόξαντας διὰ τὸ βάρος ἀκαταγωνίστους εἶναι. ἐξέπεμψε δὲ καὶ τοὺς κατασβέσοντας τὴν φλόγα καὶ βοηθήσοντας ταῖς μηχαναῖς. [5] ἅμα δὲ παρ᾽ ἀμφοτέροις τῆς τε βοῆς ἐξαισίου γινομένης καὶ τῶν σαλπίγγων σημαινουσῶν τὸ πολεμικὸν μέγας ἀγὼν συνέστη διὰ τὰς ἀρετὰς τῶν ἀγωνιζομένων καὶ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας. τὸ μὲν οὖν πῦρ ἐκώλυσαν οἱ Μακεδόνες ἐπινεμηθῆναι,[6] κατὰ δὲ τὴν μάχην ἐπλεονέκτουν οἱ περὶ τὸν Ἐφιάλτην: οὗτος γὰρ πολὺ προέχων τῶν ἄλλων τῇ τοῦ σώματος ῥώμῃ πολλοὺς ἀνῄρει τῶν εἰς χεῖρας ἐρχομένων. οἵ τ᾽ ἐφεστῶτες ἐπὶ τῷ προσφάτως ἀντικατασκευασθέντι τείχει πολλοὺς ἀνῄρουν πυκνοῖς τοῖς βέλεσι χρώμενοι: ἑκατὸν γὰρ πηχῶν τὸ ὕψος πύργος ξύλινος κατεσκεύαστο, πλήρης καταπελτῶν ὀξυβελῶν. [7] πολλῶν δὲ Μακεδόνων πιπτόντων καὶ τῶν ἄλλων ἀναχωρούντων διὰ τὸ πλῆθος τῶν βελῶν, τοῦ τε Μέμνονος πολλαπλασίοις στρατιώταις ἐπιβοηθοῦντος καὶ αὐτὸς ὁ βασιλεὺς εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτεν.

27. ἔνθα δὴ τῶν ἐκ τῆς πόλεως κατισχυόντων παραδόξως ὁ κίνδυνος παλίντροπον τὴν μάχην ἔσχεν. οἱ γὰρ πρεσβύτατοι τῶν Μακεδόνων, διὰ μὲν τὴν ἡλικίαν ἀπολελυμένοι τῶν κινδύνων, συνεστρατευμένοι δὲ Φιλίππῳ καὶ πολλὰς μάχας κατωρθωκότες,[2] ὑπὸ τῶν καιρῶν εἰς ἀλκὴν προεκλήθησαν, φρονήματι δὲ καὶ ταῖς κατὰ πόλεμον ἐμπειρίαις πολὺ προέχοντες τοῖς μὲν φυγομαχοῦσι νεωτέροις πικρῶς ὠνείδισαν τὴν ἀνανδρίαν, αὐτοὶ δὲ συναθροισθέντες καὶ συνασπίσαντες ὑπέστησαν τοὺς δοκοῦντας ἤδη νενικηκέναι. [3] τέλος δὲ τόν τε Ἐφιάλτην καὶ πολλοὺς ἄλλους ἀνελόντες τοὺς λοιποὺς ἠνάγκασαν εἰς τὴν πόλιν συμφυγεῖν. [4] οἱ δὲ Μακεδόνες τῆς νυκτὸς ἐπιλαβούσης τοῖς φεύγουσι συνεισέπεσον ἐντὸς τῶν τειχῶν: τοῦ δὲ βασιλέως κελεύσαντος σημῆναι τὸ ἀνακλητικὸν ἀνεχώρησαν εἰς τὸ στρατόπεδον. [5] οἱ δὲ περὶ τὸν Μέμνονα στρατηγοὶ καὶ σατράπαι συνελθόντες ἔγνωσαν τὴν μὲν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὴν ἀκρόπολιν τοὺς ἀρίστους τῶν στρατιωτῶν καταστήσαντες μετὰ τῆς ἁρμοζούσης χορηγίας τὸν λοιπὸν ὄχλον καὶ τὰ χρήματα ἀπεκόμισαν εἰς τὴν Κῶν. [6] ὁ δ᾽ Ἀλέξανδρος ἅμ᾽ ἡμέρᾳ γνοὺς τὸ γεγενημένον τὴν μὲν πόλιν κατέσκαψε, τῇ δ᾽ ἀκροπόλει περιέθηκε τεῖχος καὶ τάφρον ἀξιόλογον: αὐτὸς δὲ μέρος τῆς δυνάμεως μετὰ στρατηγῶν ἐξέπεμψεν εἰς τὴν μεσόγειον, προστάξας τὰ συνεχῆ τῶν ἐθνῶν χειροῦσθαι.

οὗτοι μὲν οὖν ἐνεργῶς πολεμήσαντες, πᾶσαν τὴν χώραν μέχρι τῆς μεγάλης Φρυγίας καταστρεψάμενοι, διέθρεψαν τοὺς στρατιώτας ἐκ τῆς πολεμίας:[7] ὁ δ᾽ Ἀλέξανδρος τὴν παραθαλαττίαν πᾶσαν μέχρι Κιλικίας χειρωσάμενος πολλὰς πόλεις κατεκτήσατο καὶ φρούρια καρτερὰ φιλοτιμότερον πολιορκήσας τῇ βίᾳ κατεπόνησεν, ἐν οἷς ἑνὸς παραδόξως ἐκράτησε, περὶ οὗ διὰ τὴν ἰδιότητα τῆς περιπετείας οὐκ ἄξιον παραλιπεῖν.

28. τῆς γὰρ Λυκίας περὶ τὰς ἐσχατιὰς πέτραν μεγάλην ὀχυρότητι διαφέρουσαν ᾤκουν οἱ Μαρμαρεῖς ὀνομαζόμενοι, οἵτινες παριόντος Ἀλεξάνδρου τὸ χωρίον ἐπέθεντο τοῖς κατὰ τὴν οὐραγίαν Μακεδόσι καὶ συχνοὺς ἀνελόντες πολλὰ τῶν σωμάτων καὶ τῶν ὑποζυγίων ἀφήρπασαν. [2] ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς συνεστήσατο πολιορκίαν καὶ πᾶσαν εἰσεφέρετο σπουδὴν βίᾳ κρατῆσαι τοῦ χωρίου. οἱ δὲ Μαρμαρεῖς ἀνδρείᾳ διαφέροντες καὶ τῇ τῶν τόπων ἐρυμνότητι πιστεύοντες ὑπέμενον εὐρώστως τὴν πολιορκίαν. ἐπὶ μὲν οὖν ἡμέρας δύο συνεχεῖς ἐγίνοντο προσβολαὶ καὶ φανερὸς ἦν ὁ βασιλεὺς οὐκ ἀποστησόμενος ἕως ἂν ἕλῃ τὴν πέτραν. [3] οἱ δὲ πρεσβύτεροι τῶν Μαρμαρέων τὸ μὲν πρῶτον συνεβούλευον τοῖς νέοις παυσαμένοις τῆς βίας ἐφ᾽ οἷς ἦν δυνατὸν συλλυθῆναι πρὸς τὸν βασιλέα: οὐ πειθομένων δ᾽ αὐτῶν, ἀλλὰ πάντων φιλοτιμουμένων συναποθανεῖν τῇ τῆς πατρίδος ἐλευθερίᾳ παρεκάλεσαν αὐτοὺς τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ἀνελεῖν, αὐτοὺς δὲ τοὺς δυναμένους διὰ τῆς ἀλκῆς σώζεσθαι νυκτὸς διὰ μέσων τῶν πολεμίων διεκπεσεῖν καὶ καταφυγεῖν εἰς τὴν πλησίον ὀρεινήν. [4] συγκαταθεμένων δὲ τῶν νέων καὶ προσταξάντων κατ᾽ οἰκίαν ἑκάστους μετὰ τῆς συγγενείας ἀπολαύσαντας τῶν προσηνεστάτων βρωτῶν τε καὶ ποτῶν ὑπομεῖναι τὸ δεινὸν ἔδοξε τοῖς νέοις, οὖσιν ὡς ἑξακοσίοις, τοῦ μὲν φονεύειν τοὺς προσήκοντας ἀποσχέσθαι, τὰς δ᾽ οἰκίας ἐμπρῆσαι καὶ διὰ τῶν πυλῶν ἐκχυθέντας εἰς τὴν ὀρεινὴν ἀποχωρῆσαι. [5] οὗτοι μὲν οὖν τὰ δεδογμένα συντελέσαντες ταῖς ἰδίαις ἑστίαις ἑκάστους ἐποίησαν ἐνταφῆναι, αὐτοὶδὲ διὰ μέσων τῶν περιεστρατοπεδευκότων ἔτι νυκτὸς οὔσης διεκπεσόντες ἔφυγον εἰς τὴν πλησίον ὀρεινήν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

29. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Νικοκράτους ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξατο Καίσων Οὐαλλέριος καὶ Λεύκιος Παπίριος. ἐπὶ δὲ τούτων Δαρεῖος χρημάτων πλῆθος ἐξέπεμψε τῷ Μέμνονι καὶ τοῦ πολέμου παντὸς ἀπέδειξε στρατηγόν. [2] ὁ δὲ μισθοφόρων πλῆθος ἀθροίσας καὶ τριακοσίας ναῦς πληρώσας ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. Χῖον μὲν οὖν προσηγάγετο: πλεύσας δ᾽ ἐπὶ Λέσβον Ἄντισσαν μὲν καὶ Μήθυμναν καὶ Πύῤῥαν καὶ Ἐρεσσὸν ῥᾳδίως ἐχειρώσατο, τὴν δὲ Μιτυλήνην μεγάλην οὖσαν καὶ παρασκευαῖς μεγάλαις καὶ πλήθει τῶν ἀμυνομένων ἀνδρῶν κεχορηγημένην πολλὰς ἡμέρας πολιορκήσας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλὼν μόγις εἷλε κατὰ κράτος. [3] εὐθὺ δὲ τῆς περὶ τὸν στρατηγὸν ἐνεργείας διαβοηθείσης αἱ πλείους τῶν Κυκλάδων νήσων διεπρεσβεύοντο. προσπεσούσης δὲ φήμης εἰς τὴν Ἑλλάδα διότι Μέμνων μετὰ τοῦ στόλου μέλλει πλεῖν ἐπ᾽ Εὐβοίας αἱ μὲν κατὰ τὴν νῆσον ταύτην πόλεις περίφοβοι καθειστήκεισαν, οἱ δὲ τὰ τῶν Περσῶν αἱρούμενοι τῶν Ἑλλήνων, ἐν οἷς ὑπῆρχον καὶ Σπαρτιᾶται, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο πρὸς καινοτομίαν. [4] ὁ δὲ Μέμνων χρήμασι διαφθείρων πολλοὺς τῶν Ἑλλήνων ἔπεισε κοινωνεῖν τῶν Περσικῶν ἐλπίδων. οὐ μὴν ἡ τύχη γ᾽ εἴασεν ἐπὶ πλέον προελθεῖν τὴν τἀνδρὸς ἀρετήν: ὁ γὰρ Μέμνων περιπεσὼν ἀῤῥωστίᾳ καὶ πάθει παραβόλῳ συσχεθεὶς μετήλλαξε καὶ τῇ τούτου τελευτῇ συνετρίβη καὶ τὰ τοῦ Δαρείου πράγματα.

30. προσεδόκησε μὲν γὰρ ὁ βασιλεὺς μεταθήσεσθαι αὐτὸν τὸν πάντα πόλεμον ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην: ὡς δ᾽ ἤκουσε τὴν Μέμνονος τελευτήν, συνήγαγε τῶν φίλων συνέδριον καὶ προέθηκε βουλὴν πότερον δεῖ στρατηγοὺς καὶ στρατιὰν καταπέμπειν ἐπὶ θάλατταν ἢ τὸν βασιλέα μετὰ πάσης τῆς δυνάμεως καταβάντα διαγωνίζεσθαι τοῖς Μακεδόσιν. [2] ἔνιοι μὲν οὖν ἔφασαν δεῖν αὐτὸν τὸν βασιλέα παρατάττεσθαι καὶ τὸ πλῆθος τῶν Περσῶν ἀπεφαίνοντο προθυμότερον ἀγωνιεῖσθαι: Χαρίδημος δ᾽ Ἀθηναῖος, ἀνὴρ θαυμαζόμενος ἐπ᾽ ἀνδρείᾳ καὶ δεινότητι στρατηγίας, συνεστράτευτο μὲν Φιλίππῳ τῷ βασιλεῖ καὶ πάντων τῶν ἐπιτευγμάτων ἀρχηγὸς καὶ σύμβουλος γεγονὼς ἦν, συνεβούλευεν δὲ τῷ Δαρείῳ μὴ προπετῶς ἀποκυβεῦσαι περὶ τῆς βασιλείας, ἀλλ᾽ αὐτὸν μὲν τὸ βάρος καὶ τὴν τῆς Ἀσίας ἀρχὴν συνέχειν, ἐπὶ δὲ τὸν πόλεμον ἀποστέλλειν στρατηγὸν πεῖραν δεδωκότα τῆς ἰδίας ἀρετῆς. [3] δύναμιν δ᾽ ἱκανὴν εἶναι δέκα μυριάδων, ἧς τὸ τρίτον Ἕλληνας ποιῆσαι μισθοφόρους, καὶ δι᾽ ἐμφάσεως αὐτὸς ἀνεδέχετο κατορθώσειν τὴν ἐπιβολὴν ταύτην. [4] τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς συγκατετίθετο τοῖς λεγομένοις, μετὰ δὲ ταῦτα τῶν φίλων γενναιότερον ἀντειπόντων καὶ τὸν Χαρίδημον εἰς ὑποψίαν ἀγόντων ὅτι τῆς στρατηγίας ὀρέγεται τυχεῖν, ὅπως τοῖς Μακεδόσι προδῷ τὴν Περσῶν ἡγεμονίαν, ὁ μὲν Χαρίδημος παροργισθεὶς καὶ προχειρότερον ὀνειδίσας τὴν Περσῶν ἀνανδρίαν ἐποίησεν ἐπὶ πλεῖον προσκόψαι τὸν βασιλέα τοῖς λόγοις, τοῦ θυμοῦ δὲ τὸ συμφέρον ἀφαιρουμένου ὁ μὲν Δαρεῖος ἐπιλαβόμενος τῆς τοῦ Χαριδήμου ζώνης κατὰ τὸν τῶν Περσῶν νόμον παρέδωκε τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀποκτεῖναι,[5] ὁ δὲ Χαρίδημος ἀπαγόμενος ἐπὶ τὸν θάνατον ἀνεβόησεν μεταμελήσειν ταῦτα ταχὺ τῷ βασιλεῖ καὶ τῆς ἀδίκου τιμωρίας αὐτοῦ σύντομον ἕξειν τὴν κόλασιν, ἐπιδόντα τὴν κατάλυσιν τῆς βασιλείας. Χαρίδημος μὲν οὖν μεγάλων ἐλπίδων ἐκπεσὼν διὰ παῤῥησίαν ἄκαιρον τοιαύτην ἔσχε τὴν τοῦ βίου καταστροφήν:[6] ὁ δὲ βασιλεὺς ἀνέντος τοῦ θυμοῦ τὴν ψυχὴν εὐθὺς μετενόησε καὶ κατεμέμψατο ἑαυτὸν ὡς τὰ μέγιστα ἡμαρτηκότα. ἀλλ᾽ οὐ γὰρ ἦν δυνατὸν τὸ γεγονὸς διὰ τῆς βασιλικῆς ἐξουσίας ἀγένητον κατασκευάσαι. [7] διόπερ ὀνειροπολούμενος ταῖς Μακεδόνων ἀρεταῖς καὶ τὴν ἐνέργειαν τὴν Ἀλεξάνδρου πρὸ ὀφθαλμῶν λαμβάνων ἐζήτει στρατηγὸν ἀξιόχρεων τὸν διαδεξόμενον τὴν τοῦ Μέμνονος ἡγεμονίαν: οὐ δυνάμενος δ᾽ εὑρεῖν αὐτὸς ἠναγκάζετο καταβαίνειν εἰς τὸν ὑπὲρ τῆς βασιλείας κίνδυνον.

31. εὐθὺς οὖν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις καὶ προσέταξεν ἀπαντᾶν εἰς Βαβυλῶνα καὶ τῶν φίλων καὶ τῶν συγγενῶν ἐπελέγετο τοὺς εὐθέτους, ὧν τοῖς μὲν τὰς ἁρμοζούσας ἡγεμονίας κατεμέριζε, τοὺς δὲ μεθ᾽ αὑτοῦ κινδυνεύειν προσέταττεν. [2] ὡς δ᾽ ὁ τῆς στρατείας ἀφωρισμένος χρόνος προσεγένετο, κατήντησαν ἅπαντες εἰς τὴν Βαβυλῶνα. ὁ δ᾽ ἀριθμὸς ἦν τῶν στρατιωτῶν πεζοὶ μὲν πλείους τῶν τετταράκοντα μυριάδων, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν δέκα μυριάδων.

Δαρεῖος μὲν οὖν μετὰ τοσαύτης δυνάμεως ἀναζεύξας ἐκ Βαβυλῶνος προῆγεν ἐπὶ Κιλικίας, ἔχων μεθ᾽ ἑαυτοῦ τήν τε γυναῖκα καὶ τὰ τέκνα, υἱὸν καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα:[3] Ἀλέξανδρος δὲ πρὸ μὲν τῆς Μέμνονος τελευτῆς πυνθανόμενος Χῖον καὶ τὰς ἐν Λέσβῳ πόλεις κεχειρῶσθαι, τὴν δὲ Μιτυλήνην κατὰ κράτος ἡλωκυῖαν, πρὸς δὲ τούτοις τὸν Μέμνονα τριακοσίαις τριήρεσι καὶ πεζῇ δυνάμει μέλλοντα στρατεύειν ἐπὶ Μακεδονίαν, τῶν δ᾽ Ἑλλήνων τοὺς πλείους ἑτοίμους εἶναι πρὸς ἀπόστασιν οὐ μετρίως ἠγωνία,[4] ὡς δ᾽ ἧκόν τινες ἀπαγγέλλοντες τὴν Μέμνονος τελευτήν, ἀπελύθη τῆς πολλῆς ἀγωνίας. μετ᾽ ὀλίγον δὲ εἰς ἀῤῥωστίαν βαρυτέραν ἐμπεσὼν καὶ χαλεπῷ πάθει συνεχόμενος συνεκάλεσε τοὺς ἰατρούς. [5] τῶν μὲν οὖν ἄλλων ἕκαστος δυσχερῶς εἶχε πρὸς τὴν θεραπείαν, Φίλιππος δ᾽ Ἀκαρνὰν τὸ γένος παραβόλοις καὶ συντόμοις θεραπείαις χρώμενος ἐπηγγείλατο διὰ φαρμακείας λύσειν τὴν νόσον. [6] ἀσμένως δὲ τοῦ βασιλέως ὑπακούσαντος διὰ τὸ λέγεσθαι Δαρεῖον μετὰ τῆς δυνάμεως ἐκ Βαβυλῶνος ὡρμηκέναι ὁ μὲν ἰατρὸς δοὺς φάρμακον πιεῖν καὶ συνεργὸν λαβὼν τὴν φύσιν τοῦ κάμνοντος καὶ τὴν τύχην εὐθὺς ἀπήλλαξε τῆς νόσου τὸν Ἀλέξανδρον. οὗτος μὲν οὖν παραδόξως ἐκφυγὼν τὸν κίνδυνον καὶ τὸν ἰατρὸν τιμήσας μεγαλοπρεπῶς κατέταξεν αὐτὸν εἰς τοὺς εὐνουστάτους τῶν φίλων.

32. ἡ δὲ μήτηρ τοῦ βασιλέως ἔγραψε πρὸς τὸν Ἀλέξανδρον τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι προσήκει τὸν Λυγκηστὴν Ἀλέξανδρον. οὗτος δ᾽ ὢν ἀνδρείᾳ διάφορος καὶ φρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο. [2] πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου.

ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὸν Δαρεῖον ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν Παρμενίωνα μὲν μετὰ τῆς δυνάμεως ἀπέστειλεν προκαταληψόμενον τὰς παρόδους καὶ τὰς ὀνομαζομένας É Πύλας: οὗτος δ᾽ ἐπιβαλὼν τοῖς τόποις καὶ τοὺς προκατειληφότας τὰς δυσχωρίας βαρβάρους βιασάμενος κύριος ἐγένετο τῶν παρόδων. [3] Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δ᾽ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπ᾽ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος. [4] οἱ δ᾽ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην. ὁ δ᾽ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο:

33. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων αὐτῷ τριάκοντα σταδίους ἀπέχειν τὸν Δαρεῖον καὶ συντεταγμένῃ τῇ δυνάμει προσιέναι καταπληκτικῶς, ὑπολαβὼν παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν ὥστε μιᾷ παρατάξει νικήσαντα καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοὺς μὲν στρατιώτας τοῖς οἰκείοις λόγοις παρεκάλεσεν ἐπὶ τὸν περὶ τῶν ὅλων ἀγῶνα, τὰ δὲ τάγματα τῶν στρατιωτῶν καὶ τὰς τῶν ἱππέων εἴλας οἰκείως τοῖς ὑποκειμένοις τόποις διατάξας τοὺς μὲν ἱππεῖς ἐπέστησε πρὸ πάσης τῆς στρατιᾶς, τὴν δὲ τῶν πεζῶν φάλαγγα κατόπιν ἐφεδρεύειν προσέταξεν. [2] αὐτὸς δὲ προηγούμενος τοῦ δεξιοῦ μέρους ἀπήντα τοῖς πολεμίοις, ἔχων μεθ᾽ ἑαυτοῦ τοὺς κρατίστους τῶν ἱππέων: τὸ δ᾽ εὐώνυμον μέρος ἐπεῖχον οἱ τῶν Θετταλῶν ἱππεῖς, πολὺ τῶν ἄλλων διαφέροντες ταῖς τε ἀνδραγαθίαις καὶ ταῖς ἐμπειρίαις. [3] ὡς δ᾽ αἱ δυνάμεις ἐντὸς βέλους ἐγίνοντο, τοῖς μὲν περὶ τὸν Ἀλέξανδρον ἐπέῤῥιψαν οἱ βάρβαροι τοσοῦτον πλῆθος βελῶν ὥστε διὰ τὴν πυκνότητα τῶν βαλλομένων ἀλλήλοις συγκρουόντων ἀσθενεστέρας γίνεσθαι τὰς πληγάς. [4] τῶν δὲ σαλπικτῶν παρ᾽ ἀμφοτέροις τὸ πολεμικὸν σημαινόντων οἱ Μακεδόνες πρῶτοι συναλαλάξαντες βοὴν ἐξαίσιον ἐποίησαν, μετὰ δὲ ταῦτα τῶν βαρβάρων ἀντιφθεγξαμένων συνήχησε μὲν ἡ σύνεγγυς ὀρεινὴ πᾶσα, τὸ δὲ μέγεθος τῆς βοῆς ὑπερῆρε τὴν προγεγενημένην κραυγήν, ὡς ἂν πεντήκοντα μυριάδων μιᾷ φωνῇ συνηχουσῶν. [5] ὁ δ᾽ Ἀλέξανδρος πάντῃ τὴν ὄψιν βάλλων καὶ σπεύδων κατιδεῖν τὸν Δαρεῖον ἅμα τῷ κατανοῆσαι παραχρῆμα μετὰ τῶν περὶ αὐτὸν ἱππέων ἐπ᾽ αὐτὸν ἐφέρετο τὸν βασιλέα, σπεύδων οὐχ οὕτω καταπροτερῆσαι τῶν Περσῶν ὡς τὸ δι᾽ αὑτοῦ περιποιήσασθαι τὴν νίκην. [6] ἅμα δὲ τούτῳ καὶ τῶν ἄλλων ἁπάντων ἱππέων συμπεσόντων ἀλλήλοις καὶ πολλοῦ φόνου γινομένου ἡ μὲν μάχη διὰ τὰς τῶν ἀγωνιζομένων ἀρετὰς ἀμφίδοξον εἶχε τὴν τῶν ὅλων κρίσιν: ἐταλαντεύετο γὰρ δεῦρο κἀκεῖσε, τῆς τροπῆς ἐναλλὰξ γινομένης. [7] οὔτε γὰρ ἀκοντίσας οὔτε πατάξας οὐδεὶς ἄπρακτον ἔσχε τὴν πληγήν, ὡς ἂν διὰ τὸ πλῆθος ἑτοίμου τοῦ σκοποῦ κειμένου. διὸ καὶ πολλοὶ τραύμασιν ἐναντίοις περιτυγχάνοντες ἔπιπτον καὶ μέχρι τῆς ἐσχάτης ἀναπνοῆς θυμομαχοῦντες τὸ ζῆν πρότερον ἢ τὴν ἀρετὴν ἐξέλειπον.

34. οἱ δὲ ἑκάστης τάξεως ἡγεμόνες τῶν ὑποτεταγμένων προαγωνιζόμενοι διὰ τῆς ἰδίας ἀρετῆς τοὺς πολλοὺς ἀνδραγαθεῖν προετρέψαντο. διὸ καὶ παρῆν ὁρᾶν πολλὰς μὲν διαθέσεις τραυμάτων γινομένας, ποικίλους δὲ καὶ μεγάλους ἀγῶνας συνισταμένους ὑπὲρ τῆς νίκης. [2] Ὀξάθρης δ᾽ ὁ Πέρσης, ἀδελφὸς μὲν ὢν Δαρείου, κατὰ δὲ τὴν ἀνδρείαν ἐπαινούμενος, ὡς εἶδεν τὸν Ἀλέξανδρον ἀκατασχέτως ἱέμενον ἐπὶ τὸν Δαρεῖον, ἐφιλοτιμήθη τῆς αὐτῆς τύχης κοινωνῆσαι τἀδελφῷ. [3] ἀναλαβὼν οὖν τοὺς ἀρίστους τῶν ἱππέων τῶν μεθ᾽ ἑαυτοῦ τεταγμένων μετὰ τούτων ἐπέῤῥαξε τοῖς περὶ τὸν Ἀλέξανδρον καὶ νομίσας τὸ φιλάδελφον τῆς ψυχῆς οἴσειν αὐτῷ περιβόητον παρὰ Πέρσαις δόξαν προεμάχετο τοῦ Δαρείου τεθρίππου καὶ μετ᾽ ἐμπειρίας εὐτόλμως τοῖς πολεμίοις συμπλεκόμενος πολλοὺς ἀπέκτεινε. [4] τῶν δὲ περὶ τὸν Ἀλέξανδρον ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις περὶ μὲν τὸ τοῦ Δαρείου τέθριππον ταχὺ νεκρῶν ἐσωρεύθη πλῆθος: πάντες γὰρ ἐφιέμενοι τοῦ βασιλέως ψαῦσαι πρὸς ἀλλήλους ἐκθυμότατα διηγωνίζοντο καὶ τοῦ ζῆν οὐδεμίαν ἐποιοῦντο φειδώ. [5] ἔπεσον δ᾽ ἐν τῷ κινδύνῳ τούτῳ πολλοὶ τῶν παρὰ Πέρσαις ἐπιφανῶν ἡγεμόνων, ἐν οἷς ὑπῆρχεν Ἀντιξύης καὶ Ῥεομίθρης καὶ ὁ τῆς Αἰγύπτου σατράπης Τασιάκης. ὁμοίως δὲ πολλῶν καὶ παρὰ τοῖς Μακεδόσι πεσόντων συνέβη καὶ αὐτὸν τὸν Ἀλέξανδρον τρωθῆναι τὸν μηρόν, περιχυθέντων αὐτῷ τῶν πολεμίων. [6] οἱ δὲ τὸν τοῦ Δαρείου τεθρίππου ζυγὸν ἐπέχοντες ἵπποι, τραυματιζόμενοι πυκνῶς καὶ διὰ τὸ πλῆθος τῶν περὶ αὐτοὺς σωρευομένων νεκρῶν πτυρόμενοι, τὰ μὲν χαλινὰ διεσείοντο, παρ᾽ ὀλίγον δὲ καὶ αὐτὸν τὸν Δαρεῖον εἰς τοὺς πολεμίους ἐξήνεγκαν. διὸ καὶ κινδυνεύων ἐσχάτως ὁ βασιλεὺς αὐτὸς ἥρπασε τοὺς ῥυτῆρας, συναναγκαζόμενος λῦσαι τὴν σεμνότητα τῆς προστασίας καὶ τὸν παρὰ Πέρσαις τοῖς βασιλεῦσι κείμενον νόμον ὑπερβῆναι. [7] προσήχθη δὲ καὶ τέθριππον ἕτερον ὑπὸ τῶν ὑπηρετῶν τῷ Δαρείῳ καὶ κατὰ τὴν εἰς τοῦτο μετάβασιν ταραχῆς γενομένης ὁ μὲν Δαρεῖος ἐπικειμένων τῶν πολεμίων εἰς ἔκπληξιν καὶ δέος ἐνέπιπτεν, οἱ δὲ Πέρσαι τὸν βασιλέα κατανοήσαντες ταραττόμενον εἰς φυγὴν ὥρμησαν. τὸ δ᾽ αὐτὸ καὶ τῶν ἐχομένων ἱππέων ποιησάντων ταχὺ πάντες ἐτράπησαν. [8] τῆς δὲ φυγῆς οὔσης ἐν τόποις στενοῖς καὶ τραχέσι συμπίπτοντες ἀλλήλους συνεπάτουν καὶ πολλοὶ χωρὶς πολεμίας πληγῆς ἀπέθνησκον. ἔκειντο γὰρ ὁμοῦ σωρευθέντες οἱ μὲν ἄνευ τῶν ὅπλων, οἱ δὲ τηροῦντες τὰς πανοπλίας: τινὲς δὲ γεγυμνωμένα τὰ ξίφη διαφυλάξαντες τοὺς περὶ ταῦτα ἀναπειρομένους ἀνῄρουν: οἱ δὲ πλεῖστοι εἰς τὰ πεδία διεκπεσόντες διὰ τούτων ἀπὸ κράτους ἐλαύνοντες τοὺς ἵππους εἰς τὰς συμμαχίδας πόλεις κατέφευγον. [9] ἡ δὲ τῶν Μακεδόνων φάλαγξ καὶ τὸ τῶν Περσῶν πεζὸν στράτευμα βραχὺν χρόνον ἐν τῇ μάχῃ διέμεινεν: προηττημένων γὰρ τῶν ἱππέων οἱονεί τις προαγὼν ἐγεγόνει τῆς ὅλης νίκης. πάντων δὲ τῶν βαρβάρων ταχὺ τραπέντων καὶ τοσούτων μυριάδων ἐν στενοῖς τόποις τὴν φυγὴν ποιουμένων ταχὺ πᾶς ὁ συνεχὴς τόπος νεκρῶν ἐπληρώθη.

35. νυκτὸς δ᾽ ἐπιλαβούσης οἱ μὲν Πέρσαι ῥᾳδίως διεσπάρησαν εἰς πολλοὺς τόπους, οἱ δὲ Μακεδόνες παυσάμενοι τοῦ διωγμοῦ πρὸς ἁρπαγὴν ὥρμησαν καὶ μάλιστα περὶ τὰς βασιλικὰς σκηνὰς διὰ τὸ πλῆθος τῆς πολυτελείας ἠσχολοῦντο. [2] διόπερ πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, παμπληθεῖς δὲ καὶ πολυτελεῖς ἐσθῆτες ἐκ τῆς βασιλικῆς γάζης διεφοροῦντο. ὁμοίως δὲ καὶ τῶν τοῦ βασιλέως φίλων καὶ συγγενῶν καὶ τῶν ἄλλων ἡγεμόνων οὐκ ὀλίγος διηρπάγη πλοῦτος. [3] οὐ μόνον γὰρ αἱ τῆς βασιλικῆς οἰκίας, ἀλλὰ καὶ αἱ τῶν συγγενῶν καὶ φίλων γυναῖκες ἐφ᾽ ἁρμάτων ὀχούμεναι καταχρύσων συνηκολούθουν κατά τι πάτριον ἔθος τῶν Περσῶν:[4] ἑκάστη δὲ τούτων διὰ τὴν ὑπερβολὴν τοῦ πλούτου καὶ τῆς τρυφῆς περιήγετο πλῆθος πολυδαπάνου κατασκευῆς καὶ γυναικείου κόσμου. πάθος δ᾽ ἦν δεινότατον περὶ τὰς αἰχμαλωτιζομένας γυναῖκας. [5] αἱ γὰρ πρότερον διὰ τρυφὴν ἐπ᾽ ἀπήναις πολυτελέσι μόγις κατακομιζόμεναι καὶ γυμνὸν μέρος τοῦ σώματος οὐδὲν φαίνουσαι, τότε μονοχίτωνες καὶ τὰς ἐσθῆτας περιῤῥήττουσαι μετ᾽ ὀδυρμῶν ἐκ τῶν σκηνῶν ἐξεπήδων, ἐπιβοώμεναι θεοὺς καὶ προσπίπτουσαι τοῖς τῶν κρατούντων γόνασι. [6] περιαιρούμεναι δὲ ταῖς χερσὶ τρεμούσαις τὸν τοῦ σώματος κόσμον καὶ τὰς κόμας ἀνειμέναι διὰ τόπων τραχέων ἔθεον καὶ πρὸς ἀλλήλας συντρέχουσαι βοηθοὺς ἐπεκαλοῦντο τὰς παρ᾽ ἑτέρων ἐπικουρίας δεομένας. [7] ἦγον δ᾽ αὐτὰς οἱ μὲν ἀπὸ τῆς κόμης ἐπισπώμενοι τὰς ἠτυχηκυίας, οἱ δὲ τὰς ἐσθῆτας περιρηγνύντες καὶ γυμνοῖς τοῖς σώμασιν ἐπιβάλλοντες τὰς χεῖρας καὶ ταῖς στάθμαις τῶν δοράτων τύπτοντες καὶ τὰ τιμιώτατα καὶ περιβόητα τῶν βαρβάρων ταῖς τῆς τύχης δωρεαῖς ὑβρίζοντες.

36. οἱ δ᾽ ἐπιεικέστατοι τῶν Μακεδόνων τὴν μεταβολὴν τῆς τύχης ὁρῶντες συμπαθεῖς ἐγίνοντο καὶ τὰς τῶν ἀκληρούντων συμφορὰς ἠλέουν, αἷς τὰ μὲν προσήκοντα καὶ μεγάλα μακρὰν ἀπήρτητο, τὰ δ᾽ ἀλλόφυλα καὶ πολέμια παρῆν σύνεγγυς . . . καὶ πρὸς ἀτυχῆ καὶ ἐπονείδιστον αἰχμαλωσίαν παρώρμητο. [2] μάλιστα δὲ τοὺς παρόντας εἰς δάκρυα καὶ συμπάθειαν ἤγαγεν ἡ Δαρείου μήτηρ καὶ γυνὴ καὶ δύο θυγατέρες ἐπίγαμοι καὶ υἱὸς παῖς τὴν ἡλικίαν. [3] ἐπὶ γὰρ τούτων ἡ μεταβολὴ τῆς τύχης καὶ τὸ μέγεθος τῶν ἀνελπίστων ἀκληρημάτων ἐν ὄψει κείμενον εὐλόγως τοὺς ὁρῶντας ἐποίει συμπάσχειν τοῖς ἠτυχηκόσι. [4] περὶ μὲν γὰρ Δαρείου πότερον ζῇ καὶ περίεστιν ἢ καὶ μετὰ τῆς τῶν ἄλλων φθορᾶς ἀπόλωλεν οὐκ ἐγίνωσκον, ἑώρων δὲ τὴν σκηνὴν διαρπάζοντας ἐνόπλους πολεμίους ἄνδρας, ἀγνοοῦντας μὲν τὰς ἡλωκυίας, πολλὰ δὲ διὰ τὴν ἄγνοιαν ἀπρεπῆ πράττοντας, καὶ τὸ σύνολον ὅλην τὴν Ἀσίαν αἰχμάλωτον μεθ᾽ αὑτῶν γεγενημένην καὶ ταῖς μὲν τῶν σατραπῶν γυναιξὶ προσπιπτούσαις καὶ δεομέναις βοηθεῖν οὐχ οἷον συνεπιλαβέσθαι τινὸς ἴσχυον, ἀλλὰ καὶ αὐταὶ ταύτας ἠξίουν συνεπικουρῆσαι τοῖς ἑαυτῶν ἀκληρήμασιν. [5] οἱ δὲ τοῦ βασιλέως παῖδες καταλαβόμενοι τὴν τοῦ Δαρείου σκηνὴν τἀκείνου λουτρὰ καὶ δεῖπνα παρεσκευάζοντο καὶ λαμπάδων πολλὴν πυρὰν ἅψαντες προσεδέχοντο τὸν Ἀλέξανδρον, ὅπως ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ καταλαβὼν ἑτοίμην πᾶσαν τὴν παρασκευὴν τοῦ Δαρείου οἰωνίσηται τὴν ὅλην τῆς Ἀσίας ἡγεμονίαν. [6] κατὰ δὲ τὴν μάχην ἐτελεύτησαν τῶν βαρβάρων πεζοὶ μὲν πλείους τῶν δέκα μυριάδων, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τῶν μυρίων, τῶν δὲ Μακεδόνων πεζοὶ μὲν εἰς τριακοσίους, ἱππεῖς δὲ περὶ ἑκατὸν καὶ πεντήκοντα. ἡ μὲν οὖν ἐν Ἰσσῷ τῆς Κιλικίας μάχη τοιοῦτον ἔσχε τὸ τέλος.

