Μετάβαση στο περιεχόμενο

Εγκώμιον εις Πτολεμαίον

Από Βικιθήκη
Ἐγκώμιον εἰς Πτολεμαῖον
Συγγραφέας:


Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε, Μοῖσαι,
ἀθανάτων τὸν ἄριστον ἐπὴν αἴδωμεν ἀοιδαῖς.
ἀνδρῶν δ᾽ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος, καὶ μέσσος· ὃ γὰρ προφερέστατος ἀνδρῶν.
ἥρωες, τοὶ πρόσθεν ἀφ᾽ ἡμιθέων ἐγένοντο,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
αὐτὰρ ἐγὼ Πτολεμαῖον, ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμ᾽· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐνθὼν
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου· 10
τί πρῶτον καταλεξῶ; ἐπεὶ πάρα μυρία εἰπεῖν,
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.

ἐκ πατέρων· οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαῖος, ὅκα φρεσὶν ἐγκατάθοιτο
βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
δέδμηται· παρὰ δ᾽ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτραις.

ἀντία δ᾽ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο 20
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος,
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδαισι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττι σφεων Κρονίδας μελέων ἐξείλετο γῆρας,
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
ἀμφότεροι δ᾽ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ᾽ ἀλόχοιο,
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, 30
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις·
οἳ δ᾽ εἰς Ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
οἵα δ᾽ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας·
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
ὅσσον περ Πτολεμαῖος ἑὴν ἐφίλασεν ἄκοιτιν.
ἧ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ 40
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεοίσας,
ἀστόργου δὲ γυναικὸς ἐπ᾽ ἀλλοτρίων νόος αἰεί,
ῥηΐδιοι δὲ γοναί, τέκνα δ᾽ οὐ ποτεοικότα πατρί.

κάλλει ἀριστεύουσα θεάων, πότν᾽ Ἀφροδίτα,
σοὶ τήνα μεμέλητο· σέθεν δ᾽ ἕνεκεν Βερενίκα
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ᾽ ἐπὶ νῆα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
ἐς ναὸν κατέθηκας, ἑὰς δ᾽ ἀπεδάσσαο τιμάς· 50
πᾶσιν δ᾽ ἤπιος ἅδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆϊ τέκες, Καλυδώνιον ἄνδρα·
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
Αἰακίδᾳ Πηλῆϊ, σὲ δ᾽, αἰχμητὰ Πτολεμαῖε
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζαλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλὸν ἐόντα,
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον 60
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν.
ἃ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ᾽ ἄρα πάντων
νωδυνίαν κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικὼς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ᾽ ὀλόλυξεν ἰδοῖσα,
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλαισιν·
«ὅλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
Δᾶλον ἐτίμασεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν

ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν,
ὅσσον καὶ Ῥήναιαν ἄναξ ἐφίλασεν Ἀπόλλων.» 70
ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δ᾽ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ὑπαὶ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα. Διῒ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες· ὁ δ᾽ ἔξοχος, ὅν κε φίλάσῃ
γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήϊον ἀλδήσκουσιν ὀφελλόμενον Διὸς ὄμβρῳ·
ἀλλ᾽ οὔτις τόσα φύει, ὅοα χθαμαλὰ Αἴγυπτος,
Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει, 80
οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
τρεῖς μέν οἱ πτολίων ἑκατοντάδες ἐνδέδμηνται,
τρεῖς δ᾽ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφίσιν ἐννεάδες τρεῖς·
τῶν πάντων Πτολεμαῖος ἀγάνωρ ἐμβασιλεύει.
Καὶ μὰν Φοινίκας ἀποτέμνεται. Ἀρραβίας τε,
καὶ Συρίας Λιβύας τε κελαινῶν τ᾽ Αἰθιοπήων·
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
καὶ νάσοις Κυκλάδεσσιν· ἐπεὶ οἱ νᾶες ἄρισται 90
πόντον ἐπιπλώοντι. Θάλασσα δὲ πᾶσα καὶ αἶα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ,

πολλοὶ δ᾽ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
ὄλβῳ μὲν πάντας κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπ᾽ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δ᾽ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς 100
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
ᾧ ἐπίπαγχυ μέλει πατρώϊα πάντα φυλάσσειν
οἷ᾽ ἀγαθῷ βασιλῆϊ, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
πολλὸν δ᾽ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, 110
πολλὸν δὲ πτολίεσσι, πολὺν δ᾽ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ᾽ ἀγῶνας
ἵκετ᾽ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
Μουσάων δ᾽ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
ἀντ᾽ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ, ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα,

ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες
ἀέρι πα κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος. 120
μοῦνος ὅδε προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναοὺς·
ἐν δ᾽ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ᾽ ἐλέφαντι
ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μασὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
αὐτός τ᾽ ἰφθίμα τ᾽ ἄλοχος, τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ᾽ ἀγοστῷ,
ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. 130
Ὦδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
οὓς τέκετο κρείοισα Ῥέα βασιλῆας Ὀλύμπου·
ἒν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἣρᾳ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
χαῖρε, ἄναξ Πτολεμαῖε· σέθεν δ᾽ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δ᾽ ἔπος οὐκ ἀπόβλητον
φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.