Μετάβαση στο περιεχόμενο

Θεσμοφοριάζουσαι

Από Βικιθήκη


Θεσμοφοριάζουσαι
Κωμῳδία



Μνησίλοχος

ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
ἀπολεῖ μ᾽ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ᾽ ἐκβαλεῖν,
παρὰ σοῦ πυφέσθαι ποῖ μ᾽ ἄγεις ωὖριπίδη;

Εὐριπίδης

5 ἀλλ᾽ οὐκ ἀκούειν δεῖ σε πάνθ᾽ ὅσ᾽ αὐτίκα
ὄψει παρεστώς.

Μνησίλοχος

πῶς λέγεις; αὖθις φράσον.
οὐ δεῖ μ᾽ ἀκούειν;

Εὐριπίδης

οὐχ ἅ γ᾽ ἂν μέλλῃς ὁρᾶν.

Μνησίλοχος

οὐδ᾽ ἆρ᾽ ὁρᾶν δεῖ μ᾽;

Εὐριπίδης

οὐχ ἅ γ᾽ ἂν ἀκούειν δέῃ.

Μνησίλοχος

πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
10 οὐ φῂς σὺ χρῆναί μ᾽ οὔτ᾽ ἀκούειν οὔθ᾽ ὁρᾶν;

Εὐριπίδης

χωρὶς γὰρ αὐτοῖν ἑκατέρου 'στὶν ἡ φύσις.

Μνησίλοχος

τοῦ μήτ᾽ ἀκούειν μήθ᾽ ὁρᾶν;

Εὐριπίδης

εὖ ἴσθ᾽ ὅτι.

Μνησίλοχος

πῶς χωρίς;

Εὐριπίδης

οὕτω ταῦτα διεκρίθη τότε.
αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15 καὶ ζᾦ᾽ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
ᾧ μὲν βλέπειν χρὴ πρῶτ᾽ ἐμηχανήσατο
ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.

Μνησίλοχος

διὰ τὴν χοάνην οὖν μήτ᾽ ἀκούω μήθ᾽ ὁρῶ;
20 νὴ τὸν Δί᾽ ἥδομαί γε τουτὶ προσμαθών.
οἷόν γέ που 'στιν αἱ σοφαὶ ξυνουσίαι.

Εὐριπίδης

πόλλ᾽ ἂν μάθοις τοιαῦτα παρ᾽ ἐμοῦ.

Μνησίλοχος

πῶς ἂν οὖν
πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ᾽ ὅπως
ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;

Εὐριπίδης

25 βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.

Μνησίλοχος

ἰδού.

Εὐριπίδης

ὁρᾷς τὸ θύριον τοῦτο;

Μνησίλοχος

νὴ τὸν Ἡρακλέα
οἶμαί γε.

Εὐριπίδης

σίγα νυν.

Μνησίλοχος

σιωπῶ τὸ θύριον;

Εὐριπίδης

ἄκου᾽.

Μνησίλοχος

ἀκούω καὶ σιωπῶ τὸ θύριον;

Εὐριπίδης

ἐνταῦθ᾽ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30 ὁ τραγῳδοποιός.

Μνησίλοχος

ποῖος οὗτος Ἁγάθων;

Εὐριπίδης

ἔστιν τις Ἀγάθων—

Μνησίλοχος

μῶν ὁ μέλας ὁ καρτερός;

Εὐριπίδης

οὔκ, ἀλλ᾽ ἕτερός τις: οὐχ ἑόρακας πώποτε;

Μνησίλοχος

μῶν ὁ δασυπώγων;

Εὐριπίδης

οὐχ ἑόρακας πώποτε;

Μνησίλοχος

μὰ τὸν Δί᾽ οὔτοι γ᾽ ὥστε καί μέ γ᾽ εἰδέναι.

Εὐριπίδης

35καὶ μὴν βεβίνηκας σύ γ᾽, ἀλλ᾽ οὐκ οἶσθ᾽ ἴσως.
ἀλλ᾽ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας:
προθυσόμενος ἔοικε τῆς ποιήσεως.

Θεράπων

εὔφημος πᾶς ἔστω λαός,
40στόμα συγκλῄσας: ἐπιδημεῖ γὰρ
θίασος Μουσῶν ἔνδον μελάθρων
τῶν δεσποσύνων μελοποιῶν.
ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
κῦμα δὲ πόντου μὴ κελαδείτω
45γλαυκόν:

Μνησίλοχος

βομβάξ.

Εὐριπίδης

σίγα.

Μνησίλοχος

τι λέγει;

Θεράπων

πτηνῶν τε γένη κατακοιμάσθω,
θηρῶν τ᾽ ἀγρίων πόδες ὑλοδρόμων
μὴ λυέσθων.

Μνησίλοχος

βομβαλοβομβάξ.

Θεράπων

μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50πρόμος ἡμέτερος—

Μνησίλοχος

μῶν βινεῖσθαι;

Θεράπων

τίς ὁ φωνήσας;

Μνησίλοχος

νήνεμος αἰθήρ.

Θεράπων

δρυόχους τιθέναι δράματος ἀρχάς.
κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55καὶ γνωμοτυπεῖ κἀντονομάζει
καὶ κηροχυτεῖ καὶ γογγύλλει
καὶ χοανεύει.

Μνησίλοχος

καὶ λαικάζει.

Θεράπων

τίς ἀγροιώτας πελάθει θριγκοῖς;

Μνησίλοχος

ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
συγγογγύλας καὶ συστρέψας
τουτὶ τὸ πέος χοανεῦσαι.

Θεράπων

ἦ που νέος γ᾽ ὢν ἦσθ᾽ ὑβριστὴς ὦ γέρον.

Εὐριπίδης

ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65Ἀγάθωνά μοι δεῦρ᾽ ἐκκάλεσον πάσῃ τέχνῃ.

Θεράπων

μηδὲν ἱκέτευ᾽: αὐτὸς γὰρ ἔξεισιν τάχα.
καὶ γὰρ μελοποιεῖν ἄρχεται: χειμῶνος οὖν
ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.

Εὐριπίδης

70τί οὖν ἐγὼ δρῶ;

Θεράπων

περίμεν᾽, ὡς ἐξερχεται.

Εὐριπίδης

ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;

Μνησίλοχος

νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.

Εὐριπίδης

75ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.

Μνησίλοχος

ποῖόν τι;

Εὐριπίδης

τῇδε θἠμέρᾳ κριθήσεται
εἴτ᾽ ἔστ᾽ ἔτι ζῶν εἴτ᾽ ἀπόλωλ᾽ Εὐριπίδης.

Μνησίλοχος

καὶ πῶς; ἐπεὶ νῦν γ᾽ οὔτε τὰ δικαστήρια
μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ᾽ ἕδρα,
80ἐπεὶ τρίτη 'στὶ Θεσμοφορίων ἡ μέση.

Εὐριπίδης

τοῦτ᾽ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ.
αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
ἐκκλησιάζειν ἐπ᾽ ὀλέθρῳ.

Μνησίλοχος

τιὴ τί δή;

Εὐριπίδης

85ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.

Μνησίλοχος

νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γ᾽ ἂν πάθοις.
ἀτὰρ τίν᾽ ἐκ τούτων σὺ μηχανὴν ἔχεις;

Εὐριπίδης

Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
ἐς Θεσμοφόροιν ἐλθεῖν.

Μνησίλοχος

τί δράσοντ᾽; εἰπέ μοι.

Εὐριπίδης

90ἐκκλησιάσοντ᾽ ἐν ταῖς γυναιξὶ κἂν δέῃ
λέξονθ᾽ ὑπὲρ ἐμοῦ.

Μνησίλοχος

πότερα φανερῶς ἢ λάθρᾳ;

Εὐριπίδης

λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.

Μνησίλοχος

τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ᾽ ἐκ τοῦ σοῦ τρόπου:
τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.

Εὐριπίδης

95σίγα.

Μνησίλοχος

τί δ᾽ ἔστιν;

Εὐριπίδης

Ἁγάθων ἐξέρχεται.

Μνησίλοχος

καὶ ποῖός ἐστιν;

Εὐριπίδης

οὗτος οὑκκυκλούμενος.

Μνησίλοχος

ἀλλ᾽ ἢ τυφλὸς μέν εἰμ᾽: ἐγὼ γὰρ οὐχ ὁρῶ
ἄνδρ᾽ οὐδέν᾽ ἐνθάδ᾽ ὄντα, Κυρήνην δ᾽ ὁρῶ.

Εὐριπίδης

σίγα: μελῳδεῖν γὰρ παρασκευάζεται.

Μνησίλοχος

100μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;

Ἀγάθων

ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.

Χορὸς Ἀγάθωνος

τίνι δαιμόνων ὁ κῶμος;
105λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
δαίμονας ἔχει σεβίσαι.

Ἀγάθων

ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
110Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.

Χορὸς Ἀγάθωνος

χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβ᾽ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.

Ἀγάθων

τάν τ᾽ ἐν ὄρεσι δρυογόνοισι
115κόραν ἀείσατ᾽
Ἄρτεμιν ἀγροτέραν.

Χορὸς Ἀγάθωνος

ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.

Ἀγάθων

120Λατώ τε κρούματά τ᾽ Ἀσιάδος
ποδὶ †παράρυθμ᾽ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.

Χορὸς Ἀγάθωνος

σέβομαι Λατώ τ᾽ ἄνασσαν
κίθαρίν τε ματέρ᾽ ὕμνων
125ἄρσενι βοᾷ δόκιμον,
τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
ἁμετέρας τε δι᾽ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτ᾽ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρ᾽ ὄλβιε παῖ Λατοῦς.

