Μετάβαση στο περιεχόμενο

Δύσκολος

Από Βικιθήκη
Δύσκολος
Συγγραφέας:



Πάν
Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον,
Φυλήν, τὸ νυμφαῖον δ’ ὅθεν προέρχομαι
Φυλασίων καὶ τῶν δυναμένων τὰς πέτρας
ἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ.
Τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί’ οἰκεῖ τουτονὶ
Κνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρα
καὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ’ ὄχλωι –
« ὄχλωι » λέγω ; Ζῶν οὗτος ἐπιεικῶς χρόνον
πολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωι
οὐδεν<ί>, προσηγόρευκε πρότερος δ’ οὐδένα, 10
πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ’ ἐμὲ
τὸν Πᾶνα· καὶ τοῦτ’ εὐθὺς αὐτῶι μεταμέλει,
εὖ οἶδ’. Ὅμως οὖν, τῶι τρόπωι τοιοῦτος ὤν,
χήραν γυναῖκ’ ἔγημε, τετελευτηκότος
αὐτῆι νεωστὶ τοῦ λαϐόντος τὸ πρότερον
ὑοῦ τε καταλελειμμένου μικροῦ τότε.
Ταύτηι ζυγομαχῶν οὐ μόνον τὰς ἡμέρας
ἐπιλαμϐάνων δὲ καὶ τὸ πολὺ νυκτὸς μέρος
ἔζη κακῶς. Θυγάτριον αὐτῶι γίνεται·
ἔτι μᾶλλον. Ὡς δ’ ἦν τὸ κακὸν οἷον οὐθὲν ἂν 20
ἕτερον γένοιθ’, ὁ βίος τ’ ἐπίπονος καὶ πικρός,
ἀπῆλθε πρὸς τὸν ὑὸν ἡ γυνὴ πάλιν
τὸν πρότερον αὐτῆι γενόμενον. Χωρίδιον
τούτωι δ’ ὑπάρχον ἦν τι μικρὸν ἐνθαδὶ
ἐν γειτόνων, οὗ διατρέφει νυνὶ κακῶς
τὴν μητέρ’, αὑτόν, πιστὸν οἰκέτην θ’ ἕνα
πατρῶιον. Ἤδη δ’ ἐστὶ μειρακύλλιον
ὁ παῖς ὑπὲρ τὴν ἡλικίαν τὸν νοῦν ἔχων·
προάγει γὰρ ἡ τῶν πραγμάτων ἐμπειρία.
Ὁ γέρων δ’ ἔχων τὴν θυγατέρ’ αὐτὸς ζῆι μόνος 30
καὶ γραῦν θεράπαιναν, ξυλοφορῶν σκάπτων τ’, ἀεὶ
πονῶν, ἀπὸ τούτων ἀρξάμενος τῶν γειτόνων
καὶ τῆς γυναικὸς μέχρι Χολαργέων κάτω
μισῶν ἐφεξῆς πάντας. Ἡ δὲ παρθένος
γέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓν
εἰδυῖα φλαῦρον. Τὰς δὲ συντρόφους ἐμοὶ
Νύμφας κολακεύουσ’ ἐπιμελῶς τιμῶσά τε
πέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τινα
ἡμᾶς· νεανίσκον τε καὶ μάλ’ εὐπόρου
πατρὸς γεωργοῦντος ταλάντων κτήματα 40
ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριϐῆι,
ἥκο]ντ’ ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς
[ ]υ κατὰ τύχην παραϐαλόντ’ εἰς τὸν τόπον
[ ]. Ἔχειν πως ἐνθεαστικῶς ποῶ.
Ταῦτ’ ἐστὶ τὰ κεφάλαια, τὰ καθ’ ἕκαστα δὲ
ὄψεσθ]’ ἐὰν βούλησθε–ϐουλήθητε δέ.
Καὶ γὰ]ρ προσιόνθ’ ὁρᾶν δοκῶ μοι τουτονὶ
τὸν ἐρῶντα τόν τε συγκ~[υνηγέτη]ν~ ἅμα,
αὑτοῖς ὑπὲρ τούτων τι σ[υγκοινουμ]ένους.

Χαιρέας
Τί φήις ; Ἰδὼν ἐνθένδε παῖδ’ ἐλευθέραν 50
τὰς πλησίον Νύμφας στεφανοῦσαν, Σώστρατε,
ἐρῶν ἀπῆλθες εὐθύς ;

Σώστρατος
       Εὐθύς.

Χαιρέας
Ὡς ταχύ.
Ἦ τοῦτ’ ἐϐεϐούλευσ’ ἐξιών, ἐρᾶν τινος ;

Σώστρατος
Σκώπτεις· ἐγὼ δὲ, Χαιρέα, κακῶς ἔχω.

Χαιρέας
 
Ἀλλ’ οὐκ ἀπιστῶ.

Σώστρατος
            Διόπερ ἥκω παραλαϐὼν
σὲ πρὸς τὸ πρᾶγμα, καὶ φίλον καὶ πρακτικὸν
κρίνας μάλιστα.

Χαιρέας
            Πρὸς τὰ τοιαῦτα, Σώστρατε,
οὕτως ἔχω· παραλαμϐάνει τις τῶν φίλων
ἐρῶν ἑταίρας· εὐθὺς ἁρπάσας φέρω,
μεθύω, κατακάω, λόγον ὅλως οὐκ ἀνέχομαι· 60
πρὶν ἐξετάσαι γὰρ ἥτις ἐστί, δεῖ τυχεῖν.
Τὸ μὲν βραδύνειν γὰρ τὸν ἔρωτ’ αὔξει πολύ,
ἐν τῶι ταχέως δ’ ἔνεστι παύσασθαι ταχύ.
γάμον λέγει τις καὶ κόρην ἐλευθέραν·
ἕτερος τίς εἰμ’ ἐνταῦθα· πυνθάνομαι γένος,
ϐίον, τρόπους. Εἰς πάντα τὸν λοιπὸν χρόνον
μνείαν γὰρ ἤδη τῶι φίλωι καταλείπομαι
ὡς ἂν διοικήσω περὶ ταῦτα.

Σώστρατος
            Καὶ μάλ’ εὖ
(οὐ πάνυ δ’ ἀρεσκόντως ἐμοί).

Χαιρέας

            Καὶ νῦν γε δεῖ
ταῦτα διακοῦσαι πρῶτον ἡμᾶς. 70

Σώστρατος ὄρθριον
τὸν Πυῤῥίαν τὸν συγκυνηγὸν οἴκοθεν
ἐγὼ πέπομφα–

Χαιρέας
            Πρὸς τίνα ;
Σώστρατος αὐτῶι τῶι πατρὶ
ἐντευξόμενον τῆς παιδὸς ἢ τῶι κυρίωι
τῆς οἰκίας ὅστις ποτ’ ἐστίν.

Χαιρέας
            Ἡράκλεις,
οἷον λέγεις.

Σώστρατος
            ἥμαρτον· οὐ γὰρ οἰκέτηι
ἥρμοττ’ ἴσως τὸ τοιοῦτ<ό γ’>. ἀλλ’ οὐ ῥάιδιον
ἐρῶντα συνιδεῖν ἐστι τί ποτε συμφέρει·
καὶ τὴν διατριϐὴν ἥτις ἔστ’ αὐτοῦ πάλαι
τεθαύμακ’· εἰρήκειν γὰρ εὐθὺς οἴκαδε
80 αὐτῶι παρεῖναι πυθομένωι τἀνταῦθά μοι.

Πυῤῥίας
πάρες, φυλάττου, πᾶς ἄπελθ’ ἐκ τοῦ μέσου·
μαίνεθ’ ὁ διώκων, μαίνεται.

Σώστρατος

            τί τοῦτο, παῖ ;

Πυῤῥίας
  φεύγετε.

Σώστρατος
τί ἐστι ;

Πυῤῥίας
                 Βάλλομαι βώλοις, λίθοις·
ἀπόλωλα.

Σώστρατος
            Βάλλει ; ποῖ, κακόδαιμον ;

Πυῤῥίας
                 οὐκέτι
ἴσως διώκει ;

Σώστρατος
           μὰ Δία.

Πυῤῥίας
                 ἐγὼ δ’ ὤιμην.

Σώστρατος
                      τί δαὶ
λέγεις ;

Πυῤῥίας
            ἀπαλλαγῶμεν, ἱκετεύω σε.

Σώστρατος
                 ποῖ ;

Πυῤῥίας
ἀπὸ τῆς θύρας ἐντεῦθεν ὡς ποῤῥωτάτω.
Ὀδύνης γὰρ ὑὸς ἦ<ν>· κακοδαιμ<ον>ῶν τις ἢ
μελαγχολῶν ἅνθρωπος οἰκῶ[ν ἐνθαδ]ὶ
90 τὴν οἰκίαν πρὸς ὅν μ’ ἔπεμπ~[ες
μεγάλου κακοῦ· τοὺς δακτύλους [κατέαξα γὰρ
σχεδόν τι προσπταίων ἅπα[ντας

Σώστρατος
ἐλθών ;

Πυῤῥίας
            τί ; πεπαρώινηκε. δεῦ[ρο

Σώστρατος (?)
εὔδηλός ἐστι.

Πυῤῥίας
            νὴ Δί’, ἐξώλ[ης ἄρα,
Σώστρατ’, ἀπολο[ίμην· ἔχε] δέ πως φυλακτικῶς.
ἀλλ’ οὐ δύναμαι λ[έγειν, προ]σέστηκεν δέ μοι
τὸ πνεῦμα. κόψας τὴν θύραν τῆς οἰκίας
τὸν κύριον ζητεῖν ἔφην· προῆλθέ μοι
γραῦς τις κακοδαίμων, αὐτόθεν δ’ οὗ νῦν λέγων
100 ἕστηκ’ ἔδειξεν αὐτὸν ἐπὶ τοῦ λοφιδίου
ἐκεῖ περιφθειρόμενον ἀχράδας, ἦ πολὺν
κύφων’ ἑαυτῶι συλλέγοντα.

Χαιρέας
            ὡς ὀργίλως.
τί, ὦ μακάριε ;

Πυῤῥίας
ἐγὼ μὲν εἰς τὸ χωρίον
ἐμϐὰς ἐπορευόμην πρὸς αὐτὸν καὶ πάνυ
πόῤῥωθεν, εἶναί τις φιλάνθρωπος σφόδρα
ἐπιδέξιός τε βουλόμενος προσεῖπα καὶ
« ἥκω τι » φημί « πρός σε, πάτερ, ἰδεῖν τί σε
σπεύδων ὑπὲρ σοῦ πρᾶγμ’ »· <ὁ δ’> εὐθύς, « ἀνόσιε
ἄνθρωπέ, » φησιν, « εἰς τὸ χωρίον δέ μου
110 ἥκεις <σύ ;> τί μαθών ; » βῶλον αἴρεταί τινα·
ταύτην ἀφίησ’ εἰς τὸ πρόσωπον αὐτό μου.

Χαιρέας
ἐς κόρακας.

Πυῤῥίας
  ἐν ὅσωι δ’ « ἀλλά σ’ ὁ Ποσειδῶν– » λέγων
κατέμυσα, χάρακα λαμϐάνει πάλιν τινά·
ταύτηι μ’ ἐκάθαιρε, « σοὶ δὲ κἀμοὶ πρᾶγμα τί
ἐστιν ; » λέγων, « τὴν δημοσίαν οὐκ οἶσθ’ ὁδόν ; »
ὀξύτατον ἀναϐοῶν τι.

Χαιρέας
  μαινόμενον λέγεις
τελέως γεωργόν.

Πυῤῥίας
  τὸ δὲ πέρας· φεύγοντα γὰρ
δεδίωχ’ ἴσως με στάδια πέντε καὶ δέκα,
περὶ τὸν λόφον πρώτιστον, εἶθ’ οὕτω κάτω
120 εἰς τὸ δασὺ τοῦτο, σφενδονῶν βώλοις, λίθοις,
ταῖς ἀχράσιν ὡς οὐκ εἶχεν οὐδὲν ἄλλ’ ἔτι.
ἀνήμερόν τι πρᾶγμα τελέως, ἀνόσιος
γέρων. ἱκετεύω σ’, ἄπιτε.

Σώστρατος
     δειλίαν λέγεις.