37. τῶν δὲ βασιλέων Δαρεῖος μὲν κατὰ κράτος ἡττημένος εἰς φυγὴν ὥρμησεν καὶ μεταλαμβάνων ἄλλον ἐξ ἄλλου τῶν ἀρίστων ἵππων κατὰ κράτος ἤλαυνε, διαφυγεῖν σπεύδων τὰς Ἀλεξάνδρου χεῖρας καὶ τῶν ἄνω σατραπειῶν ἅψασθαι προαιρούμενος:[2] Ἀλέξανδρος δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ἄλλων ἀρίστων ἱππέων ἐποιεῖτο τὸν διωγμόν, σπεύδων ἐγκρατὴς γενέσθαι τοῦ Δαρείου. διανύσας δὲ σταδίους διακοσίους ἀνέκαμψεν εἰς τὴν παρεμβολὴν περὶ μέσας νύκτας, τοῖς δὲ λουτροῖς θεραπεύσας τὸν ἐκ τῆς κακοπαθείας κόπον ἐτρέπετο πρὸς ἄνεσιν καὶ δειπνοποιίαν. [3] πρὸς δὲ τὴν γυναῖκα καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθών τις ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ, τὸν Δαρεῖον ἐσκυλευκώς. ἔνθα δὴ κραυγῆς μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τοῦ πλήθους τῶν αἰχμαλώτων διὰ τὴν ἀπαγγελίαν συμπενθοῦντος καὶ πολὺν ὀδυρμὸν προϊεμένου, πυθόμενος ὁ βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος ἐξέπεμψεν ἕνα τῶν φίλων Λεοννάτον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθησόμενον τὰς περὶ τὴν Σισύγγαμβριν καὶ δηλώσοντα διότι Δαρεῖος μὲν ζῇ, ὁ δ᾽ Ἀλέξανδρος ἐπιμέλειαν αὐτῶν ποιήσεται τὴν προσήκουσαν καὶ διότι πρῲ βούλεται προσαγορεῦσαί τε αὐτὰς καὶ διὰ τῶν ἔργων ἀποδείξασθαι τὴν ἰδίαν φιλανθρωπίαν. [4] αἱ μὲν οὖν αἰχμαλωτίδες προσπεσούσης αὐταῖς παραδόξου καὶ παντελῶς ἀπηλπισμένης εὐτυχίας τόν τε Ἀλέξανδρον ὡς θεὸν προσεδέξαντο καὶ τῶν ὀδυρμῶν ἀπηλλάγησαν. [5] ὁ δὲ βασιλεὺς ἅμ᾽ ἡμέρᾳ λαβὼν ἕνα τῶν φίλων τὸν μάλιστα τιμώμενον Ἡφαιστίωνα παρῆλθε πρὸς τὰς γυναῖκας. ἐχόντων δ᾽ ἀμφοτέρων ἐσθῆτας μὲν ὁμοίας, τῷ μεγέθει δὲ καὶ κάλλει προέχοντος τοῦ Ἡφαιστίωνος ἡ Σισύγγαμβρις τοῦτον ὑπολαβοῦσα εἶναι τὸν βασιλέα προσεκύνησεν: διανευόντων δ᾽ αὐτῇ τῶν παρεστώτων καὶ τῇ χειρὶ δεικνύντων τὸν Ἀλέξανδρον ἡ μὲν Σισύγγαμβρις αἰδεσθεῖσα τὴν ἄγνοιαν πάλιν ἐξ ἀρχῆς προσεκύνει τὸν Ἀλέξανδρον,[6] ὁ δὲ βασιλεὺς ὑπολαβὼν εἶπεν μηδὲν φροντίσῃς, ὦ μῆτερ: καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρός ἐστιν. οὐ μὴν ἀλλὰ τὴν πρεσβῦτιν μητέρα προσαγορεύσας διὰ τῆς φιλανθρωποτάτης προσηγορίας προεσήμαινε τοῖς προητυχηκόσι τὴν μέλλουσαν ἔσεσθαι φιλανθρωπίαν. διαβεβαιωσάμενος δ᾽ αὐτὴν ὑπάρξειν δευτέραν μητέρα τοῖς ἔργοις εὐθὺς ἐκύρωσε τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.

38. περιέθηκε γὰρ αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀποκατέστησε: τὴν μὲν γὰρ θεραπείαν αὐτῇ πᾶσαν τὴν δοθεῖσαν ὑπὸ Δαρείου παρέδωκεν, ἰδίαν δ᾽ ἄλλην οὐκ ἐλάττονα τῆς προϋπαρχούσης προσεδωρήσατο καὶ τῆς μὲν τῶν παρθένων ἐκδόσεως βέλτιον τῆς Δαρείου κρίσεως ἐπηγγείλατο προνοήσεσθαι, τὸν παῖδα δὲ θρέψειν ὡς υἱὸν ἴδιον καὶ βασιλικῆς τιμῆς ἀξιώσειν. [2] προσκαλεσάμενος δ᾽ αὐτὸν καὶ φιλήσας, ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα, πρὸς τοὺς περὶ τὸν Ἡφαιστίωνα εἶπεν ὅτι ὁ παῖς ὢν ἓξ ἐτῶν καὶ τὴν ἀρετὴν ὑπὲρ τὴν ἡλικίαν προφαίνων πολλῷ βελτίων ἐστὶ τοῦ πατρός. περὶ δὲ τῆς Δαρείου γυναικὸς καὶ τῆς περὶ αὐτὴν σεμνότητος πρόνοιαν ἕξειν ἔφησεν ὅπως μηδὲν ἀνάξιον πάθῃ τῆς προγεγενημένης εὐδαιμονίας. [3] πολλὰ δὲ καὶ ἄλλα πρὸς ἔλεον καὶ φιλανθρωπίαν διαλεχθεὶς ἐποίησε τὰς γυναῖκας διὰ τὸ μέγεθος τῆς ἀνελπίστου χαρᾶς εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα. ἐπὶ δὲ πᾶσι τοῖς προειρημένοις δοὺς τὴν δεξιὰν οὐ μόνον ὑπὸ τῶν εὖ παθόντων ἐπαίνων ἐτύγχανεν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς συστρατευομένοις περιβόητον ἔσχε τὴν ὑπερβολὴν τῆς ἐπιεικείας. [4] καθόλου δ᾽ ἔγωγε νομίζω πολλῶν καὶ καλῶν ἔργων ὑπ᾽ Ἀλεξάνδρου συντετελεσμένων μηδὲν τούτων μεῖζον ὑπάρχειν μηδὲ μᾶλλον ἄξιον ἀναγραφῆς καὶ μνήμης ἱστορικῆς εἶναι. [5] αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τὰ ἄλλα τὰ κατὰ τὸν πόλεμον προτερήματα τὰ πλείονα διὰ τύχην ἢ δι᾽ ἀρετὴν ἐπιτυγχάνεται, ὁ δ᾽ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ μόνης τῆς φρονήσεως γίνεται. [6] οἱ πλεῖστοι γὰρ διὰ τὴν εὐτυχίαν ἐπαίρονται μὲν ταῖς εὐπραξίαις, ὑπερήφανοι δ᾽ ἐν ταῖς εὐτυχίαις γινόμενοι τῆς ἀνθρωπίνης καὶ κοινῆς ἀσθενείας ἐπιλανθάνονται: διὸ καὶ τοὺς πλείστους ὁρᾶν ἔστι τὴν εὐτυχίαν ὥσπερ τι βαρὺ φορτίον φέρειν ἀδυνατοῦντας. [7] Ἀλέξανδρος μὲν οὖν, καίπερ πολλαῖς γενεαῖς προγεγονὼς τοῦ καθ᾽ ἡμᾶς βίου, τυγχανέτω καὶ παρὰ τῶν μεταγενεστέρων δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου.

39. Δαρεῖος δὲ διανύσας εἰς Βαβυλῶνα καὶ τοὺς ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης διασωζομένους ἀναλαβὼν οὐκ ἔπεσε τῷ φρονήματι, καίπερ μεγάλῃ περιπεπτωκὼς συμφορᾷ, ἀλλὰ πρὸς τὸν Ἀλέξανδρον ἔγραψεν ἀνθρωπίνως φέρειν τὴν εὐτυχίαν καὶ τοὺς αἰχμαλώτους ἀλλάξασθαι χρημάτων πλῆθος λαβόντα: προσετίθει δὲ καὶ τῆς Ἀσίας τὴν ἐντὸς Ἅλυος χώραν καὶ πόλεις συγχωρήσειν, ἐὰν βουληθῇ γενέσθαι φίλος. [2] ὁ δ᾽ Ἀλέξανδρος συναγαγὼν τοὺς φίλους καὶ τὴν μὲν ἀληθινὴν ἐπιστολὴν ἀποκρυψάμενος, ἑτέραν δὲ γράψας ῥέπουσαν πρὸς τὸ ἑαυτῷ συμφέρον προσήνεγκε τοῖς συνέδροις καὶ τοὺς πρέσβεις ἀπράκτους ἐξαπέστειλεν. [3] διόπερ ὁ Δαρεῖος ἀπογνοὺς τὴν διὰ τῶν ἐπιστολῶν σύνθεσιν παρασκευὰς μεγάλας ἐποιεῖτο πρὸς τὸν πόλεμον καὶ τοὺς μὲν κατὰ τὴν τροπὴν ἀποβεβληκότας τὰς πανοπλίας καθώπλιζεν, ἄλλους δ᾽ ἐπιλεγόμενος εἰς στρατιωτικὰς τάξεις κατέγραφε: τὰς δ᾽ ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις, ἃς ἀπολελοιπὼς ἦν διὰ τὴν ὀξύτητα τῆς στρατείας, μετεπέμπετο. [4] καὶ τέλος τοσαύτην εἰσηνέγκατο σπουδὴν εἰς τὴν κατασκευὴν τῆς δυνάμεως ὥστε διπλασίαν γενέσθαι τῆς ἐν Ἰσσῷ παραταξαμένης: ὀγδοήκοντα μὲν γὰρ μυριάδες πεζῶν, εἴκοσι δ᾽ ἱππέων ἠθροίσθησαν καὶ χωρὶς ἁρμάτων δρεπανηφόρων πλῆθος. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

40. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Νικηράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ἀτίλιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δ᾽ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα Γρύλος Χαλκιδεύς. ἐπὶ δὲ τούτων Ἀλέξανδρος μετὰ τὴν ἐν Ἰσσῷ νίκην τοὺς μὲν τελευτήσαντας ἔθαψεν, ἐν οἷς καὶ τῶν πολεμίων τοὺς ἐν ταῖς ἀνδραγαθίαις θαυμασθέντας: μετὰ δὲ ταῦτα τοῖς θεοῖς μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἐν τῇ μάχῃ κατ᾽ ἀρετὴν διαφόρους γενομένους τιμήσας ταῖς ἀξίαις ἑκάστους δωρεαῖς ἐφ᾽ ἡμέρας τινὰς ἀνέλαβε τὴν δύναμιν. [2] ἔπειτα προάγων ἐπ᾽ Αἰγύπτου καὶ καταντήσας εἰς τὴν Φοινίκην τὰς μὲν ἄλλας πόλεις παρέλαβεν, ἑτοίμως τῶν ἐγχωρίων προσδεξαμένων αὐτόν: οἱ δὲ Τύριοι βουλομένου τοῦ βασιλέως τῷ Ἡρακλεῖ τῷ Τυρίῳ θῦσαι προπετέστερον διεκώλυσαν αὐτὸν τῆς εἰς τὴν πόλιν εἰσόδου. [3] τοῦ δ᾽ Ἀλεξάνδρου χαλεπῶς ἐνέγκαντος καὶ διαπειλησαμένου πολεμήσειν τὴν πόλιν οἱ Τύριοι τεθαῤῥηκότως ὑπέμενον τὴν πολιορκίαν, ἅμα μὲν Δαρείῳ χαριζόμενοι καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν βεβαίαν τηροῦντες καὶ νομίζοντες μεγάλας δωρεὰς ἀντὶ ταύτης τῆς χάριτος ἀντιλήψεσθαι παρὰ τοῦ βασιλέως, ἐπισπώμενοι μὲν τὸν Ἀλέξανδρον εἰς πολυχρόνιον καὶ ἐπικίνδυνον πολιορκίαν, διδόντες δ᾽ ἄνεσιν τῷ Δαρείῳ πρὸς τὰς παρασκευάς, ἅμα δὲ καὶ πιστεύοντες τῇ τε ὀχυρότητι τῆς νήσου καὶ ταῖς ἐν αὐτῇ παρασκευαῖς, ἔτι δὲ τοῖς ἀπογόνοις αὐτῶν Καρχηδονίοις. [4] ὁ δὲ βασιλεὺς ὁρῶν κατὰ θάλατταν μὲν δυσπολιόρκητον οὖσαν τὴν πόλιν διά τε τὴν παρασκευὴν τῶν κατὰ τὸ τεῖχος ἔργων καὶ τὴν ὑπάρχουσαν ἐν αὐτῇ δύναμιν ναυτικήν, κατὰ δὲ γῆν σχεδὸν ἀπραγμάτευτον οὖσαν διὰ τὸ τέτταρσι σταδίοις διείργεσθαι τῆς ἠπείρου ὅμως ἔκρινε συμφέρειν πάντα κίνδυνον καὶ πόνον ὑπομένειν ὑπὲρ τοῦ μὴ καταφρονηθῆναι τὴν τῶν Μακεδόνων δύναμιν ὑπὸ μιᾶς καὶ τῆς τυχούσης πόλεως. [5] εὐθὺς οὖν καθαιρῶν τὴν παλαιὰν λεγομένην Τύρον καὶ πολλῶν μυριάδων κομιζουσῶν τοὺς λίθους χῶμα κατεσκεύαζε δίπλεθρον τῷ πλάτει. πανδημεὶ δὲ προσλαβόμενος τοὺς κατοικοῦντας τὰς πλησίον πόλεις ταχὺ διὰ τὰς πολυχειρίας ἠνύετο τὰ τῶν ἔργων.

41. οἱ δὲ Τύριοι τὸ μὲν πρῶτον προσπλέοντες τῷ χώματι κατεγέλων τοῦ βασιλέως, εἰ τοῦ Ποσειδῶνος ἑαυτὸν δοκεῖ περιέσεσθαι: μετὰ δὲ ταῦτα παραδόξως τοῦ χώματος αὐξομένου τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας εἰς Καρχηδόνα διακομίζειν ἐψηφίσαντο, τοὺς δ᾽ ἀκμάζοντας ταῖς ἡλικίαις ἐπέλεξαν πρὸς τὴν τειχομαχίαν καὶ ναυμαχίαν ἑτοίμως παρεσκεύαζον, ἔχοντες τριήρεις ὀγδοήκοντα. [2] τέλος δὲ τῶν τέκνων καὶ γυναικῶν μέρος μὲν ἔφθασαν ὑπεκθέμενοι πρὸς τοὺς Καρχηδονίους, καταταχούμενοι δ᾽ ὑπὸ τῆς πολυχειρίας καὶ ταῖς ναυσὶν οὐκ ὄντες ἀξιόμαχοι συνηναγκάσθησαν ὑπομεῖναι πανδημεὶ τὴν πολιορκίαν. [3] ἔχοντες δὲ πολλὴν δαψίλειαν καταπελτῶν καὶ τῶν ἄλλων μηχανῶν τῶν πρὸς πολιορκίαν χρησίμων ἑτέρας πολλαπλασίους κατεσκεύασαν ῥᾳδίως διὰ τῶν ἐν τῇ Τύρῳ μηχανοποιῶν καὶ τῶν ἄλλων τεχνιτῶν παντοδαπῶν ὄντων. [4] διὰ δὲ τούτων ὀργάνων παντοδαπῶν καὶ ξένων ταῖς ἐπινοίαις κατασκευαζομένων ἅπας μὲν ὁ περίβολος τῆς πόλεως ἐπληρώθη τῶν μηχανῶν, μάλιστα δὲ κατὰ τὸν τόπον τοῦτον ἐν ᾧ τὸ χῶμα συνήγγιζε τῷ τείχει. [5] ὡς δ᾽ εἰς τὴν ἄφεσιν τοῦ βέλους διέτεινε τὸ κατασκευαζόμενον ὑπὸ τῶν Μακεδόνων ἔργον, καὶ παρὰ τῶν θεῶν τινα προεσημαίνετο τοῖς κινδυνεύουσιν. ἐκ μὲν γὰρ τοῦ πελάγους ὁ κλύδων προσεπέλασε τοῖς ἔργοις κῆτος ἄπιστον τὸ μέγεθος, ὃ προσπεσὸν τῷ χώματι κακὸν μὲν οὐδὲν εἰργάσατο, τῷ δ᾽ ἑτέρῳ μέρει τοῦ σώματος προσανακεκλιμένον ἐπὶ πολὺν χρόνον ἔμενε καὶ πολλὴν κατάπληξιν παρείχετο τοῖς θεωμένοις τὸ παράδοξον,[6] πάλιν δ᾽ εἰς τὸ πέλαγος νηξάμενον εἰς δεισιδαιμονίαν ἀμφοτέρους προηγάγετο: ἑκάτεροι γὰρ ὡς τοῦ Ποσειδῶνος αὐτοῖς βοηθήσειν μέλλοντος διέκρινον τὸ σημεῖον, ῥέποντες ταῖς γνώμαις πρὸς τὸ ἴδιον συμφέρον. [7] ἐγίνετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα, δυνάμενα διατροπὴν καὶ φόβον τοῖς ὄχλοις παρασχέσθαι. κατὰ γὰρ τὰς τροφὰς παρὰ τοῖς Μακεδόσιν οἱ διακλώμενοι τῶν ἄρτων αἱματοειδῆ τὴν πρόσοψιν εἶχον. ἑωρακέναι δέ τις ἔφησεν ὄψιν καθ᾽ ἣν ὁ Ἀπόλλων ἔλεγε μέλλειν ἑαυτὸν ἐκλιπεῖν τὴν πόλιν. [8] τοῦ δὲ πλήθους ὑπονοήσαντος ὅτι πεπλακὼς εἴη τὸν λόγον χαριζόμενος Ἀλεξάνδρῳ καὶ διὰ τοῦτο τῶν νεωτέρων ὁρμησάντων ἐπὶ τὸ λιθοβολῆσαι τὸν ἄνθρωπον οὗτος μὲν διὰ τῶν ἀρχόντων ἐκκλαπεὶς καὶ καταφυγὼν εἰς τὸ τοῦ Ἡρακλέους ἱερὸν διέφυγε τὴν τιμωρίαν διὰ τὴν ἱκεσίαν, οἱ δὲ Τύριοι δεισιδαιμονήσαντες χρυσαῖς σειραῖς προσέδησαν τὸ τοῦ Ἀπόλλωνος ξόανον τῇ βάσει, ἐμποδίζοντες, ὡς ᾤοντο, τοῦ θεοῦ τὸν ἐκ τῆς πόλεως χωρισμόν.

42. μετὰ δὲ ταῦτα οἱ μὲν Τύριοι τὴν αὔξησιν τοῦ χώματος εὐλαβηθέντες ἐπλήρωσαν πολλὰ τῶν ἐλαττόνων σκαφῶν ὀξυβελῶν τε [καὶ] καταπελτῶν καὶ τοξοτῶν καὶ σφενδονητῶν ἀνδρῶν καὶ προσπλεύσαντες τοῖς ἐργαζομένοις τὸ χῶμα πολλοὺς μὲν κατέτρωσαν, οὐκ ὀλίγους δὲ ἀπέκτειναν:[2] εἰς ἀνόπλους γὰρ καὶ πυκνοὺς πολλῶν καὶ παντοίων βελῶν φερομένων οὐδεὶς ἡμάρτανεν, ἑτοίμων καὶ ἀφυλάκτων τῶν σκοπῶν κειμένων. συνέβαινε γὰρ οὐ μόνον κατὰ πρόσωπον τὰ φερόμενα βέλη προσπίπτειν, ἀλλὰ καὶ πρὸς τὰ νῶτα τῶν ἀντιπροσώπων ὄντων ἐν στενῷ χώματι διικνεῖσθαι καὶ μηδένα δύνασθαι διαφυλάξασθαι τοὺς ἐξ ἀμφοτέρων τῶν μερῶν κατατιτρώσκοντας. [3] ὁ δ᾽ Ἀλέξανδρος τὸ παράλογον τῆς συμφορᾶς βουλόμενος ὀξέως διορθώσασθαι, πληρώσας πάσας τὰς ναῦς καὶ καθηγούμενος αὐτὸς ἔπλει κατὰ σπουδὴν ἐπὶ τὸν λιμένα τῶν Τυρίων καὶ τὴν ἐπάνοδον τῶν Φοινίκων ὑπετέμνετο. [4] οἱ δὲ βάρβαροι φοβηθέντες μήποτε κυριεύσας τῶν λιμένων καταλάβηται τὴν πόλιν ἔρημον οὖσαν στρατιωτῶν, κατὰ πολλὴν σπουδὴν ἀνέπλεον εἰς τὴν Τύρον. ἀμφοτέρων δὲ διὰ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας ταῖς εἰρεσίαις πυκναῖς χρωμένων καὶ τῶν Μακεδόνων ἤδη πλησιαζόντων τοῖς λιμέσιν οἱ Φοίνικες παρ᾽ ὀλίγον μὲν ἦλθον τοῦ πάντες ἀπολέσθαι, παρεισπεσόντες δ᾽ ὅμως τῇ βίᾳ καὶ τὰς τελευταίας ναῦς ἀποβαλόντες διεσώθησαν εἰς τὴν πόλιν. [5] ὁ δὲ βασιλεὺς μεγάλης ἐπιβολῆς ἀποτυχὼν πάλιν προσεκαρτέρει τῷ χώματι καὶ τῷ πλήθει τῶν νεῶν παρείχετο τοῖς ἐργαζομένοις τὴν ἀσφάλειαν. τῶν δ᾽ ἔργων πλησιαζόντων τῇ πόλει καὶ τῆς ἁλώσεως προσδοκωμένης ἀργέστης ἄνεμος μέγας ἐπεγένετο καὶ τοῦ χώματος πολὺ μέρος ἐλυμήνατο. [6] ὁ δ᾽ Ἀλέξανδρος εἰς ἀμηχανίαν ἐμπίπτων διὰ τὴν αὐτόματον τῶν ἔργων φθορὰν μετεμέλετο μὲν ἐπὶ τῇ τῆς πολιορκίας ἐπιβολῇ, ὅμως δὲ τῇ φιλοτιμίᾳ προαγόμενος ἐκ τῆς ὀρεινῆς ἐκκόπτων ὑπερμεγέθη δένδρα παρεκόμιζε καὶ σὺν αὐτοῖς τοῖς κλάδοις ἐγχώσας ἐνέφραξε τὴν βίαν τοῦ κλύδωνος. [7] ταχὺ δ᾽ ἀποκαταστήσας τὰ πεπονηκότα τοῦ χώματος καὶ τῇ πολυχειρίᾳ προκόψας εἰς βέλους ἄφεσιν ἐπέστησε τὰς μηχανὰς ἐπ᾽ ἄκρον τὸ χῶμα καὶ τοῖς μὲν πετροβόλοις κατέβαλλε τὰ τείχη, τοῖς δ᾽ ὀξυβελέσιν ἀνεῖργε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας: συνηγωνίζοντο δὲ τούτοις οἵ τε τοξόται καὶ σφενδονῆται καὶ πολλοὺς τῶν ἐν τῇ πόλει παραβοηθοῦντας κατετίτρωσκον.

43. οἱ δὲ Τύριοι χαλκεῖς ἔχοντες τεχνίτας καὶ μηχανοποιοὺς κατεσκεύασαν φιλότεχνα βοηθήματα. πρὸς μὲν γὰρ τὰ καταπελτικὰ βέλη τροχοὺς κατεσκεύασαν διειλημμένους πυκνοῖς διαφράγμασι, τούτους δὲ διά τινος μηχανῆς δινεύοντες τὰ μὲν συνέτριβον, τὰ δὲ παρέσυρον τῶν βελῶν, πάντων δὲ τὴν ἐκ τῆς βίας φορὰν ἐξέλυον: τοὺς δ᾽ ἐκ τῶν πετροβόλων φερομένους λίθους δεχόμενοι μαλακαῖς τισι καὶ συνενδιδούσαις κατασκευαῖς ἐπράυνον τὴν ἐκ τῆς ὀργανικῆς βίας δύναμιν. [2] ὁ δὲ βασιλεὺς ἅμα τῇ κατὰ τὸ χῶμα προσβολῇ παντὶ τῷ στόλῳ περιέπλει τὴν πόλιν καὶ τὰ τείχη περιεσκέπτετο καὶ φανερὸς ἦν πολιορκήσων τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [3] τῶν δὲ Τυρίων ἀνταναχθῆναι μὲν τῷ στόλῳ μηκέτι τολμώντων, τρισὶ δὲ ναυσὶν ὁρμούντων πρὸ τοῦ λιμένος ὁ βασιλεὺς ἐπιπλεύσας αὐταῖς καὶ πάσας συντρίψας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν. οἱ δὲ Τύριοι βουλόμενοι διπλασιάσαι τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν, ἀποστήσαντες πέντε πήχεις ἕτερον τεῖχος ᾠκοδόμουν δέκα πηχῶν τὸ πλάτος καὶ τὴν ἀνὰ μέσον τῶν τειχῶν σύριγγα λίθων καὶ χώματος ἐπλήρουν. [4] ὁ δ᾽ Ἀλέξανδρος τὰς τριήρεις ζευγνύων καὶ μηχανὰς παντοδαπὰς αὐταῖς ἐπιστήσας κατέβαλεν ἐπὶ πλέθρον τοῦ τείχους: καὶ διὰ τοῦ πτώματος εἰσέπιπτον εἰς τὴν πόλιν. [5] οἱ δὲ Τύριοι τοὺς εἰσβιαζομένους πυκνοῖς βέλεσι βάλλοντες μόγις ἀπεστρέψαντο καὶ τὸ πεπτωκὸς μέρος τοῦ τείχους ἀνῳκοδόμησαν νυκτὸς ἐπιλαβούσης. μετὰ δὲ ταῦτα τοῦ χώματος συνάψαντος τῷ τείχει καὶ τῆς πόλεως χεῤῥονήσου γενομένης πολλοὺς καὶ μεγάλους ἀγῶνας συνέβαινε γίνεσθαι κατὰ τὴν τειχομαχίαν. [6] οἱ μὲν γὰρ τὸ δεινὸν ἔχοντες ἐν ὀφθαλμοῖς καὶ τὴν ἐκ τῆς ἁλώσεως συμφορὰν ἀναλογιζόμενοι ταῖς ψυχαῖς οὕτω παρέστησαν πρὸς τὸν κίνδυνον ὥστε τοῦ θανάτου καταφρονῆσαι. [7] τῶν γὰρ Μακεδόνων προσαγόντων πύργους ὑψηλοὺς ἴσους τοῖς τείχεσι καὶ διὰ τούτων τὰς ἐπιβάθρας ἐπιβαλλόντων καὶ θρασέως ταῖς ἐπάλξεσιν ἐπιβαινόντων οἱ μὲν Τύριοι διὰ τὴν ἐπίνοιαν τῶν ὀργανοποιῶν πολλὰ πρὸς τὴν τειχομαχίαν εἶχον βοηθήματα. [8] χαλκευσάμενοι γὰρ εὐμεγέθεις τριόδοντας παρηγκιστρωμένους τούτοις ἔτυπτον ἐκ χειρὸς τοὺς ἐπὶ τῶν πύργων καθεστῶτας. ἐμπηγνυμένων δὲ εἰς τὰς ἀσπίδας τούτων καὶ κάλους ἐχόντων προσδεδεμένους εἷλκον πρὸς ἑαυτοὺς ἐπιλαμβανόμενοι τῶν κάλων. [9] ἀναγκαῖον οὖν ἦν ἢ προΐεσθαι τὰ ὅπλα καὶ γυμνουμένους τὰ σώματα κατατιτρώσκεσθαι πολλῶν φερομένων βελῶν ἢ τηροῦντας τὰ ὅπλα διὰ τὴν αἰσχύνην πίπτειν ἀφ᾽ ὑψηλῶν πύργων καὶ τελευτᾶν. [10] ἄλλοι δ᾽ ἁλιευτικὰ δίκτυα τοῖς ἐπὶ τῶν ἐπιβαθρῶν διαμαχομένοις ἐπιῤῥιπτοῦντες καὶ τὰς χεῖρας ἀχρήστους ποιοῦντες κατέσπων καὶ περιεκύλιον ἀπὸ τῆς ἐπιβάθρας ἐπὶ τὴν γῆν.

44. ἕτερον δ᾽ ἐπενόησαν εὕρεμα φιλότεχνον κατὰ τῆς τῶν Μακεδόνων ἀνδρείας, δι᾽ οὗ τοὺς ἀρίστους τῶν πολεμίων ἀμηχάνοις καὶ δειναῖς περιέβαλον τιμωρίαις. κατασκευάσαντες γὰρ ἀσπίδας χαλκᾶς καὶ σιδηρᾶς καὶ ταύτας πληρώσαντες ἄμμου φλογὶ πολλῇ συνεχῶς ὑπέκαιον καὶ διάπυρον κατεσκεύαζον τὴν ἄμμον. [2] ταύτην δὲ διά τινος μηχανῆς τοῖς θρασύτατα μαχομένοις ἐπεῤῥίπτουν καὶ ταῖς ἐσχάταις συμφοραῖς περιέβαλλον τοὺς ὑποπεσόντας: διὰ γὰρ τῶν θωράκων καὶ τῶν ὑποδυτῶν παρεισπίπτουσα ἡ ἄμμος καὶ διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας λυμαινομένη τὰς σάρκας ἀβοήθητον ἐποίει τὸ ἀτύχημα. [3] διὸ καὶ παραπλησίως τοῖς βασανιζομένοις πᾶσαν δεητικὴν φωνὴν προϊέμενοι τοὺς μὲν ἐπικουρήσοντας οὐκ εἶχον, αὐτοὶ δὲ διὰ τὴν δεινότητα τοῦ πάθους εἰς μανιώδεις διαθέσεις ἐμπίπτοντες ἐτελεύτων, ἐλεεινῷ καὶ ἀμηχάνῳ πάθει περιπίπτοντες. [4] ἅμα δὲ καὶ πῦρ ἐπεῤῥίπτουν καὶ σαυνία καὶ λίθους ἐπέβαλλον οἱ Φοίνικες καὶ τῷ πλήθει τῶν βελῶν κατεπόνουν τὰς ἀρετὰς τῶν ἀνθισταμένων καὶ ταῖς μὲν δρεπανηφόροις κεραίαις τὰς τῶν κριῶν ὁρμιστηρίας ὑποτέμνοντες ἄχρηστον τὴν τῶν ὀργάνων βίαν ἐποίουν, ταῖς δὲ πυρφόροις μύδρους μεγάλους διαπύρους ἐπέβαλλον εἰς τὸ πλῆθος τῶν πολεμίων καὶ διὰ τὴν πυκνότητα τῶν ἀνδρῶν οὐχ ἡμάρτανον τῶν σκοπῶν, τοῖς δὲ κόραξι καὶ ταῖς σιδηραῖς χερσὶν ἀνήρπαζον τοὺς τοῖς θωρακείοις ἐφεστῶτας. [5] τῇ δὲ πολυχειρίᾳ πάσας τὰς μηχανὰς ἐνεργεῖς ποιοῦντες πολλοὺς τῶν βιαζομένων ἀπέκτεννον.

45. ἀνυπερβλήτου δὲ τῆς ἐκπλήξεως οὔσης καὶ τῆς ἐν τοῖς ἀγῶσι δεινότητος ἀνυποστάτου γινομένης οὐδ᾽ ὣς ἔληγον τῆς τόλμης οἱ Μακεδόνες, ἀλλὰ τοὺς ἀεὶ πίπτοντας ὑπερβαίνοντες οὐκ ἐνουθετοῦντο ταῖς τῶν ἄλλων συμφοραῖς. [2] ὁ δ᾽ Ἀλέξανδρος ἐπιστήσας ἐπὶ τοὺς ἁρμόζοντας τόπους τοὺς πετροβόλους καταπέλτας καὶ λίθους μεγάλους ἀφιεὶς ἐσάλευε τὰ τείχη, τοῖς δ᾽ ὀξυβελέσιν ἀπὸ τῶν πύργων τῶν ξυλίνων ἐκβάλλων βελῶν παντοδαπῶν πλῆθος δεινῶς κατετίτρωσκε τοὺς ἐφεστῶτας τοῖς τείχεσιν. [3] ἀντιμηχανώμενοι δὲ πρὸς ταῦτα οἱ Τύριοι πρὸ μὲν τῶν τειχῶν μαρμαρίνους τροχοὺς ἵστανον καὶ διά τινων ὀργάνων τούτους δινεύοντες τὰ φερόμενα βέλη καταπελτικὰ συνέτριβον καὶ εἰς τὰ πλάγια μέρη παράγοντες ἀπράκτους ἐποίουν τὰς τῶν ἀφιεμένων πληγάς. [4] πρὸσδὲ τούτοις βύρσας καὶ διπλᾶς διφθέρας πεφυκωμένας καταράπτοντες εἰς ταύτας ἀπεδέχοντο τὰς ἀπὸ τῶν πετροβόλων πληγάς: καὶ μαλακῆς τῆς ἐνδόσεως γινομένης ἐξελύετο τῶν φερομένων πετρῶν ἡ βία. [5] καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάῤῥησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπ᾽ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς. [6] διὸ καὶ συμπλεκόμενοι τοῖς πολεμίοις καὶ τὴν μάχην ἐκ χειρὸς συνιστάμενοι μέγαν ἀγῶνα τὸν ὑπὲρ τῆς πατρίδος συνίσταντο καί τινες πελέκεσι τῶν ἀπαντώντων τὸ προσπεσὸν μέρος τοῦ σώματος ἀπέκοπτον: ἔνθα δὴ τῶν παρὰ τοῖς Μακεδόσιν ἡγεμόνων τις, ὄνομα μὲν Ἄδμητος, διαφέρων δὲ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ, τεθαῤῥηκὼς τὴν βίαν τῶν Τυρίων ὑπέστη καὶ πληγεὶς πελέκει μέσην τὴν κεφαλὴν παραχρῆμα κατέστρεψε τὸν βίον ἡρωικῶς. [7]

ὁ δ᾽ Ἀλέξανδρος ὁρῶν τῇ μάχῃ [τῶν Τυρίων] κατισχυομένους τοὺς Μακεδόνας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας νυκτὸς ἤδη γενομένης. καὶ τὸ μὲν πρῶτον ἔκρινε λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατείαν ἐπὶ τὴν Αἴγυπτον ποιεῖσθαι: μετανοήσας δὲ πάλιν καὶ νομίσας αἰσχρὸν εἶναι παραχωρῆσαι Τυρίοις τῆς κατὰ τὴν πολιορκίαν δόξης καὶ τῶν φίλων ἕνα μόνον ὁμογνωμονοῦντα λαβὼν Ἀμύνταν τὸν Ἀνδρομένους πάλιν πρὸς τὴν πολιορκίαν ἐτρέπετο.

46. παρακαλέσας δὲ τοὺς Μακεδόνας ἑαυτοῦ μὴ λειφθῆναι κατ᾽ ἀνδρείαν ἁπάσας τὰς ναῦς πολεμικῶς κατασκευάσας προσέβαλλε τοῖς τείχεσιν ἐκθύμως κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. κατανοήσας δὲ περὶ τὰ νεώρια τὸ τεῖχος ἀσθενέστερον ὑπάρχειν τούτῳ προσήγαγε τὰς τριήρεις ἐζευγμένας καὶ φερούσας τὰς ἀξιολογωτάτας μηχανάς. [2] ἐνταῦθα δὲ ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν οὐδ᾽ αὐτοῖς τοῖς ὁρῶσι πιστευομένην: ἐπιβάθραν γὰρ ἀπὸ τοῦ ξυλίνου πύργου τοῖς τῆς πόλεως τείχεσιν ἐπιβαλὼν διὰ ταύτης μόνος ἐπέβη τῷ τείχει, οὔτε τὸν ἀπὸ τῆς τύχης φθόνον εὐλαβηθεὶς οὔτε τὴν τῶν Τυρίων δεινότητα καταπλαγείς, ἀλλὰ τὴν καταγωνισαμένην τοὺς Πέρσας δύναμιν ἔχων θεωρὸν τῆς ἰδίας ἀνδραγαθίας τοῖς μὲν ἄλλοις Μακεδόσιν ἀκολουθεῖν προσέταξεν, αὐτὸς δὲ καθηγούμενος τῶν εἰς χεῖρας βιαζομένων τοὺς μὲν τῷ δόρατι, τοὺς δὲ τῇ μαχαίρᾳ τύπτων ἀπέκτεινεν, ἐνίους δ᾽ αὐτῇ τῇ περιφερείᾳ τῆς ἀσπίδος ἀνατρέπων ἐπισχεῖν τοῦ πολλοῦ θράσους ἐποίησε τοὺς πολεμίους. [3] ἅμα δὲ τούτοις πραττομένοις καθ᾽ ἕτερον μέρος ὁ κριὸς τύπτων κατέβαλε πολὺ μέρος τοῦ τείχους: διὰ δὲ τοῦ πτώματος εἰσπεσόντων τῶν Μακεδόνων καὶ τῶν περὶ τὸν Ἀλέξανδρον διὰ τῆς ἐπιβάθρας διαβάντων ἐπὶ τὸ τεῖχος ἡ μὲν πόλις κατείληπτο, οἱ δὲ Τύριοι πρὸς ἀλκὴν τραπέντες καὶ παρακαλέσαντες ἀλλήλους ἐνέφραξαν τοὺς στενωποὺς καὶ μαχόμενοι πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὄντες πλείους τῶν ἑπτακισχιλίων. [4] ὁ δὲ βασιλεὺς τέκνα μὲν καὶ γυναῖκας ἐξηνδραποδίσατο, τοὺς δὲ νέους πάντας, ὄντας οὐκ ἐλάττους τῶν δισχιλίων, ἐκρέμασε. σώματα δ᾽ αἰχμάλωτα τοσαῦτα τὸ πλῆθος εὑρέθη ὥστε τῶν πλείστων εἰς Καρχηδόνα κεκομισμένων τὰ ὑπολειφθέντα γενέσθαι πλείω τῶν μυρίων καὶ τρισχιλίων. [5]

Τύριοι μὲν οὖν γενναιότερον μᾶλλον ἢ φρονιμώτερον ὑποστάντες τὴν πολιορκίαν τοσαύταις περιέπεσον συμφοραῖς, πολιορκηθέντες μῆνας ἑπτά. [6] ὁ δὲ βασιλεὺς τοῦ μὲν Ἀπόλλωνος τὰς χρυσᾶς σειρὰς καὶ τὰ δεσμὰ περιελόμενος παρήγγειλεν ὀνομάζειν τὸν θεὸν τοῦτον Ἀπολλὼ φιλαλέξανδρον, τῷ δὲ Ἡρακλεῖ μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἀνδραγαθήσαντας τιμήσας, ἔτι δὲ τοὺς τετελευτηκότας μεγαλοπρεπῶς θάψας τῆς μὲν Τυρίων πόλεως κατέστησε βασιλέα τὸν ὀνομαζόμενον Βαλώνυμον, περὶ οὗ τὰ κατὰ μέρος οὐκ ἄξιον παραλιπεῖν διὰ τὸ τῆς περιπετείας παράδοξον.

47. τοῦ γὰρ προϋπάρχοντος βασιλέως Στράτωνος διὰ τὴν πρὸς Δαρεῖον φιλίαν ἐκπεσόντος ἐκ τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἔδωκεν ἐξουσίαν Ἡφαιστίωνι καταστῆσαι βασιλέα τῆς Τύρου τῶν ἰδιοξένων ὃν ἂν προαιρῆται. [2] τὸ μὲν οὖν πρῶτον οὗτος εὐδοκήσας τῷ ξένῳ, παρ᾽ ᾧ τὴν ἐπισταθμίαν ἐπεποίητο κεχαρισμένως, τοῦτον ἐπεβάλετο κύριον ἀναγορεῦσαι τῆς πόλεως: ὁ δὲ πλούτῳ μὲν καὶ δόξῃ διαφέρων τῶν πολιτῶν, οὐδεμίαν δὲ συγγένειαν ἔχων πρὸς τοὺς <προ>γεγονότας βασιλεῖς οὐκ ἐδέξατο τὴν δωρεάν. [3] τοῦ δ᾽ Ἡφαιστίωνος ἐπιτρέψαντος αὐτῷ τὴν ἐκλογὴν ποιήσασθαι ἐκ τοῦ γένους τῶν βασιλέων ἔφησεν εἶναί τινα τῆς βασιλικῆς οἰκίας ἀπόγονον τὰ μὲν ἄλλα σώφρονα καὶ ἀγαθὸν ἄνδρα, πένητα δὲ καθ᾽ ὑπερβολήν. [4] συγχωρήσαντος δὲ τοῦ Ἡφαιστίωνος τούτῳ τὴν δυναστείαν ὁ λαβὼν τὴν ἐπιτροπὴν κατήντησεν ἐπὶ τὸν ὠνομασμένον μετὰ βασιλικῆς ἐσθῆτος καὶ κατέλαβεν αὐτὸν ἔν τινι κήπῳ μισθοῦ μὲν ἀντλοῦντα, ῥάκεσι δὲ τοῖς τυχοῦσιν ἐσθῆτι χρώμενον. [5] δηλώσας δὲ τὴν περιπέτειαν καὶ περιθεὶς τὴν βασιλικὴν στολὴν καὶ τὸν ἄλλον τὸν ἁρμόζοντα κόσμον ἀνήγαγεν αὐτὸν εἰς τὴν ἀγορὰν καὶ ἀπέδειξε βασιλέα τῶν Τυρίων. [6] ἀσμένως δὲ τοῦ πλήθους προσδεξαμένου καὶ τὸ παράδοξον τῆς τύχης θαυμάσαντος οὗτος μὲν φίλος γενόμενος Ἀλεξάνδρῳ τὴν βασιλείαν ἔσχε παράδειγμα τοῖς ἀγνοοῦσι τὴν τῆς τύχης παράδοξον μεταβολήν: ἡμεῖς δ᾽ ἐπεὶ τὰ περὶ τὸν Ἀλέξανδρον διήλθομεν, μεταληψόμεθα τὴν διήγησιν.