Μνησίλοχος

130ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστ᾽ ἐμοῦ γ᾽ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
καί σ᾽ ὦ νεανίσχ᾽ ὅστις εἶ, κατ᾽ Αἰσχύλον
135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
τίς δ᾽ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
ἀλλ᾽ ὡς γυνὴ δῆτ᾽: εἶτα ποῦ τὰ τιτθία;
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτ᾽ ἐκ τοῦ μέλους
145ζητῶ σ᾽, ἐπειδή γ᾽ αὐτὸς οὐ βούλει φράσαι;

Ἀγάθων

ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δ᾽ ἄλγησιν οὐ παρεσχόμην:
ἐγὼ δὲ τὴν ἐσθῆθ᾽ ἅμα γνώμῃ φορῶ.
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
αὐτίκα γυναικεῖ᾽ ἢν ποιῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ᾽ ἔχειν.

Μνησίλοχος

οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;

Ἀγάθων

ἀνδρεῖα δ᾽ ἢν ποιῇ τις, ἐν τῷ σώματι
155ἔνεσθ᾽ ὑπάρχον τοῦθ᾽. ἃ δ᾽ οὐ κεκτήμεθα,
μίμησις ἤδη ταῦτα συνθηρεύεται.

Μνησίλοχος

ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.

Ἀγάθων

ἄλλως τ᾽ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160ἀγρεῖον ὄντα καὶ δασύν: σκέψαι δ᾽ ὅτι
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε καὶ διεκλῶντ᾽ Ἰωνικῶς,
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο:
διὰ τοῦτ᾽ ἄρ᾽ αὐτοῦ καὶ κάλ᾽ ἦν τὰ δράματα.
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.

Μνησίλοχος

ταῦτ᾽ ἄρ᾽ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
ὁ δ᾽ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170ὁ δ᾽ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.

Ἀγάθων

ἅπασ᾽ ἀνάγκη: ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.

Μνησίλοχος

πῶς πρὸς τῶν θεῶν;

Εὐριπίδης

παῦσαι βαΰζων: καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκ᾽ ἠρχόμην ποιεῖν.

Μνησίλοχος

175μὰ τὸν Δί᾽ οὐ ζηλῶ σε τῆς παιδεύσεως.

Εὐριπίδης

ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ ἦλθον, ἔα μ᾽ εἰπεῖν.

Ἀγάθων

λέγε.

Εὐριπίδης

Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180ἱκέτης ἀφῖγμαι πρὸς σέ.

Ἀγάθων

τοῦ χρείαν ἔχων;

Εὐριπίδης

μέλλουσί μ᾽ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.

Ἀγάθων

τίς οὖν παρ᾽ ἡμῶν ἐστιν ὠφέλειά σοι;

Εὐριπίδης

ἡ πᾶσ᾽: ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.

Ἀγάθων

ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;

Εὐριπίδης

ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι:
190ἔπειτα πολιός εἰμι καὶ πώγων᾽ ἔχω,
σὺ δ᾽ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.

Ἀγάθων

Εὐριπίδη—

Εὐριπίδης

τί ἔστιν;

Ἀγάθων

ἐποίησάς ποτε,
‘χαίρεις ὁρῶν φῶς, πατέρα δ᾽ οὐ χαίρειν δοκεῖς;’

Εὐριπίδης

195ἔγωγε.

Ἀγάθων

μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ᾽ ἄν.
ἀλλ᾽ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.

Μνησίλοχος

200καὶ μὴν σύ γ᾽ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.

Εὐριπίδης

τί δ᾽ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;

Ἀγάθων

κάκιον ἀπολοίμην ἂν ἢ σύ.

Εὐριπίδης

πῶς;

Ἀγάθων

ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.

Μνησίλοχος

ἰδού γε κλέπτειν: νὴ Δία βινεῖσθαι μὲν οὖν.
ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί᾽ εἰκότως ἔχει.

Εὐριπίδης

τί οὖν; ποιήσεις ταῦτα;

Ἀγάθων

μὴ δόκει γε σύ.

Εὐριπίδης

ὦ τρισκακοδαίμων ὡς ἀπόλωλ᾽ Εὐριπίδης.

Μνησίλοχος

210ὦ φίλτατ᾽ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.

Εὐριπίδης

πῶς οὖν ποιήσω δῆτα;

Μνησίλοχος

τοῦτον μὲν μακρὰ
κλάειν κέλευ᾽, ἐμοὶ δ᾽ ὅ τι βούλει χρῶ λαβών.

Εὐριπίδης

ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
ἀπόδυθι τουτὶ θοἰμάτιον.

Μνησίλοχος

καὶ δὴ χαμαί.
215ἀτὰρ τί μέλλεις δρᾶν μ᾽;

Εὐριπίδης

ἀποξυρεῖν ταδί,
τὰ κάτω δ᾽ ἀφεύειν.

Μνησίλοχος

ἀλλὰ πρᾶττ᾽, εἴ σοι δοκεῖ.
ἢ μὴ᾽ πιδοῦν᾽ ἐμαυτὸν ὤφελόν ποτε.

Εὐριπίδης

Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
χρῆσόν τί νυν ἡμῖν ξυρόν.

Ἀγάθων

αὐτὸς λάμβανε
220ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.

Εὐριπίδης

γενναῖος εἶ.
κάθιξε: φύσα τὴν γνάθον τὴν δεξιάν.

Μνησίλοχος

ὤμοι.

Εὐριπίδης

τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
ἢν μὴ σιωπᾷς.

Μνησίλοχος

ἀτταταῖ ἰατταταῖ.

Εὐριπίδης

οὗτος σὺ ποῖ θεῖς;

Μνησίλοχος

ἐς τὸ τῶν σεμνῶν
225θεῶν: οὐ γὰρ μὰ τὴν Δήμητρά γ᾽ ἐνταυθοῖ μενῶ
τεμνόμενος.

Εὐριπίδης

οὔκουν καταγέλαστος δῆτ᾽ ἔσει
τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;

Μνησίλοχος

ὀλίγον μέλει μοι.

Εὐριπίδης

μηδαμῶς πρὸς τῶν θεῶν
προδῷς με: χώρει δεῦρο.

Μνησίλοχος

κακοδαίμων ἐγώ.

Εὐριπίδης

230ἔχ᾽ ἀτρέμα σαυτὸν κἀνάκυπτε: ποῖ στρέφει;

Μνησίλοχος

μυμῦ.

Εὐριπίδης

τί μύξεις; πάντα πεποίηται καλῶς.

Μνησίλοχος

οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.

Εὐριπίδης

μὴ φροντίσῃ: ὡς εὐπρεπὴς φανεῖ πάνυ.
βούλει θεᾶσθαι σαυτόν;

Μνησίλοχος

εἰ δοκεῖ, φέρε.

Εὐριπίδης

235ὁρᾷς σεαυτόν;

Μνησίλοχος

οὐ μὰ Δί᾽ ἀλλὰ Κλεισθένη.

Εὐριπίδης

ἀνίστασ᾽, ἵν᾽ ἀφεύσω σε, κἀγκύψας ἔχε.

Μνησίλοχος

οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.

Εὐριπίδης

ἐνεγκάτω τις ἔνδοθεν δᾷδ᾽ ἢ λύχνον.
ἐπίκυπτε: τὴν κέρκον φυλάττου νυν ἄκραν.

Μνησίλοχος

240ἐμοὶ μελήσει νὴ Δία, πλήν γ᾽ ὅτι κάομαι.
οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†

Εὐριπίδης

θάρρει.

Μνησίλοχος

τί θαρρῶ καταπεπυρπολημένος;

Εὐριπίδης

ἀλλ᾽ οὐκ ἔτ᾽ οἰδὲν πρᾶγμά σοι: τὰ πλεῖστα γὰρ
245ἀποπεπόνηκας.

Μνησίλοχος

φῦ ἰοὺ τῆς ἀσβόλου.
αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.

Εὐριπίδης

μὴ φροντίσῃς: ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.

Μνησίλοχος

οἰμώξετἄρ᾽ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.

Εὐριπίδης

Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
250ἀλλ᾽ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
καὶ στρόφιον: οὐ γὰρ ταῦτά γ᾽ ὡς οὐκ ἔστ᾽ ἐρεῖς.

Ἀγάθων

λαμβάνετε καὶ χρῆσθ᾽: οὐ φθονῶ.

Μνησίλοχος

τί οὖν λάβω;

Ἀγάθων

ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.

Μνησίλοχος

νὴ τὴν Ἀφροδίτην ἡδύ γ᾽ ὄζει ποσθίου.
255σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.

Εὐριπίδης

ἰδού.

Μνησίλοχος

ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.

Εὐριπίδης

κεκρυφάλου δεῖ καὶ μίτρας.

Ἀγάθων

ἡδὶ μὲν οὖν
κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.

Εὐριπίδης

νὴ τὸν Δί᾽ ἀλλὰ κἀπιτηδεία πάνυ.

Μνησίλοχος

260ἆρ᾽ ἁρμόσει μοι;

Εὐριπίδης

νὴ Δί᾽ ἀλλ᾽ ἄριστ᾽ ἔχει.
φέρ᾽ ἔγκυκλον:

Ἀγάθων

τουτὶ λάβ᾽ ἀπὸ τῆς κλινίδος.

Εὐριπίδης

ὑποδημάτων δεῖ.

Ἀγάθων

τἀμὰ ταυτὶ λάμβανε.

Μνησίλοχος

ἆρ᾽ ἁρμόσει μοι;

Εὐριπίδης

χαλαρὰ γοῦν χαίρεις φορῶν.