Πυῤῥίας
οὐκ ἴστε τὸ κακὸν οἷόν ἐστι. κατέδεται
ἡμᾶς.

Χαιρέας
  τυχὸν ἴσως <ὅδ’> ὀδυνώμενός τι νῦν
τετύχηκε· διόπερ ἀναϐαλέσθαι μοι δοκεῖ
αὐτῶι προσελθεῖν, Σώστρατ’· εὖ τοῦτ’ ἴσθ’ ὅτι
πρὸς πάντα πράγματ’ ἐστὶ πρακτικώτερον
εὐκαιρία.

Πυῤῥίας
  νοῦν ἔχετε.
Χαιρέας
ὑπέρπικρον δέ τι
130 ἐστὶν πένης γεωργός, οὐχ οὗτος μόνος,
σχεδὸν δ’ ἅπαντες. ἀλλ’ ἕωθεν αὔριον
ἐγὼ πρόσειμ’ αὐτῶι μόνος, τὴν οἰκίαν
ἐπείπερ οἶδα. νῦν δ’ ἀπελθὼν οἴκαδε
καὶ σὺ διάτριϐε· τοῦτο δ’ ἕξει κατὰ τρόπον.

Πυῤῥίας
πράττωμεν οὕτως.

Σώστρατος
πρόφασιν οὗτος ἄσμενος
εἴληφεν· εὐθὺς φανερὸς ἦν οὐχ ἡδέως
μετ’ ἐμοῦ βαδίζων οὐδὲ δοκιμάζων πάνυ
τὴν ἐπιϐολ]ὴν τὴν τοῦ γάμου. κακὸν δὲ σὲ
κακῶς ἅπ]αντες ἀπολέσειαν οἱ θεοί,
140 μαστιγία.]

Πυῤῥίας
  [ τί δ’] ἠδίκηκα, Σώστρατε ;

Σώστρατος
κακῶς ἐπό]εις τὸ χωρίον τι δηλαδή.
Πυῤῥίας
οὐ μὰ Δί’] ἔκλεπτον.

Σώστρατος
            ἀλλ’ ἐμαστίγου σέ τις
οὐδὲν ἀδικοῦντα ;

Πυῤῥίας
            καὶ πάρεστί γ’ οὑτοσί
αὐτὸς–ὑπάγω, βέλτιστε. σὺ δὲ τούτωι λάλει.

Σώστρατος
οὐκ ἂν δυναίμην· ἀπίθανός τις εἴμ’ ἀεὶ
ἐν τῶι λαλεῖν. ποῖον λέγει[ ]νι ;
οὐ πάνυ φιλάνθρωπον β[λέπειν μ]οι φαίνεται,
μὰ τὸν Δί’· ὡς δ’ ἐσπούδακ’. ἐ[πανάξ]ω βραχὺ
ἀπὸ τῆς θύρας. βέλτιον. ἀλλὰ κ~[αὶ β]οᾶι
150 μόνος βαδίζων. οὐχ ὑγιαίνειν μοι δοκεῖ.
δέδοικα μέντοι, μὰ τὸν Ἀπόλλω καὶ θεούς,
αὐτόν. τί γὰρ ἄν τις μὴ οὐχὶ τἀληθῆ λέγοι ;

Κνήμων
εἶτ’ οὐ μακάριος ἦν ὁ Περσεὺς κατὰ δύο
τρόπους ἐκεῖνος, ὅτι πετηνὸς ἐγένετο
κοὐδενὶ συνήντα τῶν βαδιζόντων χαμαί,
εἶθ’ ὅτι τοιοῦτο κτῆμ’ ἐκέκτηθ’ ὧι λίθους
ἅπαντας ἐπόει τοὺς ἐνοχλοῦντας ; ὅπερ ἐμοὶ
νυνὶ γένοιτ’· οὐδὲν γὰρ ἀφθονώτερον
λιθίνων γένοιτ’ <ἂν> ἀνδριάντων πανταχοῦ.
160 νῦν δ’ οὐ βιωτόν ἐστι, μὰ τὸν Ἀσκληπιόν.
λαλοῦσ’ ἐπεμϐαίνοντες εἰς τὸ χωρίον
ἤδη· παρ’ αὐτὴν τὴν ὁδὸν γάρ, νὴ Δία,
εἴωθα διατρίϐειν· ὃς οὐδ’ ἐργάζομαι
τοῦτο τὸ μέρος <τοῦ> χωρίου, πέφευγα δὲ
διὰ τοὺς παριόντας. ἀλλ’ ἐπὶ τοὺς λόφους ἄνω
ἤδη διώκουσ’. ὢ πολυπληθείας ὄχλου.
οἴμοι, πάλιν τις οὑτοσὶ πρὸς ταῖς θύραις
ἕστηκεν ἡμῶν.

Σώστρατος
           ἆρα τυπτήσει γέ με ;

Κνήμων
ἐρημίας οὐκ ἔστιν οὐδαμοῦ τυχεῖν,
170 οὐδ’ ἂν ἀπάγξασθαί τις ἐπιθυμῶν τύχηι.

Σώστρατος
ἐμοὶ χαλεπαίνει<ς> ; περιμένω, πάτερ, τινὰ
ἐνταῦθα· συνεθέμην γάρ.

Κνήμων
            οὐκ ἐγὼ ‘λεγον ;
τουτὶ στοὰν νενομίκατ’ ἢ τὸ τοῦ Λεώ ;
πρὸς τὰς ἐμὰς θύρας, ἐὰν ἰδεῖν τινα
ϐούλησθε, συντάττεσθ’ ἀπαντᾶν· παντελῶς,
καὶ θῶκον οἰκοδομήσατ’, ἂν ἔχητε νοῦν,
μᾶλλον δὲ καὶ συνέδριον. ὢ τάλας ἐγώ,
ἐπηρεασμὸς τὸ κακὸν εἶναί μοι δοκεῖ.

Σώστρατος
οὐ τοῦ τυχόντος, ὡς ἐμοὶ δοκεῖ, πόνου
180 τουτὶ τὸ πρᾶγμά <γ’> ἀλλὰ συντονωτέρου.
πρόδηλόν ἐστιν. ἆρ’ ἐγὼ πορεύσομαι
ἐπὶ τὸν Γέταν τὸν τοῦ πατρός ; νὴ τοὺς θεοὺς
ἔγωγ’· ἔχει <τι> διάπυρον καὶ πραγμάτων
ἔμπειρός ἐστιν παντοδαπῶν· τὸ δύσκολον
τὸ τοῦδ’ ἐκεῖνος < > ἀπώσετ’, οἶδ’ ἐγώ.
τὸ μὲν χρόνον γὰρ ἐμποεῖν τῶι πράγματι
ἀποδοκιμάζω. πόλλ’ ἐν ἡμέραι μίαι
γένοιτ’ ἄν. ἀλλὰ τὴν θύραν πέπληχέ τις.

Κόρη
οἴμοι τάλαινα τῶν ἐμῶν ἐγὼ κακῶν·
190 τί νῦν ποήσω ; τὸν κάδον γὰρ ἡ τροφὸς
ἱμῶσ’ ἀφῆκεν εἰς τὸ φρέαρ.

Σώστρατος
           ὦ Ζεῦ πάτερ,
καὶ Φοῖϐε Παιάν, ὦ Διοσκόρω φίλω,
κάλλους ἀμάχου.

Κόρη
            θερμὸν <δ’> ὕδωρ πρ[οσέταξέ μοι
ποιεῖν ὁ πάππας ἐξιών.

Σώστρατος
            ἄνδρε[ς, τέρας.

Κόρη
ἐὰν δὲ τοῦτ’ αἴσθητ’, ἀπολεῖ κακ[
παίων ἐκείνην. οὐ σχολὴ ματ[
ὦ φίλταται Νύμφαι, παρ’ ὑμῶν λη[πτέον.
αἰσχύνομαι μέν, εἴ τινες θύουσ’ ἄ[ρα
ἔνδον, ἐνοχλεῖν–

Σώστρατος
            ἀλλ’ ἂν ἐμοὶ δ[ῶις, αὐτίκα
200 βάψας ἐγώ σοι τ[ὴν ὑδρίαν ἥ]ξω φέρων.

Κόρη
ναὶ πρὸς θεῶν, ἅ[νυσον δέ.]

Σώστρατος
            ἐλευθερίως γέ πως
ἄγροικός ἐστιν. ὦ πολυτίμητοι θεοί,
τίς ἂν ἐμὲ σώσαι δ~[αιμό]νων ;

Κόρη
            τάλαιν’ ἐγώ,
τίς ἐψόφηκεν ; ἆρ’ ὁ πάππας ἔρχεται ;
ἔπειτα πληγὰς λήψομ’ ἄν με καταλάϐηι
ἔξω.

Δᾶος
           διατρίϐω σοι διακονῶν πάλαι
ἐνταῦθ’, ὁ δὲ σκάπτει μόνος. πορευτέον
πρὸς ἐκεῖνόν ἐστιν. ὦ κάκιστ’ ἀπολουμένη
Πενία, τί σ’ ἡμεῖς τηλικοῦτ’ ἐφεύρομεν ;
210 τί τοσοῦτον ἡμῖν ἐνδελεχῶς οὕτω χρόνον
ἔνδον κάθησαι καὶ συνοικεῖς ;

Σώστρατος
            λάμϐανε
τηνδί.

Κόρη
            φέρε δεῦρο.

Δᾶος
                τί ποτε βούλεθ’ οὑτοσὶ
ἅνθρωπος ;

Σώστρατος
            ἔῤῥωσ’, ἐπιμελοῦ τε τοῦ πατρός.
οἴμοι, κακοδαίμων. παῦε θρηνῶν, Σώστρατε·
ἔσται κατὰ τρόπον.

Δᾶος
            κατὰ τρόπον τί ;

Σώστρατος
                 μὴ φοϐοῦ,
ἀλλ’ ὅπερ ἔμελλες ἄρτι τὸν Γέταν λαϐὼν
ἐπάνηκ’, ἐκείνωι πᾶν τὸ πρᾶγμ’ εἰπὼν σαφῶς.

Δᾶος
τουτὶ τὸ κακὸν τί ποτ’ ἐστίν ; ὡς οὔ μοι πάνυ
τὸ πρᾶγμ’ ἀρέσκει. μειράκιον διακονεῖ
220 κόρηι· πονηρόν. ἀλλά σ’, ὦ Κνήμων, κακὸν
κακῶς ἅπαντες ἀπολέσειαν οἱ θεοί.
ἄκακον κόρην μόνην ἀφεὶς ἐν ἐρημίαι
ἐᾶις, φυλακὴν οὐδεμίαν ὡς προσῆκον ἦν
ποιούμενος. τουτὶ καταμανθάνων ἴσως
οὗτος προσεῤῥύη, νομίζων ὡσπερεὶ
ἕρμαιον. οὐ μὴν ἀλλὰ <τ>ἀδελφῶι γε δεῖ
αὐτῆς φράσαι με τὴν ταχίστην ταῦθ’, ἵνα
ἐν ἐπιμελείαι τῆς κόρης γενώμεθα.
ἤδη δὲ τοῦτ’ ἐλθὼν ποήσειν μοι δοκῶ.
230 καὶ γὰρ προσιόντας τούσδε Πανιστάς τινας
εἰς τὸν τόπον δεῦρ’ ὑποϐεϐρεγμένους ὁρῶ,
οἷς μὴ ‘νοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ.
 
Χοροῦ


Γοργίας
οὕτω παρέργως δ’, εἰπέ μοι, τῶι πράγματι
φαύλως τ’ ἐχρήσω ;

Δᾶος
           πῶς ;

Γοργίας
                 ἔδει σε, νὴ Δία,
τὸν τῆι κόρηι προσιόντα, <Δᾶ’>, ὅστις ποτ’ ἦν,
ἰδεῖν τότ’ εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνου
εἰπεῖν θ’ ὅπως μηδείς ποτ’ αὐτὸν ὄψεται
ποιοῦντα· νυνὶ δ’ ὥσπερ ἀλλοτρίου τινὸς
πράγματος ἀπέστης. οὐκ ἔνεστ’ ἴσως φυγεῖν
240 οἰκειότητα, Δᾶ’. ἀδελφῆς ἔτι μέλει
ἐμῆ[ς]. ὁ πατὴρ ἀλλότριος εἶναι βούλεται
αὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολον
μιμώμεθ’ ἡμεῖς· ἂν γὰρ αἰσχύνηι τινὶ
αὕτη] περιπέσηι, τοῦτο κἀμοὶ γίνεται
ὄνειδο]ς. ὁ γὰρ ἔξωθεν οὐ τὸν αἴτιον
ὅστις] πότ’ ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.
[ ]ν~.