48. κατὰ γὰρ τὴν Εὐρώπην Ἄγις μὲν ὁ τῶν Λακεδαιμονίων βασιλεὺς τῶν ἐκ τῆς ἐν Ἰσσῷ μάχης διασωθέντων μισθοφόρων ἀναλαβὼν ὀκτακισχιλίους νεωτέρων πραγμάτων ἀντείχετο, χαριζόμενος Δαρείῳ. [2] προσλαβὼν δὲ παρὰ τούτου καὶ ναῦς καὶ χρημάτων πλῆθος ἔπλευσεν εἰς Κρήτην καὶ τῶν πόλεων τὰς πλείους χειρωσάμενος ἠνάγκασε τὰ Περσῶν αἱρεῖσθαι. Ἀμύντας δ᾽ ὁ φυγὼν ἐκ Μακεδονίας καὶ πρὸς Δαρεῖον ἀναβὰς συνηγωνίσατο μὲν τοῖς Πέρσαις ἐν τῇ Κιλικίᾳ, διασωθεὶς δ᾽ ἐκ τῆς ἐν Ἰσσῷ παρατάξεως μετὰ τετρακισχιλίων μισθοφόρων καὶ πρὸ τῆς Ἀλεξάνδρου παρουσίας διανύσας εἰς Τρίπολιν τῆς Φοινίκης ἐπέλεξεν ἐκ τοῦ παντὸς στόλου τὰς ἀρκούσας ναῦς εἰς τὸν πλοῦν τοῖς ἰδίοις στρατιώταις, τὰς δ᾽ ἄλλας ἐνέπρησε. [3] διαπλεύσας δ᾽ εἰς τὴν Κύπρον καὶ προσλαβόμενος στρατιώτας καὶ ναῦς διέπλευσεν εἰς τὸ Πηλούσιον. τῆς δὲ πόλεως ἐγκρατὴς γενόμενος ἀπέφαινεν ἑαυτὸν ὑπὸ Δαρείου τοῦ βασιλέως ἀπεστάλθαι στρατηγὸν διὰ τὸ τὸν ἡγούμενον τῆς Αἰγύπτου σατράπην συναγωνιζόμενον ἐν Ἰσσῷ τῆς Κιλικίας πεπτωκέναι. [4] ἀναπλεύσας δ᾽ εἰς Μέμφιν τὸ μὲν πρῶτον πρὸ τῆς πόλεως παραταξάμενος τοῖς ἐγχωρίοις ἐνίκησε: μετὰ δὲ ταῦτα πρὸς ἁρπαγὴν τῶν στρατιωτῶν τραπέντων ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπέθεντο τοῖς ἀτάκτως διαρπάζουσι τὰς ἐπὶ τῆς χώρας κτήσεις καὶ τόν τε Ἀμύνταν ἀπέκτειναν καὶ τοὺς μετ᾽ αὐτοῦ πάντας ἄρδην ἀνεῖλον. [5] Ἀμύντας μὲν οὖν μεγάλαις ἐπιβολαῖς ἐγχειρήσας καὶ παρ᾽ ἐλπίδα σφαλεὶς τοιοῦτον ἔσχε τοῦ βίου τὸ τέλος. ὁμοίως δὲ τούτῳ καὶ τῶν ἄλλων ἡγεμόνων καὶ στρατηγῶν τινες ἐκ τῆς ἐν Ἰσσῷ μάχης μετὰ στρατιωτῶν διασωθέντες ἀντείχοντο τῶν Περσικῶν ἐλπίδων. [6] οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δ᾽ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο. οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ. [7] Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.

49. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ὁ βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων:[2] οἱ γὰρ Αἰγύπτιοι τῶν Περσῶν ἠσεβηκότων εἰς τὰ ἱερὰ καὶ βιαίως ἀρχόντων ἄσμενοι προσεδέξαντο τοὺς Μακεδόνας. καταστήσας δὲ τὰ κατὰ τὴν Αἴγυπτον προῆλθεν εἰς Ἄμμωνος, βουλόμενος χρήσασθαι τῷ θεῷ. κατὰ μέσην δὲ τὴν ὁδὸν ἀπήντησαν αὐτῷ πρέσβεις παρὰ Κυρηναίων στέφανον κομίζοντες καὶ μεγαλοπρεπῆ δῶρα, ἐν οἷς ἦγον ἵππους τε πολεμιστὰς τριακοσίους καὶ πέντε τέθριππα τὰ κράτιστα. [3] ὁ δὲ τούτους μὲν ἀποδεξάμενος φιλίαν καὶ συμμαχίαν συνέθετο πρὸς αὐτούς, αὐτὸς δὲ μετὰ τῶν συναποδημούντων προῆγεν ἐπὶ τὸ ἱερόν: καὶ διανύσας ἐπὶ τὴν ἔρημον καὶ ἄνυδρον, ὑδρευσάμενος διῄει τὴν χώραν ἔχουσαν ἄμμου μέγεθος ἀέριον. ἐν ἡμέραις δὲ τέσσαρσιν ἐξαναλωθέντων τῶν κομιζομένων ὑδάτων εἰς δεινὴν σπάνιν παρεγένοντο. [4] εἰς ἀθυμίαν οὖν πάντων ἐμπεσόντων ἄφνω πολὺς ὄμβρος ἐξ οὐρανοῦ κατεῤῥάγη, τὴν ὑπάρχουσαν τῶν ὑγρῶν ἔνδειαν παραδόξως διωρθούμενος: διὸ καὶ τὸ συμβὰν ἔδοξεν ἀνελπίστως σωθεῖσι θεῶν προνοίᾳ γεγονέναι. [5] ὑδρευσάμενοι δ᾽ ἔκ τινος κοιλάδος, ἐπὶ τέσσαρας ἡμέρας ἔχοντες ἀρκοῦσαν τὴν βοήθειαν καὶ διελθόντες ἡμέρας τέσσαρας διεξεπέρασαν τὴν ἄνυδρον. ἀδήλου δὲ τῆς ὁδοῦ καθεστώσης διὰ τὸ πλῆθος τῆς ἄμμου οἱ καθηγούμενοι τῆς ὁδοῦ προσήγγειλαν τῷ βασιλεῖ διότι κόρακες δεξιοὶ κλάζοντες τὴν τρίβον τῆς ἐπὶ τὸ ἱερὸν φερούσης ἀτραποῦ προσημαίνουσιν. [6] οἰωνισάμενος δὲ τὸ συμβαῖνον ὁ Ἀλέξανδρος καὶ διαλαβὼν δέχεσθαι τὸν θεὸν ἀσμένως τὴν παρουσίαν αὐτοῦ προῆγε κατὰ σπουδήν. καὶ τὸ μὲν πρῶτον κατήνυσεν ἐπὶ τὴν πικρὰν καλουμένην λίμνην, μετὰ δὲ ταῦτα πορευθεὶς σταδίους ἑκατὸν παρήλλαξε τὰς ἐπικαλουμένας Ἄμμωνος πόλεις: ἐντεῦθεν δ᾽ ὁδοιπορήσας μίαν ἡμέραν συνήγγισε τῷ τεμένει.

50. ἡ δὲ περὶ τὸ ἱερὸν τοῦτο χώρα περιέχεται ὑπὸ ἐρήμου καὶ ἀνύδρου τῆς ἀμμώδους, πάσης φιλανθρωπίας ἐστερημένης. αὐτὴ δ᾽ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα πολλοῖς μὲν καὶ καλοῖς ὕδασι ναματιαίοις διαῤῥεῖται, δένδρων δὲ παντοδαπῶν καὶ μάλιστα καρπίμων πληθύει: καὶ τὸν μὲν ἀέρα τῇ κράσει παραπλήσιον ἔχει ταῖς ἐαριναῖς ὥραις, τόποισδὲ καυματώδεσι περιεχομένη μόνη παρηλλαγμένην παρέχεται τοῖς ἐνδιατρίβουσι τὴν εὐκρασίαν. [2] τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον, τὴν δὲ ἱερὰν τοῦ θεοῦ χώραν περιοικοῦσι κατὰ μὲν τὴν μεσημβρίαν καὶ δύσιν Αἰθίοπες, κατὰ δὲ τὴν ἄρκτον Λιβύων νομαδικὸν ἔθνος καὶ πρὸς τὴν μεσόγειον ἀνῆκον τὸ τῶν Νασαμώνων ὀνομαζομένων ἔθνος. [3] τῶν δ᾽ Ἀμμωνίων κωμηδὸν οἰκούντων κατὰ μέσην αὐτῶν τὴν χώραν ἀκρόπολις ὑπάρχει τριπλοῖς ὠχυρωμένη τοῖς τείχεσι: καὶ ταύτης ὁ μὲν πρῶτος περίβολος ἔχει τῶν ἀρχαίων δυναστῶν βασίλεια, ὁ δ᾽ ἕτερος τὴν γυναικωνῖτιν αὐλὴν καὶ τὰς τῶν τέκνων καὶ γυναικῶν καὶ συγγενῶν οἰκήσεις καὶ φυλακτήρια τῶν σκοπῶν, ἔτι δὲ τὸν τοῦ θεοῦ σηκὸν καὶ τὴν ἱερὰν κρήνην, ἀφ᾽ ἧς τὰ τῷ θεῷ προσφερόμενα τυγχάνει τῆς ἁγνείας, ὁ δὲ τρίτος τὰς τῶν δορυφόρων καταλύσεις καὶ τὰ φυλακτήρια τῶν τὸν τύραννον δορυφορούντων. [4] καθίδρυται δὲ τῆς ἀκροπόλεως ἐκτὸς οὐ μακρὰν ἕτερος ναὸς Ἄμμωνος πολλοῖς καὶ μεγάλοις δένδροις σύσκιος. τούτου δὲ πλησίον ὑπάρχει κρήνη διὰ τὸ συμβεβηκὸς ὀνομαζομένη Ἡλίου κρήνη: αὕτη δὲ τὸ ὕδωρ ἔχει συμμεταβαλλόμενον αἰεὶ ταῖς ἡμεριναῖς ὥραις παραδόξως. [5] ἅμ᾽ ἡμέρᾳ γὰρ ἐξίησι τὴν πηγὴν χλιαράν, προϊούσης δὲ τῆς ἡμέρας τῇ προσθέσει τῶν ὡρῶν ἀνάλογον καταψύχεται, τοῦ μεσημβρινοῦ δὲ καύματος ἀκμάζει τῇ ψυχρότητι: πάλιν δὲ ἀνάλογον ἀπολήγει πρὸς τὴν ἑσπέραν καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἀναθερμαίνεται μέχρι μέσων νυκτῶν καὶ τὸ λοιπὸν ἀπολήγει, μέχρι ἂν ἅμα τῷ φωτὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκατασταθῇ τάξιν. [6] τὸ δὲ τοῦ θεοῦ ξόανον ἐκ σμαράγδων καί τινων ἄλλων πολυτελῶν λίθων περιέχεται καὶ τὴν μαντείαν ἰδιάζουσαν παντελῶς ποιεῖται. ἐπὶ νεὼς γὰρ περιφέρεται χρυσῆς ὑπὸ ἱερέων ὀγδοήκοντα: οὗτοι δ᾽ ἐπὶ τῶν ὤμων φέροντες τὸν θεὸν προάγουσιν αὐτομάτως ὅπου ποτ᾽ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν. [7] συνακολουθεῖ δὲ πλῆθος παρθένων καὶ γυναικῶν παιᾶνας ᾀδουσῶν κατὰ πᾶσαν τὴν ὁδὸν καὶ πατρίῳ καθυμνούντων ᾠδῇ τὸν θεόν.

51. τοῦ δ᾽ Ἀλεξάνδρου διὰ τῶν ἱερέων εἰσαχθέντος εἰς τὸν νεὼν καὶ τὸν θεὸν κατανοήσαντος ὁ μὲν προφητεύων ἀνὴρ πρεσβύτερος τὴν ἡλικίαν προσελθὼν αὐτῷ, χαῖρε, εἶπεν, ὦ παῖ: καὶ ταύτην παρὰ τοῦ θεοῦ ἔχε τὴν πρόσρησιν. [2] ὁ δ᾽ ὑπολαβών, δέχομαι, φησίν, ὦ πάτερ, καὶ τὸ λοιπὸν κεκλήσομαι σός. ἀλλ᾽ εἰπέ μοι εἴ μοι δίδως τὴν ἁπάσης <τῆς> γῆς ἀρχήν. τοῦ δὲ ἱερέως προσελθόντος τῷ σηκῷ καὶ τῶν ἀνδρῶν τῶν αἰρόντων τὸν θεὸν κινηθέντων τεταγμένοις τισὶ τῆς φωνῆς συμβόλοις ὁ μὲν ἀνεῖπεν βεβαίως αὐτῷ διδόναι τὸν θεὸν τὴν αἴτησιν, ὁ δ᾽ Ἀλέξανδρος ὑπολαβών, τὸ λοιπόν, εἶπεν, ὦ δαῖμον, ἀπόφηναί μοι τῶν ζητουμένων, εἰ πάντας ἤδη μετελήλυθα τοὺς γενομένους φονεῖς τοῦ πατρὸς ἤ τινες διαλελήθασιν. [3] ὁ δὲ προφήτης ἀνεβόησεν εὐφήμει: οὐδένα γὰρ ἀνθρώπων ὑπάρχειν τὸν δυνησόμενον ἐπιβουλεῦσαι τῷ γεννήσαντι αὐτόν, τοὺς δὲ τοῦ Φιλίππου φονεῖς ἅπαντας τετευχέναι τιμωρίας. τεκμήρια δ᾽ ἔσεσθαι τῆς ἐκ τοῦ θεοῦ γενέσεως τὸ μέγεθος τῶν ἐν ταῖς πράξεσι κατορθωμάτων: καὶ γὰρ πρότερον ἀήττητον αὐτὸν γεγονέναι καὶ μετὰ ταῦτ᾽ ἔσεσθαι διὰ παντὸς ἀνίκητον. [4] ὁ δ᾽ Ἀλέξανδρος ἡσθεὶς ἐπὶ τοῖς κεχρησμῳδημένοις καὶ τὸν θεὸν μεγαλοπρεπέσιν ἀναθήμασι τιμήσας ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.

52. κρίνας δ᾽ ἐν ταύτῃ πόλιν μεγάλην κτίσαι προσέταξε τοῖς ἐπὶ τὴν ἐπιμέλειαν ταύτην καταλειπομένοις ἀνὰ μέσον τῆς τε λίμνης καὶ τῆς θαλάσσης οἰκίσαι τὴν πόλιν. [2] διαμετρήσας δὲ τὸν τόπον καὶ ῥυμοτομήσας φιλοτέχνως τὴν πόλιν ἀφ᾽ αὑτοῦ προσηγόρευσεν Ἀλεξάνδρειαν, εὐκαιρότατα μὲν κειμένην πλησίον τοῦ Φάρου λιμένος, εὐστοχίᾳ δὲ τῆς ῥυμοτομίας ποιήσας διαπνεῖσθαι τὴν πόλιν τοῖς ἐτησίοις ἀνέμοις καὶ τούτων πνεόντων μὲν διὰ τοῦ μεγίστου πελάγους, καταψυχόντων δὲ τὸν κατὰ τὴν πόλιν ἀέρα πολλὴν τοῖς κατοικοῦσιν εὐκρασίαν καὶ ὑγίειαν κατεσκεύασεν. [3] καὶ τὸν μὲν περίβολον αὐτῆς ὑπεστήσατο τῷ τε μεγέθει διαφέροντα καὶ κατὰ τὴν ὀχυρότητα θαυμάσιον: ἀνὰμέσον γὰρ ὢν μεγάλης λίμνης καὶ τῆς θαλάσσης δύο μόνον ἀπὸ τῆς γῆς ἔχει προσόδους στενὰς καὶ παντελῶς εὐφυλάκτους. τὸν δὲ τύπον ἀποτελῶν χλαμύδι παραπλήσιον ἔχει πλατεῖαν μέσην σχεδὸν τὴν πόλιν τέμνουσαν καὶ τῷ τε μεγέθει καὶ κάλλει θαυμαστήν: ἀπὸ γὰρ πύλης ἐπὶ πύλην διήκουσα τεσσαράκοντα μὲν σταδίων ἔχει τὸ μῆκος, πλέθρου δὲ τὸ πλάτος, οἰκιῶν δὲ καὶ ἱερῶν πολυτελέσι κατασκευαῖς πᾶσα κεκόσμηται. [4] προσέταξεν δ᾽ ὁ Ἀλέξανδρος καὶ βασίλεια κατασκευάσαι θαυμαστὰ κατὰ τὸ μέγεθος καὶ βάρος τῶν ἔργων. οὐ μόνον δ᾽ ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ οἱ μετ᾽ αὐτὸν βασιλεύσαντες Αἰγύπτου μέχρι τοῦ καθ᾽ ἡμᾶς βίου σχεδὸν ἅπαντες πολυτελέσι κατασκευαῖς ηὔξησαν τὰ βασίλεια. [5] καθόλου δ᾽ ἡ πόλις τοσαύτην ἐπίδοσιν ἔλαβεν ἐν τοῖς ὕστερον χρόνοις ὥστε παρὰ πολλοῖς αὐτὴν πρώτην ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην: καὶ γὰρ κάλλει καὶ μεγέθει καὶ προσόδων πλήθει καὶ τῶν πρὸς τρυφὴν ἀνηκόντων πολὺ διαφέρει τῶν ἄλλων. [6] τὸ δὲ τῶν κατοικούντων [οἰκητόρων] αὐτὴν πλῆθος ὑπερβάλλει τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν οἰκήτορας: καθ᾽ ὃν γὰρ ἡμεῖς παρεβάλομεν χρόνον εἰς Αἴγυπτον, ἔφασαν οἱ τὰς ἀναγραφὰς ἔχοντες τῶν κατοικούντων εἶναι τοὺς ἐν αὐτῇ διατρίβοντας ἐλευθέρους πλείους τῶν τριάκοντα μυριάδων, ἐκ δὲ τῶν προσόδων τῶν κατ᾽ Αἴγυπτον λαμβάνειν τὸν βασιλέα πλείω τῶν ἑξακισχιλίων ταλάντων. [7] ὁ δ᾽ οὖν βασιλεὺς Ἀλέξανδρος ἐπιστήσας τινὰς τῶν φίλων ἐπὶ τὴν κατασκευὴν τῆς Ἀλεξανδρείας καὶ διοικήσας ἅπαντα τὰ κατὰ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Συρίαν.

53. Δαρεῖος δὲ πυθόμενος αὐτοῦ τὴν παρουσίαν συνηθροίκει μὲν τὰς πανταχόθεν δυνάμεις καὶ πάντα τὰ πρὸς τὴν παράταξιν χρήσιμα κατεσκεύαστο. τὰ μὲν γὰρ ξίφη καὶ τὰ ξυστὰ πολὺ μείζω τῶν προγεγενημένων ἐποίησε διὰ τὸ δοκεῖν διὰ τούτων πολλὰ τὸν Ἀλέξανδρον ἐν τῇ περὶ Κιλικίαν μάχῃ πεπλεονεκτηκέναι: κατεσκεύασε δὲ καὶ ἅρματα δρεπανηφόρα διακόσια πρὸς κατάπληξιν καὶ φόβον τῶν πολεμίων εὐθέτως ἐπινενοημένα. [2] τούτων γὰρ ἑκάστου παρ᾽ ἑκάτερον τῶν σειροφόρων ἵππων ἐξέκειτο προσηλωμένα τῷ ζυγῷ ξύστρα παραμήκη τρισπίθαμα, τὴν ἐπιστροφὴν τῆς ἀκμῆς ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν, πρὸς δὲ ταῖς κατακλείσεσι τῶν ἀξόνων ἐπ᾽ εὐθείας ἄλλα δύο, τὴν μὲν τομὴν ὁμοίαν ἔχοντα πρὸς τὴν κατὰ πρόσωπον ἐπιφάνειαν τοῖς προτέροις, τὸ δὲ μῆκος μείζω καὶ πλατύτερα: συνήρμοστο δὲ ταῖς τούτων ἀρχαῖς δρέπανα. [3] πᾶσαν δὲ τὴν δύναμιν ἔν τε ὅπλοις ἐπισήμοις καὶ ἡγεμόνων ἀρεταῖς κοσμήσας ἀνέζευξεν ἐκ τῆς Βαβυλῶνος ἔχων πεζοὺς μὲν περὶ ὀγδοήκοντα μυριάδας, ἱππεῖς δὲ οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. κατὰ δὲ τὴν ὁδοιπορίαν δεξιὸν μὲν ἔχων τὸν Τίγριν, ἀριστερὸν δὲ τὸν Εὐφράτην προῄει διὰ χώρας εὐδαίμονος καὶ δυναμένης τοῖς κτήνεσι δαψιλῆ χορτάσματα παρασχέσθαι, τῷ δὲ πλήθει τῶν στρατιωτῶν ἱκανὰς τροφὰς χορηγῆσαι. [4] ἔσπευδε γὰρ περὶ τὴν Νίνον ποιήσασθαι τὴν παράταξιν, εὐθετωτάτων ὄντων τῶν περὶ αὐτὴν πεδίων καὶ πολλὴν εὐρυχωρίαν παρεχομένων τῷ μεγέθει τῶν ἠθροισμένων ὑπ᾽ αὐτοῦ δυνάμεων. καταστρατοπεδεύσας δὲ περὶ κώμην τὴν ὀνομαζομένην Ἄρβηλα τὰς δυνάμεις ἐνταῦθα καθ᾽ ἡμέραν ἐξέταττε καὶ τῇ συνεχεῖ διατάξει καὶ μελέτῃ κατεσκεύασεν εὐπειθεῖς: σφόδρα γὰρ ἠγωνία μήποτε πολλῶν καὶ ἀσυμφώνων ἐθνῶν ἠθροισμένων ταῖς διαλέκτοις ταραχή τις γένηται κατὰ τὴν παράταξιν.

54. περὶ δὲ διαλύσεως καὶ πρότερον μὲν ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀλέξανδρον, ἐκχωρῶν αὐτῷ τῆς ἐντὸς Ἅλυος ποταμοῦ χώρας, καὶ προσεπηγγέλλετο δώσειν ἀργυρίου τάλαντα δισμύρια. [2] ὡς δ᾽ οὐ προσεῖχεν αὐτῷ, πάλιν ἐξέπεμψεν ἄλλους πρέσβεις, ἐπαινῶν μὲν αὐτὸν ἐπὶ τῷ καλῶς κεχρῆσθαι τῇ τε μητρὶ καὶ τοῖς ἄλλοις αἰχμαλώτοις, ἀξιῶν δὲ φίλον γενέσθαι καὶ λαβεῖν τὴν ἐντὸς Εὐφράτου χώραν καὶ τάλαντ᾽ ἀργυρίου τρισμύρια καὶ τὴν ἑτέραν τῶν ἑαυτοῦ θυγατέρων γυναῖκα, καθόλου δὲ γενόμενον γαμβρὸν καὶ τάξιν υἱοῦ λαβόντα καθάπερ κοινωνὸν γενέσθαι τῆς ὅλης βασιλείας. [3] ὁ δ᾽ Ἀλέξανδρος εἰς τὸ συνέδριον παραλαβὼν πάντας τοὺς φίλους καὶ περὶ τῶν προτιθεμένων αἱρέσεων ἀνακοινωσάμενος ἠξίου τὴν ἰδίαν γνώμην ἕκαστον μετὰ παῤῥησίας ἀποφήνασθαι. [4] τῶν μὲν οὖν ἄλλων οὐδεὶς ἐτόλμα συμβουλεῦσαι διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ζητήσεως, Παρμενίων δὲ πρῶτος εἶπεν, ἐγὼ μὲν ὢν Ἀλέξανδρος ἔλαβον ἂν τὰ διδόμενα καὶ τὴν σύνθεσιν ἐποιησάμην. [5] ὁ δ᾽ Ἀλέξανδρος ὑπολαβὼν εἶπεν, κἀγὼ εἰ Παρμενίων ἦν ἔλαβον ἄν. καθόλου δὲ καὶ ἄλλοις μεγαλοψύχοις λόγοις χρησάμενος καὶ τοὺς μὲν λόγους τῶν Περσῶν ἀποδοκιμάσας, προτιμήσας δὲ τὴν εὐδοξίαν τῶν προτεινομένων δωρεῶν τοῖς μὲν πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς οὔθ᾽ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτ᾽ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν οὔθ᾽ ἡ οἰκουμένη δύο βασιλέων ἐχόντων τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν ἂν δύναιτο. [6] διόπερ ἀπαγγέλλειν αὐτοὺς ἐκέλευσε τῷ Δαρείῳ, εἰ μὲν τῶν πρωτείων ὀρέγεται, διαμάχεσθαι πρὸς αὐτὸν περὶ τῆς τῶν ὅλων μοναρχίας: εἰ δὲ δόξης καταφρονῶν προκρίνει τὴν λυσιτέλειαν καὶ τὴν ἐκ τῆς ῥᾳστώνης τρυφήν, αὐτὸς μὲν Ἀλεξάνδρῳ ποιείτω τὰ προσταττόμενα, ἄλλων δὲ ἄρχων βασιλευέτω, συγχωρουμένης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τῆς Ἀλεξάνδρου χρηστότητος. [7] τὸ δὲ συνέδριον διαλύσας καὶ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν. ἅμα δὲ τούτοις πραττομένοις τῆς τοῦ Δαρείου γυναικὸς ἀποθανούσης ὁ Ἀλέξανδρος ἔθαψεν αὐτὴν μεγαλοπρεπῶς.

55. Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθ᾽ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δ᾽ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας δι᾽ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους: ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων. [2] τούτων δ᾽ ὁ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς. [3] ὁ δ᾽ Ἀλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως. [4] τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ἡ ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν. [5] ὁ δ᾽ Ἀλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν. [6] παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δ᾽ ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.

56. ἀναλογιζόμενος δὲ τὸ πλῆθος τῆς τῶν Περσῶν δυνάμεως καὶ τὸ μέγεθος τῶν ἐπικειμένων κινδύνων, ἔτι δὲ τὴν περὶ τῶν ὅλων κρίσιν ἐν χερσὶν οὖσαν διηγρύπνησε τὴν νύκτα συνεχόμενος τῇ περὶ τοῦ μέλλοντος φροντίδι: ὑπὸ δὲ τὴν ἑωθινὴν φυλακὴν τραπεὶς εἰς ὕπνον οὕτως ἐκοιμήθη βαθέως ὥστε τῆς ἡμέρας ἐπιγενομένης μὴ δύνασθαι διεγερθῆναι. [2] τὸ μὲν οὖν πρῶτον οἱ φίλοι τὸ συμβὰν ἡδέως ἑώρων, νομίζοντες τὸν βασιλέα πρὸς τὸν ὑποκείμενον κίνδυνον εὐτονώτερον ἔσεσθαι τετευχότα πολλῆς ἀνέσεως: ὡς δ᾽ ὁ μὲν χρόνος προέβαινεν, ὁ δ᾽ ὕπνος συνεῖχε τὸν βασιλέα, Παρμενίων πρεσβύτατος ὢν τῶν φίλων ἀφ᾽ ἑαυτοῦ πρόσταγμα διέδωκε τοῖς πλήθεσιν ἑτοιμάζεσθαι τὰ πρὸς τὴν μάχην. [3] οὐκ ἀνιεμένου δ᾽ αὐτοῦ προσελθόντες οἱ φίλοι μόγις διήγειραν τὸν Ἀλέξανδρον. θαυμαζόντων δ᾽ ἐπὶ τῷ συμβεβηκότι πάντων καὶ τὴν αἰτίαν ἀκοῦσαι βουλομένων ἔφησεν ὁ Ἀλέξανδρος Δαρεῖον εἰς ἕνα τόπον ἠθροικότα τὰς δυνάμεις ἀπολελυκέναι πάσης ἀγωνίας αὐτόν:[4] μιᾷ γὰρ ἡμέρᾳ κριθέντα περὶ τῶν ὅλων παύσεσθαι τῶν πόνων καὶ πολυχρονίων κινδύνων. οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς ἡγεμόνας τοῖς οἰκείοις λόγοις καὶ πρὸς τοὺς ἐπιφερομένους κινδύνους εὐθαρσεῖς καταστήσας προῆγε τὴν δύναμιν συντεταγμένην ἐπὶ τοὺς βαρβάρους, τῆς τῶν πεζῶν φάλαγγος τὰς τῶν ἱππέων εἴλας προτάξας.

57. ἐπὶ μὲν οὖν τὸ δεξιὸν κέρας ἔταξε τὴν βασιλικὴν εἴλην, ἧς εἶχε τὴν ἡγεμονίαν Κλεῖτος ὁ μέλας ὀνομαζόμενος, ἐχομένους δὲ ταύτης τοὺς ἄλλους φίλους, ὧν ἡγεῖτο Φιλώτας ὁ Παρμενίωνος, ἑξῆς δὲ τὰς ἄλλας ἱππαρχίας ἑπτὰ τεταγμένας ὑπὸ τὸν αὐτὸν ἡγεμόνα. [2] ὄπισθεν δὲ τούτων ὑπετάγη τὸ τῶν ἀργυρασπίδων πεζῶν τάγμα, διαφέρον τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ τῇ τῶν ἀνδρῶν ἀρετῇ: καὶ τούτων ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος. ἐχομένην δὲ τούτων ἔστησε τὴν Ἐλιμιῶτιν καλουμένην στρατηγίαν, ἧς Κοῖνος ἡγεῖτο, ἑξῆς δὲ τὴν τῶν Ὀρεστῶν καὶ Λυγκηστῶν τάξιν ἔστησε, Περδίκκου τὴν στρατηγίαν ἔχοντος. καὶ τὴν μὲν ἐχομένην στρατηγίαν Μελέαγρος εἶχε, τὴν δὲ συνεχῆ ταύτης Πολυπέρχων, τεταγμένων ὑπ᾽ αὐτὸν τῶν ὀνομαζομένων Στυμφαίων. [3] Φίλιππος δ᾽ ὁ Βαλάκρου τὴν συνεχῆ ταύτης στρατηγίαν ἐπλήρου καὶ τῆς μετὰ ταύτην Κρατερὸς ἡγεῖτο. τῶν δὲ προειρημένων ἱππέων τὴν συνεχῆ τάξιν ἀπεπλήρουν οἱ ἀπὸ Πελοποννήσου καὶ Ἀχαΐας συστρατεύσαντες ἱππεῖς καὶ Φθιῶται καὶ Μαλιεῖς, ἔτι δὲ Λοκροὶ καὶ Φωκεῖς, ὧν ἡγεῖτο Ἐρίγυιος ὁ Μιτυληναῖος. [4] ἑξῆς δ᾽ εἱστήκεισαν Θετταλοί, Φίλιππον μὲν ἔχοντες ἡγεμόνα, ἀνδρείᾳ δὲ καὶ τῇ τῶν εἰλῶν ἱππασίᾳ πολὺ προέχοντες τῶν ἄλλων. ἐχομένους δὲ τούτων τοὺς ἐκ Κρήτης τοξότας ἔταξε καὶ τοὺς ἐκ τῆς Ἀχαΐας μισθοφόρους. [5] ἐφ᾽ ἑκατέρου δὲ τοῦ κέρατος ἐπικάμπιον ἐποίησε τὴν τάξιν, ὅπως μὴ δύνωνται κυκλοῦν οἱ πολέμιοι τῷ πλήθει τῶν στρατιωτῶν τὴν ὀλιγότητα τῶν Μακεδόνων. [6] πρὸς δὲ τὰς τῶν δρεπανηφόρων ἁρμάτων ἐπιφορὰς μηχανώμενος ὁ βασιλεὺς παρήγγειλε τοῖς ἐν τῇ φάλαγγι πεζοῖς, ὅταν πλησιάζῃ τὰ τέθριππα, συνασπίσαι καὶ ταῖς σαρίσαις τὰς ἀσπίδας τύπτειν, ὅπως διὰ τὸν ψόφον πτυρόμενα τὴν εἰς τοὐπίσω ποιήσηται φοράν, τοῖς δὲ βιαζομένοις διδόναι διαστήματα, δι᾽ ὧν ποιήσονται τὴν διέξοδον ἀκίνδυνον τοῖς Μακεδόσιν. αὐτὸς δὲ τοῦ δεξιοῦ μέρους ἡγούμενος καὶ λοξὴν τὴν τάξιν ποιούμενος δι᾽ ἑαυτοῦ τὴν ὅλην κρίσιν τοῦ κινδύνου ποιεῖσθαι διεγνώκει.

58. ὁ δὲ Δαρεῖος κατὰ τὰς τῶν ἐθνῶν περιοχὰς τὴν ἔκταξιν πεποιημένος κατά τε τὸν Ἀλέξανδρον τεταγμένος προῆγεν ἐπὶ τοὺς πολεμίους. ὡς δ᾽ ἐπλησίαζον ἀλλήλαις αἱ δυνάμεις, οἱ μὲν σαλπικταὶ παρ᾽ ἀμφοτέροις ἐσήμαινον τὸ πολεμικόν, οἱ δ᾽ ἄνδρες μετὰ πολλῆς βοῆς ἀλλήλοις ἐπεφέροντο. [2] καὶ πρῶτον τὰ δρεπανηφόρα τῶν ἁρμάτων ἀπὸ κράτους ἐλαυνόμενα πολλὴν ἔκπληξιν καὶ φόβον τοῖς Μακεδόσιν ἐπέστησεν: καὶ γὰρ Μαζαῖος ὁ τῶν ἱππέων ἡγούμενος πυκναῖς ταῖς εἴλαις σὺν τοῖς δρεπανηφόροις ἐπήλαυνε, καταπληκτικωτέραν ποιῶν τὴν ἐπιφορὰν τῶν δρεπανηφόρων. [3] τῆς δὲ φάλαγγος συνασπιζούσης καὶ κατὰ τὰς τοῦ βασιλέως παραγγελίας ταῖς σαρίσαις πάντων τυπτόντων τὰς ἀσπίδας συνέβαινε ψόφον πολὺν γίνεσθαι. [4] διόπερ τὰ πολλὰ τῶν ἁρμάτων πτυρομένων τῶν ἵππων ἐστρέφετο καὶ τὴν ῥύμην ἀκατάσχετον ποιοῦντα πρὸς τοὺς ἰδίους βιαίως ἀνέστρεφε. τῶν δ᾽ ἄλλων προσπεσόντων τῇ φάλαγγι καὶ τῶν Μακεδόνων ποιούντων ἀξιόλογα διαστήματα διὰ τούτων φερόμενα τὰ μὲν συνηκοντίσθη, τὰ δὲ διεξέπεσεν, ἔνια δὲ τῇ βίᾳ τῆς ῥύμης φερόμενα καὶ ταῖς τῶν σιδήρων ἀκμαῖς ἐνεργῶς χρησάμενα πολλὰς καὶ ποικίλας διαθέσεις θανάτων ἀπειργάζετο. [5] τοιαύτη γὰρ ἦν ἡ ὀξύτης καὶ βία τῶν κεχαλκευμένων πρὸς ἀπώλειαν ὅπλων ὥστε πολλῶν μὲν βραχίονας σὺν αὐταῖς ταῖς ἀσπίσιν ἀποκόπτεσθαι, οὐκ ὀλίγων δὲ τραχήλους παρασύρεσθαι καὶ τὰς κεφαλὰς πίπτειν ἐπὶ τὴν γῆν βλεπόντων ἔτι τῶν ὀμμάτων καὶ τῆς τοῦ προσώπου διαθέσεως διαφυλαττομένης, ἐνίων δὲ τὰς πλευρὰς ἐπικαιρίοις τομαῖς ἀναρήττεσθαι καὶ θανάτους ὀξεῖς ἐπιφέρεσθαι.

59. ὡς δ᾽ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις καὶ διὰ τῶν τόξων καὶ σφενδονῶν, ἔτι δὲ τῶν ἀκοντιζομένων σαυνίων τὰ ῥιπτούμενα βέλη παρανήλωτο, πρὸς τὴν ἐκ χειρὸς μάχην κατήντησαν. [2] καὶ πρῶτον τῶν ἱππέων συστησαμένων ἀγῶνα καὶ τῶν Μακεδόνων τῷ δεξιῷ κέρατι διαγωνιζομένων ὁ μὲν Δαρεῖος τοῦ λαιοῦ κέρατος ἡγούμενος συναγωνιστὰς εἶχε τοὺς συγγενεῖς ἱππεῖς, ἐπιλέκτους ταῖς ἀρεταῖς καὶ ταῖς εὐνοίαις, χιλίους ἐν μιᾷ περιειλημμένους εἴλῃ. [3] οὗτοι δὲ θεατὴν ἔχοντες τῆς ἰδίας ἀνδραγαθίας τὸν βασιλέα τὸ πλῆθος τῶν ἐπ᾽ αὐτὸν φερομένων βελῶν προθύμως ἐξεδέχοντο. συνῆσαν δὲ τούτοις οἵ τε μηλοφόροι, διάφοροι ταῖς ἀνδραγαθίαις καὶ πολλοὶ κατὰ τὸ πλῆθος, πρὸς δὲ τούτοις Μάρδοι καὶ Κοσσαῖοι, ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς λαμπρότησι τῶν ψυχῶν θαυμαζόμενοι. [4] συνηγωνίζοντο δὲ τούτοις οἵ τε περὶ τὰ βασίλεια διατρίβοντες καὶ τῶν Ἰνδῶν οἱ κράτιστοι κατ᾽ ἀνδρείαν. οὗτοι μὲν οὖν μετὰ πολλῆς βοῆς ἐπιῤῥάξαντες τοῖς πολεμίοις ἐκθύμως ἠγωνίζοντο καὶ τῷ πλήθει κατεπόνουν τοὺς Μακεδόνας:[5] Μαζαῖος δὲ τὸ δεξιὸν ἔχων κέρας καὶ μετὰ τῶν ἀρίστων ἱππέων διαγωνιζόμενος εὐθὺς κατὰ τὴν πρώτην ἔφοδον τῶν ἀνθεστώτων ἀνεῖλεν οὐκ ὀλίγους, δισχιλίους δὲ Καδουσίους καὶ χιλίους τῶν Σκυθῶν ἱππεῖς ἐπιλέκτους ἐξέπεμψε, προστάξας περιιππεῦσαι τὸ κέρας τὸ τῶν πολεμίων καὶ προσελάσαντας τῇ παρεμβολῇ τῆς ἀποσκευῆς κυριεῦσαι. [6] ὧν ὀξέως ποιησάντων τὸ προσταχθὲν καὶ παρεισπεσόντων εἰς τὴν στρατοπεδείαν τῶν Μακεδόνων τῶν αἰχμαλώτων τινὲς ἁρπάσαντες ὅπλα συνήργουν τοῖς Σκύθαις καὶ διήρπαζον τὰς ἀποσκευάς: βοὴ δ᾽ ἦν καὶ ταραχὴ διὰ τὸ παράδοξον καθ᾽ ὅλην τὴν παρεμβολήν. [7] αἱ μὲν οὖν ἄλλαι τῶν αἰχμαλωτίδων πρὸς τοὺς βαρβάρους ἀπεχώρουν, ἡ δὲ μήτηρ τοῦ Δαρείου Σισύγγαμβρις παρακαλουσῶν αὐτὴν τῶν αἰχμαλωτίδων οὐ προσέσχεν, ἀλλ᾽ ἐφ᾽ ἡσυχίας ἔμεινε φιλοφρόνως, οὔτε τῷ παραδόξῳ τῆς τύχης πιστεύσασα οὔτε τὴν πρὸς Ἀλέξανδρον εὐχαριστίαν λυμαινομένη. [8] τέλος δὲ οἱ Σκύθαι πολλὴν τῆς ἀποσκευῆς διαρπάσαντες ἀφίππευσαν πρὸς τοὺς περὶ Μαζαῖον καὶ τὴν εὐημερίαν ἀπήγγειλαν. ὁμοίως δὲ καὶ τῶν περὶ Δαρεῖον τεταγμένων ἱππέων τινὲς καταπονήσαντες τῷ πλήθει τοὺς ἀνθεστῶτας Μακεδόνας φεύγειν ἠνάγκασαν.