Ἀγάθων

σὺ τοῦτο γίγνωσκ᾽: ἀλλ᾽ ἔχεις γὰρ ὧν δέει,
265εἴσω τις ὡς τάχιστά μ᾽ ἐσκυκλησάτω.

Εὐριπίδης

ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
τό γ᾽ εἶδος: ἢν λαλῇς δ᾽, ὅπως τῷ φθέγματι
γυναικιεῖς εὖ καὶ πιθανῶς.

Μνησίλοχος

πειράσομαι.

Εὐριπίδης

βάδιζε τοίνυν.

Μνησίλοχος

μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270ὀμόσῃς ἐμοί—

Εὐριπίδης

τί χρῆμα;

Μνησίλοχος

συσσώσειν ἐμὲ
πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.

Εὐριπίδης

ὄμνυμι τοίνυν αἰθέρ᾽ οἴκησιν Διός.

Μνησίλοχος

τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;

Εὐριπίδης

ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.

Μνησίλοχος

275μέμνησο τοίνυν ταῦθ᾽, ὅτι ἡ φρὴν ὤμοσεν,
ἡ γλῶττα δ᾽ οὐκ ὀμώμοκ᾽: οὐδ᾽ ὥρκωσ᾽ ἐγώ.

Εὐριπίδης

ἔκσπευδε ταχέως: ὡς τὸ τῆς ἐκκλησίας
σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
ἐγὼ δ᾽ ἄπειμι.

Μνησίλοχος

δεῦρό νυν ὦ Θρᾷτθ᾽ ἕπου.
280ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
ὅσον τὸ χρῆμ᾽ ἀνέρχεθ᾽ ὑπὸ τῆς λιγνύος.
ἀλλ᾽ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτ᾽ ἔξελε
285τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
δέσποινα πολυτίμητε Δήμητερ φίλη
καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
290πλουτοῦντος, ἄλλως δ᾽ ἠλιθίου κἀβελτέρου,
καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
ποῦ ποῦ καθίζωμ᾽ ἐν καλῷ, τῶν ῥητόρων
ἵν᾽ ἐξακούω; σὺ δ᾽ ἄπιθ᾽ ὦ Θρᾷττ᾽ ἐκποδών.
δούλοις γὰρ οὐκ ἔξεστ᾽ ἀκούειν τῶν λόγων.

Κηρύκαινα

295εὐφημία 'στω, εὐφημία 'στω. εὔχεσθε τοῖν
Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
300τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
305τυχηρῶς δ᾽ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
τήν τ᾽ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
310νικᾶν. ταῦτ᾽ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.

Χορός

δεχόμεθα καὶ θεῶν γένος
λιτόμεθα ταῖσδ᾽ ἐπ᾽ εὐχαῖς
φανέντας ἐπιχαρῆναι.
315Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
Δῆλον ὃς ἔχεις ἱεράν,
καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
χρυσόλογχε πόλιν οἰκοῦσα
περιμάχητον, ἐλθὲ δεῦρο.
320καὶ πολυώνυμε θηροφόνη παῖ
Λατοῦς χρυσώπιδος ἔρνος,
σύ τε πόντιε σεμνὲ Πόσειδον
ἁλιμέδον προλιπὼν
μυχὸν ἰχθυόεντ᾽ οἰστροδόνητον,
325Νηρέος ἐναλίου τε κόραι
Νύμφαι τ᾽ ὀρείπλαγκτοι.
χρυσέα τε φόρμιγξ
ἰαχήσειεν ἐπ᾽ εὐχαῖς
ἡμετέραις: τελέως δ᾽
330ἐκκλησιάσαιμεν Ἀθηναίων
εὐγενεῖς γυναῖκες.

Κηρύκαινα

εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
καὶ ταῖσι Δηλίαισι τοῖς τ᾽ ἄλλοις θεοῖς,
335εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
τῷ τῶν γυναικῶν ἢ 'πικηρυκεύεται
Εὐριπίδῃ Μήδοις τ᾽ ἐπὶ βλάβῃ τινὶ
τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
340ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
προαγωγὸς οὖσ᾽ ἐνετρύλλισεν τῷ δεσπότῃ
ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
ἢ καὶ δέχεται προδιδοῦσ᾽ ἑταίρα τὸν φίλον,
κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
350ἀρᾶσθε, ταῖς δ᾽ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.

Χορός

ξυνευχόμεσθα τέλεα μὲν
πόλει τέλεα δὲ δήμῳ
τάδ᾽ εὔγματα γενέσθαι,
355τὰ δ᾽ ἄρισθ᾽ ὅσαις προσήκει
νικᾶν λεγούσαις: ὁπόσαι δ᾽
ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς
ὅρκους τοὺς νενομισμένους
360κερδῶν οὕνεκ᾽ ἐπὶ βλάβῃ,
ἢ ψηφίσματα καὶ νόμον
ζητοῦσ᾽ ἀντιμεθιστάναι,
τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
τοῖς ἡμετέροις λέγουσ᾽,
365ἢ Μήδους ἐπάγουσι γῇ
κερδῶν οὕνεκ᾽ ἐπὶ βλάβῃ,
ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
ἀλλ᾽ ὦ παγκρατὲς
Ζεῦ ταῦτα κυρώσειας, ὥσθ᾽
370ἡμῖν θεοὺς παραστατεῖν
καίπερ γυναιξὶν οὔσαις.

Κηρύκαινα

ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
τῇ τῶν γυναικῶν: Τιμόκλει᾽ ἐπεστάτει,
375Λύσιλλ᾽ ἐγραμμάτευεν, εἶπε Ζωστράτη:
ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
τῶν Θεσμοφορίων, ᾗ μάλισθ᾽ ἡμῖν σχολή,
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
ὅ τι χρὴ παθεῖν ἐκεῖνον: ἀδικεῖν γὰρ δοκεῖ
ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;

Γυνὴ Α

380ἐγώ.

Κηρύκαινα

περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.

Χορός

σίγα σιώπα, πρόσεχε τὸν νοῦν: χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦσ᾽ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.

Γυνὴ Α

φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξουσ᾽ ἀνέστην ὦ γυναῖκες: ἀλλὰ γὰρ
385βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖ᾽ ἀκουούσας κακά.
τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
390ποῦ δ᾽ οὐχὶ διαβέβληχ᾽, ὅπουπερ ἔμβραχυ
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγ᾽ ἀνδράσιν κακόν:
395ὥστ᾽ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
ὑποβλέπουσ᾽ ἡμᾶς σκοποῦνταί τ᾽ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
δρᾶσαι δ᾽ ἔθ᾽ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
ἔξεστι: τοιαῦθ᾽ οὗτος ἐδίδαξεν κακὰ
400τοὺς ἄνδρας ἡμῶν: ὥστ᾽ ἐάνπερ τις πλέκῃ
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ: κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ, 'τῷ κατέαγεν ἡ χύτρα;
οὐκ ἔσθ᾽ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.'
405κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
‘τὸ χρῶμα τοῦτό μ᾽ οὐκ ἀρέσκει τῆς κόρης.’
εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτ᾽ ἔστιν λαθεῖν.
ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον:
410πρὸς τοὺς γέροντάς θ᾽ οἳ πρὸ τοῦ τὰς μείρακας
ἤγοντο, διαβέβληκεν, ὥστ᾽ οὐδεὶς γέρων
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
‘δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.’
εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
415σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
καὶ ταῦτα μὲν ξυγγνώσθ᾽. ἃ δ᾽ ἦν ἡμῖν πρὸ τοῦ
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
420ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτ᾽ ἔτι
ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
Λακωνίκ᾽ ἄττα, τρεῖς ἔχοντα γομφίους.
πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ᾽ ὑποῖξαι τὴν θύραν
425ποιησαμέναισι δακτύλιον τριωβόλου,
νῦν δ᾽ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
ἐδίδαξε θριπήδεστ᾽ ἔχειν σφραγίδια
ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
ὄλεθρόν τιν᾽ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
430ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
ὅπως ἀπολεῖται. ταῦτ᾽ ἐγὼ φανερῶς λέγω,
τὰ δ᾽ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.

Χορός

οὔπω ταύτης ἤκουσα
435πολυπλοκωτέρας γυναικὸς
οὐδὲ δεινότερον λεγούσης.
πάντα γὰρ λέγει δίκαια,
†πάσας δ᾽ ἰδέας ἐξήτασεν,
πάντα δ᾽ ἐβάστασεν φρενὶ πυκνῶς τε†
ποικίλους λόγους ἀνηῦρεν
εὖ διεζητημένους:
440ὥστ᾽ ἂν εἰ λέγοι παρ᾽ αὐτὴν
Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
ἂν αὐτόν, ὡς ἐγᾦμαι,
πᾶσιν ὑμῖν
ἄντικρυς μηδὲν λέγειν.

Γυνὴ Β

ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
τὰ μὲν γὰρ ἄλλ᾽ αὕτη κατηγόρηκεν εὖ:
445ἃ δ᾽ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
στεφανηπλοκοῦσ᾽ ἔβοσκον ἐν ταῖς μυρρίναις.
τέως μὲν οὖν ἀλλ᾽ ἡμικάκως ἐβοσκόμην:
450νῦν δ᾽ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς:
ὥστ᾽ οὐκέτ᾽ ἐμπολῶμεν οὐδ᾽ εἰς ἥμισυ.
νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα:
455ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
ἅτ᾽ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
ἀλλ᾽ εἰς ἀγορὰν ἄπειμι: δεῖ γὰρ ἀνδράσιν
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.