Δᾶος
           ὦ τᾶν, τὸν γέροντα, Γοργία,
δέδοικ’· ἐ]ὰν γὰρ τῆι θύραι προσιόντα με
λάϐηι, κρ]εμᾶι παραχρῆμα.

Γοργίας
           δυσχρήστως γέ πως
250 [ ζυ]γομαχῶν τοῦτον οὔθ’ ὅτωι τρόπωι
ἀναγκάσαι τις εἰς τὸ βέλτι[ον ......]ν
οὔτ’ ἂν μεταπείσαι νουθετῶν ο[.......]ς
ἀλλ’ ἐμποδὼν τῶι μὲν βιάσασθαι τὸν νόμον
ἔχει μεθ’ αὑτοῦ, τῶι δὲ πεῖσαι τὸν τρόπον.

Δᾶος
μικρὸν δ’ ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν,
ἀλλ’ ὥσπερ εἶπον ἔρχετ’ ἀνακάμψας πάλιν.

Γοργίας
ὁ τὴν χλανίδ’ ἔχων ; οὗτος ἐστὶν ὃν λέγεις ;

Δᾶος
  οὗτος.

Γοργίας
            κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος.

Σώστρατος
τὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαϐον,
260 μέλλουσα δ’ ἡ μήτηρ θεῶι θύειν τινί–
οὐκ οἶδ’ ὅτωι–ποιεῖ δὲ τοῦθ’ ὁσημέραι,
περιέρχεται θύουσα τὸν δῆμον κύκλωι
ἅπαντ’–ἀπέσταλκ’ αὐτὸν αὐτόθεν τινὰ
μισθωσόμενον μάγειρον. ἐῤῥῶσθαι δὲ τῆι
θυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε.
καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶς
αὐτὸς διαλέξεσθ’ ὑπὲρ ἐμαυτοῦ. τὴν θύραν
κόψω δ’, ἵν’ ἦι μοι μηδὲ βουλεύσασθ’ ἔτι.

Γοργίας
μειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον
270 σπουδαιότερόν μου ;

Σώστρατος
            καὶ μάλ’ ἡδέως· λέγε.

Γοργίας
εἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼ
τοῖς τ’ εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶς
πέρας τι τούτου καὶ μεταλλαγήν τινα,
καὶ τῶι μὲν εὐτυχοῦντι μέχρι τούτου μένειν
τὰ πράγματ’ εὐθενοῦντ’ ἀεὶ τὰ τοῦ βίου
ὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχην
μηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθ’ ὅταν
ἔλθηι προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά που
τὴν μεταϐολὴν τὴν εἰς τὸ χεῖρον λαμϐάνει·
280 τοῖς δ’ ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸν
ποιῶσιν ἀποροῦντες, φέρωσιν δ’ εὐγενῶς
τὸν δαίμον’, εἰς πίστιν ποτ’ ἐλθόντας χρόνωι,
ϐελτίον’ εἶναι μερίδα προσδοκᾶν τινα.
τί οὖν λέγω ; μήτ’ αὐτός, εἰ σφόδρ’ εὐπορεῖς,
πίστευε τούτωι, μήτε τῶν πτωχῶν πάλιν
ἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δ’ ἀεὶ
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.

Σώστρατος
ἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν ;

Γοργίας
ἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,
290 πείσειν νομίζων ἐξαμαρτεῖν παρθένον
ἐλευθέραν, ἢ καιρὸν ἐπιτηρῶν τινα
κατεργάσασθαι πρᾶγμα θανάτων ἄξιον
πολλῶν.

Σώστρατος
            Ἄπολλον.

Γοργίας
                 οὐ δίκαιόν ἐστι γοῦν
τὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸν
ἡμῖν γενέσθαι. τῶν δ’ ἁπάντων ἴσθ’ ὅτι
πτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατο[ν.
πρῶτον μέν ἐστ’ ἐλεινός, εἶτα λαμϐάνει
οὐκ εἰς ἀδικίαν ὅσα πέπονθ’, ἀλλ’ εἰς [ὕϐριν.

Σώστρατος
μειράκιον, οὕτως εὐτυχοίης, βραχ[ύ τι μου
300 ἄκουσον–

Δᾶος
            εὖ γε, δέσποθ’, οὕτω πολλά [μοι
ἀγαθὰ γένοιτο.

Σώστρατος
            –καὶ σύ γ’, ὁ λαλῶν πρ[ὶν μαθεῖν.
κόρην τιν’ εἶδο[ν ἐνθαδί· τ]αύτης ἐρῶ.
εἰ τοῦτ’ ἀδίκημ’ ε~[ἴρηκ]α~ς, ἠδίκηκ’ ἴσως.
τί γὰρ ἄν τις εἴποι ; π[λὴν π]ορεύομ’ ἐνθάδε
οὐχὶ πρὸς ἐκείνην, βούλομαι δ’ αὐτῆς ἰδεῖν
τὸν πατέρ’. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίον
ἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμϐάνειν
αὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖν
στέργων. ἐπὶ κακῶι δ’ εἰ προσελήλυθ’ ἐνθάδε
310 ἢ βουλόμενος ὑμῶν <τι> κακοτεχνεῖν λάθραι,
οὗτός μ’ ὁ Πάν, μειράκιον, αἱ Νύμφαι θ’ ἅμα
ἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίας
ἤδη ποήσειαν. τετάραγμ’, <εὖ> ἴσθ’ ὅτι,
οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι.

Γοργίας
ἀλλ’ εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερον
εἴρηκα, μηδὲν τοῦτο λυπείτω σ’ ἔτι.
ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μ’ ἔχεις.
οὐκ ἀλλότριος δ’ ὤν, ἀλλ’ ἀδελφὸς τῆς κόρης
ὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω.

Σώστρατος
320 καὶ χρήσιμός γ’ εἶ, νὴ Δί’, εἰς τὰ λοιπά μοι.

Γοργίας
τί χρήσιμος ;

Σώστρατος
            γεννικὸν ὁρῶ σε τῶι τρόπωι.

Γοργίας
οὐ πρόφασιν εἰπὼν βούλομ’ ἀποπέμψαι κενήν,
τὰ δ’ ὄντα πράγματ’ ἐμφανίσαι. ταύτηι πατήρ
ἐσθ’ οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαι
ἄνθρωπος οὔτε τῶν καθ’ ἡμᾶς.

Σώστρατος
            ὁ χαλεπός·
σχεδὸν οἶδα.

Γοργίας
            ὑπερϐολή τις ἐστὶν τοῦ κακοῦ.
τούτωι ταλάντων ἔστ’ ἴσως τουτὶ δυεῖν
τὸ κτῆμα. τοῦτ’ αὐτὸς γεωργῶν διατελεῖ
μόνος, συνεργὸν δ’ οὐδέν’ ἀνθρώπων ἔχων,
330 οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπου
μισθωτόν, οὐχὶ γείτον’, ἀλλ’ αὐτὸς μόνος.
ἥδιστόν ἐστ’ αὐτῶι γὰρ ἀνθρώπων ὁρᾶν
οὐδένα. μεθ’ αὑτοῦ τὴν κόρην ἐργάζεται
ἔχων τὰ πολλά· προσλαλεῖ ταύτηι μόνηι,
ἑτέρωι δὲ τοῦτ’ οὐκ ἂν ποήσαι ῥαιδίως.
τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκ’ ἂν
ὁμότροπον αὑτῶι νυμφίον λάϐηι.

Σώστρατος
            λέγεις
οὐδέποτε.

Γοργίας
            μὴ δὴ πράγματ’, ὦ βέλτιστ’, ἔχε·
μάτην γὰρ ἕξεις. τοὺς δ’ ἀναγκαίους ἔα
340 ἡμᾶς φέρειν ταῦθ’, οἷς δίδωσιν ἡ τύχη.

Σώστρατος
πρὸς τῶν θεῶν οὐπώποτ’ ἠράσθης τινός,
μειράκιον ;

Γοργίας
            οὐδ’ ἔξεστί μοι, βέλτιστε.

Σώστρατος
                 πῶς ;
τίς ἔσθ’ ὁ κωλύων ;

Γοργίας
            ὁ τῶν ὄντων κακῶν
λογισμός, ἀνάπαυσιν διδοὺς οὐδ’ ἡντινοῦν.

Σώστρατος
οὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγει
περὶ ταῦτ’· ἀποστῆναι κελεύεις μ’. οὐκέτι
τοῦτ’ ἐσ]τὶν ἐπ’ ἐμοί, τῶι θεῶι δέ.

Γοργίας
            τοιγαροῦν
οὐδὲ]ν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς.

Σώστρατος
οὐκ, εἰ λά]ϐοιμι τὴν κόρην.

Γοργίας
            οὐκ ἂν λάϐοις.
350 [ ]υνα † συν<α>κολουθήσας ἐμοὶ
[ ]παρατης †· πλησίον γὰρ τὴν νάπην
ἐργάζε]θ~’ ἡμῶν.

Σώστρατος
            πῶς ;

Γοργίας
                 λόγον τιν’ ἐμϐαλῶ
περὶ τοῦ] γάμου <τοῦ> τῆς κόρης· τὸ τοιοῦτο γὰρ
ἴδοιμι κἂ]ν αὐτὸς γενόμενον ἄσμενος.
εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενος
εἰς τοὺς βίους οὓς ζῶσι· σὲ δ’ [ἄγοντ’ ἂν] ἴδηι
σχολὴν τρυφῶντά τ’, οὐδ’ ὁρῶν γ’ ἀνέξεται.

Σώστρατος
νῦν ἔστ’ ἐκεῖ ;

Γοργίας
            μὰ Δί’, ἀλλὰ μ[ικρ]ὸν ὕστερον
ἔξεισιν ἣν εἴωθεν.

Σώστρατος
            ὦ τᾶν, τὴν κόρην
360 ἄγων μεθ’ αὑτοῦ, φήις ;

Γοργίας
           ὅπως ἂν τοῦτό γε
τύχηι.

Σώστρατος
            Βαδίζειν <εἰμ’> ἕτοιμος οἷ λέγεις.
ἀλλ’, ἀντιϐολῶ, συναγώνισαί μοι.

Γοργίας
            τίνα τρόπον ;

Σώστρατος
ὅντινα τρόπον ; προάγωμεν οἷ λέγεις.

Δᾶος
            τί οὖν ;
ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχων
χλανίδα ;

Σώστρατος
            τί δὴ γὰρ οὐχί ;

Δᾶος
                ταῖς βώλοις βαλεῖ
εὐθύς σ’, ἀποκαλεῖ τ’ ὄλεθρον ἀργόν. ἀλλὰ δεῖ
σκάπτειν μεθ’ ἡμῶν σ’· εἰ τύχοι γάρ, τοῦτ’ ἰδὼν
ἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τινα
λόγον, νομίσας αὐτουργὸν εἶναι τῶι βίωι
370 πένητα.

Σώστρατος
            ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε.

Γοργίας
τί κακοπαθεῖν σαυτὸν βιάζηι ;

Δᾶος
           Βούλομαι
ὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμερον
τοῦτόν τε τὴν ὀσφῦν ἀποῤῥήξανθ’ ἅμα
παύσασθ’ ἐνοχλοῦνθ’ ἡμῖν προσιόντα τ’ ἐνθάδε.

Σώστρατος
ἔκφερε δίκελλαν.

Δᾶος
τὴν παρ’ ἐμοῦ λαϐὼν ἴθι.
τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέως
ἐγώ. ποητέον δὲ καὶ τοῦτ’ ἐστί.

Σώστρατος
δός.
ἀπέσωσας.

Δᾶος
ὑπάγω, τρόφιμ’· ἐκεῖ διώκετε.

Σώστρατος
οὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ
380 ἢ ζῆν ἔχοντα τὴν κόρην.

Γοργίας
        εἴπερ λέγεις
ἃ φρονεῖς, ἐπιτύχοις.