60. δευτέρου δὲ προτερήματος τοῖς Πέρσαις γενομένου ὁ μὲν Ἀλέξανδρος σπεύδων δι᾽ ἑαυτοῦ τὴν ἧτταν διορθώσασθαι τῶν ἰδίων μετὰ τῆς βασιλικῆς εἴλης καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἱππέων ἐπ᾽ αὐτὸν ἤλαυνε τὸν Δαρεῖον. [2] ὁ δὲ τῶν Περσῶν βασιλεὺς δεξάμενος τὴν ἐπιφορὰν τῶν πολεμίων αὐτὸς μὲν ἐφ᾽ ἅρματος ἀγωνιζόμενος ἠκόντιζεν εἰς τοὺς ἐπιφερομένους, πολλῶν δ᾽ αὐτῷ συναγωνιζομένων καὶ τῶν βασιλέων ἐπ᾽ ἀλλήλους ἱεμένων ὁ μὲν Ἀλέξανδρος ἀκοντίσας ἐπὶ τὸν Δαρεῖον τούτου μὲν ἥμαρτεν, τοῦ δὲ παρεστῶτος ἡνιόχου τοῦ βασιλέως κατατυχὼν κατέβαλεν. [3] τῶν δὲ περὶ τὸν Δαρεῖον ἀναβοησάντων οἱ ποῤῥώτερον ἀφεστηκότες ὑπέλαβον αὐτὸν τὸν βασιλέα πεπτωκέναι: καὶ τούτων τῆς φυγῆς ἀρξαμένων οἱ συνεχεῖς συνείποντο καὶ τὸ συνεστὸς <αἰεὶ> τῷ Δαρείῳ σύνταγμα κατ᾽ ὀλίγον παρεῤῥήγνυτο. διὸ καὶ τῆς ἑτέρας πλευρᾶς παραγυμνωθείσης τῶν συναγωνιζομένων καὶ αὐτὸς καταπλαγεὶς πρὸς φυγὴν ὥρμησεν. [4] τούτων δὲ οὕτως φευγόντων καὶ τοῦ κονιορτοῦ τῶν ἱππέων πρὸς ὕψος αἰρομένου καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐκ ποδὸς ἑπομένων διὰ τὸ πλῆθος καὶ τὴν πυκνότητα τοῦ κονιορτοῦ συνιδεῖν μὲν οὐκ ἦν τὸν Δαρεῖον ὅποι ποιεῖται τὴν φυγήν, στεναγμὸς δὲ τῶν πιπτόντων ἀνδρῶν καὶ κτύπος τῶν ἱππέων, ἔτι δὲ τῶν μαστίγων συνεχὴς ψόφος ἐγίνετο. [5] ἅμα δὲ τούτοις πραττομένοις Μαζαῖος ὁ τοῦ δεξιοῦ κέρατος ἡγούμενος, πλείστους ἔχων καὶ κρατίστους ἱππεῖς, βαρὺς ἐπέκειτο τοῖς κατ᾽ αὐτὸν τεταγμένοις: Παρμενίων δὲ μετὰ τῶν Θετταλῶν ἱππέων καὶ τῶν ἄλλων τῶν μετ᾽ αὐτοῦ κινδυνευόντων ὑπέστη τοὺς πολεμίους. [6] τὸ μὲν οὖν πρῶτον λαμπρῶς ἀγωνιζόμενος διὰ τὰς ἀρετὰς τῶν Θετταλῶν προετέρει: τῶν δὲ περὶ τὸν Μαζαῖον τῷ τε πλήθει καὶ βάρει τοῦ συστήματος ἐγκειμένων κατεπονεῖτο τὸ τῶν Μακεδόνων ἱππικόν. [7] πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς τῶν βαρβάρων βίας δυσυποστάτου γινομένης ὁ Παρμενίων ἐξέπεμψέ τινας τῶν περὶ αὐτὸν ἱππέων πρὸς τὸν Ἀλέξανδρον, λέγων κατὰ τάχος βοηθῆσαι. ὀξέως δὲ τούτων τὸ παραγγελθὲν πραττόντων καὶ τὸν Ἀλέξανδρον πυθομένων πολὺ τῆς τάξεως ἀπεσπάσθαι κατὰ τὸν διωγμὸν οὗτοι μὲν ἐπανῆλθον ἄπρακτοι,[8] ὁ δὲ Παρμενίων ταῖς τῶν Θετταλῶν εἴλαις χρώμενος ἐμπειρότατα καὶ πολλοὺς καταβαλὼν μόλις ἐτρέψατο τοὺς βαρβάρους, μάλιστα καταπλαγέντας τῇ κατὰ τὸν Δαρεῖον φυγῇ.

61. ὁ δὲ Δαρεῖος τῇ στρατηγίᾳ διαφέρων καὶ συνεργὸν ἔχων τὸ πλῆθος τοῦ κονιορτοῦ τὴν ἀποχώρησιν οὐχ ὁμοίαν τοῖς ἄλλοις βαρβάροις ἐποιεῖτο, εἰς τοὐναντίον δὲ μέρος ὁρμήσας καὶ κρυπτομένην ἔχων διὰ τὸν ἐξαιρόμενον κονιορτὸν τὴν ἰδίαν ἀποχώρησιν ἀκινδύνως αὐτός τε διέφυγεν τούς τε μεθ᾽ ἑαυτοῦ πάντας εἰς τὰς κατόπιν κειμένας τῶν Μακεδόνων κώμας διέσωσε. [2] τέλος δὲ πάντων τῶν βαρβάρων πρὸς φυγὴν ὁρμησάντων καὶ τῶν Μακεδόνων τοὺς ἐσχάτους ἀεὶ κτεινόντων ταχὺ πᾶς ὁ πλησίον τοῦ πεδίου τόπος νεκρῶν ἐπληρώθη. [3] διὸ καὶ τῶν βαρβάρων ἐν ταύτῃ τῇ μάχῃ κατεκόπησαν οἱ πάντες ἱππεῖς τε καὶ πεζοὶ πλείους τῶν ἐννέα μυριάδων: τῶν δὲ Μακεδόνων ἀνῃρέθησαν μὲν εἰς πεντακοσίους, τραυματίαι δ᾽ ἐγένοντο παμπληθεῖς, ἐν οἷς καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων Ἡφαιστίων μὲν εἰς τὸν βραχίονα ξυστῷ βληθεὶς ἐτρώθη, τῶν σωματοφυλάκων ἡγούμενος, τῶν δὲ στρατηγῶν Περδίκκας καὶ Κοῖνος, ἔτι δὲ Μενίδας καί τινες ἕτεροι τῶν ἐπιφανῶν ἡγεμόνων. ἡ μὲν οὖν περὶ Ἄρβηλα γενομένη παράταξις τοιοῦτον ἔσχε τὸ πέρας.

62. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀριστοφῶντος ἐν Ῥώμῃ διεδέξαντο τὴν ὑπατικὴν ἀρχὴν Γάιος Δομέττιος καὶ Αὖλος Κορνήλιος. ἐπὶ δὲ τούτων εἰς τὴν Ἑλλάδα τῆς περὶ Ἄρβηλα μάχης διαδοθείσης πολλαὶ τῶν πόλεων ὑφορώμεναι τὴν αὔξησιν τῶν Μακεδόνων ἔγνωσαν, ἕως ἔτι τὰ Περσῶν πράγματα διαμένει, τῆς ἐλευθερίας ἀντέχεσθαι:[2] βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον καὶ χρημάτων τε πλῆθος χορηγήσειν πρὸς τὸ δύνασθαι ξενικὰς μεγάλας δυνάμεις συνίστασθαι καὶ τὸν Ἀλέξανδρον μὴ δυνήσεσθαι διαιρεῖν τὰς δυνάμεις. [3] εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας, μονωθήσεσθαι τοὺς Ἕλληνας καὶ μηκέτι δυνήσεσθαι φροντίσαι τῆς ἑαυτῶν ἐλευθερίας. [4] προεκαλέσατο δὲ πρὸς τὴν ἀπόστασιν τοὺς Ἕλληνας καὶ ὁ περὶ τὴν Θρᾴκην νεωτερισμὸς κατὰ τοὺς ὑποκειμένους καιροὺς γενόμενος:[5] Μέμνων γὰρ ὁ καθεσταμένος στρατηγὸς τῆς Θρᾴκης, ἔχων δύναμιν καὶ φρονήματος ὢν πλήρης, ἀνέσεισε μὲν τοὺς βαρβάρους, ἀποστάτης δὲ γενόμενος Ἀλεξάνδρου καὶ ταχὺ μεγάλης δυνάμεως κυριεύσας φανερῶς ἀπεκαλύψατο πρὸς τὸν πόλεμον. [6] διόπερ Ἀντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα. τούτου δὲ περὶ ταῦτ᾽ ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς Ἕλληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας. [7] Ἀθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους Ἕλληνας ὑπ᾽ Ἀλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον: Πελοποννησίων δ᾽ οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους. [8] τὴν δ᾽ ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, Ἄγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.

63. Ἀντίπατρος δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων συνδρομὴν τὸν μὲν ἐν τῇ Θρᾴκῃ πόλεμον ὥς ποτ᾽ ἦν δυνατὸν κατέλυσεν, εἰς δὲ τὴν Πελοπόννησον ἧκε μετὰ πάσης τῆς δυνάμεως. προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμαχούντων Ἑλλήνων στρατιώτας ἤθροισε τοὺς ἅπαντας οὐκ ἐλάττους τῶν τετρακισμυρίων. [2] γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Ἄγις μαχόμενος ἔπεσεν, οἱ δὲ Λακεδαιμόνιοι πολὺν μὲν ἐκθύμως χρόνον ἀγωνιζόμενοι διεκαρτέρουν, τῶν δὲ συμμάχων βιασθέντων καὶ αὐτοὶ τὴν ἀναχώρησιν εἰς τὴν Σπάρτην ἐποιήσαντο. [3] ἀνῃρέθησαν δ᾽ ἐν τῇ μάχῃ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πλείους τῶν πεντακισχιλίων καὶ τριακοσίων, τῶν δὲ μετ᾽ Ἀντιπάτρου τρισχίλιοι καὶ πεντακόσιοι. [4] ἴδιον δέ τι συνέβη καὶ περὶ τὴν τοῦ Ἄγιδος τελευτὴν γενέσθαι: ἀγωνισάμενος γὰρ λαμπρῶς καὶ πολλοῖς τραύμασιν ἐναντίοις περιπεσὼν ὑπὸ τῶν στρατιωτῶν εἰς τὴν Σπάρτην ἀπεκομίζετο: περικατάληπτος δὲ γενόμενος καὶ τὰ καθ᾽ ἑαυτὸν ἀπογνοὺς τοῖς μὲν ἄλλοις στρατιώταις προσέταξεν ἀπιέναι τὴν ταχίστην καὶ διασώζειν αὑτοὺς εἰς τὴν τῆς πατρίδος χρείαν, αὐτὸς δὲ καθοπλισθεὶς καὶ εἰς γόνυ διαναστὰς ἠμύνατο τοὺς πολεμίους καί τινας καταβαλὼν καὶ συνακοντισθεὶς κατέστρεψε τὸν βίον, ἄρξας ἔτη ἐννέα. [5] ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα κατὰ τὴν Εὐρώπην ἐν μέρει τὰ κατὰ τὴν Ἀσίαν συντελεσθέντα διέξιμεν.

64. Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ Ἄρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως. τὸ μὲν οὖν πρῶτον εἰς Ἐκβάτανα τῆς Μηδείας διανύσας ἐνταῦθα διέτριβεν καὶ τοὺς μὲν ἐκ τῆς φυγῆς ἀνασωζομένους ἀνεδέχετο, τοὺς δὲ ἀνόπλους καθώπλιζεν. [2] μετεπέμπετο δὲ καὶ στρατιώτας ἐκ τῶν πλησιοχώρων ἐθνῶν καὶ πρὸς τοὺς ἐκ Βάκτροις καὶ ταῖς ἄνω σατραπείαις σατράπας καὶ στρατηγοὺς διεπέμπετο, παρακαλῶν διαφυλάττειν τὴν πρὸς αὐτὸν εὔνοιαν. [3] Ἀλέξανδρος δὲ μετὰ τὴν νίκην θάψας τοὺς τετελευτηκότας ἐπέβαλε τοῖς Ἀρβήλοις καὶ πολλὴν μὲν εὗρεν ἀφθονίαν τῆς τροφῆς, οὐκ ὀλίγον δὲ κόσμον καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα τρισχίλια. συλλογισάμενος δὲ τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τοῦ περιέχοντος ἀέρος διὰ τὸ πλῆθος τῶν νεκρῶν εὐθὺς ἀνέζευξε καὶ κατήντησε μετὰ πάσης τῆς δυνάμεως εἰς Βαβυλῶνα. [4] τῶν δ᾽ ἐγχωρίων προθύμως ὑποδεξαμένων αὐτὸν καὶ κατὰ τὰς ἐπισταθμίας λαμπρῶς ἑστιώντων τοὺς Μακεδόνας ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς προγεγενημένης ταλαιπωρίας. πλείους δὲ τῶν τριάκοντα ἡμερῶν ἐνδιέτριψε τῇ πόλει διά τε τὴν δαψίλειαν τῶν ἐπιτηδείων καὶ τὴν φιλοξενίαν τῶν ἐγχωρίων. [5] μετὰ δὲ ταῦτα τὴν μὲν ἄκραν παρέδωκε τηρεῖν Ἀγάθωνι τῷ Πυδναίῳ, συστήσας αὐτῷ Μακεδόνας στρατιώτας ἑπτακοσίους: Ἀπολλόδωρον δὲ τὸν Ἀμφιπολίτην καὶ Μένητα τὸν Πελλαῖον ἀπέδειξε στρατηγοὺς τῆς τε Βαβυλῶνος καὶ τῶν σατραπειῶν μέχρι Κιλικίας, δοὺς δὲ αὐτοῖς ἀργυρίου τάλαντα χίλια προσέταξε ξενολογεῖν στρατιώτας ὡς πλείστους. [6] Μιθρίνῃ δὲ τῷ παραδόντι τὴν ἐν Σάρδεσιν ἄκραν Ἀρμενίαν ἔδωκεν. ἐκ δὲ τῶν ληφθέντων χρημάτων τῶν μὲν ἱππέων <τῶν Μακεδόνων> ἑκάστῳ ἓξ μνᾶς ἐδωρήσατο, τῶν δὲ συμμάχων πέντε, τῶν δ᾽ ἐκ τῆς φάλαγγος Μακεδόνων δύο, τοὺς δὲ ξένους διμήνου μισθοφοραῖς ἐτίμησε πάντας.

65. τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Βαβυλῶνος καὶ κατὰ τὴν πορείαν ὄντος ἧκον πρὸς αὐτὸν παρὰ μὲν Ἀντιπάτρου πεμφθέντες ἱππεῖς μὲν Μακεδόνες πεντακόσιοι, πεζοὶ δὲ ἑξακισχίλιοι, ἐκ δὲ Θρᾴκης ἱππεῖς μὲν ἑξακόσιοι, Τραλλεῖς δὲ τρισχίλιοι καὶ πεντακόσιοι, ἐκ δὲ Πελοποννήσου πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ βραχὺ λείποντες τῶν χιλίων, ἐκ δὲ τῆς Μακεδονίαστῶν φίλων τοῦ βασιλέως υἱοὶ πεντήκοντα πρὸς τὴν σωματοφυλακίαν ὑπὸ τῶν πατέρων ἀπεσταλμένοι. [2] ὁ δὲ βασιλεὺς τούτους παραλαβὼν προῆγε καὶ κατήντησεν ἑκταῖος εἰς τὴν Σιττακινὴν ἐπαρχίαν. τῆς δὲ χώρας ταύτης πολλὴν ἀφθονίαν ἐχούσης τῶν ἐπιτηδείων πάντων ἐν ταύτῃ πλείους ἡμέρας ἔμεινεν, ἅμα μὲν σπεύδων ἐκ τῆς κατὰ τὴν ὁδοιπορίαν ταλαιπωρίας ἀναλαβεῖν τὴν δύναμιν, ἅμα δὲ τῆς στρατιωτικῆς τάξεως διανοούμενος ἐπιμεληθῆναι καὶ τὰς ἡγεμονίας ἀναβιβάσαι καὶ τὴν δύναμιν ἰσχυροποιῆσαι τῷ τε πλήθει καὶ ταῖς ἀρεταῖς τῶν ἡγεμόνων. [3] συντελέσας δὲ τὰ δεδογμένα καὶ μετὰ πολλῆς ἐπιμελείας περὶ τῶν ἀριστίων κρίσιν ποιησάμενος καὶ πολλοὺς ἀπὸ τῆς μεγάλης ἡγεμονίας ἐπὶ μεγάλας ἐξουσίας ἀναβιβάσας πάντας τοὺς ἡγεμόνας εἰς ἀξίωμα μεῖζον καὶ στοργὴν ἰσχυρὰν πρὸς ἑαυτὸν προήγαγεν. [4] ἐπεμελήθη δὲ καὶ τῆς ἰδιωτικῆς τῶν στρατιωτῶν διατάξεως καὶ πολλὰ πρὸς τὴν εὐχρηστίαν ἐπινοησάμενος ἐπὶ τὸ κρεῖττον διωρθώσατο. κατασκευάσας δὲ πᾶσαν τὴν στρατιὰν εὐνοίᾳ τε πρὸς τὸν ἡγούμενον διαφέρουσαν καὶ πρὸς τὰ παραγγελλόμενα πειθαρχοῦσαν, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ὑπερβάλλουσαν ἐπὶ τοὺς ὑπολειπομένους ἀγῶνας ὥρμησεν. [5] εἰς δὲ τὴν Σουσιανὴν καταντήσας ἀκινδύνως παρέλαβε τὰ περιβόητα ἐν Σούσοις βασίλεια, ἑκουσίως Ἀβουλεύτου τοῦ σατράπου παραδόντος αὐτῷ τὴν πόλιν, ὡς μὲν ἔνιοι γεγράφασι, προστάξαντος Δαρείου τοῖς πεπιστευμένοις ὑπ᾽ αὐτοῦ. τοῦτο δὲ πρᾶξαι τὸν βασιλέα τῶν Περσῶν, ὅπως ὁ μὲν Ἀλέξανδρος εἰς περισπασμοὺς ἀξιολόγους καὶ παραλήψεις ἐπιφανεστάτων πόλεων καὶ θησαυρῶν μεγάλων ἐμπεσὼν ἐν ἀσχολίαις ὑπάρχῃ, ὁ δὲ Δαρεῖος τῇ φυγῇ λαμβάνῃ χρόνον εἰς τὴν τοῦ πολέμου παρασκευήν.

66. ὁ δὲ Ἀλέξανδρος παραλαβὼν τὴν πόλιν καὶ τοὺς ἐν τοῖς βασιλείοις θησαυροὺς εὗρεν ἀσήμου χρυσοῦ καὶ ἀργύρου πλείω τῶν τετρακισμυρίων ταλάντων. [2] ταῦτα δὲ ἐκ πολλῶν χρόνων οἱ βασιλεῖς ἄθικτα διετήρησαν, πρὸς τὰ παράλογα τῆς τύχης ἀπολιπόντες αὑτοῖς καταφυγάς. χωρὶς δὲ τούτων ὑπῆρχεν ἐνακισχίλια τάλαντα χρυσοῦ χαρακτῆρα δαρεικὸν ἔχοντα. [3] ἴδιον δέ τι συνέβη γενέσθαι τῷ βασιλεῖ κατὰ τὴν παράληψιν τῶν χρημάτων. καθίσαντος γὰρ αὐτοῦ ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τούτου μείζονος ὄντος ἢ κατὰ τὴν συμμετρίαν τοῦ σώματος, τῶν παίδων τις ἰδὼν τοὺς πόδας ἀπολείποντας πολὺ τοῦ κατὰ τὸν θρόνον ὑποβάθρου βαστάσας τὴν Δαρείου τράπεζαν ὑπέθηκε τοῖς ποσὶν αἰωρουμένοις. [4] ἁρμοστῆς δὲ γενομένης ὁ μὲν βασιλεὺς ἀπεδέξατο τὴν τοῦ πράξαντος εὐστοχίαν, τῶν δὲ παρεστώτων τις τῷ θρόνῳ εὐνοῦχος κινηθεὶς τὴν ψυχὴν τῇ μεταβολῇ τῆς τύχης ἐδάκρυσεν. [5] ὃν ἰδὼν ὁ Ἀλέξανδρος ἤρετο, τί κακὸν ἰδὼν γεγονὸς κλαίεις; ὁ δὲ εὐνοῦχος ἔφησε, νῦν μὲν σός εἰμι δοῦλος, πρότερον δὲ Δαρείου, καὶ φύσει φιλοδέσποτος ὢν ἤλγηκα ἰδὼν τὸ παρ᾽ ἐκείνῳ μάλιστα τιμώμενον νῦν ἄτιμον γεγονὸς σκεῦος. [6] ὁ δὲ βασιλεὺς διὰ τῆς ἀποκρίσεως λαβὼν ἔννοιαν τῆς ὅλης κατὰ τὴν Περσικὴν βασιλείαν μεταβολῆς ὑπέλαβεν ἑαυτὸν ὑπερήφανόν τι πεποιηκέναι καὶ τῆς πρὸς τὰς αἰχμαλωτίδας ἐπιεικείας ἀλλοτριώτατον. [7] διόπερ προσκαλεσάμενος τὸν θέντα τὴν τράπεζαν ἐπέταξεν ἆραι πάλιν. ἐνταῦθα παρεστὼς Φιλώτας, ἀλλ᾽ οὐχ ὕβρις ἐστίν, εἶπεν, τὸ μὴ ὑπὸ σοῦ προσταχθέν, ἀλλὰ δαίμονός τινος ἀγαθοῦ προνοίᾳ καὶ βουλήσει. ὁ δὲ βασιλεὺς οἰωνισάμενος τὸ ῥηθὲν προσέταξεν ἐᾶν κειμένην ὑπὸ τῷ θρόνῳ τὴν τράπεζαν.

67. μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρακατέστησε τοὺς διδάξοντας τὴν Ἑλληνικὴν διάλεκτον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τεταρταῖος ἐπὶ τὸν Τίγριν ποταμὸν ἀφίκετο. [2] ὃς ῥέων ἀπὸ τῆς Οὐξίων ὀρεινῆς τὸ μὲν πρῶτον φέρεται διὰ χώρας τραχείας καὶ χαράδραις μεγάλαις διειλημμένης ἐπὶ σταδίους χιλίους, ἔπειτα διαῤῥεῖ χώραν πεδιάδα, πραϋνόμενος αἰεὶ μᾶλλον, καὶ διελθὼν σταδίους ἑξακοσίους ἐξίησιν εἰς τὴν κατὰ Πέρσας θάλασσαν. [3] διαβὰς δὲ τὸν Τίγριν προῆγεν ἐπὶ τὴν Οὐξίων χώραν,οὖσαν πάμφορον καὶ δαψιλέσιν ὕδασι διαῤῥεομένην καὶ πολλοὺς καὶ παντοδαποὺς ἐκφέρουσαν καρπούς: διὸ καὶ τῆς ὡρίμου ξηραινομένης ὀπώρας παντοδαπὰ πλάσματα χρήσιμα πρὸς ἀπόλαυσιν οἱ τὸν Τίγριν πλέοντες ἔμποροι κατάγουσιν εἰς τὴν Βαβυλωνίαν. [4] καταλαβὼν δὲ τὰς παρόδους φυλαττομένας ὑπὸ Μαδέτου, συγγενοῦς μὲν ὄντος Δαρείου, δύναμιν δὲ ἔχοντος ἀξιόλογον, κατεσκέψατο τὴν ὀχυρότητα τῶν τόπων. ἀπαροδεύτων δ᾽ ὄντων κρημνῶν τῶν ἐγχωρίων τις ἀνήρ, Οὔξιος μὲν τὸ γένος, ἔμπειρος δὲ τῶν τόπων, ἐπηγγείλατο τῷ βασιλεῖ διά τινος στενῆς ἀτραποῦ καὶ παραβόλου ἄξειν τοὺς στρατιώτας, ὥστε ὑπερδεξίους γενέσθαι τῶν πολεμίων. [5] ὁ δ᾽ Ἀλέξανδρος προσδεξάμενος τοὺς λόγους τούτῳ μὲν συναπέστειλε τοὺς ἱκανοὺς στρατιώτας, αὐτὸς δὲ τὴν δίοδον κατασκευάσας ἐφ᾽ ὧν ἦν ἐνδεχόμενον ἐκ διαδοχῆς προσέβαλε τοῖς ἐπὶ τῶν παρόδων ἐφεστηκόσιν. ἐνεργῶς δὲ τοῦ κινδύνου συνεστῶτος καὶ τῶν βαρβάρων περισπωμένων περὶ τὸν ἀγῶνα παραδόξως οἱ πεμφθέντες ἐφάνησαν ὑπερδέξιοι τοῖς τὴν πάροδον φυλάττουσι. καταπλαγέντων δὲ τῶν βαρβάρων καὶ πρὸς φυγὴν ὁρμησάντων ἐγκρατὴς ἐγένετο τῆς διεξόδου καὶ ταχέως πασῶν τῶν κατὰ τὴν Οὐξιανὴν πόλεων.

68. ἐντεῦθεν δ᾽ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας. ταύτας δὲ προκατειληφὼς ἦν ὁ Ἀριοβαρζάνης μετὰ στρατιωτῶν πεζῶν μὲν δισμυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ τριακοσίων. [2] ὁ δὲ βασιλεὺς δόξας τῇ βίᾳ κρατήσειν τῆς πύλης προῆγε διὰ τόπων στενῶν καὶ τραχέων οὐδενὸς παρενοχλοῦντος. οἱ δὲ βάρβαροι μέχρι μέν τινος εἴων αὐτὸν διαπορεύεσθαι τὰς παρόδους, ἐπεὶ δὲ εἰς μέσας τὰς δυσχωρίας ἧκον, ἄφνω τὴν ἐπίθεσιν ἐποιοῦντο καὶ πολλοὺς μὲν ἁμαξιαίους λίθους ἐπεκύλιον, οἳ προσπίπτοντες ἄφνω τοῖς Μακεδόσιν ἀθρόοις πολλοὺς διέφθειρον, οὐκ ὀλίγοι δ᾽ ἀπὸ τῶν κρημνῶν ἀκοντίζοντες εἰς πεπυκνωμένους οὐκ ἀπετύγχανον τῶν σκοπῶν: ἄλλοι δ᾽ ἐκ χειρὸς τοῖς λίθοις βάλλοντες τοὺς βιαζομένους τῶν Μακεδόνων ἀνέστελλον. πολλὰ δ᾽ αὐτοῖς τῆς δυσχωρίας συνεργούσης ἐπλεονέκτουν καὶ συχνοὺς μὲν ἀπέκτεννον, οὐκ ὀλίγους δὲ κατετίτρωσκον. [3] ὁ δ᾽ Ἀλέξανδρος τῇ δεινότητι τοῦ πάθους ἀδυνατῶν βοηθεῖν καὶ θεωρῶν μηδένα τῶν πολεμίων μήτε τεθνηκότα μήτε ὅλως τετρωμένον, τῶν δὲ ἰδίων ἀπολωλότας μὲν πολλούς, κατατετρωμένους δὲ σχεδὸν ἅπαντας τοὺς προσβάλλοντας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. [4] ἀναχωρήσας δὲ ἀπὸ τῶν παρόδων σταδίους τριακοσίους κατεστρατοπέδευσε καὶ παρὰ τῶν ἐγχωρίων ἐπυνθάνετο μή τις ἑτέρα ἐστὶ διεκβολή. πάντων δ᾽ ἀποφαινομένων δίοδον μὲν μηδεμίαν ἄλλην ὑπάρχειν, περίοδον δὲ εἶναι πολλῶν ἡμερῶν αἰσχρὸν εἶναι νομίσας ἀτάφους ἀπολιπεῖν τοὺς τετελευτηκότας καὶ τὴν αἴτησιν τῶν νεκρῶν οὖσαν ὁρῶν ἀσχήμονα καὶ περιέχουσαν ἥττης ὁμολόγησιν προσέταξεν ἀναγαγεῖν ἅπαντας τοὺς αἰχμαλώτους. [5] ἐν δὲ τούτοις ἧκεν ὑπαγόμενος ἀνὴρ δίγλωττος, εἰδὼς τὴν Περσικὴν διάλεκτον: οὗτος δὲ ἑαυτὸν ἀπεφαίνετο Λύκιον μὲν εἶναι τὸ γένος, αἰχμάλωτον δὲ γενόμενον ποιμαίνειν κατὰ τὴν ὑποκειμένην ὀρεινὴν ἔτη πλείω: δι᾽ ἣν αἰτίαν ἔμπειρον γενέσθαι τῆς χώρας καὶ δύνασθαι τὴν δύναμιν ἀγαγεῖν διὰ τῆς καταδένδρου καὶ κατόπιν ποιῆσαι τῶν τηρούντων τὰς παρόδους. [6] ὁ δὲ βασιλεὺς μεγάλαις δωρεαῖς τιμήσειν ἐπαγγειλάμενος τὸν ἄνδρα τούτου καθηγουμένου διῆλθεν ἐπιπόνως τὴν ὀρεινὴν νυκτὸς πολλὴν μὲν πατήσας χιόνα, πᾶσαν δὲ κρημνώδη χώραν περάσας, χαράδραις βαθείαις καὶ πολλαῖς φάραγξι διειλημμένην. [7] ἐπιφανεὶς δὲ ταῖς προφυλακαῖς τῶν πολεμίων τοὺς μὲν πρώτους κατέκοψε, τοὺς δ᾽ ἐπὶ τῆς δευτέρας φυλακῆς τεταγμένους ἐζώγρησε, τοὺς δὲ τρίτους τρεψάμενος ἐκράτησε τῶν παρόδων καὶ τοὺς πλείστους τῶν περὶ τὸν Ἀριοβαρζάνην ἀπέκτεινε.

69. μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περσέπολιν προάγων κατὰ τὴν ὁδὸν ἐπιστολὴν ἐκομίσατο παρὰ τοῦ κυριεύοντος τῆς πόλεως Τιριδάτου. ἐν ταύτῃ δ᾽ ἦν γεγραμμένον ὅτι ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν, κύριος ἔσται ταύτης ὑπ᾽ αὐτοῦ παραδοθείσης. [2] διόπερ ὁ Ἀλέξανδρος κατὰ σπουδὴν ἦγε τὴν δύναμιν καὶ τὸν Ἀράξην ποταμὸν ζεύξας διεβίβασε τοὺς στρατιώτας. προάγοντος δὲ τοῦ βασιλέως θέαμα παράδοξον καὶ δεινὸν ὤφθη, μισοπονηρίαν μὲν περιέχον κατὰ τῶν πραξάντων, ἔλεον δὲ καὶ συμπάθειαν ἐπιφέρον πρὸς τοὺς ἀνήκεστα πεπονθότας. [3] ἀπήντησαν γὰρ αὐτῷ μεθ᾽ ἱκετηριῶν Ἕλληνες ὑπὸ τῶν πρότερον βασιλέων ἀνάστατοι γεγονότες, ὀκτακόσιοι μὲν σχεδὸν τὸν ἀριθμὸν ὄντες, ταῖς δ᾽ ἡλικίαις οἱ πλεῖστοι μὲν γεγηρακότες, ἠκρωτηριασμένοι δὲ πάντες, οἱ μὲν χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ ὦτα καὶ ῥῖνας:[4] τῶν δ᾽ ἐπιστήμας ἢ τέχνας εἰδότων καὶ ἐν παιδείᾳ προκεκοφότων τὰ μὲν ἄλλα τῶν ἀκρωτηρίων ἀπεκέκοπτο, αὐτὰ δὲ μόνα τὰ συνεργοῦντα πρὸς τὰς ἐπιστήμας ἀπελέλειπτο: ὥστε πάντας ὁρῶντας τὰ τῆς ἡλικίας ἀξιώματα καὶ τὰς περιεχούσας τὰ σώματα συμφορὰς ἐλεεῖν τὰς τύχας τῶν ἀκληρούντων, μάλιστα δὲ αὐτὸν τὸν Ἀλέξανδρον συμπαθῆ γενέσθαι τοῖς ἠτυχηκόσι καὶ μὴ δύνασθαι κατασχεῖν τὰ δάκρυα. [5] ἀναβοησάντων δὲ ἅμα ἁπάντων καὶ τὸν Ἀλέξανδρον ἀξιούντων ἀμῦναι ταῖς ἰδίαις συμφοραῖς ὁ μὲν βασιλεὺς προσκαλεσάμενος τοὺς προεστηκότας καὶ τῆς αὑτοῦ μεγαλοψυχίας ἀξίως τιμήσας ἐπηγγείλατο πολλὴν πρόνοιαν ποιήσασθαι τῆς ἐπ᾽ οἶκον ἀνακομιδῆς. [6] οἱ δὲ συνελθόντες καὶ βουλευσάμενοι προέκριναν τὴν αὐτόθι μονὴν τῆς εἰς οἶκον ἀνακομιδῆς. ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατ᾽ ὀλίγους καὶ περιόντας ἐν ταῖς πόλεσιν ἐπονείδιστον ἕξειν τὴν ἐκ τῆς τύχης ἐπήρειαν: μετ᾽ ἀλλήλων δὲ βιοῦντας, τὴν ὁμοίαν συμφορὰν ἔχοντας, παραμύθιον ἕξειν τῆς ἰδίας ἀκληρίας τὴν τῶν ἄλλων τῆς ἀκληρίας ὁμοιότητα. [7] διὸ καὶ πάλιν ἐντυχόντες τῷ βασιλεῖ καὶ τὴν ἰδίαν κρίσιν δηλώσαντες ἐδέοντο πρὸς ταύτην τὴν ὑπόστασιν οἰκείαν παρέχεσθαι βοήθειαν. [8] ὁ δὲ Ἀλέξανδρος συγκαταθέμενος τοῖς δεδογμένοις τρισχιλίας μὲν ἑκάστῳ δραχμὰς ἐδωρήσατο καὶ στολὰς ἀνδρείας πέντε καὶ γυναικείας ἴσας, ζεύγη δὲ βοϊκὰ δύο καὶ πρόβατα πεντήκοντα καὶ πυρῶν μεδίμνους πεντήκοντα: ἐποίησεν δὲ καὶ ἀτελεῖς αὐτοὺς παντὸς βασιλικοῦ φόρου καὶ τοῖς ἐπιστάταις προσέταξε φροντίζειν ὅπως μηδ᾽ ὑφ᾽ ἑνὸς ἀδικῶνται. [9] Ἀλέξανδρος μὲν οὖν ἀκολούθως τῇ κατ᾽ αὐτὸν ἐπιεικείᾳ τοιαύταις εὐεργεσίαις τὰς τῶν ἠτυχηκότων συμφορὰς διωρθώσατο.

70. τὴν δὲ Περσέπολιν, μητρόπολιν οὖσαν τῆς Περσῶν βασιλείας, ἀπέδειξε τοῖς Μακεδόσι πολεμιωτάτην τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ τοῖς στρατιώταις ἔδωκεν εἰς διαρπαγὴν χωρὶς τῶν βασιλείων. [2] πλουσιωτάτης δ᾽ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας. [3] ἔνθα δὴ πολὺς μὲν ἄργυρος διεφορεῖτο, οὐκ ὀλίγος δὲ χρυσὸς διηρπάζετο, πολλαὶ δὲ καὶ πολυτελεῖς ἐσθῆτες, αἱ μὲν θαλασσίαις πορφύραις, αἱ δὲ χρυσοῖς ἐνυφάσμασι πεποικιλμέναι, τοῖς κρατοῦσιν ἔπαθλα καθίσταντο. τὰ δὲ μεγάλα καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην περιβόητα βασίλεια πρὸς ὕβριν καὶ παντελῆ φθορὰν ἀπεδέδεικτο. [4] οἱ δὲ Μακεδόνες ἐνημερεύσαντες ταῖς ἁρπαγαῖς τὴν ἄπληστον τοῦ πλείονος ἐπιθυμίαν οὐκ ἐδύναντο πληρῶσαι. [5] τοσαύτη γὰρ ἦν τῆς πλεονεξίας ὑπερβολὴ κατὰ τὰς τούτων ἁρπαγὰς ὥστε καὶ πρὸς ἀλλήλους διαμάχεσθαι καὶ πολλοὺς ἀναιρεῖν τῶν τὰ πολλὰ τῆς ἁρπαγῆς ἐξιδιοποιουμένων: τινὲς δὲ τὰ πολυτελέστατα τῶν εὑρισκομένων τοῖς ξίφεσι διακόπτοντες τὰς ἰδίας ἀπεκόμιζον μερίδας, ἔνιοι δὲ τὰς τῶν ἐπιβαλλόντων τοῖς ἀμφισβητουμένοις χεῖρας ἀπέκοπτον, συνεκφερόμενοι τοῖς θυμοῖς:[6] τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες: ἡ μὲν οὖν Περσέπολις ὅσῳ τῶν ἄλλων πόλεων ὑπερεῖχεν εὐδαιμονίᾳ, τοσοῦτον ὑπερεβάλετο τὰς ἄλλας τοῖς ἀτυχήμασιν.

71. ὁ δὲ Ἀλέξανδρος παρελθὼν εἰς τὴν ἄκραν παρέλαβε τοὺς ἐν αὐτῇ θησαυρούς. οὗτοι δέ, ἀπὸ Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος μέχρι τῶν ὑποκειμένων καιρῶν ἠθροισμένων τῶν προσόδων, ἔγεμον ἀργυρίου τε καὶ χρυσίου: εὑρέθησαν γὰρ ἐν αὐτοῖς δώδεκα μυριάδες ταλάντων, εἰς ἀργυρίου λόγον αγομένου τοῦ χρυσίου. [2] βουλόμενος δὲ τῶν χρημάτων ἃ μὲν μεθ᾽ ἑαυτοῦ κομίζειν πρὸς τὰς εἰς τὸν πόλεμον χρείας, ἃ δ᾽ εἰς Σοῦσα καταθέσθαι καὶ φυλάττειν ἐν ταύτῃ τῇ πόλει μετεπέμψατο ἐκ Βαβυλῶνος καὶ Μεσοποταμίας, ἔτι δ᾽ ἐκ Σούσων ἡμιόνων πλῆθος, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ ζευγιτῶν, πρὸς δὲ τούτοις καμήλους ἀχθοφόρους τρισχιλίας καὶ διὰ τούτων πάντα ἀπεκόμισεν εἰς τοὺς προκριθέντας τόπους:[3] σφόδρα γὰρ ἀλλοτρίως ἔχων πρὸς τοὺς ἐγχωρίους ἠπίστει τε αὐτοῖς καὶ τὴν Περσέπολιν εἰς τέλος ἔσπευδε καταφθεῖραι.