Χορός

ἕτερον αὖ τι λῆμα τοῦτο
460κομψότερον ἔτ᾽ ἢ τὸ πρότερον
ἀναπέφηνεν.
οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημ᾽, οὐδ᾽
ἀσύνετ᾽ ἀλλὰ πιθανὰ πάντα.
465δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
τὸν ἄνδρα
περιφανῶς δοῦναι δίκην.

Μνησίλοχος

τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτ᾽ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστ᾽, οὐδ᾽ ἐπιζεῖν τὴν χολήν.
καὐτὴ γὰρ ἔγωγ᾽, οὕτως ὀναίμην τῶν τέκνων,
470μισῶ τὸν ἄνδρ᾽ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
ὅμως δ᾽ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον:
αὐταὶ γάρ ἐσμεν, κοὐδεμί᾽ ἔκφορος λόγου.
τί ταῦτ᾽ ἔχουσαι 'κεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύ᾽ ἡμῶν ἢ τρία
475κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδ᾽ ἐμαυτῇ πολλὰ δείν᾽: ἐκεῖνο δ᾽ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δ᾽ ἀνὴρ παρ᾽ ἐμοὶ καθηῦδεν: ἦν δέ μοι φίλος,
480ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
οὖτος πόθῳ μου 'κνυεν ἐλθὼν τὴν θύραν:
κᾆτ᾽ εὐφὺς ἔγνων: εἶτα καταβαίνω λάθρᾳ.
ὁ δ᾽ ἀνὴρ ἐρωτᾷ ‘ποῖ σὺ καταβαίνεις’; ‘ὅποι;
στρόφος μ᾽ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη:
485ἐς τὸν κοπρῶν᾽ οὖν ἔρχομαι.’ ‘βάδιζέ νυν:’
κᾆθ᾽ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον:
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν: εἶτ᾽ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κύβδ᾽ ἐχομένη τῆς δάφνης.
490ταῦτ᾽ οὐδεπώποτ᾽ εἶφ᾽, ὁρᾶτ᾽, Εὐριπίδης:
οὐδ᾽ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθ᾽, ἢν μὴ 'χωμεν ἕτερον, οὐ λέγει:
οὐδ᾽ ὡς ὅταν μάλισθ᾽ ὑπό του ληκώμεθα
τὴν νύχθ᾽, ἕωθεν σκόροδα διαμασώμεθα,
495ἵν᾽ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθ᾽, ὁρᾷς,
οὐπώποτ᾽ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτ᾽ ἔστ᾽; οὐδ᾽ ἐκεῖν᾽ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
500†ὑπ᾽ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
ἑτέραν δ᾽ ἐγᾦδ᾽ ἣ 'φασκεν ὠδίνειν γυνὴ
δέχ᾽ ἡμέρας, ἔως ἐπρίατο παιδίον:
ὁ δ᾽ ἀνὴρ περιέτρεχ᾽ ὠκυτόκι᾽ ὠνούμενος:
505τὸ δ᾽ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον:
εἶθ᾽ ὡς ἔνευσεν ἡ φέρουσ᾽, εὐθὺς βοᾷ,
‘ἄπελθ᾽ ἄπελθ᾽, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
τέξειν.’ τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν:
510χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ᾽ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ᾽ ἀνέκραγεν.
εἶθ᾽ ἡ μιαρὰ γραῦς, ἣ 'φερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
‘λέων λέων σοι γέγονεν, αὔτ᾽ ἔκμαγμα σόν,
515τά τ᾽ ἄλλ᾽ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.’
ταῦτ᾽ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. κᾆτ᾽ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;

Χορός

520τουτὶ μέντοι θαυμαστόν,
ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
χἤτις ἐξέθρεψε χώρα
τήνδε τὴν θρασεῖαν οὕτω.
τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525κατὰ τὸ φανερὸν ὧδ᾽ ἀναιδῶς
οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
οὐδὲ τολμῆσαί ποτ᾽ ἄν.
ἀλλ᾽ ἅπαν γένοιτ᾽ ἂν ἤδη:
τὴν παροιμίαν δ᾽ ἐπαινῶ
τὴν παλαιάν: ὑπὸ λίθῳ γὰρ
530παντί νου χρὴ
μὴ δάκῃ ῥητωρ ἀθρεῖν.
ἀλλ᾽ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρ᾽ εἰ γυναῖκες.

Γυνὴ Α

οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
ἀλλ᾽ ἢ πεφάρμαχθ᾽ ἢ κακόν τι μέγα πεπόνθατ᾽ ἄλλο,
535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν: εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.

Μνησίλοχος

540μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτ᾽ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ᾽ ὑμῶν;

Γυνὴ Α

οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε: Πηνελόπην δὲ
οὐπώποτ᾽ ἐποίησ᾽, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.

Μνησίλοχος

ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δ᾽ ἁπαξαπάσας.

Γυνὴ Α

ἀκούετ᾽ ὦ γυναῖκες οἷ᾽ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.

Μνησίλοχος

καὶ νὴ Δί᾽ οὐδέπω γε
εἴρηχ᾽ ὅσα ξύνοιδ᾽: ἐπεὶ βούλεσθε πλείον᾽ εἴπω;

Γυνὴ Α

ἀλλ᾽ οὐκ ἂν ἔτ᾽ ἔχοις: ὅσα γὰρ ᾔδησθ᾽ ἐξέχεας ἅπαντα.

Μνησίλοχος

555μὰ Δί᾽ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
ἐπεὶ τάδ᾽ οὐκ εἴρηχ᾽, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.

Γυνὴ Α

ἐπιτριβείης.

Μνησίλοχος

ὥς τ᾽ αὖ τὰ κρέ᾽ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν—

Γυνὴ Α

τάλαιν᾽ ἐγώ: φλυαρεῖς.

Μνησίλοχος

560οὐδ᾽ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
οὐκ εἶπον: οὐδ᾽ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ᾽ ἔμηνεν,
οὐδ᾽ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ᾽—

Γυνὴ Α

ἐξόλοιο.

Μνησίλοχος

ἁχαρνικὴ τὸν πατέρα.

Γυνὴ Α

ταυτὶ δῆτ᾽ ἀνέκτ᾽ ἀκούειν;

Μνησίλοχος

565οὐδ᾽ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθ᾽ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.

Γυνὴ Α

οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλ᾽ ἐκποκιῶ σου τὰς ποκάδας.

Μνησίλοχος

οὐ δὴ μὰ Δία σύ γ᾽ ἅψει.

Γυνὴ Α

καὶ μὴν ἰδού.

Μνησίλοχος

καὶ μὴν ἰδού.

Γυνὴ Α

λαβὲ θοἰμάτιον Φιλίστη.

Μνησίλοχος

πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—

Γυνὴ Α

τί δράσεις;

Μνησίλοχος

570τὸν σησαμοῦνθ᾽ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.

Χορός

παύσασθε λοιδορούμεναι: καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθ᾽, ἵν᾽ αὐτῆς κοσμίως πυθώμεθ᾽ ἅττα λέξει.

Κλεισθένης

φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου:
575ὅτι μὲν φίλος εἴμ᾽ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις:
γυναικομανῶ γὰρ προξενῶ θ᾽ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατ᾽ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτ᾽ ἀγγελῶν θ᾽ ὑμῖν, ἵνα
580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.

Χορός

τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ σ᾽ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

Κλεισθένης

Εὐριπίδην φάσ᾽ ἄνδρα κηδεστήν τινα
585αὑτοῦ γέροντα δεῦρ᾽ ἀναπέμψαι τήμερον.

Χορός

πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;

Κλεισθένης

ἵν᾽ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.

Χορός

καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;

Κλεισθένης

590ἀφηῦσεν αὐτὸν κἀπέτιλ᾽ Εὐριπίδης
καὶ τἄλλ᾽ ἅπανθ᾽ ὥσπερ γυναῖκ᾽ ἐσκεύασεν.

Μνησίλοχος

πείθεσθε τούτῳ ταῦτα; τίς δ᾽ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι 'γωγ᾽ ὦ πολυτιμήτω θεώ.

Κλεισθένης

595ληρεῖς: ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ 'πεπύσμην ταῦτα τῶν σάφ᾽ εἰδότων.

Χορός

τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλ᾽ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρ᾽ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.

Κλεισθένης

φέρ᾽ ἴδω: τίς ἡ πρώτη σύ;

Μνησίλοχος

ποῖ τις τρέψεται;

Κλεισθένης

ζητητέαι γάρ ἐστε.

Μνησίλοχος

κακοδαίμων ἐγώ.

Γυνὴ Α

605ἔμ᾽ ἥτις εἴμ᾽ ἤρου; Κλεωνύμου γυνή.

Κλεισθένης

γιγνώσκεθ᾽ ὑμεῖς ἥτις ἔσθ᾽ ἥδ᾽ ἡ γυνή;

Χορός

γιγνώσκομεν δῆτ᾽. ἀλλὰ τὰς ἄλλας ἄθρει.

Κλεισθένης

ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
ἔχουσα;

Γυνὴ Α

τίτθη νὴ Δί᾽ ἐμή.

Μνησίλοχος

διοίχομαι.

Κλεισθένης

610αὕτη σὺ ποῖ στρέφει; μέν᾽ αὐτοῦ. τί τὸ κακόν;

Μνησίλοχος

ἔασον οὐρῆσαί μ᾽.

Κλεισθένης

ἀναίσχυντός τις εἶ.
σὺ δ᾽ οὖν ποίει τοῦτ᾽. ἀναμενῶ γὰρ ἐνθάδε.

Χορός

ἀνάμενε δῆτα καὶ σκόπει γ᾽ αὐτὴν σφόδρα:
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.