Σώστρατος
  ὦ πολυτίμητοι θεοί,
οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ,
τούτοις παρώξυμμ’ εἰς τὸ πρᾶγμα διπλασίως.
εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν ἡ κόρη
τεθραμμένη μηδ’ οἶδε τῶν ἐν τῶι βίωι
τούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸς
δειδισαμένη μαίας τ’, ἐλευθερίως δέ πως
μετὰ πατρὸς ἀγρίου μισοπονήρου τῶι τρόπωι,
πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον ;
390 ἀλλ’ ἡ δίκελλ’ ἄγει τάλαντα τέτταρα
αὕτη· προαπολεῖ μ’. οὐ μαλακιστέον δ’ ὅμως,
ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμ’ ἅπαξ.

Σίκων
τουτὶ τὸ πρόϐατόν ἐστιν οὐ τὸ τυχὸν καλόν.
ἄπαγ’ εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρω
μετέωρον, ἔχεται τῶι στόματι θαλλοῦ, κράδης
κατεσθίει τὰ θρῖ’, ἀποσπᾶι δ’ εἰς βίαν.
ἐὰν δ’ ἀφῆι χαμαί τις, οὐ προέρχεται.
τοὐναντίον δὴ γέγονε· κατακέκομμ’ ἐγὼ
ὁ μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.
400 ἀλλ’ ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδ[ὶ
οὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα,
τοσοῦτ’ ἀπολείπηι ;

Γέτας
            τεττάρων γὰρ φορτίον
ὄνων συνέδησαν αἱ κάκιστ’ ἀπολούμεναι
φέρειν γυναῖκές μοι.

Σίκων
            πολύς τις ἔρχεται
ὄχλος ὡς ἔοικε. στρώματ’ ἀδιήγηθ’ ὅσα
φέρεις.

Γέτας
            τί δ’ ἐγ[ω...]

Σίκων
                 † ἔρεισον ταῦτα δεῦρο.

Γέτας
        ἰδού.
ἐὰν ἴδηι γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸν
Παιανιοῖ, τούτωι βαδιούμεθ’, οἶδ’ ὅτι,
θύσοντες εὐθύς.

Σίκων
            τίς δ’ ἑόρακεν ἐνύπνιον ;

Γέτας
410 ἄνθρωπε, μή με κόπτε.

Σίκων
            ὅμως εἶπον, Γέτα.
τίς εἶδεν ;

Γέτας
            ἡ κεκτημένη.

Σίκων
                 τί πρὸς θεῶν ;

Γέτας
ἀπολεῖς. ἐδόκει τὸν Πᾶνα–

Σίκων
τουτονὶ λέγεις ;

Γέτας
τοῦτον.

Σίκων
  τί ποιεῖν ;

Γέτας
  τῶι τροφίμωι τῶι Σωστράτωι–

Σίκων
κομψῶι νεανίσκωι γε.

Γέτας
  περικρούειν πέδας.

Σίκων
Ἄπολλον.

Γέτας
  εἶτα δόντα διφθέραν τε καὶ
δίκελλαν <ἐν> τοῦ πλησίον τῶι χωρίωι
σκάπτειν κελεύειν.

Σίκων
  ἄτοπον.

Γέτας
  ἀλλὰ θύομεν
διὰ τοῦθ’, ἵν’ εἰς βέλτιον ἀποϐῆι τὸ φοϐερόν.

Σίκων
μεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε
420 εἴσω. ποῶμεν στιϐάδας ἔνδον εὐτρεπεῖς
καὶ τἆλλ’ ἕτοιμα. μηδὲν ἐπικωλυέτω
θύειν γ’ ἐπὰν ἔλθωσιν. ἀλλ’ ἀγαθῆι τύχηι.
καὶ τὰς ὀφρῦς ἄνες ποτ’, ὦ τρισάθλιε·
ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον.

Γέτας
ἐπαινέτης σοῦ τ’ εἰμι καὶ τῆς <σῆς> τέχνης
ἔγωγ’ ἀεί ποτ’–οὐχὶ πιστεύω δ’ ὅμως.

Χοροῦ
 

Κνήμων
γραῦ, τὴν θύραν κλείσασ’ ἄνοιγε μηδενί,
ἕως ἂν ἔλθω δεῦρ’ ἐγὼ πάλιν· σκότους
ἔσται δὲ τοῦτο παντελῶς, ὡς οἴομαι.

Μήτηρ
430 Πλαγγών, πορεύου θᾶττον· ἤδη τεθυκέναι
ἡμᾶς ἔδει.

Κνήμων
           τουτὶ τὸ κακὸν τί βούλεται ;
ὄχλος τις. ἄπαγ’ ἐς κόρακας.

Μήτηρ
            αὔλει, Παρθενί,
Πανός· σιωπῆι, φασί, τούτωι τῶι θεῶι
οὐ δεῖ προσιέναι.

Γέτας
            νὴ Δί’ ἀπεσώθητέ γε.

Κνήμων
ὦ Ἡράκλεις, ἀηδίας.

Γέτας
            καθήμεθα
χρόνον τοσοῦτον περιμένοντες.

Μήτηρ
            εὐτρεπῆ
ἅπαντα δ’ ἡμῖν ἐστι ;

Γέτας
            ναὶ μὰ τὸν Δία.

Μήτηρ
τὸ γοῦν πρόϐατον–μικροῦ τέθνηκε γάρ, τάλαν–
οὐ περιμένει τὴν σὴν σχολήν. ἀλλ’ εἴσιτε·
440 κανᾶ πρόχειρα, χέρνιϐας, θυλήματα
ποιεῖτε.

Γέτας
           ποῖ κέχηνας, ἐμϐρόντητε σύ ;

Κνήμων
κακοὶ κακῶς ἀπόλοισθε. ποιοῦσίν γε με
ἀργόν· καταλιπεῖν γὰρ μόνην τὴν οἰκίαν
οὐκ ἂν δυναίμην. αἱ δὲ Νύμφαι μοι κακὸν
ἀεὶ παροικοῦσ’, ὥστε μοι δοκῶ πάλιν
μετοικοδομήσειν καταϐαλὼν τὴν οἰκίαν
ἐντεῦθεν. ὡς θύουσι δ’ οἱ τοιχωρύχοι·
κοίτας φέρονται, σταμνί’, οὐχὶ τῶν θεῶν
ἕνεκ’ ἀλλ’ ἑαυτῶν. ὁ λιϐανωτὸς εὐσεϐὲς
450 καὶ τὸ πόπανον· τοῦτ’ ἔλαϐεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφῦν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστ’ ἄϐρωτα, τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἆλλα καταπίνουσι. γραῦ,
ἄνοιγε θᾶττον τὴν θύραν. [ποητέ]ον
ἐστὶν γὰρ ἡμῖν τἄνδον ὡς ἐμοὶ δοκεῖ.

Γέτας
τὸ λεϐήτιον, φήις, ἐπιλέλη[σθ]ε ; παντελῶς
ἀποκραιπαλᾶτε. καὶ τί νῦν ποιήσομεν ;
ἐνοχλητέον τοῖς γειτνιῶσι τῶι θεῶι
ἐσθ’ ὡς ἔοικε. παιδίον. μὰ τοὺς θεοὺς
460 θεραπαινίδια γὰρ ἀθλιώτερ’ οὐδαμοῦ
οἶμαι τρέφεσθαι. παῖδες. οὐδὲν ἄλλο πλὴν
κινητιᾶν ἐπίσταται–παῖδες καλοί–
καὶ διαϐαλεῖν ἐὰν ἴδηι τις. παιδίον.
τουτὶ τὸ κακὸν <τί> ἐστί ; παῖδες. οὐδὲ εἷς
ἐστ’ ἔνδον. ἠήν. προστρέχειν τις φαίνεται.

Κνήμων
τί τῆς θύρας ἅπτει, τρισάθλι’, εἰπέ μοι,
ἄνθρωπε ;

Γέτας
            μὴ δάκηις.

Κνήμων
                 ἐγώ σε νὴ Δία,
καὶ κατέδομαί γε ζῶντα.

Γέτας
            μή, πρὸς <τῶν> θεῶν.

Κνήμων
ἐμοὶ γάρ ἐστι συμϐόλαιον, ἀνόσιε,
470 καὶ σοί τι ;

Γέτας
  συμϐόλαιον οὐδέν· τοιγαροῦν
προσελήλυθ’ οὐ χρέος σ’ ἀπαιτῶν οὐδ’ ἔχων
κλητῆρας, ἀλλ’ αἰτησόμενος λεϐήτιον.

Κνήμων
λεϐήτιον ;

Γέτας
            λεϐήτιον.

Κνήμων
                 μαστιγία,
θύειν με βοῦς οἴει ποεῖν τε ταὔθ’ ἅπερ
ὑμεῖς ποεῖτε ;

Γέτας
            οὐδὲ κοχλίαν ἔγωγέ σε.
ἀλλ’ εὐτύχει, βέλτιστε. κόψαι τὴν θύραν
ἐκέλευσαν αἱ γυναῖκες αἰτῆσαί τε με.
ἐπόησα τοῦτ’· οὐκ ἔστι· πάλιν ἀπαγγελῶ
ἐλθὼν ἐκείναις. ὦ πολυτίμητοι θεοί,
480 ἔχις πολιὸς ἅνθρωπός ἐστιν οὑτοσί.

Κνήμων
ἀνδροφόνα θηρί’· εὐθὺς ὥσπερ πρὸς φίλον
κόπτουσιν. ἂν ἡμῶν προσιόντα τῆι θύραι
λάϐω τιν’, ἂν μὴ πᾶσι τοῖς ἐν τῶι τόπωι
παράδειγμα ποιήσω, νομίζεθ’ ἕνα τινὰ
ὁρᾶν με τῶν πολλῶν. ὁ νῦν οὐκ οἶδ’ ὅπως
διευτύχηκεν οὗτος, ὅστις ἦν ποτε.

Σίκων
κάκιστ’ ἀπόλοι’· ἐλοιδορεῖτό σοι ; τυχὸν
ἤιτεις, σκατοφάγ’· ὡς οὐκ ἐπίστανταί τινες
ποιεῖν τὸ τοιοῦθ’· εὕρηκ’ ἐγὼ τούτου τέχνην·
490 διακονῶ γὰρ μυρίοις ἐν τῆι πόλει
τούτων τ’ ἐνοχλῶ τοῖς γείτοσιν καὶ λαμϐάνω
σκεύη παρὰ πάντων. δεῖ γὰρ εἶναι κολακικὸν
τὸν δεόμενόν του. πρεσϐύτερός τις τῆι θύραι
ὑπακήκο’· εὐθὺς πατέρα καὶ πάππα[ν λέγω.
γραῦς· μητέρ’. ἂν τῶν διὰ μέσου τ[ις ἦι γυνή,
ἐκάλεσ’ ἱερέαν. ἂν θεράπων[
ϐέλτιστον. ὑμεῖς δὲ κρεμαν.[
ὢ τῆς ἀμαθίας. παιδίον παῖ[
ἐγώ. πρόελθε, πατρίδιον· σὲ β[ούλομαι.

Κνήμων
500 πάλιν αὖ σύ ;

Σίκων
            π~[αῖ, τί το]ῦτ’ ;

Κνήμων
                 ἐρεθίζεις μ’ ὡσπερεὶ
ἐπίτηδες, οὐκ εἴρηκά σοι πρὸς τὴν θύραν
μὴ προσιέναι ; τὸν ἱμάντα δός, γραῦ.

Σίκων
            μηδαμῶς,
ἀλλ’ ἄφες.

Κνήμων
            ἄφες ;

Σίκων
                 Βέλτιστε, ναὶ πρὸς <τῶν> θεῶν.

Κνήμων
  ἧκε πάλιν.

Σίκων
            ὁ Ποσειδῶν σε–

Κνήμων
                 καὶ λαλεῖς ἔτι ;

Σίκων
  αἰτούμενος χυτρόγαυλον ἦλθον.

Κνήμων
            οὐκ ἔχω
οὔτε χυτρόγαυλον οὔτε πέλεκυν οὔθ’ ἅλας
οὔτ’ ὄξος οὔτ’ ἄλλ’ οὐδέν, ἀλλ’ εἴρηχ’ ἁπλῶς
μὴ προσιέναι μοι πᾶσι τοῖς ἐν τῶι τόπωι.

Σίκων
ἐμοὶ μὲν οὐκ εἴρηκας.

Κνήμων
  ἀλλὰ νῦν λέγω.