οὐκ ἀνοίκειον δ᾽ εἶναι νομίζομεν περὶ τῶν ἐν ταύτῃ τῇ πόλει βασιλείων διὰ τὴν πολυτέλειαν τῆς κατασκευῆς βραχέα διελθεῖν. [4] οὔσης γὰρ ἄκρας ἀξιολόγου περιείληφεν αὐτὴν τριπλοῦν τεῖχος, οὗ τὸ μὲν πρῶτον ἀναλήμματι πολυδαπάνῳ κατεσκεύαστο καὶ τὸ ὕψος εἶχε πηχῶν ἑκκαίδεκα ἐπάλξεσι κεκοσμημένον,[5] τὸ δὲ δεύτερον τὴν μὲν ἄλλην κατασκευὴν ὁμοίαν ἔχει τῷ προειρημένῳ, τὸ δ᾽ ὕψος διπλάσιον. ὁ δὲ τρίτος περίβολος τῷ σχήματι μέν ἐστι τετράπλευρος, τὸ δὲ τούτου τεῖχος ὕψος ἔχει πηχῶν ἑξήκοντα, λίθῳ σκληρῷ καὶ πρὸς διαμονὴν αἰωνίαν εὖ πεφυκότι κατεσκευασμένον. [6] ἑκάστη δὲ τῶν πλευρῶν ἔχει πύλας χαλκᾶς καὶ παρ᾽ αὐτὰς σταυροὺς χαλκοῦς εἰκοσιπήχεις, οὓς μὲν πρὸς τὴν ἐκ τῆς θέας κατάπληξιν, ἃς δὲ πρὸς ἀσφάλειαν ἡρμοσμένας. [7] ἐν δὲ τῷ πρὸς ἀνατολὰς μέρει τῆς ἄκρας τέτταρα πλέθρα διεστηκὸς ὄρος ἐστὶν τὸ καλούμενον βασιλικόν, ἐν ᾧ τῶν βασιλέων ὑπῆρχον οἱ τάφοι. πέτρα γὰρ ἦν κατεξαμμένη καὶ κατὰ μέσον οἴκους ἔχουσα πλείονας, ἐν οἷς σηκοὶ τῶν τετελευτηκότων ὑπῆρχον, πρόσβασιν μὲν οὐδεμίαν ἔχοντες χειροποίητον, ὑπὸ ὀργάνων δέ τινων χειροποιήτων ἐξαιρομένων τῶν νεκρῶν δεχόμενοι τὰς ταφάς. [8] κατὰ δὲ τὴν ἄκραν ταύτην ἦσαν καταλύσεις βασιλικαὶ καὶ στρατηγικαὶ πλείους πολυτελεῖς ταῖς κατασκευαῖς καὶ θησαυροὶ πρὸς τὴν τῶν χρημάτων παραφυλακὴν εὐθέτως κατεσκευασμένοι.

72. ὁ δ᾽ Ἀλέξανδρος ἐπινίκια τῶν κατορθωμάτων ἐπιτελῶν θυσίας τε μεγαλοπρεπεῖς τοῖς θεοῖς συνετέλεσεν καὶ τῶν φίλων λαμπρὰς ἑστιάσεις ἐποιήσατο. καὶ δή ποτε τῶν ἑταίρων εὐωχουμένων καὶ τοῦ μὲν πότου προβαίνοντος, τῆς δὲ μέθης προϊούσης κατέσχε λύσσα ἐπὶ πολὺ τὰς ψυχὰς τῶν οἰνωμένων. [2] ὅτε δὴ καὶ μία τῶν παρουσῶν γυναικῶν, ὄνομα μὲν Θαΐς, Ἀττικὴ δὲ τὸ γένος, εἶπεν κάλλιστον Ἀλεξάνδρῳ τῶν κατὰ τὴν Ἀσίαν πεπραγμένων ἔσεσθαι, ἐὰν κωμάσας μετ᾽ αὐτῶν ἐμπρήσῃ τὰ βασίλεια καὶ τὰ Περσῶν περιβόητα γυναικῶν χεῖρες ἐν βραχεῖ καιρῷ ποιήσωσιν ἄφαντα. [3] τούτων δὲ ῥηθέντων εἰς ἄνδρας νέους καὶ διὰ τὴν μέθην ἀλόγως μετεωριζομένους, ὡς εἰκός, ἄγειν τις ἀνεβόησε καὶ δᾷδας ἅπτειν καὶ τὴν εἰς τὰ τῶν Ἑλλήνων ἱερὰ παρανομίαν ἀμύνασθαι παρεκελεύετο. [4] συνεπευφημούντων δὲ καὶ ἄλλων καὶ λεγόντων μόνῳ τὴν πρᾶξιν ταύτην προσήκειν Ἀλεξάνδρῳ καὶ τοῦ βασιλέως συνεξαρθέντος τοῖς λόγοις πάντες ἀνεπήδησαν ἐκ τοῦ πότου καὶ τὸν ἐπινίκιον κῶμον ἄγειν Διονύσῳ παρήγγειλαν. [5] ταχὺ δὲ πλήθους λαμπάδων ἀθροισθέντος καὶ γυναικῶν μουσουργῶν εἰς τὸν πότον παρειλημμένων μετ᾽ ᾠδῆς καὶ αὐλῶν καὶ συρίγγων προῆγεν ὁ βασιλεὺς ἐπὶ τὸν κῶμον, καθηγουμένης τῆς πράξεως Θαΐδος τῆς ἑταίρας. [6] αὕτη δὲ μετὰ τὸν βασιλέα πρώτη τὴν δᾷδα καιομένην ἠκόντισεν εἰς τὰ βασίλεια: καὶ τῶν ἄλλων ταὐτὰ πραξάντων ταχὺ πᾶς ὁ περὶ τὰ βασίλεια τόπος κατεφλέχθη διὰ τὸ μέγεθος τῆς φλογὸς καὶ τὸ πάντων παραδοξότατον, τὸ Ξέρξου τοῦ Περσῶν βασιλέως γενόμενον ἀσέβημα περὶ τὴν ἀκρόπολιν τῶν Ἀθηναίων μία γυνὴ πολῖτις τῶν ἀδικηθέντων ἐν παιδιᾷ πολλοῖς ὕστερον ἔτεσι μετῆλθε τοῖς αὐτοῖς πάθεσιν.

73. Ἀλέξανδρος δὲ ἀπὸ τούτων γενόμενος τὰς κατὰ τὴν Περσίδα πόλεις ἐπῆλθεν καὶ τὰς μὲν βίᾳ χειρωσάμενος, τὰς δὲ διὰ τὴν ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον. [2] οὗτος δ᾽ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη. [3] ἄρτι δ᾽ αὐτοῦ τετελευτηκότος Ἀλέξανδρος μετὰ τῶν ἱππέων ἐπιδιώκων καὶ τὸν Δαρεῖον τετελευτηκότα καταλαβὼν τῆς βασιλικῆς ταφῆς ἠξίωσεν. [4] ὡς δ᾽ ἔνιοι γεγράφασιν, ἔμπνουν ἔτι καταλαβὼν τοῖς μὲν ἀτυχήμασιν αὐτοῦ συνήλγησε, παρακληθεὶς δὲ ὑπὸ τοῦ Δαρείου μετελθεῖν τὸν φόνον καὶ καθομολογήσας ἐδίωξε τὸν Βῆσσον. ἐκείνου δὲ πολὺ προειληφότος καὶ συμφυγόντος εἰς τὴν Βακτριανὴν ἐπανῆλθεν ἀπογνοὺς τὸν τῶν πολεμίων διωγμόν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. [5]

κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον: ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι. [6] ὁ μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.

74. τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισοφῶν, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Οὐαλλέριος καὶ Μάρκος Κλώδιος. ἐπὶ δὲ τούτων Βῆσσος μὲν μετὰ τὴν Δαρείου τελευτὴν μετὰ Ναβάρνου καὶ Βαρξάεντος καὶ πολλῶν ἄλλων διαφυγὼν τὰς Ἀλεξάνδρου χεῖρας διήνυσε μὲν εἰς τὴν Βακτριανήν, ἀποδεδειγμένος δὲ ταύτης σατράπης ὑπὸ Δαρείου καὶ τοῖς πλήθεσι γεγονὼς γνώριμος διὰ τὴν ἀρχὴν παρεκάλει τὰ πλήθη τῆς ἐλευθερίας ἀντέχεσθαι:[2] ἀπεδείκνυε δὲ τὴν χώραν αὐτοῖς πολλὰ συνεργήσειν οὖσαν δυσείσβολον καὶ πλῆθος ἱκανὸν ἔχουσαν ἀνδρῶν εἰς κατάκτησιν τῆς αὐτονομίας. ἐπαγγελλόμενος δὲ καθηγήσασθαι τοῦ πολέμου καὶ τὸ πλῆθος πείσας ἀνέδειξεν ἑαυτὸν βασιλέα. οὗτος μὲν οὖν στρατιώτας τε κατέγραφε καὶ πλῆθος ὅπλων κατεσκεύαζε καὶ τἄλλα φιλοτίμως πρὸς τὴν κατεπείγουσαν χρείαν παρεσκευάζετο:[3] Ἀλέξανδρος δὲ ὁρῶν τοὺς Μακεδόνας τέλος τῆς στρατείας τὴν Δαρείου τελευτὴν τάττοντας καὶ μετεώρους ὄντας πρὸς τὴν εἰς τὴν πατρίδα ἐπάνοδον τούτους μὲν ἀθροίσας εἰς ἐκκλησίαν καὶ λόγοις οἰκείοις παρορμήσας εὐπειθεῖς πρὸς τὴν ὑπολειπομένην στρατείαν παρεσκεύασεν, τοὺς δ᾽ ἀπὸ τῶν Ἑλληνίδων πόλεων συμμαχήσαντας συναγαγὼν καὶ περὶ τῶν πεπραγμένων ἐπαινέσας ἀπέλυσε μὲν τῆς στρατείας, ἐδωρήσατο δὲ τῶν μὲν ἱππέων ἑκάστῳ τάλαντον, τῶν δὲ πεζῶν μνᾶς δέκα, χωρὶς δὲ τούτων τούς τε ὀφειλομένους μισθοὺς ἀπέλυσε καὶ τοὺς κατὰ τὴν ἀνακομιδὴν μέχρι τῆς εἰς τὰς πατρίδας καθόδου προσέθηκεν:[4] τῶν δ᾽ ἑλομένων μένειν ἐν τῇ στρατιᾷ τῇ μετὰ τοῦ βασιλέως ἔδωκεν ἑκάστῳ τρία τάλαντα. μεγάλαις δὲ δωρεαῖς ἐτίμησε τοὺς στρατιώτας ἅμα μὲν φύσει μεγαλόψυχος ὤν, ἅμα δὲ τῇ διώξει τοῦ Δαρείου πολλῶν χρημάτων κεκυριευκώς:[5] παρὰ μὲν γὰρ τῶν γαζοφυλακούντων παρέλαβεν ὀκτακισχιλίων ταλάντων ἀριθμόν, χωρὶς δὲ τούτων τὰ νεμηθέντα τοῖς στρατιώταις σὺν τῷ κόσμῳ καὶ τοῖς ἐκπώμασιν ὑπῆρχε μύρια καὶ τρισχίλια τάλαντα, τὰ δὲ διακλαπέντα καὶ ἁρπαχθέντα πλείω τῶν εἰρημένων ὑπενοεῖτο.

75. ὁ δὲ Ἀλέξανδρος ἀναζεύξας ἐπὶ τὴν Ὑρκανίαν τριταῖος κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Ἑκατονταπύλου. εὐδαίμονος δ᾽ αὐτῆς οὔσης καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων πολλῆς ἀφθονίας ὑπαρχούσης ἐνταῦθα τὴν δύναμιν ἀνέλαβεν ἐπί τινας ἡμέρας. [2] διελθὼν δὲ σταδίους ἑκατὸν καὶ πεντήκοντα κατεστρατοπέδευσε πλησίον πέτρας μεγάλης: ὑπὸ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ὑπῆρχε θεοπρεπές, ἐξ οὗ μέγας ποταμὸς ἐξέπιπτεν ὁ καλούμενος Στιβοίτης. οὗτος δὲ λάβρῳ τῷ ῥεύματι φερόμενος ἐπὶ τρεῖς σταδίους σχίζεται διπλοῦς περί τινα πέτραν μαστοειδῆ, ἔχουσαν ὑφ᾽ αὑτὴν χάσμα γῆς παμμέγεθες: εἰς δὲ τοῦτο καταράττων μετὰ πολλοῦ ψόφου καὶ γινόμενος ἀφρώδης διὰ τῆς πρὸς τὴν πέτραν πληγῆς φέρεται ὑπὸ γῆν σταδίους τριακοσίους, ἔπειτα πάλιν ἀνοίγει τὰς ἐκβολάς. [3] ὁ δ᾽ Ἀλέξανδρος μετὰ τῆς δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Ὑρκανῶν χώραν πάσας τὰς ἐν αὐτῇ πόλεις ἐχειρώσατο μέχρι τῆς Κασπίας καλουμένης θαλάττης, ἣν Ὑρκανίαν τινὲς ὀνομάζουσιν. ἐν ταύτῃ δέ φασι πολλοὺς μὲν καὶ μεγάλους ὄφεις γεννᾶσθαι, ἰχθῦς δὲ παντοδαποὺς πολὺ τῇ χροιᾷ τῶν παρ᾽ ἡμῖν διαλλάττοντας. [4] διεξιὼν δὲ τὴν Ὑρκανίαν κατήντησε πρὸς τὰς καλουμένας Εὐδαίμονας καὶ πρὸς ἀλήθειαν οὔσας κώμας: πολὺ γὰρ τοῖς καρποῖς ἡ χώρα τούτων ὑπεράγει τῶν παρὰ τοῖς ἄλλοις. [5] τῶν μὲν γὰρ ἀμπέλων φασὶν ἑκάστην μετρητὴν φέρειν οἴνου, τῶν δὲ συκίνων δένδρων ἔνια καρποφορεῖν ἰσχάδων ξηρῶν μεδίμνους δέκα. τὸν δ᾽ ἐν τῷ θερισμῷ παραλειφθέντα σῖτον ἐπὶ τὴν γῆν πεσόντα βλαστάνειν ἄσπορον ὄντα καὶ πρὸς τὸ τέλος ἄγειν δαψιλῆ καρπόν. [6] ἔστι δὲ καὶ δένδρον παρὰ τοῖς ἐγχωρίοις παραπλήσιον δρυῒ κατὰ τὴν ἐπιφάνειαν, ἀπὸ δὲ τῶν φύλλων ἀπολεῖβον μέλι: καὶ τοῦτό τινες συνάγοντες δαψιλῆ τὴν ἀπόλαυσιν αὐτοῦ ποιοῦνται. [7] ἔστι δὲ καὶ ζῷον κατὰ τὴν χώραν ἐπτερωμένον, ὃ καλεῖται μὲν ἀνθρηδών, λειπόμενον δὲ μεγέθει μελίττης μεγίστην ἔχει τὴν ὠφέλειαν: ἐπινεμόμενον γὰρ τὴν ὀρεινὴν ἄνθη παντοῖα δρέπεται καὶ ταῖς κοιλάσι πέτραις καὶ τοῖς κεραυνοβόλοις τῶν δένδρων ἐνδιατρῖβον κηροπλαστεῖ καὶ κατασκευάζει χύμα διάφορον τῇ γλυκύτητι, τοῦ παρ᾽ ἡμῖν μέλιτος οὐ πολὺ λειπόμενον.

76. Ἀλέξανδρος δὲ τὴν Ὑρκανίαν καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν ταύτῃ τῇ χώρᾳ προσηγάγετο: καὶ πολλοὶ τῶν συμπεφευγότων ἡγεμόνων τῷ Δαρείῳ παρέδωκαν αὑτούς: οἷς ἐπεικῶς προσενεχθεὶς μεγάλην δόξαν ἐπιεικείας ἀπηνέγκατο:[2] εὐθὺ γὰρ οἱ Δαρείῳ συνεστρατευμένοι τῶν Ἑλλήνων ὄντες περὶ χιλίους καὶ πεντακοσίους ἀνδρείᾳ τε διαφέροντες, παρέδοσαν ἑαυτοὺς Ἀλεξάνδρῳ καὶ συγγνώμης ἀξιωθέντες κατετάχθησαν εἰς τὰς τάξεις ἐπὶ ταῖς αὐταῖς μισθοφοραῖς. [3] ὁ δ᾽ Ἀλέξανδρος ἐπελθὼν τὴν παραθαλάσσιον τῆς Ὑρκανίας ἐνέβαλεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Μάρδων. οὗτοι γὰρ ἀλκῇ διαφέροντες ὑπερεφρόνησαν τὴν αὔξησιν τοῦ βασιλέως καὶ οὐδεμιᾶς ἐντεύξεως ἢ τιμῆς ἠξίωσαν αὐτόν,[4] προκαταλαβόμενοι δὲ τὰς εἰσβολὰς στρατιώταις ὀκτακισχιλίοις τεθαῤῥηκότως τὴν τῶν Μακεδόνων ἔφοδον ὑπέμενον. ὁ δὲ βασιλεὺς ἐπιπεσὼν αὐτοῖς καὶ συνάψας μάχην τοὺς πλείους μὲν κατέκοψε, τοὺς δὲ λοιποὺς εἰς τὰς δυσχωρίας κατεδίωξε. [5] πυρπολοῦντος δ᾽ αὐτοῦ τὴν χώραν καὶ τῶν τοὺς βασιλικοὺς ἵππους ἀγόντων παίδων βραχὺ τοῦ βασιλέως χωρισθέντων ἐπιβαλόντες τινὲς τῶν βαρβάρων ἀφήρπασαν <Βουκεφάλαν> τὸν ἄριστον τῶν ἵππων. [6] οὗτος δ᾽ ἐδόθη δῶρον μὲν ὑπὸ Δημαράτου τοῦ Κορινθίου, συνηγώνιστο δὲ τῷ βασιλεῖ πάντας τοὺς κατὰ τὴν Ἀσίαν ἀγῶνας. γυμνὸς δ᾽ ὢν ἔτι τὸν πωλοδαμαστὴν μόνον προσεδέχετο, τυχὼν δὲ τῆς βασιλικῆς σκευῆς οὐδὲ τοῦτον ἔτι προσίετο, μόνῳ δὲ Ἀλεξάνδρῳ παρίστατο καὶ συγκαθίει τὸ σῶμα πρὸς τὴν ἀνάβασιν. [7] ὁ δὲ βασιλεὺς διὰ τὴν ἀρετὴν τοῦ ζῴου δυσφορήσας τὴν μὲν χώραν δενδροτομεῖν προσέταξε, διὰ δὲ τῶν ὁμοφώνων τοῖς ἐγχωρίοις κηρύττειν ὡς ἂν μὴ τὸν ἵππον ἀποδῶσι, τήν τε χώραν εἰς τέλος ὄψονται κατεφθαρμένην τούς τ᾽ ἐνοικοῦντας πανδημεὶ κατεσφαγμένους. [8] τῶν δ᾽ ἀπειλῶν ὀξέως ἐπιτελουμένων καταπλαγέντες οἱ βάρβαροι τὸν ἵππον ἀποκατέστησαν καὶ μετ᾽ αὐτοῦ πολυτελέστατα δῶρα προσεκόμισαν, πρὸς δὲ τούτοις καὶ πεντήκοντ᾽ ἄνδρας ἀπέστειλαν, δεόμενοι τυχεῖν συγγνώμης. ὁ δ᾽ Ἀλέξανδρος τοὺς μὲν ἀξιολογωτάτους τῶν ἀνδρῶν ἔλαβεν ὁμήρους.

77. ἐπανελθόντος δ᾽ αὐτοῦ πάλιν εἰς τὴν Ὑρκανίαν ἧκεν πρὸς αὐτὸν ἡ βασίλισσα τῶν Ἀμαζόνων, ὄνομα μὲν Θάλληστρις, βασιλεύουσα δὲ τῆς μεταξὺ τοῦ Φάσιδος καὶ Θερμώδοντος χώρας. ἦν δὲ τῷ τε κάλλει καὶ τῇ τοῦ σώματος ῥώμῃ διαφέρουσα καὶ παρὰ τοῖς ὁμοεθνέσι θαυμαζομένη κατ᾽ ἀνδρείαν, καὶ τὸ μὲν πλῆθος τῆς στρατιᾶς ἐπὶ τῶν ὅρων τῆς Ὑρκανίας ἀπολελοιπυῖα, μετὰ δὲ τριακοσίων Ἀμαζονίδων κεκοσμημένων πολεμικοῖς ὅπλοις παραγενομένη. [2] τοῦ δὲ βασιλέως θαυμάζοντος τό τε παράδοξον τῆς παρουσίας καὶ τὸ ἀξίωμα τῶν γυναικῶν καὶ τὴν Θάλληστριν ἐρομένου τίνα χρείαν ἔχουσα πάρεστιν, ἀπεφαίνετο παιδοποιίας ἕνεκεν ἥκειν. [3] ἐκεῖνον μὲν γὰρ τῶν ἁπάντων ἀνδρῶν διὰ τὰς πράξεις ἄριστον ὑπάρχειν, αὑτὴν δὲ τῶν γυναικῶν ἀλκῇ τε καὶ ἀνδρείᾳ διαφέρειν: εἰκὸς οὖν τὸ γεννηθὲν ἐκ δυεῖν γονέων πρωτευόντων ὑπερέξειν ἀρετῇ τῶν ἄλλων ἀνθρώπων. καὶ πέρας ἡσθεὶς ὁ βασιλεὺς καὶ προσδεξάμενος τὴν ἔντευξιν αὐτῆς καὶ συμπεριενεχθεὶς ἡμέρας τρεισκαίδεκα τιμήσας τε ἀξιολόγοις δώροις ἐξαπέστειλεν εἰς τὴν οἰκείαν. [4]

μετὰ δὲ ταῦτα δόξας ἤδη κεκρατηκέναι τῆς ἐπιβολῆς καὶ τὴν βασιλείαν ἀδήριτον ἔχειν ἤρξατο ζηλοῦν τὴν Περσικὴν τρυφὴν καὶ τὴν πολυτέλειαν τῶν Ἀσιανῶν βασιλέων. καὶ πρῶτον μὲν περὶ τὴν αὐλὴν εἶχε ῥαβδούχους Ἀσιαγενεῖς, ἔπειτα τοὺς ἐπιφανεστάτους τῶν <Ἀσιανῶν> ἀνδρῶν δορυφορεῖν ἔταξεν, ἐν οἷς ἦν καὶ ὁ Δαρείου ἀδελφὸς Ὀξάθρης. [5] εἶτα τό τε Περσικὸν διάδημα περιέθετο καὶ τὸν διάλευκον ἐνεδύσατο χιτῶνα καὶ τὴν Περσικὴν ζώνην καὶ τἄλλα πλὴν τῶν ἀναξυρίδων καὶ τοῦ κάνδυος. διέδωκε δὲ καὶ τοῖς ἑταίροις περιπορφύρους στολὰς καὶ τοῖς ἵπποις Περσικὰς σκευὰς περιέθηκε. [6] πρὸς δὲ τούτοις τὰς παλλακίδας ὁμοίως τῷ Δαρείῳ περιήγετο, τὸν μὲν ἀριθμὸν οὔσας οὐκ ἐλάττους πλήθει τῶν κατὰ τὸν ἐνιαυτὸν ἡμερῶν, κάλλει δὲ διαπρεπεῖς ὡς ἂν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν ἐπιλελεγμένας. [7] αὗται δὲ ἑκάστης νυκτὸς περιῄεσαν τὴν κλίνην τοῦ βασιλέως, ἵνα τὴν ἐκλογὴν αὐτὸς ποιήσηται τῆς μελλούσης αὐτῷ συνεῖναι. τούτοις μὲν οὖν τοῖς ἐθισμοῖς Ἀλέξανδρος σπανίως ἐχρῆτο, τοῖς δὲ προϋπάρχουσι κατὰ τὸ πλεῖστον ἐνδιέτριβε, φοβούμενος τὸ προσκόπτειν τοῖς Μακεδόσιν.

78. ὅμως δὲ πολλῶν αὐτῷ μεμψιμοιρούντων τούτους μὲν ταῖς δωρεαῖς ἐθεράπευεν, αὐτὸς δὲ πυθόμενος τὸν Ἀρείας σατράπην Σατιβαρζάνην ἀνῃρηκέναι μὲν τοὺς καταλελειμμένους ὑπ᾽ αὐτοῦ στρατιώτας, συμφρονεῖν δὲ Βήσσῳ καὶ κεκρικέναι μετ᾽ αὐτοῦ διαπολεμεῖν Μακεδόσιν ἐστράτευσεν ἐπ᾽ αὐτόν. ὁ δὲ Σατιβαρζάνης τὴν μὲν δύναμιν ἤθροισεν εἰς Χορτάκανα, πόλιν ἐπιφανεστάτην τῶν ἐν τούτοις τοῖς τόποις καὶ φυσικῇ διαφέρουσαν ὀχυρότητι,[2] τοῦ δὲ βασιλέως ἐγγίσαντος κατεπλάγη τό τε μέγεθος τῆς δυνάμεως καὶ τὰς διαβεβοημένας τῶν Μακεδόνων ἀνδραγαθίας. διόπερ αὐτὸς μὲν μετὰ δισχιλίων ἱππέων ἐξίππευσε πρὸς Βῆσσον, παρακαλέσων βοηθεῖν κατὰ τάχος, τοῖς δ᾽ ἄλλοις παρήγγειλε καταφυγεῖν εἰς ὄρος καλούμενον É, ἔχον πολλὰς δυσχωρίας καὶ καταφυγὰς εὐθέτους τοῖς μὴ τολμῶσι κατὰ στόμα διακινδυνεύειν. [3] ὧν πραξάντων τὸ παραγγελθὲν ὁ βασιλεὺς τῇ συνήθει φιλοτιμίᾳ χρησάμενος καὶ τοὺς καταφυγόντας εἴς τινα πέτραν ὀχυρὰν καὶ μεγάλην πολιορκήσας ἐνεργῶς ἠνάγκασεν ἑαυτοὺς παραδοῦναι. [4] μετὰ δὲ ταῦτα πάσας τὰς κατὰ τὴν σατραπείαν ταύτην πόλεις ἐν τριάκονθ᾽ ἡμέραις κατακτησάμενος προῆγεν ἐκ τῆς Ὑρκανίας καὶ διανύσας εἰς τὰ βασίλεια τῆς Δραγγινῆς ἐνταῦθα διέτριβε καὶ τὴν δύναμιν ἀνελάμβανε.

79. κατὰ δὲ τούτους τοὺς καιροὺς περιέπεσε πράξει μοχθηρᾷ καὶ τῆς ἰδίας χρηστότητος ἀλλοτρίᾳ. τῶν γὰρ φίλων τις τοῦ βασιλέως ὄνομα Δίμνος, μεμψιμοιρήσας τῷ βασιλεῖ περί τινων καὶ τῷ θυμῷ προπεσών, ἐπιβουλὴν συνεστήσατο κατ᾽ αὐτοῦ. [2] ἔχων δ᾽ ἐρώμενον Νικόμαχον τοῦτον ἔπεισε κοινωνῆσαι τῆς ἐπιβουλῆς. οὗτος δὲ νέος ὢν παντελῶς ἀνεκοινώσατο τὴν πρᾶξιν τῷ ἀδελφῷ Κεβαλίνῳ. ὁ δὲ φοβηθεὶς μὴ φθάσῃ τις τῶν συνειδότων καὶ δηλώσῃ τὴν ἐπιβουλὴν τῷ βασιλεῖ, αὐτὸς ἔκρινε μηνῦσαι. [3] παρελθὼν οὖν ἐπὶ τὴν αὐτὴν καὶ συντυχὼν Φιλώτᾳ καὶ διαλεχθεὶς παρεκελεύετο τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ τὴν πρᾶξιν. ὁ δὲ Φιλώτας εἴτε καὶ διὰ τὸ κοινωνεῖν τῆς ἐπιβουλῆς εἴτε καὶ διὰ ῥᾳθυμίαν τὸν ῥηθέντα λόγον ἀργῶς ἐδέξατο καὶ παρελθὼν πρὸς τὸν Ἀλέξανδρον καὶ πολλῆς καὶ παντοδαπῆς κοινολογίας μετασχὼν οὐδὲν τῶν ὑπὸ Κεβαλίνου ῥηθέντων ἀπήγγειλεν. [4] ἐξελθὼν δὲ πρὸς τὸν Κεβαλῖνον εἶπεν ὅτι καιρὸν ἐπιτήδειον οὐκ ἔσχε διασαφῆσαι, ἐπηγγέλλετο δὲ τῇ ὑστεραίᾳ συντεύξεσθαι μόνῳ τῷ βασιλεῖ καὶ πάντα δηλώσειν τὰ ῥηθέντα. τὸ δὲ αὐτὸ πράξαντος τοῦ Φιλώτου καὶ τῇ ὑστεραίᾳ ὁ Κεβαλῖνος, εὐλαβηθεὶς μὴ δι᾽ ἑτέρου μηνύσεως γενομένης αὐτὸς κινδυνεύσῃ, τὸν μὲν Φιλώταν παρέπεμψε, τῶν τὲ βασιλικῶν τινι παίδων προσελθὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίωσε τὴν ταχίστην ἀπαγγεῖλαι τῷ βασιλεῖ. [5] ὁ δὲ τὸν μὲν Κεβαλῖνον εἰς τὴν ὁπλοθήκην εἰσαγαγὼν ἀπέκρυψεν, αὐτὸς δὲ τῷ βασιλεῖ μεταξὺ λουομένῳ προσελθὼν ἀπήγγειλε τὰ ῥηθέντα καὶ διότι τὸν Κεβαλῖνον παρ᾽ ἑαυτῷ φυλάττει. ὁ δὲ βασιλεὺς καταπλαγεὶς εὐθὺς τόν τε Δίμνον συνέλαβε καὶ μαθὼν ἅπαντα μετεπέμψατο τόν τε Κεβαλῖνον καὶ τὸν Φιλώταν. [6] ἀνακρινομένων δ᾽ ἁπάντων καὶ τῆς πράξεως ἐξεταζομένης ὁ μὲν Δίμνος ἑαυτὸν κατέσφαξε, τοῦ δὲ Φιλώτου ῥᾳθυμίαν μὲν ἑαυτοῦ προσομολογήσαντος, τὴν δ᾽ ἐπιβουλὴν ἀπαρνουμένου τὴν κρίσιν ὑπὲρ τούτου τοῖς Μακεδόσιν ἐπέτρεψεν.

80. πολλῶν δὲ ῥηθέντων λόγων οἱ Μακεδόνες κατέγνωσαν τοῦ Φιλώτου καὶ τῶν <συγ>καταιτιαθέντων θάνατον: ἐν οἷς ὑπῆρχε Παρμενίων ὁ πρῶτος εἶναι δοκῶν τῶν Ἀλεξάνδρου φίλων, τότε δὲ οὐ παρών, ἀλλὰ δόξας διὰ τοῦ ἰδίου υἱοῦ Φιλώτου πεποιῆσθαι τὴν ἐπιβουλήν. [2] ὁ μὲν οὖν Φιλώτας, βασανισθεὶς πρότερον καὶ ὁμολογήσας τὴν ἐπιβουλήν, κατὰ τὸ τῶν Μακεδόνων ἔθος μετὰ τῶν συγκαταγνωσθέντων ἐθανατώθη. ὁμοίως δὲ τούτῳ καὶ ὁ Λυγκιστὴς Ἀλέξανδρος, αἰτίαν ἔχων ἐπιβεβουλευκέναι τῷ βασιλεῖ, τριετῆ μὲν χρόνον ἐν φυλακῇ τηρούμενος διετέλεσε, διὰ τὴν πρὸς Ἀντίγονον οἰκειότητα τετευχὼς ἀναβολῆς, τότε δ᾽ εἰς τὴν τῶν Μακεδόνων κρίσιν παραχθεὶς καὶ κατὰ τὴν ἀπολογίαν ἀπορηθεὶς λόγων ἐθανατώθη. [3] ὁ δ᾽ Ἀλέξανδρος ἐκπέμψας τινὰς ἐπὶ δρομάδων καμήλων καὶ φθάσας τὴν φήμην τῆς περὶ τὸν Φιλώταν τιμωρίας τὸν πατέρα τοῦ Φιλώτου Παρμενίωνα ἐδολοφόνησε, τεταγμένον μὲν τῆς Μηδείας ἄρχοντα, πεπιστευμένον δὲ τοὺς βασιλικοὺς θησαυροὺς ἐν Ἐκβατάνοις, ἔχοντας ταλάντων ὀκτωκαίδεκα μυριάδας. [4] ὁ δ᾽ Ἀλέξανδρος ἐπιλεξάμενος ἐκ τῶν Μακεδόνων τοὺς ἀλλοτρίας κατ᾽ αὐτοῦ προϊεμένους φωνὰς καὶ τοὺς ἠγανακτηκότας ἐπὶ τῷ τοῦ Παρμενίωνος θανάτῳ, πρὸς δὲ τούτοις τοὺς ἐν ταῖς ἀποσταλείσας εἰς Μακεδονίαν ἐπιστολαῖς ἀλλότριόν τι γεγραφότας τοῖς οἰκείοις περὶ τῶν τῷ βασιλεῖ συμφερόντων εἰς ἓν κατέλεξε σύστημα καὶ προσηγόρευσεν ἀτάκτων τάγμα, ὅπως μὴ διὰ τὰς τούτων ἀκαίρους φωνὰς καὶ παῤῥησίας τὸ λοιπὸν πλῆθος τῶν Μακεδόνων συνδιαφθείρηται.

81. ἀπὸ δὲ τούτων γενόμενος καὶ τὰ κατὰ τὴν Δραγγινὴν καταστήσας ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς πρότερον μὲν Ἀριμασπούς, νῦν δ᾽ Εὐεργέτας ὀνομαζομένους διὰ τοιαύτας τινὰς αἰτίας. Κῦρος ὁ τὴν Μήδων ἀρχὴν μεταστήσας εἰς Πέρσας ἔν τινι στρατείᾳ περιληφθεὶς ἐν ἐρήμῳ χώρᾳ [καὶ] πάσῃ σπάνει τῶν ἀναγκαίων ἦλθε μὲν ἐπὶ τοὺς ἐσχάτους κινδύνους, διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἀναγκαζομένων τῶν στρατιωτῶν ἀλλήλους σαρκοφαγεῖν, τῶν δ᾽ Ἀριμασπῶν τρισμυρίας ἁμάξας σίτου γεμούσας παρακομισάντων σωθεὶς παραδόξως ἀτελείαις τε καὶ ἄλλαις δωρεαῖς ἐτίμησε τὸ ἔθνος καὶ τὴν προϋπάρχουσαν προσηγορίαν ἀφελόμενος προσηγόρευσεν Εὐεργέτας. [2] τότε δὲ Ἀλέξανδρος εἰς τὴν τούτων χώραν στρατεύσας καὶ τῶν ἐγχωρίων φιλοφρόνως αὐτὸν προσδεξαμένων ἐτίμησε τὸ ἔθνος ταῖς ἁρμοζούσαις δωρεαῖς. τὸ δ᾽ αὐτὸ καὶ τῶν ὁμόρων τῶν ὀνομαζομένων Κεδρωσίων ποιησάντων καὶ τούτους ταῖς πρεπούσαις χάρισιν ἠμείψατο. ἀμφοτέρων δὲ τῶν εἰρημένων ἐθνῶν τὴν στρατηγίαν Τιριδάτῃ παρέδωκεν. [3] περὶ ταῦτα δὲ αὐτοῦ διατρίβοντος ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Σατιβαρζάνης ἐκ τῆς Βακτριανῆς μετὰ δυνάμεως πολλῆς ἱππικῆς παραγενόμενος εἰς τὸ τῶν Ἀρίων ἔθνος ἀπέστησε τοὺς ἐγχωρίους ἀπ᾽ Ἀλεξάνδρου. ὁ δὲ βασιλεὺς ἀκούσας τὸ γεγονὸς ἀπέστειλεν ἐπ᾽ αὐτὸν μέρος τῆς δυνάμεως, στρατηγοὺς ἐπιστήσας Ἐριγυιὸν καὶ Στασάνορα, αὐτὸς δὲ τὴν Ἀραχωσίαν καταστρεψάμενος ὀλίγαις ἡμέραις ὑπήκοον ἐποίησεν.

82. τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐθύκριτος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Λεύκιος Πλάτιος καὶ Λεύκιος Παπίριος, Ὀλυμπιὰς δ᾽ ἤχθη τρίτη πρὸς ταῖς ἑκατὸν δέκα, <καθ᾽ ἣν ἐνίκα στάδιον Κλείτων Μακεδών.> ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ τοὺς ὀνομαζομένους Παροπανισάδας. [2] ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπ᾽ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους. ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται. [3] αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν: κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν. [4] οἱ δ᾽ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς: τὰς δ᾽ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὥραν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν. [5] ἅπασα δ᾽ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθ᾽ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον. διόπερ οὔτ᾽ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν. [6] ἀλλ᾽ ὅμως ὁ βασιλεὺς τούτων ἁπάντων ἀντιπραττόντων τῇ στρατιᾷ τῇ συνήθει τόλμῃ καὶ καρτερίᾳ τῶν Μακεδόνων περιεγίνετο τῆς τοπικῆς δυστραπελείας. [7] διὸ δὴ πολλοὶ τῶν στρατιωτῶν καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων ἐξαδυνατοῦντες ἀπελείποντο: ἔνιοι δὲ διὰ τὴν τῆς χιόνος ἀνταύγειαν καὶ σκληρότητα τῆς ἀναβαλλομένης ἀνακλάσεως ἐφθείροντο τὴν ὅρασιν. [8] σαφὲς δ᾽ οὐδὲν ἐκ διαστήματος ἦν ἰδεῖν, ἀλλὰ μόνῳ τῷ καπνῷ δηλουμένων τῶν κωμῶν ἐλάμβανον οἱ Μακεδόνες οὗ κατοικοῦσιν ἐφιστάμενοι. τούτῳ δὲ τῷ τρόπῳ τῶν κωμῶν ἁλισκομένων, καὶ τῶν στρατιωτῶν τῷ πλήθει τῆς ὠφελείας διορθουμένων τὴν κακοπάθειαν ταχὺ πάντων τῶν ἐγχωρίων ὁ βασιλεὺς ἐκυρίευσεν.