Κλεισθένης

615πολύν γε χρόνον οὐρεῖς σύ.

Μνησίλοχος

νὴ Δί᾽ ὦ μέλε:
στραγγουριῶ γάρ: ἐχθὲς ἔφαγον κάρδαμα.

Κλεισθένης

τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ᾽ ὡς ἐμέ;

Μνησίλοχος

τί δῆτά μ᾽ ἕλκεις ἀσθενοῦσαν;

Κλεισθένης

εἰπέ μοι,
τίς ἔστ᾽ ἀνήρ σοι;

Μνησίλοχος

τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

Κλεισθένης

τὸν δεῖνα; ποῖον;

Μνησίλοχος

ἔσθ᾽ ὁ δεῖν᾽, ὃς καί ποτε
τὸν δεῖνα τὸν τοῦ δεῖνα—

Κλεισθένης

ληρεῖν μοι δοκεῖς.
ἀνῆλθες ἤδη δεῦρο πρότερον;

Μνησίλοχος

νὴ Δία
ὁσέτη γε.

Κλεισθένης

καὶ τίς σοὐστὶ συσκηνήτρια;

Μνησίλοχος

625ἡ δεῖν᾽ ἔμοιγ᾽.

Κλεισθένης

οἴμοι τάλας, οὐδὲν λέγεις.

Γυνὴ Α

ἄπελθ᾽. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι: σὺ δ᾽ ἀπόστηθί μοι,
ἵνα μὴ 'πακούσῃς ὢν ἀνήρ. σὺ δ᾽ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.

Μνησίλοχος

630φέρ᾽ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.

Γυνὴ Α

τί δὲ μετὰ τοῦτο δεύτερον;

Μνησίλοχος

προὐπίνομεν.

Γυνὴ Α

ταυτὶ μὲν ἤκουσάς τινος: τί δαὶ τρίτον;

Μνησίλοχος

σκάφιον Ξένυλλ᾽ ᾔτησεν: οὐ γὰρ ἦν ἀμίς.

Γυνὴ Α

οὐδὲν λέγεις. δεῦρ᾽ ἐλθὲ δεῦρ᾽ ὦ Κλείσθενες:
635ὅδ᾽ ἐστὶν ἁνὴρ ὃν λέγεις.

Κλεισθένης

τί οὖν ποιῶ;

Γυνὴ Α

ἀπόδυσον αὐτόν: οὐδὲν ὑγιὲς γὰρ λέγει.

Μνησίλοχος

κἄπειτ᾽ ἀποδύσετ᾽ ἐννέα παίδων μητέρα;

Κλεισθένης

χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.

Γυνὴ Α

ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά:
640καὶ νὴ Δία τιτθούς γ᾽ ὥσπερ ἡμεῖς οὐκ ἔχει.

Μνησίλοχος

στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.

Γυνὴ Α

νῦν: τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.

Κλεισθένης

ἀνίστασ᾽ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;

Γυνὴ Α

τοδὶ διέκυψε καὶ μάλ᾽ εὔχρων ὦ τάλαν.

Κλεισθένης

645καὶ ποῦ 'στιν;

Γυνὴ Α

αὖθις ἐς τὸ πρόσθεν οἴχεται.

Κλεισθένης

οὐκ ἐνγεταυθί.

Γυνὴ Α

μἀλλὰ δεῦρ᾽ ἥκει πάλιν.

Κλεισθένης

ἰσθμόν τιν᾽ ἔχεις ὦνθρωπ᾽: ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.

Γυνὴ Α

ὦ μιαρὸς οὗτος: ταῦτ᾽ ἄρ᾽ ὑπὲρ Εὐριπίδου
650ἡμῖν ἐλοιδορεῖτο.

Μνησίλοχος

κακοδαίμων ἐγώ,
εἰς οἷ᾽ ἐμαυτὸν εἰσεκύλισα πράγματα.

Γυνὴ Α

ἄγε δὴ τί δρῶμεν;

Κλεισθένης

τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται:
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

Χορός

655ἡμᾶς τοίνυν μετὰ τοῦτ᾽ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ᾽ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ: μόνον δὲ χρὴ
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ᾽ ἤδη κύκλῳ.

εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντ᾽,
εἴ τις ἐν τόποις ἑδραῖος
ἄλλος αὖ λέληθεν ὤν.
665πανταχῇ δὲ ῥῖψον ὄμμα,
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
πάντ᾽ ἀνασκόπει καλῶς.

ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
670τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμ᾽ ὕβρεως ἀδίκων τ᾽ ἔργων
ἀθέων τε τρόπων:
φήσει δ᾽ εἶναί τε θεοὺς φανερῶς,
δείξει τ᾽ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας...
675†δικαίως τ᾽ ἐφέποντας† ὅσια καὶ νόμιμα
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
κἂν μὴ ποιῶσι ταῦτα τοιάδ᾽ ἔσται:
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
680†μανίαις† φλέγων λύσσῃ παράκοπος,
†εἴ τι δρῴη†
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
ὅτι τά τε παράνομα τά τ᾽ ἀνόσια παρὼν
685θεὸς ἀποτίνεται.
ἀλλ᾽ ἔοιχ᾽ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
οὐχ ὁρῶμεν γοῦν ἔτ᾽ ἄλλον οὐδέν᾽ ἐγκαθήμενον.

Γυνὴ Α

ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
690τάλαιν᾽ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.

Μνησίλοχος

κέκραχθι: τοῦτο δ᾽ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μ᾽ ἀφῆτ᾽: ἀλλ᾽ ἐνθάδ᾽ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695καθαιματώσει βωμόν.

Γυνὴ Α

ὦ τάλαιν᾽ ἐγώ.
γυναῖκες, οὐκ ἀρήξετ᾽; οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθ᾽ ἀποστερουμένην;

Χορός

ἔα ἔα.
700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
ὡς ἅπαντ᾽ ἄρ᾽ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.

Μνησίλοχος

οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.

Χορός

705ταῦτα δῆτ᾽ οὐ δεινὰ πράγματ᾽ ἐστὶ καὶ περαιτέρω;

Γυνὴ Α

δεινὰ δῆθ᾽, ὅστις γ᾽ ἔχει μου 'ξαρπάσας τὸ παιδίον.

Χορός

τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδ᾽ ἀναισχυντεῖ;

Μνησίλοχος

κοὔπω μέντοι γε πέπαυμαι.

Χορός

710ἀλλ᾽ οὖν ἥκεις γ᾽ ὅθεν οὐ φαύλως γ᾽
ἀποδρὰς λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.

Μνησίλοχος

τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.

Χορός

715τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;

Μνησίλοχος

μάτην λαλεῖτε: τὴν δ᾽ ἐγὼ οὐκ ἀφήσω.

Χορός

ἀλλ᾽ οὐ μὰ τὼ θεὼ τάχ᾽ οὐ χαίρων ἴσως
720ἐνυβριεῖς λόγους λέξεις τ᾽ ἀνοσίους
ἐπ᾽ ἀθέοις ἔργοις:
καὶ γὰρ ἀνταμειψόμεσθά σ᾽ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
τάχα δὲ μεταβαλοῦσ᾽ ἐπὶ κακὸν ἑτερότροπον
725ἐπέχει τύχη.
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σ᾽ ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ᾽ ὅσον τάχος.

Γυνὴ Α

ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
κἀγώ σ᾽ ἀποδείξω θυμάλωπα τήμερον.

Μνησίλοχος

730ὕφαπτε καὶ κάταιθε: σὺ δὲ τὸ Κρητικὸν
ἀπόδυθι ταχέως: τοῦ θανάτου δ᾽ ὦ παιδίον
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθ᾽ ἡ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δ᾽ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

Γυνὴ Α

παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.

Μνησίλοχος

740παράβαλλε δῆτα: σὺ δ᾽ ἀπόκριναί μοι τοδί,
τουτὶ τεκεῖν φῄς;

Γυνὴ Α

καὶ δέκα μῆνας αὔτ᾽ ἐγὼ
ἤνεγκον.

Μνησίλοχος

ἤνεγκας σύ;

Γυνὴ Α

νὴ τὴν Ἄρτεμιν.

Μνησίλοχος

πρικότυλον ἢ πῶς; εἰπέ μοι.

Γυνὴ Α

τί μ᾽ ἠργάσω;
ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
745τυννοῦτον ὄν.

Μνησίλοχος

τυννοῦτο;

Γυνὴ Α

μικρὸν νὴ Δία.

Μνησίλοχος

πόσ᾽ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;

Γυνὴ Α

σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
ἀλλ᾽ ἀπόδος αὐτό.

Μνησίλοχος

μὰ τὸν Ἀπόλλω τουτονί.

Γυνὴ Α

ἐμπρήσομεν τοίνυν σε.

Μνησίλοχος

πάνυ γ᾽ ἐμπίμπρατε:
750αὕτη δ᾽ ἀποσφαγήσεται μάλ᾽ αὐτίκα.

Γυνὴ Α

μὴ δῆθ᾽, ἱκετεύω σ᾽: ἀλλ᾽ ἔμ᾽ ὅ τι χρῄζεις ποίει
ὑπέρ γε τούτου.

Μνησίλοχος

φιλότεκνός τις εἶ φύσει.
ἀλλ᾽ οὐδὲν ἧττον ἥδ᾽ ἀποσφαγήσεται

Γυνὴ Α

οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
755ἵν᾽ οὖν τό γ᾽ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.

Μνησίλοχος

ὕπεχ᾽ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.