Σίκων
510 νὴ σὺν κακῶι γ’. οὐδ’ ὁπόθεν ἄν τις, εἰπέ μοι,
ἐλθὼν λάϐοι φράσαις ἄν ;

Κνήμων
            οὐκ ἐγὼ ‘λεγον ;
ἔτι μοι λαλήσεις ;

Σίκων
            χαῖρε πολλά.

Κνήμων
                 οὐ βούλομαι
χαίρειν παρ’ ὑμῶν οὐδενός.

Σίκων
            μὴ χαῖρε δή.

Κνήμων
  ὢ τῶν ἀνηκέστων κακῶν.

Σίκων
            καλῶς γέ με
βεϐωλοκόπηκεν. οἷόν ἐστ’ ἐπιδεξίως
αἰτεῖν· διαφέρει νὴ Δί’. ἐφ’ ἑτέραν θύραν
ἔλθηι τις ; ἀλλ’ εἰ σφαιρομαχοῦσ’ ἐν τῶι τόπωι
οὕτως ἑτοίμως, χαλεπόν. ἆρά γ’ ἐστί μοι
κράτιστον ὀπτᾶν τὰ κρέα πάντα ; φαίνεται.
520 ἔστιν δέ μοι λοπάς τις. ἐῤῥῶσθαι λέγω
Φυλασίοις. τοῖς οὖσι τούτοις χρήσομαι.

Σώστρατος
ὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτω
κυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχω
ὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγωι
ὅλον τὸ σῶμ’· εὐθὺς γὰρ ἐμπεσὼν πολύς,
νεανίας ἐγώ τις, ἐξαίρων ἄνω
σφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺ
ἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺν
χρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα
530 ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμα
σκοπούμενος. καὶ νὴ Δί’ ἐλαϐόμην τότε
τῆς ὀσφύος, λάθραι τὸ πρῶτον· ὡς μακρὸν
ἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην,
ἀπεξυλούμην ἀτρέμα δ’. οὐδεὶς ἤρχετο.
ὁ δ’ ἥλιος κατέκα’, ἑώρα τ’ ἐμϐλέπων
ὁ Γοργίας ὥσπερ τὰ κηλώνειά με
μόλις ἀνακύπτοντ’ εἶθ’ ὅλωι τῶι σώματι
πάλιν κατακύπτοντ’. « οὐ δοκεῖ μοι νῦν », ἔφη,
« ἥξειν ἐκεῖνος, μειράκιον. » « τί οὖν, » ἐγὼ
540 εὐθύς, « ποῶμεν ; αὔριον τηρήσομεν
αὐτόν, τὸ δὲ νῦν ἐῶμεν ; » ὅ τε Δᾶος παρῆν
ἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖν
ἔφο]δος τοιαύτη γέγονεν. ἥκω δ’ ἐνθάδε,
διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς,
ἕλκ]ει δέ μ’ αὐτόματον τὸ πρᾶγμ’ εἰς τὸν τόπον.

Γέτας
τί τὸ κακόν ; οἴει χεῖρας ἑξήκοντά με,
ἄνθρωπ’, ἔχειν ; τοὺς ἄνθρακάς σοι ζωπυρῶ
[ ]μαι, φέρω πλύνω κατατέμνω σπλάγχν’ ἅμα
μάττω περιφέρω τα.[........ ο]υτονί,
550 ὑπὸ τοῦ καπνοῦ τυφλὸς [......]ς τούτοις ὅλος.
ἄγειν δοκῶ μοι τὴν ἑορτήν.

Σώστρατος
           παῖ Γέτα.

Γέτας
ἐμὲ τίς ;

Σώστρατος
            ἐγώ.

Γέτας
                 σὺ δ’ εἶ τίς ;

Σώστρατος
οὐχ ὁρᾶις ;

Γέτας
                           ὁρῶ·
τρόφιμος.

Σώστρατος
  τί ποιεῖτ’ ἐνθάδ’, εἰπέ μοι ;

Γέτας
  τί γάρ ;
τεθύκαμεν ἄρτι καὶ παρασκευάζομεν
ἄριστον ὑμῖν.

Σώστρατος
            ἐνθάδ’ ἡ μήτηρ ;

Γέτας
                 πάλαι.

Σώστρατος
ὁ πατὴρ δέ ;

Γέτας
            προσδοκῶμεν. ἀλλὰ πάραγε σύ.

Σώστρατος
μικρὸν διαδραμών <γ’>. ἐνθαδὶ τρόπον τινὰ
γέγον’ οὐκ ἄκαιρος ἡ θυσία· παραλήψομαι
τὸ μειράκιον τουτὶ γάρ, ἐλθὼν ὡς ἔχω,
560 καὶ τὸν θεράποντ’ αὐτοῦ· κεκοινωνηκότες
ἱερῶν γὰρ εἰς τὰ λοιπὰ χρησιμώτεροι
ἡμῖν ἔσονται σύμμαχοι πρὸς τὸν γάμον.

Γέτας
τί φήις ; ἐπ’ ἄριστόν τινας παραλαμϐάνειν
μέλλεις πορευθείς ; ἕνεκ’ ἐμοῦ τρισχίλιοι
γένοισθ’· ἐγὼ μὲν γὰρ πάλαι τοῦτ’ οἶδ’, ὅτι
οὐ γεύσομ’ οὐδενός· πόθεν γάρ ; συνάγετε
πάντας. καλὸν γὰρ τεθύκαθ’ ἱερεῖον, πάνυ
ἄξιον ἰδεῖν. ἀλλὰ <τὰ> γύναια ταῦτά μοι
(ἔχει γὰρ ἀστείως) μεταδοίη γ’ ἄν τινος ;
570 οὐδ’ ἄν, μὰ τὴν Δήμητρ’, ἁλὸς πικροῦ.

Σώστρατος
            καλῶς
ἔσται, Γέτα, τὸ τήμερον–μαντεύσομαι
τοῦτ’ αὐτός, ὦ Πάν· ἀλλὰ μὴν προσεύχομαι
ἀεὶ παριών σοι–καὶ φιλανθρωπεύσομαι.

Σιμίχη
ὢ δυστυχής, ὢ δυστυχής, ὢ δυστυχής.

Γέτας
ἄπαγ’ εἰς τὸ βάραθρον· τοῦ γέροντός τις γυνὴ
προελήλυθεν.

Σιμίχη
            τί πείσομαι ; τὸν γὰρ κάδον
ἐκ τοῦ φρέατος βουλομένη τοῦ δεσπότου,
εἴ πως δυναίμην, ἐξελεῖν αὐτὴ λάθραι,
ἀνῆψα τὴν δίκελλαν ἀσθενεῖ τινι
580 καλωιδίωι σαπρῶι διεῤῥάγη τέ μοι
τοῦτ’ εὐθύς.

Γέτας
            ὀρθῶς.

Σιμίχη
                 ἐνσέσεικα θ’ ἁθλία
καὶ τὴν δίκελλαν εἰς τὸ φρέαρ μετὰ τοῦ κάδου.

Γέτας
ῥῖψαι τὸ λοιπόν σοι σεαυτήν ἐστ’ ἔτι.

Σιμίχη
ὁ δ’, ἀπὸ τύχης κόπρον τιν’ ἔνδον κειμένην
μέλλων μεταφέρειν, περιτρέχων ταύτην πάλαι
ζητεῖ βοᾶι τε–καὶ ψοφεῖ γε τὴν θύραν.

Γέτας
φεῦγ’ ὦ πονηρά, φεῦγ’. ἀποκτενεῖ σε, γραῦ.
μᾶλλον δ’ ἀμύνου.

Κνήμων
           ποῦ ‘στιν ἡ τοιχωρύχος ;

Σιμίχη
ἄκουσα, δέσποτ’, ἐνέϐαλον.

Κνήμων
            Βάδιζε δὴ
590 εἴσω.

Σιμίχη
           τί ποιεῖν δ’, εἰπέ μοι, μέλλεις ;

Κνήμων
                 ἐγώ ;
δήσας καθιμήσω σε.

Σιμίχη
            μὴ δῆτ’, ὦ τάλαν.

Κνήμων
ταὐτῶι γε τούτωι σχοινίωι, νὴ τοὺς θεούς.

Γέτας
κράτιστον, εἴπερ ἐστὶ παντελῶς σαπρόν.

Σιμίχη
τὸν Δᾶον ἐκ τῶν γειτόνων ἐγὼ καλῶ ;

Κνήμων
Δᾶον καλεῖς, ἀνόσι’, ἀνηιρηκυῖά [με ;
οὔ σοι λέγω ; θᾶττον βάδιζ’ εἴσω. [τάλας
ἐγώ, τάλας τῆς νῦν ἐρημίας [
ὡς οὐδὲ εἷς. καταϐήσομ’ εἰ[ς τὸ φρέαρ· τί γὰρ
ἔτ’ ἐστιν ἄλλο ;

Γέτας
            ἡμεῖς ποριοῦ[μεν ἁρπάγην
600 καὶ σχοινίον.

Κνήμων
            κακὸν κάκ[ιστά σ’ οἱ θεοὶ
ἅπαντες ἀπολέσειαν εἴ τι μ[οι λαλεῖς.

Γέτας
καὶ μάλα δικ[αίως. εἰσ]πεπήδηκεν πάλιν.
ὢ τρισκακοδα[ίμων οὗ]τος· οἷον ζῆι βίον.
τοῦτ’ ἐστὶν εἰλικρ[ινὴς] γεωργὸς Ἀττικός·
πέτραις μαχόμενος θύμα φερούσαις καὶ σφάκον
ὀδύνας ἐπισπᾶτ’ οὐδὲν ἀγαθὸν λαμϐάνων.
ἀλλ’ ὁ τρόφιμος γὰρ οὑτοσὶ προσέρχεται
ἄγων μεθ’ αὑτοῦ τοὺς ἐπικλήτους· ἐργάται
ἐκ τοῦ τόπου τινές εἰσιν. ὢ τῆς ἀτοπίας.
610 οὗτος τί τούτους δεῦρ’ ἄγει νῦν ; ἢ πόθεν
γεγονὼς συνήθης ;

Σώστρατος
           οὐκ ἂν ἐπιτρέψαιμί σοι
ἄλλως ποῆσαι. πάντ’ ἔχομεν. ὦ Ἡράκλεις,
τουτὶ δ’ ἀπαρνεῖταί τις ἀνθρώπων ὅλως,
ἐλθεῖν ἐπ’ ἄριστον συνήθους τεθυκότος ;
εἰμὶ γάρ, ἀκριϐῶς ἴσθι, σοὶ πάλαι φίλος
πρὶν ἰδεῖν. λαϐὼν ταῦτ’ εἰσένεγκε Δᾶε σύ,
εἶθ’ ἧκε.

Γοργίας
           μηδαμῶς μόνην τὴν μητέρα
οἴκοι καταλείπων ἀλλ’ ἐκείνης ἐπιμελοῦ
ὧν ἂν δέηται· ταχὺ δὲ κἀγὼ παρέσομαι.

Χοροῦ

Σιμίχη
620 τίς ἂν βοηθήσειεν ; ὢ τάλαιν’ ἐγώ.
τίς ἂν βοηθήσειεν ;

Σίκων
           Ἡράκλεις ἄναξ,
ἐάσαθ’ ἡμᾶς πρὸς θεῶν καὶ δαιμόνων
σπονδὰς ποῆσαι. λοιδορεῖσθε, τύπτετε·
οἰμώζετ’· ὢ τῆς οἰκίας τῆς ἐκτόπου.

Σιμίχη
ὁ δεσπότης ἐν τῶι φρέατι.

Σίκων
  πῶς ;

Σιμίχη
                 ὅπως ;
ἵνα τὴν δίκελλαν ἐξέλοι καὶ τὸν κάδον,
κατέϐαινε, κἆιτ’ ὤλισθ’ ἄνωθεν, ὥστε καὶ
πέπτωκεν.

Σίκων
            οὐ γὰρ ὁ χαλεπὸς γέρων σφόδρα
οὗτος ; καλά γ’ ἐπόησε νὴ τὸν Οὐρανόν.
630 ὦ φιλτάτη γραῦ, νῦν σὸν ἔργον ἐστί.

Σιμίχη
            πῶς ;

Σίκων
ὅλμον τιν’ ἢ λίθον τιν’ ἢ τοιοῦτό τι
ἄνωθεν ἔνσεισον λαϐοῦσα.