83. μετὰ δὲ ταῦτα παρελθὼν πλησίον τοῦ Καυκάσου κατεστρατοπέδευσεν, ὅ τινες Παροπάνισον ὄρος προσαγορεύουσι. τὸ δ᾽ ὄρος τοῦτο κατὰ πλάτος διελθὼν ἐν ἡμέραις ἑκκαίδεκα πόλιν ἔκτισε κατὰ τὴν εἰσβολὴν τὴν φέρουσαν εἰς τὴν Ἰνδικήν, ἣν ὠνόμασεν Ἀλεξάνδρειαν. κατὰ δὲ μέσον τὸν Καύκασον ἔστι πέτρα δέκα σταδίων ἔχουσα τὴν περίμετρον, τεττάρων δὲ σταδίων τὸ ὕψος, ἐν ᾗ καὶ τὸ Προμηθέως σπήλαιον ἐδείκνυθ᾽ ὑπὸ τῶν ἐγχωρίων καὶ ἡ τοῦ μυθολογηθέντος ἀετοῦ κοίτη καὶ τὰ τῶν δεσμῶν σημεῖα. [2] ὁ δ᾽ Ἀλέξανδρος καὶ ἄλλας πόλεις ἔκτισεν, ἡμέρας ὁδὸν ἀπέχουσας τῆς Ἀλεξανδρείας. κατῴκισε δ᾽ εἰς ταύτας τῶν μὲν βαρβάρων ἑπτακισχιλίους, τῶν δ᾽ ἐκτὸς τάξεως συνακολουθούντων τρισχιλίους καὶ τῶν μισθοφόρων τοὺς βουλομένους. [3] αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν εἰς τὴν Βακτριανήν, ἀκούων τὸν Βῆσσον διάδημά τε ἀνειληφέναι καὶ δυνάμεις ἀθροίζειν. καὶ τὰ μὲν περὶ Ἀλέξανδρον ἐν τούτοις ἦν. [4]

οἱ δ᾽ εἰς τὴν Ἀρίαν ἀπεσταλμένοι στρατηγοὶ καταλαβόντες τοὺς ἀφεστηκότας δυνάμεις ἀξιολόγους ἠθροικότας καὶ στρατηγὸν ἔχοντας Σατιβαρζάνην, ἄνδρα στρατηγικὸν καὶ ἀνδρείᾳ διαφέροντα, κατεστρατοπέδευσαν πλησίον τῶν πολεμίων. γινομένων δὲ πολλάκις ἀκροβολισμῶν μέχρι μέν τινος μάχαι κατ᾽ ὀλίγους ἐγίνοντο,[5] μετὰ δὲ ταῦτα παρατάξεως γενομένης καὶ τῶν βαρβάρων ἰσόμαχον ποιούντων τὸν κίνδυνον ὁ τῶν ἀποστατῶν στρατηγὸς Σατιβαρζάνης, ἀφελὼν ταῖς χερσὶ τὸ περὶ τὴν κεφαλὴν κράνος καὶ δείξας αὑτὸν ὃς ἦν, προεκαλέσατο τὸν βουλόμενον τῶν στρατηγῶν μονομαχῆσαι. [6] ὑπακούσαντος δὲ τοῦ Ἐριγυιοῦ καὶ γενομένης μάχης ἡρωικῆς συνέβη νικῆσαι τὸν Ἐριγυιόν. οἱ δὲ βάρβαροι διὰ τὸν τοῦ στρατηγοῦ θάνατον καταπλαγέντες καὶ λαβόντες τὴν ἀσφάλειαν παρέδωκαν ἑαυτοὺς τῷ βασιλεῖ. [7]

Βῆσσος δ᾽ ἑαυτὸν ἀναδεδειχὼς βασιλέα τοῖς θεοῖς ἔθυσε καὶ τοὺς φίλους παραλαβὼν εἰς τὴν εὐωχίαν κατὰ τὸν πότον διηνέχθη πρός τινα τῶν ἑταίρων, ὄνομα Βαγωδάραν. τῆς δὲ φιλοτιμίας ἐπὶ πλέον προελθούσης ὁ μὲν Βῆσσος παροξυνθεὶς ἐπεβάλετο τὸν Βαγωδάραν ἀνελεῖν καὶ ὑπὸ τῶν φίλων πεισθεὶς μετενόησεν. [8] ὁ δὲ τὸν κίνδυνον ἐκφυγὼν νυκτὸς ἔφυγε πρὸς τὸν Ἀλέξανδρον. τῇ δὲ τούτου σωτηρίᾳ καὶ ταῖς δοθησομέναις ὑπ᾽ Ἀλεξάνδρου δωρεαῖς προκληθέντες οἱ μέγιστοι τῶν ἡγεμόνων συνεφρόνησαν καὶ συλλαβόντες τὸν Βῆσσον ἀπήγαγον πρὸς τὸν Ἀλέξανδρον. [9] ὁ δὲ βασιλεὺς τούτους μὲν ἐτίμησεν ἀξιολόγοις δωρεαῖς, τὸν δὲ Βῆσσον παρέδωκε τῷ ἀδελφῷ τοῦ Δαρείου καὶ τοῖς ἄλλοις συγγενέσιν εἰς τιμωρίαν. οἱ δὲ πᾶσαν ὕβριν καὶ αἰκίαν προσενεγκάμενοι καὶ τὸ σῶμα κατὰ λεπτὸν συγκόψαντες τὰ μέλη διεσφενδόνησαν. ...

84. ἐπὶ δὲ τούτοις γενομένων τῶν ὅρκων ἡ μὲν βασίλισσα τὴν μεγαλοψυχίαν τοῦ Ἀλεξάνδρου θαυμάσασα δῶρά τε κράτιστα ἐξέπεμψε καὶ πᾶν τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλατο. οἱ δὲ μισθοφόροι παραχρῆμα κατὰ τὰς ὁμολογίας ἐκ τῆς πόλεως ἀπελθόντες καὶ σταδίους ὀγδοήκοντα προελθόντες ἀνεπικωλύτως κατεστρατοπέδευσαν, οὐδεμίαν ἔννοιαν λαμβάνοντες τοῦ μέλλοντος. [2] ὁ δ᾽ Ἀλέξανδρος ἀμετάθετον ἔχων τὴν πρὸς τοὺς μισθοφόρους ἀλλοτριότητα διεσκευασμένην ἔχων τὴν δύναμιν ἐπηκολούθησε τοῖς βαρβάροις καὶ προσπεσὼν αὐτοῖς ἄφνω πολὺν ἐποίει φόνον. οἱ δὲ μισθοφόροι τὸ μὲν πρῶτον ἐβόων παρὰ τοὺς ὅρκους αὑτοὺς πολεμεῖσθαι καὶ τοὺς ἀσεβουμένους ὑπ᾽ αὐτοῦ θεοὺς ἐπεκαλοῦντο: ὁ δ᾽ Ἀλέξανδρος μεγάλῃ τῇ φωνῇ πρὸς αὐτοὺς ἀνεβόησεν ὅτι συνεχώρησεν αὐτοῖς ἐκ τῆς πόλεως ἀπελθεῖν, οὐ φίλους εἶναι διὰ παντὸς Μακεδόνων. [3] οἱ δὲ μισθοφόροι τὸ μέγεθος τῶν κινδύνων οὐ καταπλαγέντες συνεφράξαντο καὶ τὴν ὅλην τάξιν ποιήσαντες κυκλοτερῆ τά τε τέκνα καὶ τὰς γυναῖκας εἰς μέσον ἀπέλαβον, ὥστε πανταχόθεν τοῖς προσμαχομένοις ἀσφαλῶς ἀντιτάττεσθαι. ἀπονοηθέντων δ᾽ αὐτῶν καὶ διὰ τὴν τόλμαν καὶ διὰ τὴν ἐν τοῖς ἀγῶσιν ἀρετὴν ἰσχυρὰν μάχην συστησαμένων καὶ τῶν Μακεδόνων φιλοτιμουμένων μὴ λειφθῆναι τῆς τῶν βαρβάρων ἀνδραγαθίας μεγάλην κατάπληξιν εἶχεν ὁ κίνδυνος. [4] ἐκ χειρὸς γὰρ τῆς μάχης οὔσης καὶ συμπλεκομένων τῶν ἀγωνιζομένων ἀλλήλοις πολλαὶ καὶ παντοῖαι διαθέσεις θανάτων καὶ τραυμάτων ἐγίνοντο: οἱ γὰρ Μακεδόνες ταῖς σαρίσαις ἀναῤῥήσσοντες τὰς τῶν βαρβάρων πέλτας τὰς ἀκμὰς τοῦ σιδήρου τοῖς πνεύμοσιν ἐνήρειδον, οἱ δὲ μισθοφόροι τὰς λόγχας ἀκοντίζοντες εἰς ἀθρόους τοὺς πολεμίους οὐχ ἡμάρτανον, σύνεγγυς κειμένου τοῦ σκοποῦ. [5] διὸ καὶ πολλῶν μὲν τραυματιζομένων, οὐκ ὀλίγων δὲ τελευτώντων αἱ γυναῖκες τὰ τῶν πεσόντων ὅπλα λαμβάνουσαι συνηγωνίζοντο τοῖς ἀνδράσιν: ἡ γὰρ ὀξύτης τοῦ κινδύνου καὶ τὸ τῆς ἐνεργείας δεινὸν ἠνάγκαζεν αὐτὰς παρὰ φύσιν τρέπεσθαι πρὸς ἀλκήν. διὸ καὶ τινὲς μὲν αὐτῶν καθοπλισθεῖσαι συνήσπιζον τοῖς ἰδίοις ἀνδράσι, τινὲς δὲ ἄνευ ὅπλων ἐμπίπτουσαι τῶν ἀσπίδων ἐπελαμβάνοντο καὶ πολλὰ τοὺς πολεμίους ἐνεπόδιζον. [6] τέλος δὲ πάντες μετὰ τῶν γυναικῶν ἀγωνισάμενοι καὶ κατακοπέντες ὑπὸ τοῦ πλήθους τὸν ἔνδοξον θάνατον τῆς ἀγεννοῦς φιλοζωίας ἠλλάξαντο. ὁ δὲ Ἀλέξανδρος τόν τε ἀχρεῖον καὶ ἄνοπλον ὄχλον καὶ τῶν γυναικῶν τὰς ὑπολειφθείσας ἀπάγων τοὺς ἱππεῖς συνεπέστησεν.

85. πολλὰς δὲ καὶ ἄλλας πόλεις ἐκπολιορκήσας καὶ τοὺς ἀντιταττομένους ἀνελὼν προῆγεν ἐπὶ τὴν πέτραν τὴν Ἄορνον καλουμένην: εἰς γὰρ ταύτην οἱ περιλειφθέντες τῶν ἐγχωρίων διὰ τὴν ὑπερβολὴν τῆς ὀχυρότητος καταπεφεύγεισαν. [2] λέγεται γὰρ τὸ παλαιὸν Ἡρακλέα ταύτην τὴν πέτραν ἐπιβαλόμενον πολιορκεῖν ἀποστῆναι διά τινας ἐπιγενομένους σεισμοὺς μεγάλους καὶ διοσημείας. ὁ δ᾽ Ἀλέξανδρος πυθόμενος περὶ τούτων ἔτι μᾶλλον παρωξύνθη πολιορκῆσαι τὸ ὀχύρωμα καὶ διαμιλληθῆναι τῇ τοῦ θεοῦ δόξῃ. [3] ἡ δὲ πέτρα τὸν μὲν περίβολον εἶχε σταδίων ἑκατόν, τὸ δ᾽ ὕψος ἑκκαίδεκα, τὴν δ᾽ ἐπιφάνειαν ὁμαλὴν καὶ πάντῃ περιφερῆ: καὶ τὸ μὲν πρὸς μεσημβρίαν μέρος αὐτῆς προσέκλυζεν ὁ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν κατὰ τὴν Ἰνδικήν, τὰ δ᾽ ἄλλα μέρη περιείχετο φάραγξι βαθείαις καὶ κρημνοῖς ἀπροσίτοις. [4] τοῦ δὲ Ἀλεξάνδρου κατασκεψαμένου τὴν δυσχωρίαν καὶ τὴν ἐκ βίας ἅλωσιν ἀπογνόντος ἧκέν τις πρὸς αὐτὸν πρεσβύτης μετὰ δυεῖν υἱῶν. [5] οὗτος δ᾽ ὢν πένης παντελῶς καὶ πολὺν χρόνον ἐντεθραμμένος τοῖς τόποις κατῴκει μὲν ἔν τινι σπηλαίῳ τρεῖς στιβάδας ἔχοντι κατὰ τὴν πέτραν ἐντετμημένας, ἐν αἷς ὁ γέρων μετὰ τῶν υἱῶν ἐναυλιζόμενος ἐμπειρίαν περιεπεποίητο τῶν τόπων. οὗτος οὖν προσελθὼν τῷ βασιλεῖ καὶ τὰ περὶ ἑαυτὸν δηλώσας ἐπηγγείλατο καθηγήσεσθαι διὰ τῆς δυσχωρίας καὶ ποιήσειν αὐτὸν ὑπερδέξιον γενέσθαι τῶν κατειλημμένων τὴν πέτραν βαρβάρων. [6] ὁ δὲ Ἀλέξανδρος ἐπαγγειλάμενος μεγάλας δωρεὰς δώσειν καὶ τῷ πρεσβύτῃ χρησάμενος ὁδηγῷ πρῶτον μὲν τὴν πάροδον τὴν εἰς τὴν πέτραν φέρουσαν κατελάβετο καὶ μηδεμιᾶς οὔσης ἄλλης ἐξόδου συνέκλεισε τοὺς βαρβάρους εἰς ἀβοήθητον πολιορκίαν: ἔπειτα τῇ πολυχειρίᾳ χώσας τὴν φάραγγα κατὰ τὴν ῥίζαν τῆς πέτρας, προσελθὼν ἐνεργῆ πολιορκίαν συνεστήσατο, συνεχῶς ἐφ᾽ ἡμέρας ἑπτὰ καὶ τὰς ἴσας νύκτας ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος. [7] τὸ μὲν οὖν πρῶτον οἱ βάρβαροι διὰ τὰς τῶν τόπων ὑπεροχὰς προετέρουν καὶ πολλοὺς ἀνῄρουν τῶν προπετῶς βιαζομένων: τοῦ δὲ χώματος συντελεσθέντος καὶ τῶν ὀξυβελῶν καταπελτῶν καὶ τῶν ἄλλων ὀργάνων ἐπισταθέντων, πρὸς δὲ τούτοις τοῦ βασιλέως φανεροῦ καθεστῶτος ὡς οὐκ ἀποστήσεται τῆς πολιορκίας οἱ μὲν Ἰνδοὶ κατεπλάγησαν, ὁ δ᾽ Ἀλέξανδρος ἐμφρόνως προϊδόμενος τὸ μέλλον ἐξέλιπεν τὴν ἐν τῇ παρόδῳ κατειλημμένην φυλακήν, διδοὺς ἔξοδον τοῖς βουλομένοις ἐκ τῆς πέτρας ἀναχωρεῖν. οἱ δὲ βάρβαροι φοβηθέντες τάς τε τῶν Μακεδόνων ἀρετὰς καὶ τὴν τοῦ βασιλέως φιλοτιμίαν νυκτὸς ἐξέλιπον τὴν πέτραν.

86. ὁ δ᾽ Ἀλέξανδρος τοῖς κενοῖς τοῦ πολέμου καταστρατηγήσας τοὺς Ἰνδοὺς χωρὶς κινδύνου ἐκυρίευσε τῆς πέτρας. καὶ τῷ μὲν ὁδηγήσαντι τὰς ὡμολογημένας δωρεὰς ἀπέδωκεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς δυνάμεως. [2] καθ᾽ ὃν καιρὸν Ἀφρίκης τις Ἰνδός, ἔχων μὲν στρατιώτας δισμυρίους, ἐλέφαντας δὲ πεντεκαίδεκα, διέτριβε περὶ τὸν τόπον. τοῦτον δέ τινες ἀνελόντες καὶ τὴν κεφαλὴν αὐτοῦ πρὸς Ἀλέξανδρον ἐνέγκαντες διὰ ταύτης τῆς εὐεργεσίας περιεποιήσαντο τὰς ἰδίας σωτηρίας. [3] ὁ δὲ βασιλεὺς τούτους τε προσηγάγετο καὶ τῶν ἐλεφάντων πλανωμένων κατὰ τὴν χώραν ἐκυρίευσεν.

αὐτὸς δὲ παρελθὼν ἐπὶ τὸν Ἰνδὸν ποταμὸν καὶ καταλαβὼν τάς τε τριακοντόρους κατεσκευασμένας καὶ τὸν πόρον ἐζευγμένον τριάκοντα μὲν ἡμέρας ἀνέλαβε τὴν δύναμιν καὶ τοῖς θεοῖς μεγαλοπρεπεῖς συντελέσας θυσίας διεβίβασε τὴν στρατιὰν καὶ περιέπεσε παραδόξῳ περιπετείᾳ. [4] Ταξίλου γὰρ τοῦ βασιλέως προτετελευτηκότος υἱὸς αὐτοῦ Μῶφις διαδεξάμενος τὴν ἀρχὴν διεπέμψατο μὲν καὶ πρότερον πρὸς Ἀλέξανδρονἐν τῇ Σογδιανῇ διατρίβοντα, ἐπαγγελλόμενος αὐτῷ συστρατεύειν ἐπὶ τοὺς ἀντιταττομένους τῶν Ἰνδῶν καὶ τότε πρέσβεις ἀποστείλας ἔφησεν αὐτῷ παραδιδόναι τὴν βασιλείαν. [5] ἀπέχοντος δὲ τεσσαράκοντα σταδίους τοῦ βασιλέως ἐκτάξας τὴν δύναμιν ὡς εἰς πόλεμον καὶ τοὺς ἐλέφαντας κοσμήσας ἀπήντα μετὰ τῶν φίλων. ὁ δὲ Ἀλέξανδρος ὁρῶν προσιοῦσαν μεγάλην δύναμιν ἐκτεταγμένην πολεμικῶς καὶ δόξας τὸν Ἰνδὸν ἐπιβούλως πεποιῆσθαι τὰς ἐπαγγελίας, ὅπως ἀπαρασκεύοις τοῖς Μακεδόσιν ἐπίθηται, τοῖς μὲν σαλπιγκταῖς παρεκελεύσατο σημαίνειν τὸ πολεμικόν, τοὺς δὲ στρατιώτας ἐκτάξας ἀπήντα τοῖς Ἰνδοῖς. [6] ὁ δὲ Μῶφις ὁρῶν τὴν ταραχὴν τῶν Μακεδόνων καὶ τὸ γεγονὸς συλλογιζόμενος τὴν μὲν δύναμιν κατέλιπεν, αὐτὸς δὲ μετὰ ὀλίγων προϊππεύσας καὶ τὴν ἄγνοιαν τῶν Μακεδόνων διορθωσάμενος παρέδωκεν ἑαυτόν τε καὶ τὴν δύναμιν τῷ βασιλεῖ. [7] ἡσθεὶς δὲ ὁ Ἀλέξανδρος τήν τε βασιλείαν ἀπέδωκεν αὐτῷ καὶ τὸ λοιπὸν διετέλει τούτῳ φίλῳ καὶ συμμάχῳ χρώμενος καὶ μετωνόμασεν αὐτὸν Ταξίλην. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

87. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Χρέμητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Πόπλιον Κορνήλιον καὶ Αὖλον Ποστούμιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος ἐν τῇ Ταξίλου χώρᾳ προσαναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ Πῶρον τὸν τῶν πλησιοχώρων Ἰνδῶν βασιλέα. [2] οὗτος δ᾽ εἶχε πεζοὺς μὲν πλείους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ἅρματα δὲ πλείω τῶν χιλίων, ἐλέφαντας δὲ ἑκατὸν καὶ τριάκοντα. ἐπεποίητο δὲ καὶ ἕτερον τῶν πλησιοχώρων βασιλέα σύμμαχον, ὃς ὠνομάζετο Ἐμβίσαρος, εἶχε δὲ δύναμιν οὐ πολὺ λειπομένην τῆς τοῦ Πώρου. [3] ὁ δὲ Ἀλέξανδρος ἀκούσας τοῦτον τὸν βασιλέα τετρακοσίους ἀπέχειν σταδίους ἔκρινε πρὸ τῆς τούτου παρουσίας ἐπιβαλεῖν τῷ Πώρῳ. [4] ἐγγίσαντος δὲ αὐτοῦ τοῖς Ἰνδοῖς ὁ Πῶρος πυθόμενος πλησίον εἶναι τοὺς πολεμίους εὐθὺς ἐξέταξε τὴν δύναμιν καὶ τοὺς μὲν ἱππεῖς ἐπὶ τὰ κέρατα διεμέρισεν, τοὺς δ᾽ ἐλέφαντας καταπληκτικῶς κεκοσμημένους κατὰ μέτωπον ἐν ἴσοις διαστήμασιν ἔστησεν: ἀνὰ μέσον δὲ τῶν θηρίων τοὺς λοιποὺς ὁπλίτας ἔταξεν, οἷς συντεταγμένον ἦν παραβοηθεῖν τοῖς θηρίοις καὶ διακωλύειν ἐκ τῶν πλαγίων εἰσακοντίζειν. [5] ἡ μὲν οὖν ὅλη σύνταξις αὐτῶν ὑπῆρχε πόλει παραπλήσιος τὴν πρόσοψιν: ἡ μὲν γὰρ τῶν ἐλεφάντων στάσις τοῖς πύργοις, οἱ δὲ ἀνὰ μέσον τούτων στρατιῶται τοῖς μεσοπυργίοις ὡμοίωντο: ὁ δὲ Ἀλέξανδρος κατανοήσας τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην τὴν διακόσμησιν οἰκείως ἐξέταξε τὴν δύναμιν.

88. γενομένης δὲ μάχης τὸ μὲν πρῶτον τοῖς ἱππεῦσιν ἅπαντα σχεδὸν τὰ ἅρματα τῶν Ἰνδῶν διεφθάρη: μετὰ δὲ ταῦτα τῶν ἐλεφάντων ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς ἀλκαῖς δεόντως χρωμένων οἱ μὲν ὑπὸ τῶν θηρίων συμπατούμενοι μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν ἀπώλλυντο, οἱ δὲ ταῖς προνομαῖς περιλαμβανόμενοι καὶ πρὸς ὕψος ἐξαρθέντες πάλιν πρὸς τὴν γῆν ἐράττοντο καὶ δεινοῖς θανάτοις περιέπιπτον, πολλοὶ δὲ τοῖς ὀδοῦσι συγκεντούμενοι καὶ δι᾽ ὅλων τῶν σωμάτων τιτρωσκόμενοι παραχρῆμα τοῦ ζῆν ἐστερίσκοντο. [2] τῶν δὲ Μακεδόνων εὐρώστως ὑπομενόντων τὸ δεινὸν καὶ τοὺς ἀνὰ μέσον τῶν θηρίων ταῖς σαρίσαις ἀναιρούντων ἰσόῤῥοπος ἦν ἡ μάχη. [3] μετὰ δὲ ταῦτα τῶν θηρίων συνακοντιζομένων καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων περιοδύνων γινομένων οἱ μὲν περιβεβηκότες αὐτοῖς Ἰνδοὶ κρατεῖν τῆς ὁρμῆς τῶν ζῴων οὐκ ἴσχυον: ἐκνεύοντα γὰρ εἰς τοὺς ἰδίους ταῖς ὁρμαῖς ἀκατασχέτως ἐφέρετο καὶ τοὺς φίλους συνεπάτει:[4] ταραχῆς δὲ πολλῆς γινομένης ὁ Πῶρος συνιδὼν τὸ γινόμενον καὶ τεταγμένος ἐπὶ τοῦ κρατίστου τῶν ἐλεφάντων ἤθροισε περὶ αὑτὸν τεσσαράκοντα τῶν θηρίων τὰ μήπω τεταραγμένα καὶ τῶν βάρει τῶν ἐλεφάντων ἐπιβαλὼν τοῖς πολεμίοις πολὺν ἐποίει φόνον, ἅτε καὶ τῇ ῥώμῃ τοῦ σώματος πολὺ προέχων τῶν συστρατευομένων: τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δ᾽ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων τῶν εὐρωστίᾳ διαφερόντων. [5] διόπερ τὰ βαλλόμενα σαυνία τοιαύτην εἶχε δύναμιν ὥστε μὴ πολὺ λείπεσθαι τῶν καταπελτικῶν βελῶν. τῶν δ᾽ ἀντιτεταγμένων Μακεδόνων καταπεπληγμένων τὴν ἀνδραγαθίαν τοῦ Πώρου ὁ Ἀλέξανδρος μεταπεμψάμενος τοὺς τοξότας καὶ τὰ ψιλικὰ τῶν ταγμάτων προσέταξεν ἅπαντας βάλλειν ἐπὶ τὸν Πῶρον. [6] ταχὺ δὲ τῶν στρατιωτῶν πραξάντων τὸ παραγγελθὲν καὶ βελῶν ἅμα πολλῶν ἐνεχθέντων ἐπὶ τὸν Ἰνδὸν καὶ πάντων ἐπιτυγχανόντων διὰ τὸ μέγεθος τοῦ σκοποῦ ὁ μὲν Πῶρος ἡρωικῶς ἀγωνισάμενος καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων γενόμενος ἔξαιμος ἐλιποψύχησεν καὶ περικλασθεὶς περὶ τὸ θηρίον πρὸς τὴν γῆν κατηνέχθη. [7] διαδοθείσης δὲ φήμης ὅτι τετελεύτηκεν ὁ βασιλεύς, τὸ λοιπὸν πλῆθος τῶν Ἰνδῶν πρὸς φυγὴν ὥρμησεν.

89. ἐν δὲ τῇ φυγῇ πολλοῦ φόνου γενομένου ὁ μὲν Ἀλέξανδρος ἐπιφανεῖ μάχῃ νικήσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. ἔπεσον δὲ ἐν τῇ μάχῃ τῶν Ἰνδῶν πλείους τῶν μυρίων καὶ δισχιλίων, ἐν οἷς ὑπῆρχον καὶ δύο υἱοὶ τοῦ Πώρου καὶ οἱ στρατηγοὶ καὶ οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων. [2] ζῶντες δὲ ἄνδρες ἑάλωσαν ὑπὲρ τοὺς ἐνακισχιλίους, ἐλέφαντες δὲ ὀγδοήκοντα. αὐτὸς δὲ ὁ Πῶρος ἔμπνους ὢν παρεδόθη τοῖς Ἰνδοῖς πρὸς τὴν θεραπείαν. [3] τῶν δὲ Μακεδόνων ἔπεσον μὲν ἱππεῖς διακόσιοι καὶ ὀγδοήκοντα, πεζοὶ δὲ πλείους τῶν ἑπτακοσίων. ὁ δὲ βασιλεὺς τοὺς μὲν τετελευτηκότας ἔθαψε, τοὺς δὲ ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν, αὐτὸς δὲ Ἡλίῳ ἔθυσεν ὡς δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι. [4] τῆς δὲ πλησίον ὀρεινῆς ἐχούσης πολλὴν μὲν ἐλάτην εὔτροφον, οὐκ ὀλίγην δὲ κέδρον καὶ πεύκην, ἔτι δὲ τῆς ἄλλης ὕλης ναυπηγησίμου πλῆθος ἄφθονον κατεσκεύασε ναῦς ἱκανάς:[5] διενοεῖτο γὰρ ἐπὶ τὸ τέρμα τῆς Ἰνδικῆς παραγενόμενος καὶ πάντας τοὺς ἐγχωρίους καταστρεψάμενος διὰ τοῦ ποταμοῦ καταπλεῖν εἰς τὸν Ὠκεανόν. [6] ἔκτισε δὲ δύο πόλεις, τὴν μὲν πέραν τοῦ ποταμοῦ καθ᾽ ὃν τόπον αὐτὸς διέβη, τὴν δὲ ἄλλην ἐν ᾧ τόπῳ τὸν Πῶρον ἐνίκησεν. ταχὺ δὲ τῶν ἔργων κατασκευασθέντων διὰ τὴν πολυχειρίαν τὸν μὲν Πῶρον θεραπευθέντα βασιλέα κατέστησε διὰ τὴν ἀρετὴν ἧς πρότερον ἦρχε χώρας, τὴν δὲ δύναμιν ἐπὶ τριάκοντα ἡμέρας ἀνέλαβε, πολλῆς ἀφθονίας οὔσης τῶν ἐπιτηδείων.

90. ἴδιον δέ τι κατὰ τὴν ὀρεινὴν τὴν πλησίον ὑπῆρχε. χωρὶς γὰρ τῆς πρὸς ναυπηγίαν ὕλης εἶχεν ἡ χώρα πολλοὺς καὶ παρηλλαγμένους τοῖς μεγέθεσιν ὄφεις, ὄντας ἑκκαιδεκαπήχεις, πιθήκων τε γένη πολλὰ καὶ τοῖς μεγέθεσι διαλλάττοντα, ὧν τὴν τέχνην τῆς θήρας αὐτὸ τὸ ζῷον ὑφηγεῖτο. [2] μιμητικὸν γὰρ ὑπάρχον πάσης πράξεως βίᾳ μὲν οὐ ῥᾳδίως χειροῦται διά τε τὴν ἰσχὺν τῶν σωμάτων καὶ διὰ τὴν τῆς ψυχῆς ἀγχίνοιαν: τῶν δὲ κυνηγῶν οἱ μὲν μέλιτι τοὺς ὀφθαλμοὺς ἀλείφονται, οἱ δὲ βλεπόντων τῶν θηρίων ὑποδοῦνται, τινὲς δὲ ταῖς κεφαλαῖς κάτοπτρα περιτιθέασιν, καὶ τοῖς μὲν ὑποδήμασι παραθέντες δεσμοὺς ἀπολείπουσιν, ἀντὶ δὲ τοῦ μέλιτος ἰξὸν ὑποβάλλουσι, τοῖς δὲ κατόπτροις ἐπίσπαστρα καθάπτουσι. [3] διόπερ ὅταν βούλωνται τὰ ζῷα τὰς πράξεις τῶν ὁραθέντων ἐπιτελεῖν, ἀδυνατεῖ, τῶν μὲν βλεφάρων κεκολλημένων, τῶν δὲ ποδῶν δεδεμένων, τῶν δὲ σωμάτων κατεχομένων: ὅθεν εὐχείρωτα πρὸς τὴν θήραν γίνεται. [4]

ὁ δὲ Ἀλέξανδρος τὸν ὑστερηκότα τῆς τοῦ Πώρου συμμαχίας βασιλέα ὄνομα Σασιβισάρην καταπληξάμενος ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως περάσας τὸν ποταμὸν προῆγε διὰ χώρας ἀρετῇ διαφερούσης:[5] δένδρων γὰρ εἶχε γένη διαλλάττοντα καὶ τὸ μὲν ὕψος ἔχοντα πηχῶν ἑβδομήκοντα, τὸ δὲ πάχος μόγις ὑπὸ τεσσάρων ἀνδρῶν περιλαμβανόμενα, τριῶν δὲ πλέθρων σκιὰν ποιοῦντα. εἶχε δὲ καὶ ἡ χώρα ὄφεων πλῆθος, μικρῶν μὲν τοῖς μεγέθεσι, ταῖς δὲ ποικιλίαις ἐξηλλαγμένων:[6] οἱ μὲν γὰρ χαλκοειδεῖς ῥάβδους ἐπέφαινον, οἱ δὲ τὴν λόφην δασεῖαν εἶχον τριχώδη, διὰ δὲ τῶν δηγμάτων ὀξεῖς θανάτους ἀπειργάζοντο. τὸν δὲ πληγέντα πόνοι δεινοὶ συνεῖχον καὶ ῥύσις ἱδρῶτος αἱματοειδοῦς κατεῖχε. [7] διόπερ οἱ Μακεδόνες δεινῶς ὑπὸ τῶν δηγμάτων ἀπαλλάττοντες τὰς κλίνας ἀπὸ τῶν δένδρων ἐξήρτων καὶ τὸ πλεῖστον τῆς νυκτὸς διηγρύπνουν. μετὰ δὲ ταῦτα παρὰ τῶν ἐγχωρίων μαθόντες τὴν ἀντιφάρμακον ῥίζαν ἀπελύθησαν τῶν δεινῶν.

91. προϊόντος δὲ αὐτοῦ μετὰ τῆς δυνάμεως ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πῶρος ὁ βασιλεύς, ἀνεψιὸς ὢν τοῦ καταπεπολεμημένου Πώρου, τὴν βασιλείαν ἀπολιπὼν πέφευγεν εἰς τὸ τῶν Γανδαριδῶν ἔθνος. [2] ὁ δὲ Ἀλέξανδρος παροξυνθεὶς Ἡφαιστίωνα μὲν ἐξέπεμψεν εἰς τὴν τούτου χώραν μετὰ δυνάμεως καὶ προσέταξε τὴν βασιλείαν παραδοῦναι τῷ μεθ᾽ αὑτοῦ Πώρῳ: αὐτὸς δ᾽ εἰς τὸ τῶν Ἀδρεστῶν καλουμένων ἔθνος στρατεύσας καὶ τῶν πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειθοῖ προσαγαγόμενος εἰς τὴν τῶν Καθαίων χώραν παρεγένετο. [3] παρὰ δὲ τούτοις νόμιμον ἦν τὰς γυναῖκας τοῖς ἀνδράσι συγκατακαίεσθαι: τοῦτο δ᾽ ἐκυρώθη τὸ δόγμα παρὰ τοῖς βαρβάροις διὰ μίαν γυναῖκα φαρμάκοις ἀνελοῦσαν τὸν ἄνδρα. [4] ὁ δ᾽ οὖν βασιλεὺς τὴν μεγίστην καὶ ὀχυρωτάτην πόλιν μετὰ πολλῶν κινδύνων ἐκπολιορκήσας ἐνέπρησεν. ἄλλην δ᾽ ἀξιόλογον πολιορκοῦντος αὐτοῦ καὶ μεθ᾽ ἱκετηριῶν δεηθέντων τῶν Ἰνδῶν ἀπέλυσε τῶν κινδύνων αὐτούς.

μετὰ δὲ ταῦτ᾽ ἐστράτευσεν ἐπὶ τὰς ὑπὸ Σωπείθην τεταγμένας πόλεις, εὐνομουμένας καθ᾽ ὑπερβολήν. τά τε γὰρ ἄλλα πρὸς δόξαν πολιτεύονται καὶ τὸ κάλλος παρ᾽ αὐτοῖς τιμιώτατον νενόμισται. [5] διόπερ ἐκ νηπίου παρ᾽ αὐτοῖς τὰ βρέφη διακρίνεται καὶ τὰ μὲν ἄρτια καὶ τὴν φύσιν ἔχοντα πρὸς εὐπρέπειαν καὶ ἰσχὺν εὔθετον τρέφεται, τὰ δὲ καταδεῆ τοῖς σώμασιν ἀνάξια τροφῆς ἡγούμενοι διαφθείρουσιν. [6] ἀκολούθως δὲ τούτοις καὶ τοὺς γάμους ποιοῦνται προικὸς μὲν καὶ τῆς ἄλλης πολυτελείας ἀφροντιστοῦντες, κάλλους δὲ καὶ τῆς τοῦ σώματος ὑπεροχῆς μόνον φροντίζοντες. [7] διόπερ οἱ πλεῖστοι τῶν ἐν ταύταις ταῖς πόλεσι κατοικούντων διαφέρουσι τῶν ἄλλων ἀξιώμασιν. παρὰ δὲ πάντας ὁ βασιλεὺς Σωπείθης περίβλεπτος ὢν ἐπὶ τῷ κάλλει καὶ τῷ μήκει τοὺς τέτταρας πήχεις ὑπεράγων προῆλθε μὲν ἐκ τῆς πόλεως τῆς ἐχούσης τὰ βασίλεια, παραδοὺς δ᾽ αὑτὸν καὶ τὴν βασιλείαν Ἀλεξάνδρῳ πάλιν ταύτην ἀπέλαβε διὰ τὴν τοῦ κρατοῦντος ἐπιείκειαν. [8] ὁ δὲ Σωπείθης μετὰ πολλῆς προθυμίας τὴν μὲν δύναμιν ἅπασαν ἐπί τινας ἡμέρας λαμπρῶς εἱστίασε,

92. τῷ δ᾽ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι. [2] βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι: τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους <εἰς

2>αφῆκεν. [3] τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπ᾽ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν. τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατ᾽ ὀλίγον. ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἕως ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.

93. ἅμα δὲ τούτοις πραττομένοις ἧκεν Ἡφαιστίων μετὰ τῆς συναπεσταλμένης δυνάμεως πολλὴν τῆς Ἰνδικῆς καταπεπολεμηκώς. τοῦτον μὲν οὖν διὰ τὰς ἀνδραγαθίας ἐπῄνεσεν: αὐτὸς δὲ εἰς τὴν Φηγέως δυναστείαν ἐμβαλὼν καὶ τῶν ἐγχωρίων ἀσμένως τὴν τῶν Μακεδόνων παρουσίαν προσδεξαμένων καὶ τοῦ Φηγέως μετὰ δώρων πολλῶν ἀπαντήσαντος τήν τε βασιλείαν ἔχειν συνεχώρησε καὶ ξενισθεὶς μετὰ τῆς δυνάμεως ἐπὶ δύο ἡμέρας λαμπρῶς ἐπὶ τὸν Ὕφασιν ποταμὸν προῆγεν, οὗ τὸ μὲν πλάτος ἦν σταδίων ἑπτά, τὸ δὲ βάθος ἓξ ὀργυιῶν, τὸ δὲ ῥεῦμα σφοδρὸν καὶ δυσδιάβατον. [2] ἀκούσας δὲ τοῦ Φηγέως περὶ τῆς πέραν τοῦ [Ἰνδοῦ] ποταμοῦ χώρας ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην, τὸ μὲν πλάτος τριάκοντα καὶ δυεῖν σταδίων, τὸ δὲ βάθος μέγιστον τῶν κατὰ τὴν Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ τοῖς λεγομένοις προσεκαλέσατο τὸν Πῶρον καὶ περὶ τῶν προσαγγελλομένων τἀκριβὲς διεπυνθάνετο. [3] ὁ δὲ τἄλλα μὲν ὑπάρχειν ἅπαντα ἀληθῆ διεβεβαιοῦτο, τὸν δὲ βασιλέα τῶν Γανδαριδῶν ἔφησεν εὐτελῆ παντελῶς εἶναι καὶ ἄδοξον ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι. εὐπρεπῆ γὰρ ὄντα τὸν τούτου πατέρα μεγάλως ὑπὸ τῆς βασιλίσσης ἀγαπηθῆναι καὶ τοῦ βασιλέως διὰ τῆς γυναικὸς δολοφονηθέντος εἰς τοῦτον περιστῆναι τὴν βασιλείαν. [4] ὁ δ᾽ Ἀλέξανδρος, καίπερ ὁρῶν δυσεπίτευκτον τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν οὖσαν, ὅμως οὐκ ἀφίστατο τῆς φιλοτιμίας, ἀλλὰ πιστεύων ταῖς τῶν Μακεδόνων ἀρεταῖς καὶ τοῖς χρησμοῖς ἐλπίδας εἶχε κρατήσειν τῶν βαρβάρων: τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι, τὸν δ᾽ Ἄμμωνα συγκεχωρηκέναι τὴν ἁπάσης τῆς γῆς ἐξουσίαν.

94. ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν. [2] πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο: καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν Ἑλληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν Ἰνδῶν περιβλήματα. [3] κατὰ τύχην δὲ καὶ χειμῶνες ἄγριοι κατεῤῥάγησαν ἐφ᾽ ἡμέρας ἑβδομήκοντα καὶ βρονταὶ συνεχεῖς καὶ κεραυνοὶ κατέσκηπτον. ἃ δὴ λογιζόμενος ἐναντιοῦσθαι ταῖς ἰδίαις ἐπιβολαῖς μίαν εἶχεν ἐλπίδα τῆς ἐπιθυμίας, εἰ τοὺς στρατιώτας διὰ τῆς εὐεργεσίας εἰς εὔνοιαν μεγάλην προαγάγοιτο. [4] διόπερ λεηλατεῖν μὲν αὐτοῖς συνεχώρησε τὴν πολεμίαν χώραν, γέμουσαν παντοίας ὠφελείας: ἐν αἷς δ᾽ ἡμέραις ἡ δύναμις περὶ τὴν προνομὴν ἠσχολεῖτο, συναγαγὼν τὰς γυναῖκας τῶν στρατιωτῶν καὶ τοὺς ἐξ αὐτῶν γεγονότας παῖδας ταύταις μὲν συνεστήσατο κατὰ μῆνα διδόναι σῖτον, τοῖς δὲ παισὶν ἐπιφορὰς ταγματικὰς ἀπένειμε κατὰ τοὺς τῶν πατέρων συλλογισμούς. [5] ὡς δ᾽ ἐπανῆλθον οἱ στρατιῶται πολλῶν πλῆθος ἀγαθῶν ἐκ τῆς προνομῆς εὑρηκότες συνῆγε πάντας εἰς ἐκκλησίαν. διελθὼν δὲ λόγον πεφροντισμένον περὶ τῆς ἐπὶ τοὺς Γανδαρίδας στρατείας καὶ τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων ἀπέστη τῆς ἐπιβολῆς.

95. κρίνας δ᾽ ἐπὶ ταύτης τοὺς ὅρους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα: τὴν δ᾽ ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε. [2] προσέταξε δὲ τοῖς μὲν πεζοῖς κατασκηνώσεις ἑκάστῳ δύο στιβάδας πενταπήχεις ἐχούσας οἰκοδομῆσαι, τοῖς δ᾽ ἱππεῦσι πρὸς ταύταις καὶ δύο φάτνας τῶν εἰθισμένων διπλασίας, ἀκολούθως δὲ καὶ τἄλλα τὰ καταλείπεσθαι μέλλοντα τοῖς μεγέθεσιν αὐξῆσαι. ταῦτα δὲ πράττειν ἤμελλεν, ἅμα μὲν ἡρωικὴν βουλόμενος ποιήσασθαι στρατοπεδείαν, ἅμα δὲ τοῖς ἐγχωρίοις ἀπολιπεῖν σημεῖα μεγάλων ἀνδρῶν, ἀποφαίνοντα ῥώμας σωμάτων ὑπερφυεῖς. [3] ἀπὸ δὲ τούτων γενόμενος μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν: καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο. [4] κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δ᾽ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δ᾽ ἰατρικῶν ἑκατὸν τάλαντα. ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις. [5] τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι Νίκαιαν, τὴν δ᾽ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.

96. αὐτὸς δὲ μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς τὸν διὰ τοῦ ποταμοῦ πλοῦν ἐπὶ τὸν Ὠκεανὸν τὸν κατὰ μεσημβρίαν ἐποιεῖτο. τὸ δὲ πολὺ μέρος τῆς δυνάμεως παρὰ τὸν ποταμὸν ὡδοιπόρει, προηγουμένου Κρατεροῦ καὶ Ἡφαιστίωνος. ὡς δ᾽ ἦλθον ἐπὶ τὴν Ἀκεσίνου καὶ Ὑδάσπου συμβολήν, ἐκβιβάσας τοὺς στρατιώτας προῆγεν ἐπὶ τοὺς ὀνομαζομένους Σίβους. [2] τούτους δέ φασιν ἀπογόνους εἶναι τῶν μεθ᾽ Ἡρακλέους ἐπὶ τὴν Ἄορνον πέτραν στρατευσάντων καὶ τῆς μὲν πολιορκίας ἀποτυχόντων, ἐν τούτῳ δὲ τῷ τόπῳ κατοικισθέντων ὑφ᾽ Ἡρακλέους. τοῦ δ᾽ Ἀλεξάνδρου καταστρατοπεδεύσαντος πλησίον ἐπιφανεστάτης πόλεως προῆλθον οἱ δόξῃ πρωτεύοντες τῶν πολιτῶν. ἐντυχόντες δὲ τῷ βασιλεῖ καὶ τὴν συγγένειαν ἀνανεωσάμενοι πάντα ποιήσειν ἔφασαν μετὰ προθυμίας ὡς ἂν συγγενεῖς ὄντες καὶ δῶρα προσεκόμισαν μεγαλοπρεπῆ. [3] ὁ δὲ Ἀλέξανδρος ἀποδεξάμενος αὐτῶν τὴν εὔνοιαν καὶ τὰς πόλεις ἀποδείξας ἐλευθέρας προῆγεν ἐπὶ τὰ συνορίζοντα τῶν ἐθνῶν. καταλαβὼν δὲ τοὺς ὀνομαζομένους Ἀγαλασσεῖς ἠθροικότας πεζοὺς μὲν τετρακισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, συνάψας αὐτοῖς μάχην καὶ νικήσας τοὺς μὲν πλείστους κατέκοψεν, τοὺς δὲ λοιποὺς συμφυγόντας εἰς τὰς πλησίον πόλεις ἐκπολιορκήσας ἐξηνδραποδίσατο. [4] τῶν δὲ ἄλλων ἐγχωρίων συναθροισθέντων δισμυρίους μὲν καταφυγόντας εἰς πόλιν μεγάλην κατὰ κράτος εἷλε, τῶν δ᾽ Ἰνδῶν διαφραξάντων τοὺς στενωποὺς καὶ ἀπὸ τῶν οἰκιῶν μαχομένων εὐρώστως βιαζόμενος ἀπέβαλε τῶν Μακεδόνων οὐκ ὀλίγους. [5] διὰ δὲ τὴν ὀργὴν ἐμπρήσας τὴν πόλιν συγκατέκαυσε τοὺς πλείστους: τῶν δ᾽ [ἐγχωρίων τῶν] ὑπολειπομένων εἰς τρισχιλίους συμφυγόντας εἰς τὴν ἀκρόπολιν καὶ μεθ᾽ ἱκετηριῶν δεηθέντας ἀπέλυσεν.

97. αὐτὸς δὲ πάλιν μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς διὰ τοῦ ποταμοῦ τὸν πλοῦν ἐποιεῖτο μέχρι τῆς συμβολῆς τῶν προειρημένων ποταμῶν καὶ τοῦ Ἰνδοῦ. μεγάλων δὲ ῥείθρων εἰς ἕνα τόπον συῤῥαττόντων ἴλιγγες πολλαὶ καὶ φοβεραὶ συνίσταντο καὶ τὰ σκάφη συστρέφουσαι διέφθειρον. τῆς δὲ τοῦ ῥεύματος βίας ὀξείας καὶ σφοδρᾶς οὔσης καὶ τῆς τῶν κυβερνητῶν τέχνης κατισχυομένης δύο μὲν μακραὶ ναῦς κατέδυσαν, τῶν δὲ ἄλλων πλοίων οὐκ ὀλίγα πρὸς τὴν γῆν ἐξέπεσε. [2] τῆς δὲ ναυαρχίδος καταῤῥάκτῃ μεγάλῳ περιπεσούσης ὁ βασιλεὺς εἰς τὸν ἔσχατον ἦλθε κίνδυνον. διὸ καὶ τοῦ θανάτου πρὸ ὀφθαλμῶν ὄντος ὁ μὲν Ἀλέξανδρος ἀποθέμενος τὴν ἐσθῆτα γυμνῷ τῷ σώματι τῆς ἐνδεχομένης ἀντείχετο βοηθείας, οἱ δὲ φίλοι παρενήχοντο, σπεύδοντες ὑποδέξασθαι περιτρεπομένης τῆς νεὼς τὸν βασιλέα. [3] πολλῆς δὲ ταραχῆς περὶ τὴν ναῦν οὔσης καὶ τῶν μὲν ἀνδρῶν ἀντιταττομένων τῇ τοῦ ῥεύματος βίᾳ, τοῦ δὲ ποταμοῦ κατισχύοντος πᾶσαν ἀνθρωπίνην ἐπίνοιάν τε καὶ δύναμιν μόγις ὁ Ἀλέξανδρος μετὰ τῶν νεῶν εἰς τὴν γῆν ἐξέπεσεν. σωθεὶς δὲ παραδόξως τοῖς θεοῖς ἔθυσεν ὡς μεγίστους ἐκπεφευγὼς κινδύνους καὶ πρὸς ποταμὸν ὁμοίως Ἀχιλλεῖ διαγωνισάμενος.

98. μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Συδράκας καὶ τοὺς ὀνομαζομένους Μαλλούς, ἔθνη πολυάνθρωπα καὶ μάχιμα, κατέλαβε τοὺς ἐγχωρίους ἠθροικότας πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ μυρίους, ἅρματα δ᾽ ἑπτακόσια. οὗτοι πρὸ μὲν τῆς Ἀλεξάνδρου παρουσίας ἐπολέμουν ἀλλήλοις, ὡς δ᾽ ὁ βασιλεὺς ἤγγισε τῇ χώρᾳ, συνεφρόνησαν καὶ μυρίας παρθένους δόντες καὶ λαβόντες διὰ τῆς ἐπιγαμίας ταύτης διηλλάγησαν. [2] οὐ μὴν συγκατέβησαν εἰς παράταξιν, ἀλλὰ πάλιν στασιάσαντες ὑπὲρ τῆς ἡγεμονίας εἰς τὰς σύνεγγυς πόλεις ἀπεχώρησαν. ὁ δ᾽ Ἀλέξανδρος τῇ πρώτῃ πόλει πλησιάσας ἐξ ἐφόδου διενοεῖτο πολιορκεῖν ταύτην. [3] ἔνθα δὴ τῶν τερατοσκόπων τις Δημοφῶν ὄνομα προσελθὼν αὐτῷ διά τινων οἰωνῶν ἔφη προδηλοῦσθαι τῷ βασιλεῖ μέγαν κίνδυνον ἐκ τραύματος ἐσόμενον ἐν τῇ πολιορκίᾳ. διόπερ ἠξίου τὸν Ἀλέξανδρον ἀφεῖναι μὲν ταύτην τὴν πόλιν ἐπὶ τοῦ παρόντος, ἐφ᾽ ἑτέρας δὲ πράξεις ἐπιβάλλειν τὸν νοῦν. [4] ὁ δὲ βασιλεὺς τούτῳ μὲν ἐπέπληξεν ὡς ἐμποδίζοντι τὴν ἀρετὴν τῶν ἀγωνιζομένων, αὐτὸς δὲ διατάξας τὰ περὶ τὴν πολιορκίαν πρῶτος ἡγεῖτο πρὸς τὴν πόλιν, φιλοτιμούμενος αὐτὴν διὰ τῆς βίας χειρώσασθαι. τῶν δὲ μηχανικῶν ὀργάνων ὑστερούντων πρῶτος διακόψας πυλίδα καὶ παρεισπεσὼν εἰς τὴν πόλιν πολλοὺς μὲν κατέβαλε, τοὺς δὲ λοιποὺς τρεψάμενος συνεδίωξεν εἰς τὴν ἀκρόπολιν. [5] τῶν δὲ Μακεδόνων περὶ τὴν τειχομαχίαν ἔτι διατριβόντων ἁρπάσας κλίμακα καὶ τοῖς τῆς ἄκρας τείχεσι προσερείσας καὶ τὴν πέλτην ὑπὲρ τῆς κεφαλῆς ἔχων προσανέβαινε. τῆς δὲ κατὰ τὴν ἐνέργειαν ὀξύτητος φθανούσης τοὺς προμαχομένους τῶν βαρβάρων ταχέως ἐπέβη τῷ τείχει. [6] τῶν δ᾽ Ἰνδῶν εἰς χεῖρας μὲν ἐλθεῖν οὐ τολμώνων, ἐκ διαστήματος δὲ ἀκοντιζόντων καὶ τοξευόντων ὁ μὲν βασιλεὺς ὑπὸ τοῦ πλήθους τῶν βελῶν κατεπονεῖτο, οἱ δὲ Μακεδόνες δύο κλίμακας προσθέντες διὰ τούτων προσανέβαινον ἀθρόοι καὶ συντριβεισῶν ἀμφοτέρων ἐπὶ τὴν γῆν κατηνέχθησαν.

99. ὁ δὲ βασιλεὺς ἐρημωθεὶς πάσης βοηθείας ἐτόλμησεν ἐπιτελέσαι πρᾶξιν παράδοξον καὶ μνήμης ἀξίαν. τὸ γὰρ ἀπὸ τοῦ τείχους ἀπελθεῖν ἄπρακτον πρὸς τοὺς ἰδίους ἀνάξιον κρίνας ὑπάρχειν τῆς ἰδίας εὐπραξίας καθήλατο μετὰ τῶν ὅπλων μόνος εἰς τὴν πόλιν. [2] συνδραμόντων δ᾽ ἐπ᾽ αὐτὸν τῶν Ἰνδῶν ὑπέστη τεθαῤῥηκότως τὴν τῶν βαρβάρων ἐπιφοράν: προβαλλόμενος δ᾽ ἐκ τῶν δεξιῶν δένδρον τι παρ᾽ αὐτὸ τὸ τεῖχος ἐῤῥιζωμένον, ἐκ δὲ τῶν εὐωνύμων αὐτὸ τὸ τεῖχος ἠμύνετο τοὺς Ἰνδούς, οὕτω τῷ θυμῷ παραστὰς ὡς ἄν τις βασιλεὺς τηλικούτων ἤδη ἀπειργασμένων ἀνδραγαθήσειε, τὴν ἐσχάτην τοῦ βίου καταστροφὴν εὐκλεεστάτην γενέσθαι φιλοτιμούμενος. [3] πολλὰς μὲν γὰρ εἰς τὸ κράνος ἐλάμβανε πληγάς, οὐκ ὀλίγας δὲ εἰς τὴν πέλτην ἐδέχετο: τέλος δὲ τοξευθεὶς ὑπὸ τὸν μαστὸν ἔπεσεν εἰς γόνυ, κατισχυθεὶς ὑπὸ τῆς πληγῆς. εὐθὺ δ᾽ ὁ μὲν τοξεύσας Ἰνδὸς καταφρονήσας προσέδραμε καὶ καταφέροντος αὐτοῦ πληγὴν ὁ Ἀλέξανδρος ὑπέθηκε τῇ λαγόνι τὸ ξίφος καὶ καιρίου γενομένου τοῦ τραύματος ὁ μὲν βάρβαρος ἔπεσεν, ὁ δὲ βασιλεὺς ἐπιλαβόμενος τοῦ πλησίον κλάδου καὶ διαναστὰς προεκαλεῖτο τῶν Ἰνδῶν τοὺς βουλομένους διαγωνίσασθαι. [4] κατὰ δὲ τοῦτον τὸν χρόνον Πευκέστης, εἷς τῶν ὑπασπιστῶν, δι᾽ ἑτέρας κλίμακος προσαναβὰς πρῶτος ὑπερήσπισε τὸν βασιλέα: μετὰ δὲ τοῦτον ἕτεροι πλείους ἐπιφανέντες καὶ καταπληξάμενοι τοὺς βαρβάρους διέσωσαν τὸν Ἀλέξανδρον. τῆς δὲ πόλεως ἁλούσης κατὰ κράτος οἱ μὲν Μακεδόνες διὰ τὸν ὑπὲρ τοῦ βασιλέως θυμὸν πάντας τοὺς περιτυχόντας ἀνῄρουν καὶ τὴν πόλιν νεκρῶν ἐπλήρωσαν. [5] ἐπὶ πολλὰς δὲ ἡμέρας τοῦ βασιλέως ἀσχοληθέντος περὶ τὴν θεραπείαν οἱ κατὰ τὴν Βακτριανὴν καὶ Σογδιανὴν κατοικισθέντες Ἕλληνες ἐκ πολλοῦ μὲν τὸν ἐν τοῖς βαρβάροις κατοικισμὸν χαλεπῶς ἔφερον, τότε δὲ φήμης προσπεσούσης αὐτοῖς ὅτι τρωθεὶς ὁ βασιλεὺς τετελεύτηκεν ἀπέστησαν ἀπὸ τῶν Μακεδόνων. [6] ἀθροισθέντες δὲ εἰς τρισχιλίους, κατὰ τὴν εἰς οἶκον ἀνακομιδὴν πολλὰ πονήσαντες, ὕστερον ὑπὸ τῶν Μακεδόνων κατεκόπησαν μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.

100. ὁ δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο. παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον. [2] ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον. [3] τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς ὁ τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν. [4] καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δ᾽ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος,[5] ἔχων ῥόπαλον σύμμετρον. ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη: ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν. [6] ὡς δ᾽ ἐπῆγον ἀλλήλοις, ὁ μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, ὁ δ᾽ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν. εἶθ᾽ ὁ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, ὁ δ᾽ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν. [7] ὁ δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν. μέλλοντος δ᾽ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δ᾽ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη. [8] ῥιφέντος δ᾽ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.

101. ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ. [2] ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν. οὐ μὴν ἡ τύχη γε εἴασεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ. [3] ὅ τε γὰρ βασιλεὺς ἀλλοτριώτερον αἰεὶ διετέθη πρὸς αὐτόν, οἵ τε φίλοι τοῦ Ἀλεξάνδρου καὶ πάντες οἱ περὶ τὴν αὐλὴν Μακεδόνες, φθονοῦντες αὐτοῦ τῇ ἀρετῇ, ἔπεισαν μὲν τὸν ἐπὶ τῆς διακονίας τεταγμένον ὑποβαλεῖν ὑπὸ τὸ προσκεφάλαιον χρυσοῦν ποτήριον, αὐτοὶ δὲ κατὰ τὸν ἑξῆς πότον καταιτιασάμενοι κλοπὴν καὶ ποτήριον εὑρηκέναι προσποιηθέντες εἰς αἰσχύνην καὶ ἀδοξίαν ἤγαγον τὸν Διώξιππον. [4] ὁ δὲ θεωρῶν τὴν ἐπ᾽ αὐτὸν συνδρομὴν τῶν Μακεδόνων τότε μὲν ἐξῆλθεν ἐκ τοῦ πότου, μετ᾽ ὀλίγον δὲ ἐπὶ τὴν ἰδίαν κατάλυσιν παραγενόμενος καὶ γράψας πρὸς τὸν Ἀλέξανδρον ἐπιστολὴν περὶ τῶν καθ᾽ αὑτοῦ μεμηχανημένων ταύτην μὲν ἐνετείλατο τοῖς ἰδίοις δοῦναι τῷ βασιλεῖ, αὑτὸν δ᾽ ἐκ τοῦ ζῆν μετέστησεν, ἀβούλως μὲν εἰς τὴν μονομαχίαν συγκαταβάς, πολὺ δ᾽ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ποιησάμενος. [5] διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἄνοιαν ἐπιπλήττοντες ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν. [6] ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν χαλεπῶς μὲν ἤνεγκεν ἐπὶ τῇ τἀνδρὸς τελευτῇ καὶ πολλάκις ἐπεζήτησε τὴν ἀρετὴν αὐτοῦ καὶ παρόντι μὲν οὐ χρησάμενος, ἀπόντα δὲ ἐπιποθήσας ὅτε οὐδὲν ὄφελος ἔγνω τὴν καλοκἀγαθίαν τἀνδρὸς ἐκ τῆς τῶν διαβαλόντων κακίας.

102. ὁ δ᾽ οὖν Ἀλέξανδρος τὴν μὲν στρατιὰν προσέταξεν παρὰ τὸν ποταμὸν ἀντιπαράγειν ταῖς ναυσίν, αὐτὸς δὲ τὸν διὰ τοῦ ποταμοῦ κατὰ τὸν Ὠκεανὸν πλοῦν ποιούμενος κατῆρεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Σαμβαστῶν. [2] οὗτοι δὲ τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ ταῖς ἀρεταῖς οὐδενὸς τῶν Ἰνδικῶν ἐθνῶν λείπονται: οἰκοῦντες δὲ πόλεις δημοκρατουμένας καὶ τὴν ἔφοδον τῶν Μακεδόνων πυνθανόμενοι στρατιώτας ἤθροισαν πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, ἅρματα δὲ πεντακόσια. [3] τοῦ δὲ στόλου προσπλέοντος τῷ ξένῳ καὶ παραδόξῳ τῆς παρουσίας πτοηθέντες καὶ τὴν διαβεβοημένην δόξαν τῶν Μακεδόνων καταπλαγέντες, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευσάντων μὴ διαγωνίζεσθαι πεντήκοντα τοὺς ἐπιφανεστάτους πρεσβευτὰς ἐξαπέστειλαν, ἀξιοῦντες φιλανθρώπως αὐτοῖς προσενεχθῆναι. [4] ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη. μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο. περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας. [5] μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν. ἑξῆς δ᾽ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον. τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν. [6]

ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας. [7] τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς: τῶν δὲ λοιπῶν μεθ᾽ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων. ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.

103. τῆς δ᾽ ἐσχάτης τῶν Βραχμάνων πόλεως, ἣν ὀνομάζουσιν Ἁρματήλια, πεφρονηματισμένης ἐπ᾽ ἀνδρείᾳ καὶ δυσχωρίαις ἀπέστειλεν ὀλίγους τῶν ψιλῶν, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ἐὰν ἐπεξίωσιν ὑποφεύγειν. [2] οὗτοι μὲν οὖν ὄντες πεντακόσιοι καὶ προσμαχόμενοι τοῖς τείχεσι κατεφρονήθησαν. ἐπεξελθόντων δ᾽ ἐκ τῆς πόλεως στρατιωτῶν τρισχιλίων προσποιηθέντες καταπεπλῆχθαι πρὸς φυγὴν ὥρμησαν. [3] ὁ δὲ βασιλεὺς μετ᾽ ὀλίγον ὑποστὰς τοὺς διώκοντας τῶν βαρβάρων καὶ μάχην καρτερὰν συστησάμενος οὓς μὲν ἀπέκτεινε τῶν βαρβάρων, οὓς δ᾽ ἐζώγρησε. τῶν δὲ μετὰ τοῦ βασιλέως οὐκ ὀλίγοι τρωθέντες εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους:[4] ὁ γὰρ τῶν βαρβάρων σίδηρος κεχρισμένος ἦν φαρμάκου θανασίμου δυνάμει, ᾗ πεποιθότες κατέβησαν εἰς τὴν διὰ τῆς μάχης κρίσιν. κατεσκεύαστο δὲ ἡ τοῦ φαρμάκου δύναμις ἔκ τινων ὄφεων θηρευομένων καὶ τούτων εἰς τὸν ἥλιον νεκρῶν τιθεμένων. [5] τῆς δ᾽ ἐκ τοῦ καύματος θερμασίας τηκούσης τὴν τῆς σαρκὸς φύσιν ἱδρῶτας ἐκπίπτειν συνέβαινε καὶ διὰ τῆς νοτίδος συνεκκρίνεσθαι τὸν τῶν θηρίων ἰόν. διὸ καὶ τοῦ τρωθέντος εὐθὺς ἐνάρκα τὸ σῶμα καὶ μετ᾽ ὀλίγον ὀξεῖαι συνηκολούθουν ὀδύναι καὶ σπασμὸς καὶ τρόμος τὸν ὅλον ὄγκον κατεῖχεν, ὅ τε χρὼς ψυχρὸς καὶ πελιδνὸς ἐγίνετο καὶ διὰ τῶν ἐμέτων ἐξέπιπτεν χολή, πρὸς δὲ τούτοις ἀπὸ τοῦ τραύματος μέλας ἀφρὸς ἀπέῤῥει καὶ σηπεδὼν ἐγεννᾶτο. αὕτη δὲ νεμομένη ταχέως ἐπέτρεχε τοῖς καιρίοις τόποις τοῦ σώματος καὶ δεινοὺς θανάτους ἀπειργάζετο. [6] διὸ συνέβαινε τὰ ἴσα τοῖς μεγάλα τραύματ᾽ εἰληφόσι καὶ τοῖς μικρὰν καὶ τὴν τυχοῦσαν ἀμυχὴν ἀναδεξαμένοις. τοιαύτῃ δ᾽ ἀπωλείᾳ τῶν τρωθέντων ἀπολλυμένων ἐπὶ μὲν τοῖς ἄλλοις οὐχ οὕτως ὁ βασιλεὺς ἐλυπήθη, ἐπὶ δὲ Πτολεμαίῳ τῷ ὕστερον μὲν βασιλεύσαντι, τότε δὲ ἀγαπωμένῳ μεγάλως ἠχθέσθη. [7] ἴδιον γάρ τι καὶ παράδοξον συνέβη γενέσθαι περὶ τὸν Πτολεμαῖον, ὅ τινες εἰς θεῶν πρόνοιαν ἀνέπεμπον. ἀγαπώμενος γὰρ ὑφ᾽ ἁπάντων διά τε τὴν ἀρετὴν καὶ ὑπερβολὴν τῆς εἰς πάντας εὐεργεσίας, οἰκείας τοῦ φιλανθρώπου βοηθείας ἔτυχεν. ὁ γὰρ βασιλεὺς εἶδεν ὄψιν κατὰ τὸν ὕπνον, καθ᾽ ἣν ἔδοξεν ὁρᾶν δράκοντα βοτάνην ἐν τῷ στόματι κρατεῖν καὶ δεῖξαι ταύτης τὴν φύσιν καὶ τὴν δύναμιν καὶ τὸν τόπον ἐν ᾧ φύεται. [8] ἐγερθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ τὴν βοτάνην ἀναζητήσας καὶ τρίψας τό τε σῶμα τοῦ Πτολεμαίου κατέπλασε καὶ πιεῖν δοὺς ὑγιῆ κατέστησε. γνωσθείσης δὲ τῆς εὐχρηστίας καὶ οἱ λοιποὶ τυχόντες τῆς ὁμοίας θεραπείας διεσώθησαν. τὴν δὲ πόλιν τῶν Ἁρματηλίων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἐπεβάλετο μὲν πολιορκεῖν, τῶν δ᾽ ἐγχωρίων ἀπαντησάντων μεθ᾽ ἱκετηριῶν καὶ παραδόντων ἑαυτοὺς ἀπέλυσεν αὐτοὺς τῆς τιμωρίας.

104. αὐτὸς δὲ καταπλεύσας εἰς τὸν Ὠκεανὸν μετὰ τῶν φίλων καὶ δύο νήσους ἐνταῦθα κατιδὼν ἔθυσεν ἐν αὐταῖς τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ πολλὰ μὲν ἐκπώματα καὶ μεγάλα χρυσᾶ κατεπόντισε ταῖς σπονδαῖς συναφιείς, βωμοὺς δὲ Τηθύος καὶ Ὠκεανοῦ κατασκευάσας ὑπέλαβεν τετελευτηκέναι τὴν προκεχειρισμένην στρατείαν. ἀναζεύξας δ᾽ ἐντεῦθεν εἰς τοὐπίσω διὰ τοῦ ποταμοῦ παρέπλευσεν εἰς Πάταλα, πόλιν ἐπίσημον. [2] αὕτη δὲ τὴν πολιτείαν εἶχε διατεταγμένην ὁμοίως τῇ Σπάρτῃ: ἀπὸ δύο γὰρ οἴκων ἐν αὐτῇ διεδέχοντο δύο βασιλεῖς, αἰεὶ τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων, τὸ δὲ τῶν γερόντων ἀρχεῖον τῶν ὅλων προειστήκει. [3] ὁ δ᾽ οὖν Ἀλέξανδρος τὰ πεπονηκότα τῶν σκαφῶν ἐνέπρησε, τὸν δὲ λοιπὸν στόλον παραδοὺς Νεάρχῳ καί τισιν ἄλλοις τῶν φίλων προσέταξε τὴν παραλίαν πᾶσαν παραπλεῦσαι δι᾽ Ὠκεανοῦ καὶ πάντα κατασκεψαμένους ἀπαντᾶν ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου ποταμοῦ. [4] αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐπῆλθε πολλὴν χώραν καὶ τοὺς μὲν ἐναντιουμένους κατεπολέμησε, τοὺς δὲ πειθαρχοῦντας φιλανθρώπως προσεδέχετο. τοὺς μὲν γὰρ Ἀβρίτας ὀνομαζομένους καὶ τοὺς τὴν Κεδρωσίαν οἰκοῦντας χωρὶς κινδύνων προσηγάγετο,[5] μετὰ δὲ ταῦτα πολλὴν μὲν ἄνυδρον, οὐκ ὀλίγην δὲ ἔρημον διελθὼν ἐπὶ τὰ Ὠρείτιδος ὅρια κατήντησεν. εἰς τρία δὲ μέρη τὴν δύναμιν διελόμενος τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον, τοῦ δὲ δευτέρου Λεοννάτον,[6] καὶ τὴν μὲν παραθαλαττίαν λεηλατεῖν προσέταξε Πτολεμαῖον, τὴν μεσόγειον δὲ κατασῦραι Λεοννάτον,τὴν δ᾽ ὑπώρειαν καὶ τὴν ὀρεινὴν αὐτὸς ἐπόρθησεν. ἅμα δ᾽ ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν καιρὸν πολλῆς χώρας δῃουμένης ἔγεμε πᾶς τόπος πυρὸς καὶ διαρπαγῆς καὶ πολλῶν φόνων. [7] διόπερ ταχέως οἱ μὲν στρατιῶται πολλῆς λείας ἐκυρίευσαν, τῶν δ᾽ ἀναιρεθέντων σωμάτων ἀριθμὸς ἐγένετο πολλῶν μυριάδων. τῇ δὲ τῶν ἐθνῶν τούτων ἀπωλείᾳ πάντες οἱ πλησιόχωροι περίφοβοι γενόμενοι προσεχώρησαν τῷ βασιλεῖ. [8] ὁ δ᾽ Ἀλέξανδρος παρὰ θάλατταν ἐφιλοτιμήθη κτίσαι πόλιν καὶ λιμένα μὲν εὑρὼν ἄκλυστον, πλησίον δ᾽ αὐτοῦ τόπον εὔθετον ἔκτισεν ἐν αὐτῷ πόλιν Ἀλεξάνδρειαν.

105. εἰς δὲ τὴν τῶν Ὠρειτῶν χώραν διὰ τῶν παρόδων παρεισελθὼν ταχέως ἅπασαν ὑπήκοον ἐποιήσατο. οἱ δὲ Ὠρεῖται τὰ μὲν ἄλλα παραπλήσια τοῖς Ἰνδοῖς ἔχουσιν, ἓν δὲ ἐξηλλαγμένον καὶ παντελῶς ἄπιστον. [2] τῶν γὰρ τελευτησάντων παρ᾽ αὐτοῖς τὰ σώματα ἐκφέρουσιν οἱ συγγενεῖς γυμνοὶ λόγχας ἔχοντες, εἰς δὲ τοὺς ἐπὶ τῆς χώρας δρυμοὺς θέντες τὸ σῶμα τὸν μὲν περικείμενον τῷ νεκρῷ κόσμον περιαιροῦνται, τὸ δὲ σῶμα τοῦ τετελευτηκότος καταλείπουσι βορὰν τοῖς θηρίοις: τὰς δ᾽ ἐσθῆτας διελόμενοι θύουσι τοῖς κατὰ γῆν ἥρωσι καὶ τῶν οἰκείων ὑποδοχὴν ποιοῦνται. [3]

μετὰ δὲ ταῦθ᾽ ὁ Ἀλέξανδρος προῆγεν ἐπὶ τὴν Κεδρωσίαν, παρὰ θάλατταν τὴν πορείαν ποιούμενος, καὶ κατήντησεν εἰς ἔθνος ἄξενον καὶ παντελῶς θηριῶδες. [4] τούς τε γὰρ ὄνυχας οἱ τῇδε κατοικοῦντες ἐκ γενετῆς αὔξουσι μέχρι γήρως καὶ τὸ τρίχωμα πεπιλωμένον ἐῶσι, τὸ δὲ χρῶμα διὰ τὴν τοῦ ἡλίου θερμότητα κατακεκαυμένον ἔχουσι καὶ δορὰς θηρίων περιβέβληνται. [5] σιτοῦνται δὲ τὰ ἐκβαλλόμενα κήτη σαρκοφαγοῦντες καὶ τὰς οἰκήσεις κατασκευάζουσι τοὺς μὲν τοίχους É ἀνοικοδομοῦντες, τὰς δ᾽ ὀροφὰς ἐκ τῶν τοῦ κήτους πλευρῶν, ἐξ ὧν ὀκτωκαιδεκαπήχεις δοκοὶ κατηρτίζοντο: ἀντὶ δὲ τῶν κεράμων ταῖς φολίσι τῶν ζῴων τὰς στέγας κατεκάλυπτον. [6] ὁ δὲ Ἀλέξανδρος διελθὼν τοῦτο τὸ ἔθνος ἐπιπόνως διὰ σπάνιν τροφῆς ἐνέβαλεν εἰς χώραν ἔρημον καὶ πάντων τῶν εἰς τὸ ζῆν χρησίμων σπανίζουσαν. πολλῶν δὲ διὰ τὴν ἔνδειαν διαφθειρομένων ἥ τε δύναμις τῶν Μακεδόνων ἠθύμησεν καὶ ὁ Ἀλέξανδρος ἐνέπεσεν οὐκ εἰς τὴν τυχοῦσαν λύπην τε καὶ φροντίδα: δεινὸν γὰρ ἐφαίνετο τοὺς ἀρετῇ καὶ τοῖς ὅπλοις ἅπαντας ὑπερβαλομένους ἐν ἐρήμῳ χώρᾳ πάντων σπανίζοντας ἀκλεῶς ἀπόλλυσθαι. [7] διόπερ εὐζώνους ἄνδρας ἐξέπεμψεν εἰς τὴν Παρθυαίαν καὶ Δραγγινὴν καὶ Ἀρίαν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους τῇ ἐρήμῳ, προστάξας ταχέως ἀγαγεῖν ἐπὶ τὰς ἐμβολὰς τῆς Καρμανίας δρομάδας καμήλους καὶ τὰ νωτοφορεῖν εἰωθότα τῶν φορτίων, γεμίσαντας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων. [8] οὗτοι μὲν οὖν ὀξέως διανύσαντες πρὸς τοὺς σατράπας τούτων τῶν ἐπαρχιῶν ἐποίησαν παρακομισθῆναι πολλὴν ἀγορὰν ἐπὶ τὸν ὡρισμένον τόπον. ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον διὰ τὴν ἀβοήθητον ἔνδειαν πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν, μετὰ δὲ ταῦτα κατὰ τὴν πορείαν ὄντος αὐτοῦ τῶν Ὠρειτῶν τινες ἐπιθέμενοι τοῖς περὶ τὸν Λεοννάτον τεταγμένοις καὶ συχνοὺς καταβαλόντες ἀπέφυγον εἰς τὴν ἑαυτῶν χώραν.

106. μόγις δὲ περάσας τὴν ἔρημον ἧκεν εἰς χώραν οἰκουμένην καὶ πάντων τῶν χρησίμων εὐποροῦσαν. ἐν ταύτῃ δὲ προσαναλαβὼν τὴν δύναμιν ἐφ᾽ ἑπτὰ μὲν ἡμέρας προῄει κεκοσμημένῃ τῇ δυνάμει πανηγυρικῶς καὶ Διονύσῳ κῶμον ἤγαγεν ἑορτάζων καὶ μέθῃ καὶ πότοις χρώμενος κατὰ τὴν ὁδοιπορίαν. [2] ἀπὸ τούτων δὲ γενόμενος, ἀκούσας ὅτι πολλοὶ τῶν βιαίως καὶ ὑβριστικῶς κεχρημένων ταῖς ἐξουσίαις παρανενομήκασι, πολλοὺς τῶν τε σατραπῶν καὶ στρατηγῶν τιμωρίας ἠξίωσεν. τῆς δ᾽ εἰς τοὺς παρανενομηκότας ἡγεμόνας μισοπονηρίας διαβοηθείσης πολλοὶ τῶν στρατηγῶν συνειδότες ἑαυτοῖς ὕβρεις καὶ παρανομίας εἰς φόβον ἐνέπιπτον καὶ τινὲς μὲν μισθοφόρους ἔχοντες ἀφίσταντο τοῦ βασιλέως, τινὲς δὲ χρήματα συσκευασάμενοι δρασμοὺς ἐποιοῦντο. [3] ταῦτα δὲ πυνθανόμενος ὁ βασιλεὺς πρὸς πάντας τοὺς κατὰ τὴν Ἀσίαν στρατηγοὺς καὶ σατράπας ἔγραψεν, ἐπειδὰν ἀναγνῶσι τὴν ἐπιστολήν, παραχρῆμα πάντας τοὺς μισθοφόρους ἀπολῦσαι. [4]

κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ δι᾽ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν. [5] οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου. [6] οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις [παραδόξους] νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπ᾽ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δ᾽ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι:[7] ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.

107. ὁ δὲ βασιλεὺς περὶ τούτων διακούσας τοῖς μὲν ἡγουμένοις τοῦ στόλου παρήγγειλεν ἐπὶ τὸν Εὐφράτην καταπλεῦσαι, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πολλὴν χώραν διελθὼν συνῆψε τοῖς Σουσιανοῖς ὅροις. περὶ δὲ τοὺς καιροὺς τούτους Κάρανος ὁ Ἰνδός, ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ τιμώμενος ὑπ᾽ Ἀλεξάνδρου, παράδοξον ἐποιήσατο τὴν τοῦ βίου καταστροφήν. [2] βεβιωκὼς γὰρ ἔτη τρία πρὸς τοῖς ἑβδομήκοντα καὶ πάντα τὸν χρόνον ἀπείρατος γεγονὼς ἀῤῥωστίας ἔκρινεν ἑαυτὸν ἐκ τοῦ ζῆν μεταστῆσαι ὡς τὸ τέλειον τῆς εὐδαιμονίας παρά τε τῆς φύσεως καὶ τῆς τύχης ἀπειληφώς. [3] καταπειραθεὶς δ᾽ ὑπ᾽ ἀῤῥωστίας καὶ καθ᾽ ἡμέραν αἰεὶ μᾶλλον βαρυνόμενος ἠξίωσε τὸν βασιλέα πυρὰν αὐτῷ μεγάλην κατασκευάσαι καὶ προσαναβάντος ἐπὶ ταύτην αὐτοῦ προστάξαι τοῖς ὑπηρέταις πῦρ ἐνεῖναι. [4] ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον αὐτὸν ἀποτρέπειν ἐπειρᾶτο ταύτης τῆς ἐπιβολῆς, ὡς δ᾽ οὐχ ὑπήκουσεν, ὡμολόγησε συντελέσειν περὶ ὧν ἠξιωκὼς ἦν. διαγγελθείσης δὲ τῆς πράξεως ἡ μὲν πυρὰ κατεσκευάσθη, τὸ δὲ πλῆθος κατήντησεν ἐπὶ τὴν παράδοξον θέαν. [5] ὁ δὲ Κάρανος ἀκολουθήσας τοῖς ἰδίοις δόγμασι τεθαῤῥηκότως ἐπέστη τῇ πυρᾷ καὶ μετὰ ταύτης καταφλεχθεὶς ἐτελεύτησεν. τῶν δὲ παρόντων οἱ μὲν μανίαν αὐτοῦ κατέγνωσαν, οἱ δὲ κενοδοξίαν ἐπὶ καρτερίᾳ, τινὲς δὲ τὴν εὐψυχίαν καὶ τὴν τοῦ θανάτου καταφρόνησιν ἐθαύμασαν. [6] ὁ δὲ βασιλεὺς τοῦτον μὲν ἔθαψε πολυτελῶς, αὐτὸς δὲ παρελθὼν εἰς Σοῦσα τὴν μὲν πρεσβυτέραν τῶν Δαρείου θυγατέρων Στάτειραν ἔγημεν, τὴν δὲ νεωτέραν Ἡφαιστίωνι συνῴκισε Δρυπῆτιν. ἔπεισε δὲ καὶ τοὺς ἐπιφανεστάτους τῶν φίλων γῆμαι καὶ συνῴκισεν αὐτοῖς τὰς εὐγενεστάτας παρθένους Περσίδας.