Γυνὴ Α

κακῶς ἀπόλοι᾽, ὡς φθονερὸς εἶ καὶ δυσμενής.

Μνησίλοχος

τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.

Γυνὴ Α

τί τῆς ἱερείας γίγνεται;

Μνησίλοχος

τουτί. λαβέ.

Γυνὴ Γ

760ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;

Γυνὴ Α

ὁ πανοῦργος οὗτος. ἀλλ᾽ ἐπειδήπερ πάρει,
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
τοῖσιν πρυτάνεσιν ἃ πεποίηχ᾽ οὗτος φράσω.

Μνησίλοχος

765ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
τίς πεῖρα, τίς ἐπίνοι᾽; ὁ μὲν γὰρ αἴτιος
κἄμ᾽ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
οὐ φαίνεταί πω. φέρε τίν᾽ οὖν ἂν ἄγγελον
πέμψαιμ᾽ ἐπ᾽ αὐτόν; οἶδ᾽ ἐγὼ καὶ δὴ πόρον
770ἐκ τοῦ Παλαμήδους: ὡς ἐκεῖνος, τὰς πλάτας
ῥίψω γράφων. ἀλλ᾽ οὐ πάρεισιν αἱ πλάται.
πόθεν οὖν γένοιντ᾽ ἄν μοι πλάται πόθεν; πόθεν;
τί δ᾽ ἂν εἰ ταδὶ τἀγάλματ᾽ ἀντὶ τῶν πλατῶν
γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
775ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖν᾽ ἦν ξύλον.

ὦ χεῖρες ἐμαὶ
ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
δέξασθε σμίλης ὁλκοὺς
780κήρυκας ἐμῶν μόχθων: οἴμοι
τουτὶ τὸ ῥῶ μοχθηρόν:
χώρει χώρει. ποίαν αὔλακα;
βάσκετ᾽ ἐπείγετε πάσας καθ᾽ ὁδοὺς
κείνᾳ ταύτᾳ: ταχέως χρή.

Χορός

785ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,
καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ᾽ ἀγορεύει,
ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
εἰ κακόν ἐσμεν, τί γαμεῖθ᾽ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
790κἀπαγορεύετε μήτ᾽ ἐξελθεῖν μήτ᾽ ἐκκύψασαν ἁλῶναι,
ἀλλ᾽ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ᾽ εὕρητ᾽ αὐτὸ θύρασιν,
μανίας μαίνεσθ᾽, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ᾽ ἔνδον.
795κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι:
κἂν αἰσχυνθεῖσ᾽ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
ὑμεῖς δ᾽ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ᾽ ἑκάστου.
Ναυσιμάχης μέν γ᾽ ἥττων ἐστὶν Χαρμῖνος: δῆλα δὲ τἄργα.
805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδ᾽ ἐγχειρεῖ πολεμίζειν.
ἀλλ᾽ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδ᾽ αὐτὸς τοῦτό γε φήσεις.
810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ᾽ εἶναι.
οὐδ᾽ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
ἐς πόλιν ἔλθοι τῶν δημοσίων: ἀλλ᾽ ἢν τὰ μέγισθ᾽ ὑφέληται
φορμὸν πυρῶν τἀνδρὸς κλέψασ᾽, αὐθημερὸν αὔτ᾽ ἀπέδωκεν.

ἀλλ᾽ ἡμεῖς ἂν πολλοὺς τούτων
815ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
ὄντας μᾶλλον καὶ λωποδύτας
καὶ βωμολόχους κἀνδραποδιστάς.
καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
820χείρους ἡμῶν εἰσιν σῴζειν:
ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
τὸ σκιάδειον:
τοῖς δ᾽ ἡμετέροις ἀνδράσι τούτοις
825ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
πολλοῖς δ᾽ ἑτέροις ἀπὸ τῶν ὤμων
ἐν ταῖς στρατιαῖς
ἔρριπται τὸ σκιάδειον.

830πόλλ᾽ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ᾽ ἂν
τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ᾽ ὑπερφυέστατον.
χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
προεδρίαν τ᾽ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν:
εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
840τὴν Ὑπερβόλου καθῆσθαι μητέρ᾽ ἠμφιεσμένην
λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
καὶ δανείζειν χρήμαθ᾽, ᾗ χρῆν, εἰ δανείσειέν τινι
καὶ τόκον πράττοιτο, διδόναι μηδέν᾽ ἀνθρώπων τόκον,
ἀλλ᾽ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ᾽ εἰπόντας τοδί,
845‘ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.’

Μνησίλοχος

ἰλλὸς γεγένημαι προσδοκῶν: ὁ δ᾽ οὐδέπω.
τί δῆτ᾽ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθ᾽ ὅπως
οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντ᾽ αἰσχύνεται.
τῷ δῆτ᾽ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850ἐγᾦδα: τὴν καινὴν Ἑλένην μιμήσομαι.
πάντως ὑπάρχει μοι γυναικεία στολή.

Γυνὴ Γ

τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
πικρὰν Ἑλένην ὄψει τάχ᾽, εἰ μὴ κοσμίως
ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.

Μνησίλοχος

855Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.

Γυνὴ Γ

πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.

Μνησίλοχος

ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.

Γυνὴ Γ

σοί γ᾽ ὦλεθρε
πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.

Μνησίλοχος

Ἑλένη δ᾽ ἐκλήθην.

Γυνὴ Γ

αὖθις αὖ γίγνει γυνή,
πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;

Μνησίλοχος

ψυχαὶ δὲ πολλαὶ δι᾽ ἔμ᾽ ἐπὶ Σκαμανδρίαις
865ῥοαῖσιν ἔθανον.

Γυνὴ Γ

ὤφελες δὲ καὶ σύ γε.

Μνησίλοχος

κἀγὼ μὲν ἐνθάδ᾽ εἴμ᾽: ὁ δ᾽ ἄθλιος πόσις
οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
τί οὖν ἔτι ζῶ;

Γυνὴ Γ

τῶν κοράκων πονηρίᾳ.

Μνησίλοχος

ἀλλ᾽ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
870μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.

Εὐριπίδης

τίς τῶνδ᾽ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;

Μνησίλοχος

Πρωτέως τάδ᾽ ἐστὶ μέλαθρα.

Εὐριπίδης

ποίου Πρωτέως;

Γυνὴ Γ

875ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.

Εὐριπίδης

ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;

Μνησίλοχος

Αἴγυπτον.

Εὐριπίδης

ὦ δύστηνος οἷ πεπλώκαμεν.

Γυνὴ Γ

πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
880ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.

Εὐριπίδης

αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ᾽ ἢ 'ξώπιος;

Γυνὴ Γ

οὐκ ἔσθ᾽ ὅπως οὐ ναυτιᾷς ἔτ᾽ ὦ ξένε,
ὅστις γ᾽ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
ἔπειτ᾽ ἐρωτᾷς ‘ἔνδον ἔστ᾽ ἢ 'ξώπιος;’

Εὐριπίδης

885αἰαῖ τέθνηκε. ποῦ δ᾽ ἐτυμβεύθη τάφῳ;

Μνησίλοχος

τόδ᾽ ἐστὶν αὐτοῦ σῆμ᾽, ἐφ᾽ ᾧ καθήμεθα.

Γυνὴ Γ

κακῶς τ᾽ ἄρ᾽ ἐξόλοιο κἀξολεῖ γέ τοι,
ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.

Εὐριπίδης

τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890φάρει καλυπτὸς ὦ ξένη;

Μνησίλοχος

βιάζομαι
γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.

Γυνὴ Γ

τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
οὗτος πανουργῶν δεῦρ᾽ ἀνῆλθεν ὦ ξένε
ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.

Μνησίλοχος

895βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

Εὐριπίδης

ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;

Μνησίλοχος

αὕτη Θεονόη Πρωτέως.

Γυνὴ Γ

μὰ τὼ θεὼ
εἰ μὴ Κρίτυλλά γ᾽ Ἀντιθέου Γαργηττόθεν:
σὺ δ᾽ εἶ πανοῦργος.

Μνησίλοχος

ὁπόσα τοι βούλει λέγε.
900οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.

Εὐριπίδης

γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.

Μνησίλοχος

αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.

Εὐριπίδης

τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μ᾽ ἔχει.
905ὦ θεοὶ τίν᾽ ὄψιν εἰσορῶ; τίς εἶ γύναι;

Μνησίλοχος

σὺ δ᾽ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ᾽ ἔχει λόγος.

Εὐριπίδης

Ἑλληνὶς εἶ τις ἢ 'πιχωρία γυνή;

Μνησίλοχος

Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.

Εὐριπίδης

Ἑλένῃ σ᾽ ὁμοίαν δὴ μάλιστ᾽ εἶδον γύναι.

Μνησίλοχος

910ἐγὼ δὲ Μενελάῳ σ᾽ ὅσα γ᾽ ἐκ τῶν ἰφύων.

Εὐριπίδης

ἔγνως ἄρ᾽ ὀρθῶς ἄνδρα δυστυχέστατον.

Μνησίλοχος

ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
915φέρε σὲ κύσω. ἄπαγέ μ᾽ ἄπαγ᾽ ἄπαγέ με
λαβὼν ταχὺ πάνυ.

Γυνὴ Γ

κλαύσετ᾽ ἄρα νὴ τὼ θεὼ
ὅστις σ᾽ ἀπάξει τυπτόμενος τῇ λαμπάδι.

Εὐριπίδης

σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
τὴν Τυνδάρειον παῖδ᾽, ἐπὶ Σπάρτην ἄγειν;

Γυνὴ Γ

920οἴμ᾽ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς
καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
ᾐγυπτιάζετ᾽. ἀλλ᾽ ὅδε μὲν δώσει δίκην.
προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης.