Σιμίχη
            φίλτατε
κατάϐα.

Σίκων
            Πόσειδον, ἵνα τὸ τοῦ λόγου πάθω,
ἐν τῶι φρέατι κυνὶ μάχωμαι ; μηδαμῶς.

Σιμίχη
ὦ Γοργία, ποῦ γῆς ποτ’ εἶ ;

Γοργίας
            ποῦ γῆς ἐγώ ;
τί ἐστί, Σιμίχη ;

Σιμίχη
            τί γάρ ; πάλιν λέγω·
ὁ δεσπότης ἐν τῶι φρέατι.

Γοργίας
           Σώστρατε,
ἔξελθε δεῦρ’· ἡγοῦ, βάδιζ’ εἴσω ταχύ.

Σίκων
εἰσὶν θεοί, μὰ τὸν Διόνυσον. οὐ δίδως
640 λεϐήτιον θύουσιν, ἱερόσυλε σύ,
ἀλλὰ φθονεῖς· ἔκπιθι τὸ φρέαρ εἰσπεσών,
ἵνα μηδ’ ὕδατος ἔχηις μεταδοῦναι μηδενί.
νυνὶ μὲν αἱ Νύμφαι τετιμωρημέναι
εἴσ’ αὐτὸν ὑπὲρ ἐμοῦ δικαίως· οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῶιος διέφυγεν.
ἱεροπρεπής πως ἐστὶν ἡμῶν ἡ τέχνη.
[ ]ς τραπεζοποιὸν ὅ τι βούλει πόει.
ἀλλ’ ἆ]ρα μὴ τέθνηκεν ; πάππαν φίλτατον
κλάο]υ~σ’ ἀποιμώζει τις. οὐδὲν τοῦτό γε
(desunt uersus fere iv)
δηλονότι καθ[
οὕτως ἀνιμης[
τὴν ὄψιν αὐτοῦ τ~ι~ν~[
οἴεσθ’ ἔσεσθαι, πρὸς θεῶν, βεϐ[αμ]μένου,
τρέμοντος ; ἀστείαν. ἐγὼ μὲν ἡδέως
ἴδοιμ’ ἄν, ἄνδρες, νὴ τὸν Ἀπόλλω τουτονί.
660 ὑμεῖς δ’ ὑπὲρ τούτων, γυναῖκες, σπένδετε.
εὔχεσθε τὸν γέροντα σωθῆναι–κακῶς,
ἀνάπηρον ὄντα, χωλόν· οὕτω γίνεται
ἀλυπότατος γὰρ τῶιδε γείτων τῶι θεῶι
καὶ τοῖς ἀεὶ θύουσιν. ἐπιμελὲς δέ μοι
τοῦτ’ ἐστίν, ἄν τις ἆρα μισθώσητ’ ἐμέ.

Σώστρατος
ἄνδρες, μὰ τὴν Δήμητρα, μὰ τὸν Ἀσκληπιόν,
μὰ τοὺς θεούς, οὐπώποτ’ ἐν τὠμῶι βίωι
εὐκαιρότερον ἄνθρωπον ἀποπεπνιγμένον
ἑόρακα μικροῦ. τῆς γλυκείας διατριϐῆς·
670 ὁ Γοργίας γάρ, ὡς τάχιστ’ εἰσήλθομεν,
εὐθὺς κατεπήδησ’ εἰς τὸ φρέαρ, ἐγὼ δὲ καὶ
ἡ παῖς ἄνωθεν οὐδὲν ἐποοῦμεν· τί γὰρ
ἐμέλλομεν ; πλὴν ἡ μὲν αὑτῆς τὰς τρίχας
ἔτιλλ’, ἔκλα’, ἔτυπτε τὸ στῆθος σφόδρα,
ἐγὼ δ’ ὁ χρυσοῦς, ὡσπερεὶ νὴ τοὺς θεοὺς
τροφὸς παρεστώς, ἐδεόμην γε μὴ ποεῖν
τοῦθ’, ἱκέτευον, ἐμϐλέπων ἀγάλματι
οὐ τῶι τυχόντι. τοῦ δὲ πεπληγμένου κάτω
ἔμελεν ἔλαττον ἤ τινός μοι, πλὴν ἀεὶ
680 ἕλκειν ἐκεῖνον· τοῦτ’ ἐνώχλει μοι σφόδρα.
μικροῦ γε νὴ Δί’ αὐτὸν εἰσαπολώλεκα·
τὸ σχοινίον γὰρ ἐμϐλέπων τῆι παρθένωι
ἀφῆκ’ ἴσως τρίς. ἀλλ’ ὁ Γοργίας Ἄτλας
ἦν οὐχ ὁ τυχών· ἀντεῖχε καὶ μόλις ποτὲ
ἀνενήνοχ’ αὐτόν. ὡς ἐκεῖνος ἐξέϐη
δεῦρ’ ἐξελήλυθ’· οὐ γὰρ ἐδυνάμην ἔτι
κατέχειν ἐμαυτόν, ἀλλὰ μικροῦ [τὴν κόρην
ἐφίλουν προσιών· οὕτω σφόδρ’ ε[
ἐρῶ. παρασκευάζομαι δή–τὴν θύραν
690 ψοφοῦσιν. ὦ Ζεῦ Σῶτερ, ἐκτόπου θέας.

Γοργίας
Βούλει τι, Κνήμων ; εἰπέ μοι.

Κνήμων
            τί [
φαύλως ἔχω.

Γοργίας
            θάῤῥει.

Κνήμων
                 τεθάρ[ρηκ’. οὐκέτι
ὑμῖν ἐνοχλήσει τὸν ἐπίλοιπον γ~ὰ~[ρ χρόνον
Κνήμων.

Γοργίας
            τοιοῦτόν ἐστ’ ἐρημία κακόν,
ὁρᾶις ; ἀκαρὴς νῦν παραπόλωλας ἀρτίως.
τηρούμενον δὴ τηλικοῦτον τῶι βίωι
ἤδη καταζῆν δεῖ.

Κνήμων
            χαλεπῶς μὲν οἶδ’ ὅτι
ἔχω, κάλεσον δέ, Γοργία, τὴν μητέρα,
ὡς ἔνι μάλιστα. τὰ κακὰ παιδεύειν μόνα
700 ἐπίσταθ’ ἡμᾶς ὡς ἔοικε. θυγάτριον,
ϐούλει μ’ ἀναστῆσαι λαϐοῦσα ;

Σώστρατος
           μακάριε
ἄνθρωπε.

Κνήμων
            τί παρέστηκας ἐνταῦθ’, ἄθ~λ~ι~[ε ;
(desunt uersus v)
[ ]εσοις ἐϐουλόμην
[ Μυρ]ρίνη καὶ Γοργία,
710 ε.[ ]ον προειλόμην
οὐκ ἴσως~ [....]ι~ κ[.]ι~[.]ν οὐδ’ ἂν εἷς δύναιτό με
τοῦτο μεταπεῖσαί τις ὑμῶν, ἀλλὰ συγχωρήσετε.
ἓν δ’ ἴσως ἥμαρτον ὅστις τῶν ἁπάντων ὠιόμην
αὐτὸς αὐτάρκης τις εἶναι καὶ δεήσεσθ’ οὐδενός.
νῦν δ’ ἰδὼν ὀξεῖαν οὖσαν ἄσκοπόν τε τοῦ βίου
τὴν τελευτήν, εὗρον οὐκ εὖ τοῦτο γινώσκων τότε.
δεῖ γὰρ εἶναι–καὶ παρεῖναι–τὸν ἐπικουρήσοντ’ ἀεί.
ἀλλὰ μὰ τὸν Ἥφαιστον–οὕτω σφόδρα <δι>εφθάρμην ἐγὼ
τοὺς βίους ὁρῶν ἑκάστους τοὺς λογισμούς <θ’> ὃν τρόπον
720 πρὸς τὸ κερδαίνειν ἔχουσιν–οὐδέν’ εὔνουν ὠιόμην
ἕτερον ἑτέρωι τῶν ἁπάντων ἂν γενέσθαι. τοῦτο δὴ
ἐμποδὼν ἦν μοι. μόλις δὲ πεῖραν εἷς δέδωκε νῦν
Γοργίας, ἔργον ποήσας ἀνδρὸς εὐγενεστάτου·
τὸν γὰρ οὐκ ἐῶντά <τ’ α>ὐτὸν προσιέναι <καὶ> τῆι θύραι
οὐ βοηθήσαντά <τ’ α>ὐτῶι πώποτ’ εἰς οὐδὲν μέρος,
οὐ προσειπόντ’, οὐ λαλήσανθ’ ἡδέως, σέσωχ’ ὅμως.
ὅπερ ἂν ἄλλος καὶ δικαίως· « οὐκ ἐᾶις με προσιέναι·
οὐ προσέρχομ’· οὐδὲν ἡμῖν γέγονας αὐτὸς χρήσιμος·
οὐδ’ ἐγὼ σοὶ νῦν. » τί δ’ ἐστί, μειράκιον ; ἐάν <τ’> ἐγὼ
730 ἀποθάνω νῦν–οἴομαι δέ, καὶ κακῶς ἴσως ἔχω–
ἄν τε περι<σωθ>ῶ, ποοῦμαί σ’ ὑόν, ἅ τ’ ἔχων τυγχάνω
πάντα σαυτοῦ νόμισον εἶναι. τήνδε σοι παρεγγυῶ·
ἄνδρα δ’ αὐτῆι πόρισον. εἰ γὰρ καὶ σφόδρ’ ὑγιαίνοιμ’ ἐγώ,
αὐτὸς οὐ δυνήσομ’ εὑρεῖν· οὐ γὰρ ἀρέσει μοί ποτε
οὐδὲ εἷς. ἀλλ’ ἐμὲ μέν, <ἂν ζῶ>, ζῆν ἐᾶθ’ ὡς βούλομαι,
τἆλλα πρᾶττ’ αὐτὸς παραλαϐών. νοῦν ἔχεις σὺν τοῖς θεοῖς,
κηδεμὼν εἶ τῆς ἀδελφῆς εἰκότως. τοῦ κτήματος
ἐπιδίδου <σὺ> προῖκα τοὐμοῦ διαμετρήσας <θ>ἤμισυ,
τὸ δ’ ἕτερον λαϐὼν διοίκει κἀμὲ καὶ τὴν μητέρα.
740 ἀλλὰ κα]τάκλινόν με, θύγατερ. τῶν δ’ ἀναγκαίων λέγειν
πλείον’] οὐκ ἀνδρὸς νομίζω· πλὴν ἐκεῖνό γ’ ἴσθι, παῖ–
ὑπὲρ ἐ]μ~οῦ γὰρ βούλομ’ εἰπεῖν ὀλίγα σοι καὶ τοῦ τρόπου–
εἰ τοιοῦτ]οι πάντες ἦσαν, οὔτε τὰ δικαστήρια
ἦν ἄν, οὔθ’ αὑτοὺς ἀπῆγον εἰς τὰ δεσμωτήρια,
οὔτε πόλεμος ἦν, ἔχων δ’ ἂν μέτρι’ ἕκαστος ἠγάπα.
ἀλλ’ ἴσως ταῦτ’ ἐστ’ ἀρεστὰ μᾶλλον· οὕτω πράττετε.
ἐκποδὼν ὑμῖν <ὁ> χαλεπὸς δύσκολός τ’ ἔσται γέρων.

Γοργίας
ἀλλὰ δέχομαι ταῦτα πάντα. δεῖ δὲ μετὰ σοῦ νυμφίον
ὡς τάχισθ’ εὑρεῖν <τιν’> ἡμᾶς τῆι κόρηι, σοὶ συνδοκοῦν.

Κνήμων
750 οὗτος, εἴρηχ’ ὅσ’ ἐφρόνουν σοι· μὴ ‘νόχλει, πρὸς τῶν θεῶν.

Γοργίας
Βούλεται γὰρ ἐντυχεῖν σοι–

Κνήμων
            μηδαμῶς, πρὸς τῶν θεῶν.

Γοργίας
τὴν κόρην αἰτῶν τις.

Κνήμων
            οὐδὲν ἔτι <τοιοῦτό> μοι μέλει.

Γοργίας
ὅ <σε> συνεκσώσας.