108. κατὰ τοῦτον τὸν καιρὸν ἧκον εἰς τὰ Σοῦσα τρισμύριοι τῶν Περσῶν, νέοι μὲν παντελῶς ταῖς ἡλικίαις, ἐπιλελεγμένοι δὲ ταῖς τῶν σωμάτων εὐπρεπείαις τε καὶ ῥώμαις. [2] κατὰ δέ τινας ἐντολὰς τοῦ βασιλέως ἠθροισμένοι, χρόνον ἱκανὸν ἐπιστάτας καὶ διδασκάλους ἐσχηκότες τῶν πολεμικῶν ἔργων, πάντες δὲ Μακεδονικαῖς πανοπλίαις πολυτελῶς κεκοσμημένοι, παρεμβολὴν μὲν ἐποιήσαντο πρὸ τῆς πόλεως, ἐπιδειξάμενοι δὲ τῷ βασιλεῖ τὴν ἐν τοῖς ὅπλοις ἄσκησιν καὶ μελέτην ἐτιμήθησαν διαφερόντως. [3] τῶν γὰρ Μακεδόνων πρὸς τὴν τοῦ Γάγγου ποταμοῦ διάβασιν ἀντειπόντων καὶ πολλάκις ἐν ταῖς ἐκκλησίαις καταβοώντων καὶ τὴν ἐξ Ἄμμωνος γένεσιν διασυρόντων τοῦτο τὸ σύστημα κατεσκεύασεν ἐκ μιᾶς μὲν ἡλικίας τῶν Περσῶν καὶ ὁμοίας συνεστηκός, δυνάμενον δὲ ἀντίταγμα γενέσθαι τῇ Μακεδονικῇ φάλαγγι. καὶ τὰ μὲν περὶ Ἀλέξανδρον ἐν τούτοις ἦν. [4]

Ἅρπαλος δὲ τῶν ἐν Βαβυλῶνι θησαυρῶν καὶ τῶν προσόδων τὴν φυλακὴν πεπιστευμένος, ἐπειδὴ τάχιστα ὁ βασιλεὺς εἰς τὴν Ἰνδικὴν ἐστράτευσεν, ἀπέγνω τὴν ἐπάνοδον αὐτοῦ, δοὺς δ᾽ ἑαυτὸν εἰς τρυφὴν καὶ πολλῆς χώρας ἀποδεδειγμένος σατράπης τὸ μὲν πρῶτον εἰς ὕβρεις γυναικῶν καὶ παρανόμους ἔρωτας βαρβάρων ἐξετράπη καὶ πολλὰ τῆς γάζης ἀκρατεστάταις ἡδοναῖς κατανάλωσεν, ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης πολὺ διάστημα κομίζων ἰχθύων πλῆθος καὶ δίαιταν πολυδάπανον ἐνιστάμενος ἐβλασφημεῖτο. [5] μετὰ δὲ ταῦτ᾽ ἐκ τῶν Ἀθηνῶν τὴν ἐπιφανεστάτην τῶν ἑταιρῶν ὄνομα Πυθονίκην μετεπέμψατο καὶ ζῶσάν τε αὐτὴν βασιλικαῖς δωρεαῖς ἐτίμησε καὶ μεταλλάξασαν ἔθαψε πολυτελῶς καὶ τάφον κατὰ τὴν Ἀττικὴν κατεσκεύασε πολυδάπανον. [6] μετὰ δὲ ταῦτα ἄλλην ἑταίραν Ἀττικὴν ὄνομα Γλυκέραν μεταπεμψάμενος ἐν ὑπερβαλλούσῃ τρυφῇ καὶ πολυδαπάνῳ διαιτήματι διεξῆγεν: εἰς δὲ τὰ παράλογα τῆς τύχης καταφυγὰς ποριζόμενος εὐεργέτει τὸν τῶν Ἀθηναίων δῆμον. τοῦ δὲ Ἀλεξάνδρου μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον πολλοὺς τῶν σατραπῶν κατηγορηθέντας ἀνελόντος φοβηθεὶς τὴν τιμωρίαν καὶ συσκευασάμενος ἀργυρίου μὲν τάλαντα πεντακισχίλια, μισθοφόρους δ᾽ ἀθροίσας ἑξακισχιλίους ἀπῆρεν ἐκ τῆς Ἀσίας καὶ κατέπλευσεν εἰς τὴν Ἀττικήν. [7] οὐδενὸς δὲ αὐτῷ προσέχοντος τοὺς μὲν μισθοφόρους ἀπέλιπε περὶ Ταίναρον τῆς Λακωνικῆς, αὐτὸς δὲ μέρος τῶν χρημάτων ἀναλαβὼν ἱκέτης ἐγένετο τοῦ δήμου. ἐξαιτούμενος δὲ ὑπ᾽ Ἀντιπάτρου καὶ Ὀλυμπιάδος καὶ πολλὰ χρήματα διαδοὺς τοῖς ὑπὲρ αὐτοῦ δημηγοροῦσι ῥήτορσι διέδρα καὶ κατῆρεν εἰς Ταίναρον πρὸς τοὺς μισθοφόρους. [8] ἐκεῖθεν δὲ πλεύσας εἰς Κρήτην ὑπὸ Θίβρωνος ἑνὸς τῶν φίλων ἐδολοφονήθη. οἱ δ᾽ Ἀθηναῖοι τῶν τοῦ Ἁρπάλου χρημάτων λόγον ἀναζητοῦντες Δημοσθένην καὶ ἄλλους τινὰς τῶν ῥητόρων κατεδίκασαν ὡς εἰληφότας τῶν Ἁρπάλου χρημάτων.

109. ὁ δὲ Ἀλέξανδρος τῶν Ὀλυμπίων ὄντων ἐκήρυξεν ἐν Ὀλυμπίᾳ τοὺς φυγάδας πάντας εἰς τὰς πατρίδας κατιέναι πλὴν τῶν ἱεροσύλων καὶ φονέων. αὐτὸς δ᾽ ἐπιλέξας τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἀπέλυσε τῆς στρατείας, ὄντας ὡς μυρίους. [2] πυνθανόμενος δὲ πολλοὺς αὐτῶν εἶναι καταδανείους ἐν ἡμέρᾳ μιᾷ τὰ δάνεια βραχὺ λείποντα τῶν μυρίων ταλάντων διέλυσεν. τῶν δ᾽ ἀπολειπομένων Μακεδόνων ἀπειθούντων καὶ κατὰ τὴν ἐκκλησίαν καταβοώντων παροξυνθεὶς κατηγόρησεν αὐτῶν τεθαῤῥηκότως. καταπληξάμενος δὲ τὸ πλῆθος ἐτόλμησεν αὐτὸς καταβὰς ἀπὸ τοῦ βήματος τοὺς αἰτιωτάτους τῆς ταραχῆς ταῖς ἰδίαις χερσὶ παραδοῦναι τοῖς ὑπηρέταις πρὸς τὴν τιμωρίαν. [3] ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξανομένης ὁ μὲν βασιλεὺς ἐκ τῶν ἐκλελεγμένων Περσῶν ἡγεμόνας κατέστησε καὶ τούτους προῆγεν ἐπὶ τὸ πρωτεῖον: οἱ δὲ Μακεδόνες μετανοήσαντες καὶ πολλὰ μετὰ δακρύων δεηθέντες μόγις ἔπεισαν τὸν Ἀλέξανδρον αὐτοῖς διαλλαγῆναι.

110. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀντικλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κορνήλιον καὶ Κόιντον Ποπίλλιον. ἐπὶ δὲ τούτων Ἀλέξανδρος εἰς τὸν τῶν ἀπολελυμένων ἀριθμὸν ἀνεπλήρωσεν ἐκ τῶν Περσῶν καὶ χιλίους αὐτῶν εἰς τοὺς περὶ τὴν αὐλὴν ἔταξεν ὑπασπιστὰς καὶ τὸ σύνολον οὐχ ἥττους εἰς πίστιν τῶν Μακεδόνων ὑπέλαβεν. [2] ἧκεν δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Πευκέστης ἄγων Πέρσας τοξότας καὶ σφενδονήτας δισμυρίους: καταμίξας δὲ τούτους τοῖς προϋπάρχουσι στρατιώταις τῇ καινότητι τῆς καινοτομίας κατεσκεύασε τὴν ὅλην δύναμιν κεκραμένην καὶ ἁρμόζουσαν τῇ ἰδίᾳ προαιρέσει. [3] τῶν δὲ Μακεδόνων ἐκ τῶν αἰχμαλωτίδων γεγεννηκότων υἱοὺς τὸν ἀριθμὸν τῶν παίδων ἀκριβῶς ἐσκέψατο, ὄντων δ᾽ αὐτῶν σχεδὸν μυρίων ἅπασι τὰς ἁρμοζούσας πρὸς τροφὴν ἐλευθέριον συντάξεις ἀπομερίσας τούτοις μὲν παιδευτὰς ἐπέστησε τοὺς διδάξοντας τὴν ἁρμόζουσαν παιδείαν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐκ τῶν Σούσων καὶ διαβὰς τὸν Τίγριν ἐν ταῖς Κάραις καλουμέναις κώμαις κατεστρατοπέδευσεν. [4] ἑξῆς δ᾽ ἐν ἡμέραις τέτταρσι τὴν Σιττακινὴν διανύσας ἧκεν εἰς τὰ καλούμενα Σάμβανα. ἐνταῦθα δὲ μείνας ἡμέρας ἑπτὰ καὶ προσαναλαβὼν τὴν δύναμιν τριταῖος εἰς τοὺς Κέλωνας προσαγορευομένους ἧκεν, ἐν ᾧ μέχρι νῦν διαμένει γένος Βοιώτιον, κατὰ μὲν τὴν Ξέρξου στρατείαν ἀνάστατον γεγονός, μεμνημένον δ᾽ ἔτι τῶν πατρίων νόμων:[5] ὄντες γὰρ οὗτοι δίφωνοι τῇ μὲν ἑτέρᾳ διαλέκτῳ ἐξωμοιώθησαν τοῖς ἐγχωρίοις, τῇ δ᾽ ἑτέρᾳ πλείστας τῶν Ἑλληνικῶν λέξεων διετήρουν καὶ τῶν ἐπιτηδευμάτων ἔνια διεφύλαττον. τέλος δὲ προσμείνας ἡμέρας É ἀνέζευξε καὶ παρεγκλίνας τὴν ὑποκειμένην ὁδὸν θέας ἕνεκεν ἦλθεν εἰς τὴν ὀνομαζομένην Βαγιστάνην, θεοπρεπεστάτην τε χώραν οὖσαν καὶ πλήρη καρπίμων δένδρων καὶ τῶν ἄλλων ἁπάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων. [6] μετὰ δὲ ταῦτα παρελθὼν εἴς τινα χώραν δυναμένην ἐκτρέφειν ἀγέλας παμπληθεῖς ἵππων, ἐν ᾗ τὸ παλαιὸν ἔφασαν ἑκκαίδεκα μυριάδας ἵππων γεγονέναι φορβάδων, κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν ἓξ μόναι μυριάδες ἠριθμήθησαν, ἐνταῦθα διαμείνας ἡμέρας τριάκοντα ἑβδομαῖος διήνυσεν εἰς Ἐκβάτανα τῆς Μηδείας. [7] ταύτης δέ φασι διακοσίων μὲν καὶ πεντήκοντα σταδίων τὴν περίμετρον ὑπάρχειν, βασίλεια δ᾽ ἔχειν τῆς ὅλης Μηδείας καὶ θησαυροὺς πολλῶν χρημάτων. ἔνθα δὴ χρόνον τινὰ τὴν δύναμιν ἀναλαβὼν ἀγῶνάς τε θυμελικοὺς ἐποίει καὶ πότους συνεχεῖς τῶν φίλων,[8] ἐν οἷς Ἡφαιστίων ἀκαίροις μέθαις χρησάμενος καὶ περιπεσὼν ἀῤῥωστίᾳ τὸν βίον ἐξέλιπεν: ὁ δὲ βασιλεὺς χαλεπῶς ἐνέγκας τὸ συμβὰν τὸ σῶμα τοῦ τετελευτηκότος Περδίκκᾳ παρέδωκεν εἰς Βαβυλῶνα κομίσαι, βουλόμενος ἐπιφανεστάτην αὐτοῦ ποιήσασθαι τὴν ταφήν.

111. ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα ταραχαὶ συνίσταντο καὶ πραγμάτων καινῶν κινήσεις, ἐξ ὧν ὁ Λαμιακὸς πόλεμος κληθεὶς ἔλαβε τὴν ἀρχήν, ἐκ τοιαύτης τινὸς αἰτίας. τοῦ βασιλέως προστάξαντος τοῖς σατράπαις ἅπασιν ἀπομίσθους ποιῆσαι τοὺς μισθοφόρους καὶ τούτων τὸ πρόσταγμα συντελεσάντων πολλοὶ τῆς στρατείας ἀπολελυμένοι ξένοι διέτρεχον καθ᾽ ὅλην τὴν Ἀσίαν πλανώμενοι καὶ τὰς ἀναγκαίας τροφὰς ἐκ τῶν προνομῶν ποριζόμενοι. μετὰ δὲ ταῦτα πανταχόθεν διῆραν ἐπὶ Ταίναρον τῆς Λακωνικῆς. [2] ὁμοίως δὲ καὶ τῶν Περσικῶν σατραπῶν καὶ τῶν ἄλλων ἡγεμόνων οἱ περιλειφθέντες χρήματά τε καὶ στρατιώτας ἀθροίζοντες ἔπλεον ἐπὶ Ταίναρον καὶ κοινὴν δύναμιν ἤθροιζον. [3] τὸ δὲ τελευταῖον Λεωσθένην τὸν Ἀθηναῖον, ἄνδρα ψυχῆς λαμπρότητι διάφορον καὶ μάλιστ᾽ ἀντικείμενον τοῖς Ἀλεξάνδρου πράγμασιν, εἵλοντο στρατηγὸν αὐτοκράτορα. οὗτος δὲ τῇ βουλῇ διαλεχθεὶς ἐν ἀποῤῥήτοις πεντήκοντα μὲν ἔλαβε τάλαντα πρὸς τὴν μισθοδοσίαν, ὅπλων δὲ πλῆθος ἱκανὸν εἰς τὰς κατεπειγούσας χρείας, πρὸς δὲ Αἰτωλοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα περὶ συμμαχίας διεπρεσβεύσατο καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο. [4]

Λεωσθένης μὲν οὖν προορώμενος τὸ μέγεθος τοῦ πολέμου περὶ ταῦτα διέτριβεν. ὁ δ᾽ Ἀλέξανδρος τῶν Κοσσαίων ἀπειθούντων ἐστράτευσεν ἐπ᾽ αὐτοὺς εὐζώνῳ τῇ δυνάμει. τοῦτο δὲ τὸ ἔθνος ἀλκῇ διαφέρον κατοικεῖ μὲν τῆς Μηδείας τὴν ὀρεινήν, πεποιθὸς δὲ τῇ τῶν τόπων δυσχωρίᾳ καὶ ταῖς κατὰ πόλεμον ἀρεταῖς οὐδέποτε δεσπότην ἔπηλυν προσεδέδεκτο, ἀλλὰ καὶ κατὰ τὴν Περσῶν βασιλείαν διέμεινεν ἀνάλωτον καὶ τότε πεφρονηματισμένον οὐ κατεπλάγη τὴν τῶν Μακεδόνων ἀρετήν. [5] ὁ δὲ βασιλεὺς προκαταλαβόμενος τὰς παρόδους καὶ τῆς Κοσσαίας τὴν πλείστην πορθήσας καὶ κατὰ πάσας τὰς συμπλοκὰς προτερῶν πολλοὺς μὲν ἀπέκτεινε τῶν βαρβάρων, πολλαπλασίους δ᾽ ἐζώγρησεν. οἱ δὲ Κασσαῖοι πάντῃ νικώμενοι καὶ διὰ τὸ πλῆθος τῶν ἑαλωκότων χαλεπῶς φέροντες ἠναγκάσθησαν τῆς τῶν αἰχμαλώτων σωτηρίας τὴν δουλείαν ἀλλάξασθαι. [6] διὸ καὶ τὰ καθ᾽ αὑτοὺς ἐπιτρέψαντες ἐτύγχανον εἰρήνης σὺν τῷ ποιεῖν τὸ προσταττόμενον τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος ἐν ἡμέραις ταῖς πάσαις τεσσαράκοντα καταπολεμήσας τὸ ἔθνος καὶ πόλεις ἀξιολόγους ἐν ταῖς δυσχωρίαις κτίσας ἀνελάμβανε τὴν δύναμιν. ...

112. Ἀλέξανδρος καταπεπολεμηκὼς τὸ τῶν Κοσσαίων ἔθνος ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ προῆγεν ἐπὶ Βαβυλῶνος, ἀεὶ δὲ κατὰ τὰς στρατοπεδείας διαλείπων καὶ τὴν δύναμιν ἀναλαμβάνων ἡσυχῇ προῆγεν. [2] ἀπέχοντος δὲ αὐτοῦ τριακοσίους σταδίους τῆς Βαβυλῶνος οἱ Χαλδαῖοι καλούμενοι, μεγίστην μὲν δόξαν ἐν ἀστρολογίᾳ περιπεποιημένοι, διὰ δέ τινος αἰωνίου παρατηρήσεως προλέγειν εἰωθότες τὰ μέλλοντα, προεχειρίσαντο μὲν ἐξ ἑαυτῶν τοὺς πρεσβυτάτους καὶ μεγίστην ἐμπειρίαν ἔχοντας, διὰ δὲ τῆς τῶν ἀστέρων μαντείας γνόντες τὴν μέλλουσαν γίνεσθαι τοῦ βασιλέως τελευτὴν ἐν Βαβυλῶνι προσέταξαν μηνῦσαι τῷ βασιλεῖ τὸν κίνδυνον καὶ παρακελεύσασθαι μηδενὶ τρόπῳ τὴν εἰς τὴν πόλιν εἴσοδον ποιήσασθαι:[3] δύνασθαι δὲ αὐτὸν ἐκφυγεῖν τὸν κίνδυνον, ἐὰν ἀναστήσῃ τὸν καθῃρημένον ὑπὸ Περσῶν τοῦ Βήλου τάφον καὶ τὴν βεβουλευμένην ὁδὸν ἐπιστήσας παρέλθῃ τὴν πόλιν. τῶν δὲ ἀποσταλέντων Χαλδαίων ὁ προκριθείς, ὄνομα Βελεφάντης, τῷ μὲν βασιλεῖ συνελθεῖν εἰς λόγους οὐκ ἐτόλμησε διὰ τὸν φόβον, Νεάρχῳ δ᾽ ἑνὶ τῶν Ἀλεξάνδρου φίλων κατ᾽ ἰδίαν ἐντυχὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίου δηλῶσαι τῷ βασιλεῖ. [4] ὁ δ᾽ Ἀλέξανδροσἀκούσας παρὰ τοῦ Νεάρχου τὴν τῶν Χαλδαίων πρόῤῥησιν κατεπλάγη καὶ μᾶλλον ἀεὶ τὴν ἀγχίνοιαν τῶν ἀνδρῶν καὶ δόξαν ἀναλογιζόμενος ἐταράττετο τὴν ψυχήν. τέλος δὲ τοὺς πολλοὺς τῶν φίλων ἀποστείλας εἰς τὴν πόλιν αὐτὸς εἰς ἄλλην ἀτραπὸν μεταβαλὼν παρήλλαξε τὴν Βαβυλῶνα καὶ καταστρατοπεδεύσας ἀπὸ σταδίων διακοσίων ἡσυχίαν εἶχεν. πάντων δὲ θαυμαζόντων ἧκον πρὸς αὐτὸν ἄλλοι τε πλείους τῶν Ἑλλήνων καὶ τῶν φιλοσόφων οἱ περὶ τὸν Ἀνάξαρχον. [5] οὗτοι δὲ μαθόντες τὴν αἰτίαν καὶ τοῖς ἐκ φιλοσοφίας χρησάμενοι λόγοις ἐνεργῶς τοσοῦτον μετέθηκαν αὐτὸν ὥστε καταφρονῆσαι μὲν πάσης μαντικῆς, μάλιστα δὲ τῆς παρὰ Χαλδαίοις προτιμωμένης. διόπερ ὁ βασιλεύς, ὡσπερεὶ τετρωμένος τὴν ψυχὴν καὶ τοῖς τῶν φιλοσόφων ὑγιασθεὶς λόγοις, εἰς τὴν Βαβυλῶνα μετὰ τῆς δυνάμεως εἰσῆλθεν. [6] τῶν δ᾽ ἐγχωρίων, καθάπερ καὶ πρότερον, φιλανθρώπως ὑποδεχομένων τοὺς στρατιώτας ἅπαντες ὥρμησαν πρὸς ἄνεσιν καὶ τρυφήν, πολλῆς τῶν ἐπιτηδείων παρεσκευασμένης δαψιλείας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

113. ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀγησίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πόπλιον καὶ Παπίριον, Ὀλυμπιὰς δ᾽ ἤχθη τετάρτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ᾽ ἣν ἐνίκα στάδιον Μικίνας Ῥόδιος. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξ ἁπάσης σχεδὸν τῆς οἰκουμένης ἧκον πρέσβεις, οἱ μὲν συγχαίροντες ἐπὶ τοῖς κατορθώμασιν, οἱ δὲ στεφανοῦντες, ἄλλοι δὲ φιλίας καὶ συμμαχίας τιθέμενοι, πολλοὶ δὲ δωρεὰς μεγαλοπρεπεῖς κομίζοντες, τινὲς δὲ ὑπὲρ τῶν ἐγκαλουμένων ἀπολογούμενοι. [2] χωρὶς γὰρ τῶν ἀπὸ τῆς Ἀσίας ἐθνῶν καὶ πόλεων, ἔτι δὲ δυναστῶν πολλοὶ καὶ τῶν ἐκ τῆς Εὐρώπης καὶ Λιβύης κατήντησαν, ἐκ μὲν Λιβύης Καρχηδόνιοι καὶ Λιβυφοίνικες καὶ πάντες οἱ τὴν παράλιον οἰκοῦντες μέχρι τῶν Ἡρακλείων στηλῶν, ἐκ δὲ τῆς Εὐρώπης αἵ τε τῶν Ἑλλήνων πόλεις ἐξέπεμψαν καὶ Μακεδόνες, ἔτι δὲ Ἰλλυριοὶ καὶ τῶν περὶ τὸν Ἀδρίαν οἰκούντων οἱ πλείους, τά τε Θρᾴκια γένη καὶ τῶν πλησιοχώρων Γαλατῶν, ὧν τότε πρῶτον τὸ γένος ἐγνώσθη παρὰ τοῖς Ἕλλησιν. [3] ὁ δὲ Ἀλέξανδρος ἀπογραφὴν λαβὼν τῶν πρέσβεων διέταξε τοῖς μὲν πρώτοις διδόναι τὰς ἀποκρίσεις καὶ τοῖς ἑξῆς ἅπασι. καὶ πρώτοις μὲν ἐχρημάτισε τοῖς ὑπὲρ τῶν ἱερῶν παραγεγενημένοις, δευτέροις δὲ τοῖς περὶ τῶν δωρεῶν ἥκουσιν, ἑξῆς δὲ τοῖς ἀμφισβητήσεις ἔχουσι πρὸς τοὺς ὁμόρους, τετάρτοις δὲ τοῖς περὶ τῶν ἰδιωτικῶν ἥκουσι, πέμπτοις δὲ τοῖς ἀντιλέγουσι περὶ τῆς καθόδου τῶν φυγάδων. [4] τοῖς μὲν οὖν Ἠλείοις πρώτοις ἐχρημάτισεν, εἶτα Ἀμμωνιεῦσι καὶ Δελφοῖς καὶ Κορινθίοις, ἔτι δὲ Ἐπιδαυρίοις καὶ τοῖς ἄλλοις, κατὰ τὴν δόξαν τῶν ἱερῶν προκρίνων τὰς ἐντεύξεις. πάσαις δὲ ταῖς πρεσβείαις φιλοτιμηθεὶς κεχαρισμένας δοῦναι τὰς ἀποκρίσεις εὐαρεστουμένας ἀπέλυσε κατὰ τὸ δυνατόν.

114. ἀπολύσας δὲ τὰς πρεσβείας περὶ τὴν ταφὴν ἐγίνετο τοῦ Ἡφαιστίωνος. τοσαύτην δὲ σπουδὴν ἐποιήσατο πρὸς τὴν τῆς ἐκφορᾶς ἐπιμέλειαν ὥστε μὴ μόνον τὰς προγεγενημένας παρ᾽ ἀνθρώποις ταφὰς ὑπερβαλέσθαι, ἀλλὰ καὶ τοῖς ἐσομένοις μηδεμίαν ὑπέρθεσιν καταλιπεῖν. καὶ γὰρ ἠγάπησεν αὐτὸν μάλιστα τῶν ἐν στοργῇ φίλων δοξαζομένων καὶ μετὰ τὴν τελευτὴν ἐτίμησεν αὐτὸν ἀνυπερβλήτως. ζῶντα μὲν γὰρ προετίμησε πάντων τῶν φίλων, καίπερ Κρατεροῦ φιλίαν ἔχοντος ἐνάμιλλον. [2] ἐπεὶ γάρ τις τῶν ἑταίρων εἶπεν μηδὲν καταδεέστερον Ἡφαιστίωνος τὸν Κρατερὸν στέργεσθαι, ἐπεφθέγξατο Κρατερὸν μὲν γὰρ εἶναι φιλοβασιλέα, Ἡφαιστίωνα δὲ φιλαλέξανδρον. τῆς δὲ Δαρείου μητρὸς κατὰ τὴν πρώτην ἔντευξιν διὰ τὴν ἄγνοιαν προσκυνούσης τὸν Ἡφαιστίωνα ὡς ὄντα βασιλέα καὶ μετὰ τὴν ἐπίγνωσιν διατρεπομένης εἶπεν, μηδὲν φροντίσῃς, ὦ μῆτερ: καὶ γὰρ <καὶ> οὗτος Ἀλέξανδρος. [3] καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παῤῥησίας ὡς τῆς Ὀλυμπιάδος ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα. “καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει: εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει: οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων.”[4] ὁ δ᾽ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον, πᾶσι δὲ τοῖς κατὰ τὴν Ἀσίαν οἰκοῦσι προσέταξεν τὸ παρὰ τοῖς Πέρσαις ἱερὸν πῦρ καλούμενον ἐπιμελῶς σβέσαι, μέχρι ἂν τελέσῃ τὴν ἐκφοράν: τοῦτο δὲ εἰώθασιν οἱ Πέρσαι ποιεῖν κατὰ τὰς τῶν βασιλέων τελευτάς. [5] τὸ δὲ πλῆθος χαλεπὸν οἰωνὸν ἐτίθετο τὸ πρόσταγμα καὶ τὸ θεῖον ὑπελάμβανον προσημαίνειν τὸν τοῦ βασιλέως θάνατον. ἐγένετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα προδηλοῦντα τὴν Ἀλεξάνδρου τελευτήν, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν, ὅταν τὸν περὶ τῆς ἐκφορᾶς λόγον ἀποδῶμεν.

115. τῶν γὰρ ἡγεμόνων καὶ φίλων ἕκαστος στοχαζόμενος τῆς τοῦ βασιλέως ἀρεσκείας κατεσκεύαζεν εἴδωλα δι᾽ ἐλέφαντος καὶ χρυσοῦ καὶ τῶν ἄλλων τῶν θαυμαζομένων παρ᾽ ἀνθρώποις, αὐτὸς δὲ τοὺς ἀρχιτέκτονας ἀθροίσας καὶ λεπτουργῶν πλῆθος τοῦ μὲν τείχους καθεῖλεν ἐπὶ δέκα σταδίους, τὴν δ᾽ ὀπτὴν πλίνθον ἀναλεξάμενος καὶ τὸν δεχόμενον τὴν πυρὰν τόπον ὁμαλὸν κατασκευάσας ᾠκοδόμησε τετράπλευρον πυράν, σταδιαίας οὔσης ἑκάστης πλευρᾶς. [2] εἰς τριάκοντα δὲ δόμους διελόμενος τὸν τόπον καὶ καταστρώσας τὰς ὀροφὰς φοινίκων στελέχεσι τετράγωνον ἐποίησε πᾶν τὸ κατασκεύασμα. μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον, οὗ τὴν μὲν κρηπῖδα χρυσαῖ πεντηρικαὶ πρῷραι συνεπλήρουν, οὖσαι τὸν ἀριθμὸν διακόσιαι τεσσαράκοντα, ἐπὶ δὲ τῶν ἐπωτίδων ἔχουσαι δύο μὲν τοξότας εἰς γόνυ κεκαθικότας τετραπήχεις, ἀνδριάντας δὲ πενταπήχεις καθωπλισμένους, τοὺς δὲ μεταξὺ τόπους φοινικίδες ἀνεπλήρουν πιληταί. [3] ὑπεράνω δὲ τούτων τὴν δευτέραν ἐπανεῖχον χώραν δᾷδες πεντεκαιδεκαπήχεις, κατὰ μὲν τὴν λαβὴν ἔχουσαι χρυσοῦς στεφάνους, κατὰ δὲ τὴν ἐκφλόγωσιν ἀετοὺς διαπεπετακότας τὰς πτέρυγας καὶ κάτω νεύοντας, παρὰ δὲ τὰς βάσεις δράκοντας ἀφορῶντας τοὺς ἀετούς. κατὰ δὲ τὴν τρίτην περιφορὰν κατεσκεύαστο ζῴων παντοδαπῶν πλῆθος κυνηγουμένων. [4] ἔπειτα ἡ μὲν τετάρτη χώρα κενταυρομαχίαν χρυσῆν εἶχεν, ἡ δὲ πέμπτη λέοντας καὶ ταύρους ἐναλλὰξ χρυσοῦς. τὸ δ᾽ ἀνώτερον μέρος ἐπεπλήρωτο Μακεδονικῶν καὶ βαρβαρικῶν ὅπλων, ὧν μὲν τὰς ἀνδραγαθίας, ὧν δὲ τὰς ἥττας σημαινόντων. ἐπὶ πᾶσι δὲ ἐφειστήκεισαν Σειρῆνες διάκοιλοι καὶ δυνάμεναι λεληθότως δέξασθαι τοὺς ἐν αὐταῖς ὄντας καὶ ᾁδοντας ἐπικήδιον θρῆνον τῷ τετελευτηκότι. [5] τὸ δ᾽ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα. καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντων. [6] ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ καὶ τῶν ἄλλων γενομένων κατὰ τὴν ἐκφορὰν τιμῶν τὸ τελευταῖον προσέταξεν ἅπασι θύειν Ἡφαιστίωνι θεῷ παρέδρῳ: καὶ γὰρ κατὰ τύχην ἧκεν εἷς τῶν φίλων Φίλιππος, χρησμὸν φέρων παρ᾽ Ἄμμωνος θύειν Ἡφαιστίωνι θεῷ. διόπερ γενόμενος περιχαρὴς ἐπὶ τῷ καὶ τὸν θεὸν κεκυρωκέναι τὴν αὐτοῦ γνώμην πρῶτος τὴν θυσίαν ἐπετέλεσεν καὶ τὸ πλῆθος λαμπρῶς ὑπεδέξατο, μύρια τὸν ἀριθμὸν θύσας ἱερεῖα παντοδαπά.

116. μετὰ δὲ τὴν ἐκφορὰν εἰς ἀνέσεις καὶ πανηγυρικὸν βίον ἐκτραπέντος τοῦ βασιλέως, δοκοῦντος ἰσχύειν τότε πλεῖστον καὶ μάλιστ᾽ εὐδαιμονεῖν, ἡ πεπρωμένη συνῄρει τὸν ὑπὸ τῆς φύσεως αὐτῷ συγκεχωρημένον τοῦ ζῆν χρόνον. εὐθὺ δὲ καὶ τὸ θεῖον ἐσήμαινε τὴν τελευτὴν αὐτοῦ, πολλῶν καὶ παραδόξων οἰωνῶν καὶ σημείων συντελουμένων. [2] τοῦ γὰρ βασιλέως ἀλειφομένου καὶ τῆς βασιλικῆς ἐσθῆτος καὶ διαδήματος ἐπί τινος θρόνου τεθέντος τῶν ἐγχωρίων τις δεδεμένος ἐλύθη τὰς πέδας αὐτομάτως καὶ λαθὼν τοὺς φύλακας διῆλθε διὰ τῶν τῆς αὐλῆς θυρῶν ἀνεπικωλύτως. [3] προσελθὼν δὲ τῷ θρόνῳ καὶ τὴν βασιλικὴν ἐνδυσάμενος ἐσθῆτα καὶ τὸ διάδημα περιθέμενος ἐκάθισεν ἐπὶ τὸν θρόνον καὶ τὴν ἡσυχίαν ἦγε. γνωσθείσης δὲ τῆς πράξεως ὁ βασιλεὺς καταπλαγεὶς τὸ παράδοξον προσῆλθε τῷ θρόνῳ καὶ χωρὶς καταπλήξεως ἡσυχῇ τὸν ἄνθρωπον ἀνέκρινε τίς ὢν καὶ τί βουλόμενος τοῦτο ἔπραξε. [4] τοῦ δὲ εἰπόντος μηδὲν ἁπλῶς γινώσκειν τοῖς μάντεσι προσαναθέμενος περὶ τοῦ σημείου τοῦτον μὲν κατὰ τὴν ἐκείνων κρίσιν ἀπέκτεινεν, ὅπως τὰ σημαινόμενα δυσχερῆ εἰς ἐκεῖνον τρέπηται, αὐτὸς δὲ ἀναλαβὼν τὴν ἐσθῆτα καὶ θεοῖς ἀποτροπαίοις θύσας ἐν ἀγωνίᾳ καθειστήκει καὶ τῆς τῶν Χαλδαίων προῤῥήσεως ἐμνημόνευσε καὶ τοὺς μὲν συμπείσαντας φιλοσόφους παρελθεῖν εἰς τὴν Βαβυλῶνα κατεμέμφετο, τὴν δὲ τέχνην τῶν Χαλδαίων καὶ τὴν τῶν ἀνδρῶν ἀγχίνοιαν ἐθαύμαζε, καθόλου δὲ τοὺς ταῖς εὑρησιλογίαις κατασοφιζομένους τὴν δύναμιν τῆς πεπρωμένης ἐβλασφήμει. [5] μετ᾽ ὀλίγον δὲ ἄλλο σημεῖον αὐτῷ περὶ τῆς βασιλείας τὸ δαιμόνιον ἐπέστησε. βουλομένου γὰρ αὐτοῦ θεάσασθαι τὴν περὶ τὴν Βαβυλῶνα λίμνην καὶ πλέοντος μετὰ τῶν φίλων ἔν τισιν ἀκάτοις ἐφ᾽ ἡμέρας μέν τινας ἀποσχισθείσης τῆς νεὼς ἀπὸ τῶν ἄλλων σκαφῶν ἐπλανήθη μόνος, ὥστε καὶ τὴν σωτηρίαν ἀπογνῶναι:[6] ἔπειτα διά τινος αὐλῶνος στενοῦ καὶ συμπεπυκασμένου δένδρεσι διαπλέοντος καὶ τῶν μὲν ὑπερκειμένων, τοῦ δὲ διαδήματος ὑπὸ τούτων ἀρθέντος καὶ πάλιν εἰς τὴν λίμνην πεσόντος εἷς τῶν ἐρετῶν προσνηξάμενος καὶ βουλόμενος ἀσφαλῶς σῶσαι τὸ διάδημα προσέθετο τῇ κεφαλῇ καὶ προσενήξατο τῷ πλοίῳ. [7] τρεῖς δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας διαπλανηθεὶς διεσώθη καὶ τὸ διάδημα περιθέμενος ἀνελπίστως πάλιν τοῖς μάντεσι προσανέφερε περὶ τῶν προσημαινομένων.

117. τούτων δὲ παρακελευομένων θυσίας ἐπιτελεῖν τοῖς θεοῖς μεγαλοπρεπεῖς μετὰ πάσης σπουδῆς παρεκλήθη πρός τινα τῶν φίλων Μήδιον τὸν Θετταλὸν ἐπὶ κῶμον ἐλθεῖν:κἀκεῖ πολὺν ἄκρατον ἐμφορηθεὶς ἐπὶ τελευτῆς Ἡρακλέους μέγα ποτήριον πληρώσας ἐξέπιεν. [2] ἄφνω δὲ ὥσπερ ὑπό τινος πληγῆς ἰσχυρᾶς πεπληγμένος ἀνεστέναξε μέγα βοήσας καὶ ὑπὸ τῶν φίλων ἀπηλλάττετο χειραγωγούμενος. εὐθὺς δ᾽ οἱ μὲν περὶ τὴν θεραπείαν ἐκδεξάμενοι κατέκλιναν αὐτὸν καὶ προσήδρευον ἐπιμελῶς,[3] τοῦ δὲ πάθους ἐπιτείνοντος καὶ τῶν ἰατρῶν συγκληθέντων βοηθῆσαι μὲν οὐδεὶς ἐδυνήθη, πολλοῖς δὲ πόνοις καὶ δειναῖς ἀλγηδόσι συσχεθείς, ἐπειδὴ τὸ ζῆν ἀπέγνω, περιελόμενος τὸν δακτύλιον ἔδωκε Περδίκκᾳ. [4] τῶν δὲ φίλων ἐπερωτώντων, τίνι τὴν βασιλείαν ἀπολείπεις; εἶπεν, τῷ κρατίστῳ, καὶ προσεφθέγξατο, ταύτην τελευταίαν φωνὴν προέμενος, ὅτι μέγαν ἀγῶνα αὐτῷ ἐπιτάφιον συστήσονται πάντες οἱ πρωτεύοντες τῶν φίλων. [5] οὗτος μὲν οὖν τὸν προειρημένον τρόπον ἐτελεύτησε βασιλεύσας ἔτη δώδεκα καὶ μῆνας ἑπτά, πράξεις δὲ μεγίστας κατεργασάμενος οὐ μόνον τῶν πρὸ αὐτοῦ βασιλευσάντων, ἀλλὰ καὶ τῶν ὕστερον ἐσομένων μέχρι τοῦ καθ᾽ ἡμᾶς βίου. ἐπεὶ δέ τινες τῶν συγγραφέων περὶ τῆς τελευτῆς τοῦ βασιλέως τούτου διαπεφωνήκασιν, ἀποφαινόμενοι διὰ φαρμάκου θανασίμου γεγονέναι τὸν θάνατον, ἀναγκαῖον ἡγούμεθα δεῖν μὴ παραλιπεῖν αὐτῶν τοὺς λόγους.

118. φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπ᾽ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατ᾽ αὐτοῦ διαβολάς, ὕστερον δ᾽ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι, πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος: πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ. [2] μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας. φανερὸν δὲ γεγονέναι Κάσανδρον δι᾽ αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι: τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπ᾽ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς. [3] μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις ἡ Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς <πρὸς τροφὴν> ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν. [4] ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.