Εὐριπίδης

τουτὶ πονηρόν: ἀλλ᾽ ὑπαποκινητέον.

Μνησίλοχος

925ἐγὼ δ᾽ ὁ κακοδαίμων τί δρῶ;

Εὐριπίδης

μέν᾽ ἥσυχος.
οὐ γὰρ προδώσω σ᾽ οὐδέποτ᾽, ἤνπερ ἐμπνέω,
ἢν μὴ προλίπωσ᾽ αἱ μυρίαι με μηχαναί.

Μνησίλοχος

αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.

Πρύτανις

ὅδ᾽ ἔσθ᾽ ὁ πανοῦργος ὃν ἔλεγ᾽ ἡμῖν Κλεισθένης;
930οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
ὦ τοξότ᾽ ἐν τῇ σανίδι, κἄπειτ᾽ ἐνθαδὶ
στήσας φύλαττε καὶ προσιέναι μηδένα
ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ᾽ ἔχων
παῖ᾽ ἢν προσίῃ τις.

Γυνὴ Γ

νὴ Δί᾽ ὡς νῦν δή γ᾽ ἀνὴρ
935ὀλίγου μ᾽ ἀφείλετ᾽ αὐτὸν ἱστιορράφος.

Μνησίλοχος

ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.

Πρύτανις

τί σοι χαρίσωμαι;

Μνησίλοχος

γυμνὸν ἀποδύσαντά με
940κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
ἵνα μὴ 'ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.

Πρύτανις

ἔχοντα ταῦτ᾽ ἔδοξε τῇ βουλῇ σε δεῖν,
ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.

Μνησίλοχος

945ἰαππαπαιάξ: ὦ κροκώθ᾽ οἷ᾽ εἴργασαι:
κοὐκ ἔστ᾽ ἔτ᾽ ἐλπὶς οὐδεμία σωτηρίας.

Χορός

ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
Παύσων σέβεται καὶ νηστεύει,
950πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
ἐς τὰς ὥρας ξυνεπευχόμενος
τοιαῦτα μέλειν θάμ᾽ ἑαυτῷ.
ὅρμα χώρει:
κοῦφα ποσὶν ἄγ᾽ ἐς κύκλον,
955χειρὶ σύναπτε χεῖρα,
ῥυθμὸν χορείας ὕπαγε πᾶσα:
βαῖνε καρπαλίμοιν ποδοῖν.
ἐπισκοπεῖν δὲ πανταχῇ
κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.

ἅμα δὲ καὶ
960γένος Ὀλυμπίων θεῶν
μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
εἰ δέ τις
προσδοκᾷ κακῶς ἐρεῖν
ἐν ἱερῷ γυναῖκά μ᾽ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
ἀλλὰ χρῆν
ὥσπερ ἔργον αὖ τι καινὸν
πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.

πρόβαινε ποσὶ τὸν εὐλύραν
970μέλπουσα καὶ τὴν τοξοφόρον
Ἄρτεμιν ἄνασσαν ἁγνήν.
χαῖρ᾽ ὦ ἑκάεργε,
ὄπαζε δὲ νίκην:
Ἥραν δὲ τὴν τελείαν
μέλψωμεν ὥσπερ εἰκός,
975ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ
κλῇδας γάμου φυλάττει.
Ἑρμῆν τε νόμιον ἄντομαι
καὶ Πᾶνα καὶ Νύμφας φίλας
ἐπιγελάσαι προθύμως
980ταῖς ἡμετέραισι
χαρέντα χορείαις.
ἔξαιρε δὴ προθύμως
διπλῆν χάριν χορείας.
παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
νηστεύωμεν δὲ πάντως.

985ἀλλ᾽ εἶα πάλλ᾽ ἀνάστρεφ᾽ εὐρύθμῳ ποδί,
τόρευε πᾶσαν ᾠδήν:
ἡγοῦ δέ γ᾽ ὧδ᾽ αὐτὸς σὺ
κισσοφόρε Βάκχειε
δέσποτ᾽: ἐγὼ δὲ κώμοις
σὲ φιλοχόροισι μέλψω.
990εὔιον ὦ Διόνυσε
Βρόμιε καὶ Σεμέλας παῖ,
χοροῖς τερπόμενος
κατ᾽ ὄρεα νυμφᾶν †ἐρατοῖς† ἐν ὕμνοις,
εὔιον εὔιον εὐοῖ
... ἀναχορεύων.
995ἀμφὶ δὲ σοὶ κτυπεῖται
Κιθαιρώνιος ἠχώ,
μελάμφυλλά τ᾽ ὄρη
δάσκια καὶ νάπαι πετρώδεις βρέμονται:
κύκλῳ δὲ περὶ σὲ κισσὸς
1000εὐπέταλος ἕλικι θάλλει.

Τοξότης

ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.

Μνησίλοχος

ὦ τοξόθ᾽ ἱκετεύω σε.

Τοξότης

μή μ᾽ ἰκετεῦσι σύ.

Μνησίλοχος

χάλασον τὸν ἧλον.

Τοξότης

ἀλλὰ ταῦτα δρᾶσ᾽ ἐγώ.

Μνησίλοχος

οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.

Τοξότης

1005ἔτι μᾶλλο βοῦλις;

Μνησίλοχος

ἀτταταῖ ἰατταταῖ:
κακῶς ἀπόλοιο.

Τοξότης

σῖγα κακοδαίμων γέρον.
πέρ᾽ ἐγὼ 'ξινίγκι πορμός, ἴνα πυλάξι σοι.

Μνησίλοχος

ταυτὶ τὰ βέλτιστ᾽ ἀπολέλαυκ᾽ Εὐριπίδου.
ἔα: θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
1010ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθ᾽ Ἀνδρομέδαν: πάντως δέ μοι
τὰ δέσμ᾽ ὑπάρχει. δῆλον οὖν τοῦτ᾽ ἔσθ᾽ ὅτι
1015ἥξει με σώσων: οὐ γὰρ ἂν παρέπτετο.

Εὐριπίδης

φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
1020κατάνευσον, ἔασον ὡς
τὴν γυναῖκά μ᾽ ἐλθεῖν.

Μνησίλοχος

ἄνοικτος ὅς μ᾽ ἔδησε τὸν
πολυστονώτατον βροτῶν:
μόλις δὲ γραῖαν ἀποφυγὼν
1025σαπρὰν ἀπωλόμην ὅμως.
ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
1030χοροῖσιν οὐδ᾽ ὑφ᾽ ἡλίκων νεανίδων
κημὸν ἕστηκ᾽ ἔχουσ᾽,
ἀλλ᾽ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
1035παιῶνι δεσμίῳ δὲ
γοᾶσθέ μ᾽ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλαν᾽ ἄνομα πάθεα,
1040φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμ᾽ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντ᾽ ἐνέδυσεν:
1045ἐπὶ δὲ τοῖσδ᾽ ἐς τόδ᾽ ἀνέπεμψεν
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων:
ὦ κατάρατος ἐγώ:
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
1050εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτ᾽ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητ᾽ ἄχη δαιμόνων αἰόλαν
1055νέκυσιν ἐπὶ πορείαν.

Εὐριπίδης

χαῖρ᾽ ὦ φίλη παῖ: τὸν δὲ πατέρα Κηφέα
ὅς σ᾽ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.

Μνησίλοχος

σὺ δ᾽ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;

Εὐριπίδης

Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
ἀλλ᾽ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
κλάειν ἐλεινῶς.

Μνησίλοχος

σὲ δ᾽ ἐπικλάειν ὕστερον.

Εὐριπίδης

ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλ᾽ ἄρχου λόγων.

Μνησίλοχος

1065ὦ νὺξ ἱερὰ
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσ᾽
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου δι᾽ Ὀλύμπου;

Εὐριπίδης

δι᾽ Ὀλύμπου.

Μνησίλοχος

1070τί ποτ᾽ Ἀνδρομέδα περίαλλα κακῶν
μέρος ἐξέλαχον—

Εὐριπίδης

μέρος ἐξέλαχον—

Μνησίλοχος

θανάτου τλήμων;

Εὐριπίδης

θανάτου τλήμων;

Μνησίλοχος

ἀπολεῖς μ᾽ ὦ γραῦ στωμυλλομένη.

Εὐριπίδης

στωμυλλομένη.

Μνησίλοχος

1075νὴ Δί᾽ ὀχληρά γ᾽ εἰσήρρηκας
λίαν.

Εὐριπίδης

λίαν.

Μνησίλοχος

ὦγάθ᾽ ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. παῦσαι.

Εὐριπίδης

παῦσαι.

Μνησίλοχος

βάλλ᾽ ἐς κόρακας.

Εὐριπίδης

βάλλ᾽ ἐς κόρακας.

Μνησίλοχος

1080τί κακόν;

Εὐριπίδης

τί κακόν;

Μνησίλοχος

ληρεῖς.

Εὐριπίδης

ληρεῖς.

Μνησίλοχος

οἴμωζ᾽.

Εὐριπίδης

οἴμωζ᾽.

Μνησίλοχος

ὀτότυζ᾽.

Εὐριπίδης

ὀτότυζ᾽.

Τοξότης

οὖτος σί λαλῖς;

Εὐριπίδης

οὖτος σί λαλῖς;

Τοξότης

πρυτάνεις καλέσω;

Εὐριπίδης

πρυτάνεις καλέσω;

Τοξότης

1085σί κακόν;

Εὐριπίδης

σί κακόν;

Τοξότης

πῶτε τὸ πωνή;

Εὐριπίδης

πῶτε τὸ πωνή;

Τοξότης

σὺ λαλῖς;

Εὐριπίδης

σὺ λαλῖς;

Τοξότης

κλαύσει.

Εὐριπίδης

κλαύσει.

Τοξότης

κακκάσκι μοι;

Εὐριπίδης

κακκάσκι μοι;

Μνησίλοχος

1090μὰ Δί᾽ ἀλλὰ γυνὴ πλησίον αὕτη.

Εὐριπίδης

πλησίον αὕτη.

Τοξότης

ποῦ στ᾽ η᾽ μιαρά; καὶ δὴ πεύγει.
ποῖ ποῖ πεύγεις;

Εὐριπίδης

ποῖ ποῖ πεύγεις;

Τοξότης

οὐ καιρήσεις;

Εὐριπίδης

οὐ καιρήσεις;

Τοξότης

1095ἔτι γὰρ γρύζεις;

Εὐριπίδης

ἔτι γὰρ γρύζεις;

Τοξότης

λαβὲ τὴ μιαρά.

Εὐριπίδης

λαβὲ τὴ μιαρά.

Τοξότης

λάλο καὶ κατάρατο γύναικο.

Εὐριπίδης

ὦ θεοὶ τίν᾽ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
1100τέμνων κέλευθον πόδα τίθημ᾽ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.

Τοξότης

τί λέγι; τὴ Γόργος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;

Εὐριπίδης

τὴν Γοργόνος
ἔγωγε φημί.

Τοξότης

Γόργο τοι κἀγὼ λέγι.

Εὐριπίδης

1105ἔα: τίν᾽ ὄχθον τόνδ᾽ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;

Μνησίλοχος

ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
λῦσόν με δεσμῶν.

Τοξότης

οὐκὶ μὶ λαλῆσι σύ;
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;

Εὐριπίδης

1110ὦ παρθέν᾽ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.

Τοξότης

οὐ παρτέν᾽ ἐστίν, ἀλλ᾽ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.

Εὐριπίδης

ληρεῖς ὦ Σκύθα.
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.

Τοξότης

σκέψαι τὸ κύστο: μή τι μικτὸν παίνεται;

Εὐριπίδης

1115φέρε δεῦρό μοι τὴν χεῖρ᾽, ἵν᾽ ἅψωμαι κόρης:
φέρε Σκύθ᾽: ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν: ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.

Τοξότης

οὐ ζηλῶσί σε:
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
1120οὐκ ἐπτόνησά σ᾽ αὐτὸ πυγίζεις ἄγων.

Εὐριπίδης

τί δ᾽ οὐκ ἐᾷς λύσαντά μ᾽ αὐτὴν ὦ Σκύθα
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;

Τοξότης

εἰ σπόδρ᾽ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.

Εὐριπίδης

1125μὰ Δί᾽ ἀλλὰ λύσω δεσμά.

Τοξότης

μαστιγῶ σ᾽ ἄρα.

Εὐριπίδης

καὶ μὴν ποιήσω τοῦτο.

Τοξότης

τὸ κεπαλή σ᾽ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.

Εὐριπίδης

αἰαῖ: τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
ἀλλ᾽ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
1130σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν, ἀλλ᾽ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.

Τοξότης

μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.

Μνησίλοχος

μέμνησο Περσεῦ μ᾽ ὡς καταλείπεις ἀθλίαν.

Τοξότης

1135ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;

Χορός

Παλλάδα τὴν φιλόχορον ἐμοὶ
δεῦρο καλεῖν νόμος ἐς χορόν,
παρθένον ἄζυγα κούρην,
ἣ πόλιν ἡμετέραν ἔχει
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται.
φάνηθ᾽ ὦ τυράννους
στυγοῦσ᾽ ὥσπερ εἰκός.
1145δῆμός τοί σε καλεῖ γυναικῶν:
ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον.
ἥκετ᾽ εὔφρονες ἵλαοι,
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
1150οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
φαίνετον ἄμβροτον ὄψιν.
μόλετον ἔλθετον, ἀντόμεθ᾽ ὦ
Θεσμοφόρω πολυποτνία,
εἰ καὶ πρότερόν ποτ᾽ ἐπηκόω
ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθ᾽ ἱκετεύομεν
ἐνθάδε χἠμῖν.

Εὐριπίδης

1160γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφ᾽ ᾧτ᾽ ἀκοῦσαι μηδὲν ὑπ᾽ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. ταῦτ᾽ ἐπικηρυκεύομαι.

Χορός

χρείᾳ δὲ ποίᾳ τόνδ᾽ ἐπεσφέρεις λόγον;

Εὐριπίδης

1165ὅδ᾽ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητ᾽: ἢν δὲ μὴ πίθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.

Χορός

1170τὰ μὲν παρ᾽ ἡμῶν ἴσθι σοι πεπεισμένα:
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.

Εὐριπίδης

ἐμὸν ἔργον ἐστίν: καὶ σὸν ὦλάφιον ἅ σοι
καθ᾽ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
1175σὺ δ᾽ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.

Τοξότης

τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι

Εὐριπίδης

ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
ὀρχησομένη γὰρ ἔρχεθ᾽ ὡς ἄνδρας τινάς.

Τοξότης

ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσ᾽ ἐγώ.
1180ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.

Εὐριπίδης

φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί:
καθιζομένη δ᾽ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵν᾽ ὑπολύσω.

Τοξότης

ναῖκι ναὶ
κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
1185οἴμ᾽ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.

Εὐριπίδης

αὔλει σὺ θᾶττον: ἔτι δέδοικας τὸν Σκύθην;

Τοξότης

καλό γε τὸ πυγή. κλαῦσί γ᾽ ἂν μὴ 'νδον μένῃς.
ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος:
εἶεν: καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.

Εὐριπίδης

καλῶς ἔχει. λαβὲ θοἰμάτιον: ὥρα 'στὶ νῷν
1190ἤδη βαδίζειν.

Τοξότης

οὐκὶ πιλῆσι πρῶτά με;

Εὐριπίδης

πάνυ γε: φίλησον αὐτόν.

Τοξότης

ὂ ὂ ὂ παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσσ᾽, ὤσπερ Ἀττικὸς μέλις.
τί οὐ κατεύδει παρ᾽ ἐμέ;

Εὐριπίδης

χαῖρε τοξότα,
οὐ γὰρ γένοιτ᾽ ἂν τοῦτο.

Τοξότης

ναὶ ναὶ γρᾴδιο.
ἐμοὶ κάρισο σὺ τοῦτο.

Εὐριπίδης

δώσεις οὖν δραχμήν;

Τοξότης

1195ναὶ ναῖκι δῶσι.

Εὐριπίδης

τἀργύριον τοίνυν φέρε.

Τοξότης

ἀλλ᾽ οὐκ ἔκὠδέν: ἀλλὰ τὸ συβήνην λαβέ.

Εὐριπίδης

ἔπειτα † κομίζεις αὐτοῖς.†

Τοξότης

ἀκολούτι τέκνον.
σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
1200ὄνομα δέ σοι τί ἔστιν;

Εὐριπίδης

Ἀρτεμισία.

Τοξότης

μεμνῆσι τοίνυν τοὔνομ᾽: Ἀρταμουξία.

Εὐριπίδης

Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών:
ἐγὼ δὲ λύσω τόνδε. σὺ δ᾽ ὅπως ἀνδρικῶς
1205ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς
ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.

Μνησίλοχος

ἐμοὶ μελήσει ταῦτά γ᾽ ἢν ἅπαξ λυθῶ.

Εὐριπίδης

λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
ἥκοντα καταλαβεῖν.

Μνησίλοχος

ἐγὼ δὴ τοῦτο δρῶ.

Τοξότης

1210ὦ γρᾴδι᾽ ὠς καρίεντό σοι τὸ τυγάτριον,
κοὐ δύσκολ᾽ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
οἴμ᾽ ὠς ἀπόλωλο: ποῦ τὸ γέροντ᾽ ἐντευτενί;
ὦ γρᾴδι᾽, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
Ἀρταμουξία.
διέβαλλέ μ᾽ η᾽ γραῦς. ἀπότρεκ᾽ ὠς τάκιστα σύ:
1215ὀρτῶς δὲ συβήνη 'στί: καταβηνῆσι γάρ.
οἴμοι,
τί δρᾶσι; ποῖ τὸ γρᾴδι᾽; Ἀρταμουξία.

Χορός

τὴν γραῦν ἐρωτᾷς, ἣ 'φερεν τὰς πηκτίδας;

Τοξότης

ναὶ ναῖκι. εἶδες αὐτό;

Χορός

ταύτῃ γ᾽ οἴχεται
αὐτή τ᾽ ἐκείνη καὶ γέρων τις εἵπετο.

Τοξότης

1220κροκῶτ᾽ ἔκοντο τὴ γέροντο;

Χορός

φήμ᾽ ἐγώ.
ἔτ᾽ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.

Τοξότης

ὦ μιαρὸ γρᾶο: πότερα τρέξι τὴν ὀδό;
Ἀρταμουξία.

Χορός

ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
τῃδὶ διώξει; σ᾽ τοὔμπαλιν τρέχεις σύ γε.

Τοξότης

1225κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.

Χορός

τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
ἀλλὰ πέπαισται μετρίως ἡμῖν:
ὥσθ᾽ ὥρα δή 'στι βαδίζειν
οἴκαδ᾽ ἑκάστῃ. τὼ Θεσμοφόρω δ᾽
1230ἡμῖν ἀγαθὴν
τούτων χάριν ἀνταποδοίτην.