Κνήμων
            ὁ ποῖος ;

Γοργίας
                 οὑτοσί. πρόσελθε σύ.

Κνήμων
ἐπικέκαυται μέν. γεωργός ἐστι ;

Γοργίας
            καὶ μάλ’, ὦ πάτερ.
οὐ τρυφῶν οὐδ’ οἷος ἀργὸς περιπατεῖν τὴν ἡμέραν
[ ].γ~ενος ..[
[ ]σ~δίδου ποεῖ <τε> του[

Κνήμων
 εἰσκυ]κλεῖτ’ εἴσω με.

?
            καὶ[
ἐπιμ]ελοῦ τούτου. τὸ λο[ιπὸν] ἐγγυᾶν[
760 τὴν] ἀδελφήν.

Γοργίας
            ἐπανένεγκε ταῦτα, [Σ]ώστ[ραθ’, οἷς σε δεῖ.

Σώστρατος
οὐ[δ]ὲν ὁ πατὴρ ἀντερεῖ [μοι].

Γοργίας
            τοιγαροῦν ἔγωγέ σοι
ἐγγυῶ δίδωμι πάντων τῶν θεῶν ἐναντίον
† ενεγκεινος δίκαιόν ἐστι π.[.]θη, Σώστρατε.
οὐ πεπλασμένωι γὰρ ἤθει πρὸς τὸ πρᾶγμ’ ἐλήλυθας,
ἀλλ’ ἁπλῶς, καὶ πάντα ποιεῖν ἠξίωσας τοῦ γάμου
ἕνεκα, τρυφερὸς ὢν δίκελλαν ἔλαϐες, ἔσκαψας, πονεῖν
ἠθέλησας. ἐν δὲ τούτωι τῶι μέρει μάλιστ’ ἀνὴρ
δείκνυτ’, ἐξισοῦν ἑαυτὸν ὅστις ὑπομένει τινὶ
εὐπορῶν πένητι· καὶ γὰρ μεταϐολὰς οὗτος τ~ύ~χ~[ης
770 ἐγκρατῶς οἴσει. δέδωκας πεῖραν ἱκανὴν τοῦ τρόπου.
διαμένοις μόνον τοιοῦτος.

Σώστρατος
            πολὺ μὲν οὖν κρείττω~[ν ἔτι.
ἀλλ’ ἐπαινεῖν αὑτόν ἐστι φορτικόν <τι> πρᾶγμ’ ἴσως.
εἰς καλὸν δ’ ὁρῶ παρόντα τὸν πατέρα.

Γοργίας
            Καλλιππίδης
ἐστὶ σοῦ πατήρ ;

Σώστρατος
            πάνυ μὲν οὖν.

Γοργίας
                 νὴ Δία πλούσιός γ’ ἀνήρ,
<καὶ> δικαίως <γ’ ὡς> γεωργὸς ἄμαχος.

Καλλιππίδης
            ἀπολέλειμμ’ ἴσως.
<οἱ δὲ> καταϐεϐρωκότες δὴ τὸ πρόϐατον φροῦδοι πάλαι
εἰσὶν εἰς ἀγρόν.

Γοργίας
           Πόσειδον, ὀξυπείνως πως ἔχει.
αὐτίκ’ αὐτῶι ταῦτ’ ἐροῦμεν ;

Σώστρατος
            πρῶτον ἀριστησάτω·
πραότερος ἔσται.

Καλλιππίδης
            τί τοῦτο, Σώστρατ’ ; ἠριστήκατε ;

Σώστρατος
780 ἀλλὰ καὶ σοὶ παραλέλειπται. πάραγε.

Καλλιππίδης
            τοῦτο δὴ ποῶ.

Γοργίας
εἰσιὼν αὐτῶι λαλεῖ <νῦν>, εἴ τι βούλει τῶι πατρὶ
κατὰ μόνας.

Σώστρατος
            ἔνδον περιμενεῖς, οὐ γάρ ;

Γοργίας
                 οὐκ ἐξέρχομαι
ἔνδοθεν.

Σώστρατος
            μικρὸν διαλιπὼν παρακαλῶ τοίνυν <σ’> ἐγώ.

Χοροῦ


Σώστρατος
οὐχ ὡς ἐϐουλόμην ἅπαντά μοι, πάτερ,
οὐδ’ ὡς προσεδόκων γίνεται παρὰ σοῦ.

Καλλιππίδης
            τί δέ ;
οὐ συγκεχώρηχ’ ; ἧς ἐρᾶις σε λαμϐάνειν
καὶ βούλομαι καί φημι δεῖν.

Σώστρατος
            οὔ μοι δοκεῖς.

Καλλιππίδης
νὴ τοὺς θεοὺς ἔγωγε, γινώσκων ὅτι
νέωι γάμος βέϐαιος οὕτως γίνεται
790 ἐὰν δι’ ἔρωτα τοῦτο συμπεισθῆι ποεῖν.

Σώστρατος
ἔπειτ’ ἐγὼ μὲν τὴν ἀδελφὴν λήψομαι
τὴν τοῦ νεανίσκου, νομίζων ἄ[ξιον
ἡμῶν ἐκεῖνον· πῶς δὲ τοῦτο νῦ[ν σὺ φήις,
οὐκ ἀντιδώσειν τὴν ἐμήν ;

Καλλιππίδης
            αἰσχρὸν λέγεις ;
νύμφην γὰρ ἅμα καὶ νυμφίον πτωχοὺς λαϐεῖν
οὐ βούλομ’, ἱκανὸν δ’ ἐστὶν ἡμῖν θάτερον.

Σώστρατος
περὶ χρημάτων λαλεῖς, ἀϐεϐαίου πράγματος.
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
800 τοῦ σοῦ μεταδιδούς· ὧν δὲ μὴ σὺ κύριος
εἶ, μηδὲ σαυτοῦ τῆς τύχης δὲ πάντ’ ἔχεις,
μή τι φθονοίης, ὦ πάτερ, τούτων τινί.
αὕτη γὰρ ἄλλωι, τυχὸν ἀναξίωι τινί,
παρελομένη σοῦ πάντα προσθήσει πάλιν.
διόπερ ἐγώ σε φημὶ δεῖν, ὅσον χρόνον
εἶ κύριος, χρῆσθαι σε γενναίως, πάτερ,
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποεῖν
ὡς ἂν δύνηι πλείστους διὰ σαυτοῦ. τοῦτο γὰρ
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχηις,
810 ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
πολλῶι δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.

Καλλιππίδης
οἶσθ’ οἷός εἰμι, Σώστραθ’· ἃ συνελεξάμην
οὐ συγκατορύξω ταῦτ’ ἐμαυτῶι–πῶς γὰρ ἄν ; –
σὰ δ’ ἐστί. βούλει περιποήσασθαί τινα
φίλον δοκιμάσας· πρᾶττε τοῦτ’ ἀγαθῆι τύχηι.
τί μοι λέγεις γνώμας ; † πόριζε βάδιζε †
δίδου, μεταδίδου· συμπέπεισμαι πάντα σοι
ἑκών.

Σώστρατος
  ἑκών ;

Καλλιππίδης
                 εὖ ἴσθι· μηδὲν τοῦτό σε
820 ταραττέτω.

Σώστρατος
            τὸν Γοργίαν τοίνυν καλῶ.

Γοργίας
ἐπακήκο’ ὑμῶν ἐξιὼν πρὸς τῆι θύραι
ἅπαντας οὓς εἰρήκατ’ ἐξ ἀρχῆς λόγους.
τί οὖν ; ἐγώ σ<ε, Σ>ώστρατ’, εἶναι μὲν φίλον
ὑπολαμϐάνω σπουδαῖον ἀγαπῶ τ’ ἐκτόπως,
μείζω δ’ ἐμαυτοῦ πράγματ’ οὔτε βούλομαι
οὔτ’ ἂν δυναίμην μὰ Δία βουληθεὶς φέρειν.

Σώστρατος
οὐκ οἶδ’ ὅ τι λέγεις.

Γοργίας
            τὴν ἀδελφὴν τὴν ἐμὴν
δίδωμί σοι γυναῖκα, τὴν δὲ σὴν λαϐεῖν–
καλῶς ἔχει μοι.

Σώστρατος
            πῶς καλῶς ;

Γοργίας
                 οὐχ ἡδύ μοι
830 εἶναι τρυφαίνειν ἀλλοτρίοις πόνοις δοκεῖ,
συλλεξάμενον δ’ αὐτόν.

Σώστρατος
            φλυαρεῖς, Γοργία.
οὐκ ἄξιον κρίνεις σεαυτὸν τοῦ γάμου.

Γοργίας
ἐμαυτὸν εἶναι κέκρικ’ ἐκείνης ἄξιον,
λαϐεῖν δὲ πολλὰ μίκρ’ ἔχοντ’ οὐκ ἄξιον.

Καλλιππίδης
νὴ τὸν Δία τὸν μέγιστον εὐγενῶς γέ πως
[ ]ος εἶ.

Γοργίας
            πῶς ;

Καλλιππίδης
                 οὐκ ἔχων βούλει δοκεῖν
[ ]ἐπειδὴ συμπεπεισμένον μ’ ὁρᾶις
[ ]ε τούτωι μ’ ἀναπέπεικας· διπλασίως
[ ]ων πένης < > ἀπόπληκτός θ’ ἅμα
840 [ ]ς~ ὑποδείκνυσιν εἷς σωτηρίαν.
[

Σώστρατος
  ].λοιπόν ἐστιν ἡμῖν ἐγγυᾶν.

Καλλιππίδης
ἀλλ’ ἐγγυῶ παίδων ἐπ’ ἀρότωι γνησίων
τὴν θυγατέρ’ ἤδη μειράκιόν σοι προῖκά τε
δίδωμ’ ἐπ’ αὐτῆι τρία τάλαντα.

Γοργίας
            ἐγὼ δέ γε
ἔχω τάλαντον προῖκα τῆς ἑτέρας.

Καλλιππίδης
            ἔχεις ;
μὴ δῶις σὺ λίαν.

Γοργίας
            ἀλλ’ ἔχω τὸ χωρίον.

Καλλιππίδης
κέκτησ’ ὅλον σύ, Γοργία. τὴν μητέρα
ἤδη σὺ δεῦρο τήν τ’ ἀδελφὴν μετάγαγε
πρὸς τὰς γυναῖκας τὰς παρ’ ἡμῖν.

Γοργίας
            ἀλλὰ χρή.

Σώστρατος
850 τὴν νύκτα [
πάντες μεν~[ το]ὺς γάμους
ποήσομεν. καὶ τὸν γέροντα, Γοργία,
κομίσατε δεῦρ’· ἕξει τὰ δέοντ’ ἐνταῦθ’ ἴσως
μᾶλλον παρ’ ἡμῖν.

Γοργίας
            οὐκ ἐθελήσει, Σώστρατε.

Σώστρατος
σύμπεισον αὐτόν.

Γοργίας
            ἂν δύνωμαι.

Σώστρατος
                δεῖ πότον
ἡμῶν γενέσθαι, παππία, νυνὶ καλόν,
καὶ τῶν γυναικῶν παννυχίδα.

Καλλιππίδης
            τοὐναντίον
πίοντ’ ἐκεῖναι, παννυχιοῦμεν οἶδ’ ὅτι
ἡμεῖς. παράγων δ’ ὑμῖν ἑτοιμάσω τι νῦν
860 προὔργου.

Σώστρατος
           πόει τοῦτ’· οὐδενὸς χρὴ πράγματος
τὸν εὖ φρονοῦνθ’ ὅλως ἀπογνῶναί ποτε.
ἁλωτὰ γίνετ’ ἐπιμελείαι καὶ πόνωι
ἅπαντ’. ἐγὼ τούτου παράδειγμα νῦν φέρω·
ἐν ἡμέραι μιᾶι κατείργασμαι γάμον
<ὃν> οὐδ’ ἂν εἷς ποτ’ ὤιετ’ ἀνθρώπων ὅλως.

Γοργίας
προάγετε δὴ θᾶττόν ποθ’ ὑμεῖς.

Σώστρατος
           δεῦτε δή.
μῆτερ, δέχου ταύτας. ὁ Κνήμων δ’ οὐδέπω ;

Γοργίας
ὃς ἱκέτευεν ἐξαγαγεῖν τὴν γραῦν ἔτι,
ἵν’ ἦι τελέως μόνος καθ’ αὑτόν ;

Σώστρατος
            ὢ τρόπου
870 ἀμάχου.

Γοργίας
            τοιοῦτος.

Σώστρατος
                 ἀλλὰ πολλὰ χαιρέτω.
ἡμεῖς δ’ ἴωμεν.

Γοργίας
            Σώστραθ’, ὑπεραισχύνομαι
γυναιξὶν ἐν ταὐτῶι–

Σώστρατος
            τίς ὁ λῆρος ; οὐ πρόει ;
οἰκεῖα ταῦτ’ ἤδη νομίζειν πάντα δεῖ.

Σιμίχη
ἄπειμι νὴ τὴν Ἄρτεμιν κἀγώ. μόνος
ἐνταῦθα κατακείσει. τάλας σὺ τοῦ τρόπου.
πρὸς τὸν θεόν σε βουλομένων [τούτων ἄγειν
ἀντεῖπας. ἔσται μέγα κακὸν πάλιν [τί σοι,
νὴ τὼ θεώ, <καὶ> μεῖζον ἢ νῦν εὖ πά[νυ.

Γέτας
ἐγὼ προσελθὼν ὄψομαι δεῦρ[
                                              αὐλεῖ.
880 τί μοι προσαυλεῖς, ἄθλι’ οὗτος ; οὐδέπω σχολή [μοι.
πρὸς τὸν κακῶς ἔχοντα πέμπουσ’ ἐνθαδί μ’· ἐπίσ[χες.

Σιμίχη
καὶ παρακαθήσθω γ’ εἰσιὼν αὐτῶι τις ἄλλος ὑμῶν.
ἐγὼ δ’ ἀποστέλλουσα τροφίμην βούλομαι λαλῆσαι
ταύτηι, προσειπεῖν, ἀσπάσασθαι.

Γέτας
            νοῦν ἔχεις· βάδιζε.
τοῦτον δὲ θεραπεύσω τέως ἐγώ. πάλαι δ~[έδοκται
τ[ούτο]υ~ λαϐεῖν τὸν καιρόν, ἀλλὰ διαπον~[εῖν ἔδει με.
[ ]ετ~ει καὶ τῶν β~[
ο]ὔπω δυνης~[ ]ι~, μάγειρε.
Σίκων, πρόελθε δεῦρό μοι [σὺ θᾶττο]ν. ὦ Πόσειδον,
890 οἵαν ἔχειν οἶμαι διατριϐήν.

Σίκων
            σύ με καλεῖς ;

Γέτας
                 ἔγωγε.
τιμωρίαν βούλει λαϐεῖν ὧν ἀρτίως ἔπασχες ;

Σίκων
ἐγὼ δ’ ἔπασχον ἀρτίως ; οὐ λαικάσει φλυαρῶν ;

Γέτας
ὁ δύσκολος [γέρ]ων καθεύδει μόνος.

Σίκων
            ἔχει δὲ <δὴ> πῶς ;
[Γε] οὐ παντάπασιν ἀθλίως.

Σίκων
            οὐκ ἂν δύναιτό γ’ ἡμᾶς
τύπτειν ἀναστάς ;

Γέτας
            οὐδ’ ἀναστῆναι <γάρ>, ὡς ἐγὦιμαι.

Σίκων
ὡς ἡδὺ πρᾶγμά μοι λέγεις. αἰτήσομ’ εἰσιών τι·
ἔξω γὰρ ἔσται τῶν φρενῶν.

Γέτας
            <τί δ’ ἄν,> τὸ δεῖνα, πρῶτον
ἔξω προελκύσωμεν αὐτόν, εἶτα θέντες αὐτοῦ
κόπτωμεν οὕτω τὰς θύρας, αἰτῶμεν, ἐπιφλέγωμεν ;
900 ἔσται τις ἡδονή, λέγω.

Σίκων
            τὸν Γοργίαν δέδοικα
μὴ καταλαϐὼν ἡμᾶς καθαίρηι.

Γέτας
          θόρυϐός ἐστιν ἔνδον,
πίνουσιν. οὐκ αἰσθήσετ’ οὐδείς. τὸ δ’ ὅλον ἐστὶν ἡμῖν
ἅνθρωπος ἡμερωτέος· κηδεύομεν γὰρ αὐτῶι,
οἰκεῖος ἡμῖν γίνετ’· εἰ δ’ ἔσται τοιοῦτος αἰεί,
ἔργον ὑπενεγκεῖν, πῶς γὰρ οὔ ;

Σίκων
            λαθεῖν μόνον ἐπιθύμει
αὐτὸν φέρων δεῦρ’ εἰς τὸ πρόσθεν.

Γέτας
            πρόαγε δὴ σύ.

Σίκων
                 μικρὸν
πρόσμεινον, ἱκετεύω σε· μή με καταλιπὼν ἀπέλθηις.

Γέτας
καὶ μὴ ψόφει, πρὸς τῶν θεῶν.

Σίκων
            ἀλλ’ οὐ ψοφῶ μὰ τὴν Γῆν.

Γέτας
εἰς δεξιάν.

Σίκων
            ἰδού.

Γέτας
                 θὲς αὐτοῦ. νῦν ὁ καιρός.

Σίκων
                      εἶἑν·
910 ἐγὼ προάξω πρότερος. ἤν. καὶ τὸν ῥυθμὸν σὺ τήρει.
<παῖ>, παιδίον, παῖδες <καλοί>, παῖ, παιδία.

Κνήμων
            οἴχομ’, οἴμοι.

Σίκων
παῖδες καλοί, παῖ, παιδίον, <παῖ>, παῖδες.

Κνήμων
            οἴχομ’, οἴμοι.

Σίκων
τίς οὗτος ; ἐντεῦθέν τις εἶ ;

Κνήμων
            <δη>λονότι. σὺ δὲ τί βούλει ;

Σίκων
λέϐητας αἰτοῦμαι παρ’ ὑμῶν καὶ σκάφην.

Κνήμων
            τίς ἄν με
στήσειεν ὀρθόν ;

Σίκων
            ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς.
καὶ τρίποδας ἑπτὰ καὶ τραπέζας δώδεκ’· ἀλλά, παῖδες,
τοῖς ἔνδον <εἰσ>αγγείλατε· σπεύδω γάρ.

Κνήμων
            οὐδέν ἐστιν.

Σίκων
οὐκ ἔστιν ;

Κνήμων
            <ἀλλ’> ἀκήκοας μυριάκις.

Σίκων
                 ἀποτρέχω δή.

Κνήμων
ὢ δυστυχὴς ἐγώ. τίνα τρόπον ἐνθαδὶ προήχθην ;
920 τίς μ’ εἰ]ς τὸ πρόσθεν κατατέθηκεν ; ἄπαγε δὴ σύ.

Γέτας
            καὶ δή.
παῖ, παι]δίον, γυναῖκες, ἄνδρες, παῖ θυρωρέ.

Κνήμων
            μαίνει,
ἄνθρωπε· τὴν θύραν κατάξεις.

Γέτας
            δάπιδας ἐννέ’ ἡμῖν
χρήσα]τ~ε.

Κνήμων
            πόθεν ;

Γέτας
                 καὶ παραπέτασμα βαρϐαρικὸν ὑφαντόν
[ ]ποδῶν τὸ μῆκος ἑκατόν.

Κνήμων
            εἴθε μοι γένοιτο
[ πο]θεν. γραῦ. ποῦ ‘στιν <ἡ> γραῦς ;

Γέτας
            ἐφ’ ἑτέραν βαδίζω
θύραν ;

Κνήμων
            ἀπαλλάγητε δή. γραῦ. Σιμίχη. κακὸν δὲ
κακῶς <σ’> ἅπαντες ἀπολέσειαν οἱ θεοί. τί βούλει ;

Σίκων
κρατῆρα βούλομαι λαϐεῖν χαλκοῦν μέγαν.

Κνήμων
            τίς ἄν με
στήσειεν ὀρθόν ;

Γέτας
            ἔστιν ὑμῖν, ἔστιν ὡς ἀληθῶς
930 τὸ παραπέτασμα, παππία, πατρίδιον.

Κνήμων
            οὐδ’ ὁ κρατήρ.
τὴν Σιμίχην ἀποκτενῶ.

Σίκων
            κάθου <σὺ> μη<δὲ> γρύζων.
φεύγεις ὄχλον, μισεῖς γυναῖκας, οὐκ ἐᾶις κομίζειν
εἰς ταὐτὸ τοῖς θύουσι σαυτόν· πάντα ταῦτ’ ἀνέξει.
οὐδεὶς βοηθός σοι πάρεστιν. πρῖε σαυτὸν αὐτοῦ.
ἄκουε δ’ ἑξῆς πάντα γ~α~[ ]...[ ]τι~ς~[
[ ]αγκας οὐδὲ τὴν[ ]ι~
[ ]ον αἱ γυναῖκες .[ ]παρ’ ὑμῶν.
[ γυν]αικὶ τῆι τε παιδὶ [περιϐ]ολαὶ τὸ πρῶτον
[ φιλή]ματ’· οὐκ ἀηδὴς διατριϐή τις αὐτῶν
940 [...]ρ[...] ἄνωθεν ηὐτρέπιζον συμπόσιον ἐγώ τι
τοῖς ἀνδράσιν· τούτοις–ἀκούεις ; μὴ κάθευδε.

Γέτας
            μὴ γάρ.

Κνήμων
Οἴμοι.

Σίκων
           <> βούλει παρεῖναι ; πρόσ[εχε] καὶ τὰ λοιπά.
σπονδὴ παρῆν· ἐστρώννυτο στιϐὰς χαμαί· τραπέζας
ἔγωγε–τοῦτο γὰρ ποεῖν ἐμοὶ προσῆκ’–ἀκούεις ;
μάγειρος ὢν γὰρ τυγχάνω, μέμνησο.

Γέτας
            μαλακὸς ἁνήρ.

Σίκων
ἄλλος δὲ χερσὶν Εὔιον γέροντα πολιὸν ἤδη
ἔκλινε κοῖλον εἰς κύτος, μειγνύς τε νᾶμα Νυμφῶν
ἐδεξιοῦτ’ αὐτοῖς κύκλωι, καὶ ταῖς γυναιξὶν ἄλλος.
ἦν δ’ ὡσπερεὶ ‘ς ἄμμον φοροίης· ταῦτα μανθάνεις σύ ;
950 καί τις βραχεῖσα προσπόλων εὐήλικος προσώπου
ἄνθος κατεσκιασμένη χορεῖον εἰσέϐαινε
ῥυθμὸν μετ’ αἰσχύνης ὁμοῦ μέλλουσα <καὶ> τρέμουσα,
ἄλλη δὲ συγκαθῆπτε ταύτηι χεῖρα κἀχόρευεν.

Γέτας
ὦ πρᾶγμα πάνδεινον παθών, χόρευε, συνεπίϐαινε.

Κνήμων
Τί π<ο>τ’ ἔτι βούλεσθ’, ἄθλιοι ;

Γέτας
            μᾶλλον <σὺ> συνεπίϐαινε.
ἄγροικος εἶ.

Κνήμων
            μὴ πρὸς θεῶν.

Γέτας
                 οὐκοῦν φέρωμεν εἴσω
ἤδη σε ;

Κνήμων
            τί ποήσω ;

Γέτας
                 χόρευε δὴ σύ.

Κνήμων
                      φέρετε. κρεῖττον
ἴσως ὑπομένειν ἐστὶ τἀκεῖ.

Γέτας
            νοῦν ἔχεις. κρατοῦ<μεν>.
ὢ καλλίνικοι. παῖ Δόναξ, Σίκων σύ γε,
960 αἴρεσθε τοῦτον, εἰσφέρετε. φύλαττε δὴ
σεαυτόν, ὡς ἐάν σε παρακινοῦντά τι
λάϐωμεν αὖτις, οὐδὲ μετρίως ἴσθ’ ὅτι
χρησόμεθά σοι τὸ τηνικάδ’. ἰώ, ἐκδότω
στεφάνους τις ἡμῖν, δᾶιδα. τουτονὶ λαϐέ.
εἶἑν. συνησθέντες κατηγωνισμένοις
ἡμῖν τὸν ἐργώδη γέροντα, φιλοφρόνως
μειράκια, παῖδες, ἄνδρες, ἐπικροτήσατε.
ἡ δ’ εὐπάτειρα φιλόγελώς τε παρθένος
Νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί.