Βίοι Παράλληλοι/Σύλλας
Βίοι Παράλληλοι Συγγραφέας: Σύλλας |
[1]
Λεύκιος δὲ Κορνήλιος Σύλλας γένει μὲν ἦν ἐκ πατρικίων, οὓς εὐπατρίδας ἄν τις εἴποι, τῶν δὲ προγόνων αὐτοῦ λέγουσι Ῥουφῖνον ὑπατεῦσαι, καὶ τούτῳ δὲ τῆς τιμῆς ἐπιφανεστέραν γενέσθαι τὴν ἀτιμίαν. εὑρέθη γὰρ ἀργυρίου κοίλου κεκτημένος ὑπὲρ δέκα λίτρας, τοῦ νόμου μὴ διδόντος· ἐπὶ τούτῳ δὲ τῆς βουλῆς ἐξέπεσεν. οἱ δὲ μετ’ ἐκεῖνον ἤδη ταπεινὰ πράττοντες διετέλεσαν, αὐτός τε Σύλλας ἐν οὐκ ἀφθόνοις ἐτράφη τοῖς πατρῴοις. γενόμενος δὲ μειράκιον ᾤκει παρ’ ἑτέροις ἐνοίκιον οὐ πολὺ τελῶν, ὡς ὕστερον ὠνειδίζετο παρ’ ἀξίαν εὐτυχεῖν δοκῶν. σεμνυνομένῳ μὲν γὰρ αὐτῷ καὶ μεγαληγοροῦντι μετὰ τὴν ἐν Λιβύῃ στρατείαν λέγεταί τις εἰπεῖν τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν, “Καὶ πῶς ἂν εἴης σὺ χρηστός, ὃς τοῦ πατρός σοι μηδὲν καταλιπόντος τοσαῦτα κέκτησαι;” καὶ γὰρ οὐκ ἔτι τῶν βίων ἐν ἤθεσιν ὀρθίοις καὶ καθαροῖς μενόντων, ἀλλ’ ἐγκεκλικότων καὶ παραδεδεγμένων τρυφῆς καὶ πολυτελείας ζῆλον, εἰς ἴσον ὅμως ὄνειδος ἐτίθεντο τοὺς ὑπάρχουσαν εὐπορίαν ἀπολέσαντας καὶ τοὺς πενίαν πατρῴαν μὴ διαφυλάξαντας. ὕστερον δὲ ἤδη κρατοῦντος αὐτοῦ καὶ πολλοὺς ἀποκτιννύντος, ἀπελευθερικὸς ἄνθρωπος, δοκῶν κρύπτειν ἕνα τῶν προγεγραμμένων καὶ κατακρημνίζεσθαι διὰ τοῦτο μέλλων, ὠνείδισε τὸν Σύλλαν ὅτι πολὺν χρόνον ἐν μιᾷ συνοικίᾳ διῃτῶντο, φέροντες ἐνοίκιον αὐτὸς μὲν τῶν ἄνω δισχιλίους νούμμους, ἐκεῖνος δὲ τῶν ὑποκάτω τρισχιλίους, ὥστε τῆς τύχης αὐτῶν τὸ μεταξὺ χιλίους εἶναι νούμμους, οἳ πεντήκοντα καὶ διακοσίας δραχμὰς ᾿Αττικὰς δύνανται. ταῦτα μὲν οὖν ἱστοροῦσι περὶ τῆς παλαιᾶς τοῦ Σύλλα τύχης.
[2]
Τοῦ δὲ σώματος αὐτοῦ τὸ μὲν ἄλλο εἶδος ἐπὶ τῶν ἀνδριάντων φαίνεται, τὴν δὲ τῶν ὀμμάτων γλαυκότητα δεινῶς πικρὰν καὶ ἄκρατον οὖσαν ἡ χρόα τοῦ προσώπου φοβερωτέραν ἐποίει προσιδεῖν. ἐξήνθει γὰρ τὸ ἐρύθημα τραχὺ καὶ σποράδην καταμεμιγμένον τῇ λευκότητι· πρὸς ὃ καὶ τοὔνομα λέγουσιν αὐτῷ γενέσθαι τῆς χρόας ἐπίθετον, καὶ τῶν ᾿Αθήνησι γεφυριστῶν ἐπέσκωψέ τις εἰς τοῦτο ποιήσας·
- συκάμινόν ἐσθ’ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον.
τοῖς δὲ τοιούτοις τῶν τεκμηρίων οὐκ ἄτοπόν ἐστι χρῆσθαι περὶ ἀνδρός, ὃν οὕτω φιλοσκώμμονα φύσει γεγονέναι λέγουσιν, ὥστε νέον μὲν ὄντα καὶ ἄδοξον ἔτι μετὰ μίμων καὶ γελωτοποιῶν διαιτᾶσθαι καὶ συνακολασταίνειν, ἐπεὶ δὲ κύριος ἁπάντων κατέστη, συναγαγόντα τῶν ἀπὸ σκηνῆς καὶ θεάτρου τοὺς ἰταμωτάτους ὁσημέραι πίνειν καὶ διαπληκτίζεσθαι τοῖς σκώμμασι, τοῦ τε γήρως ἀωρότερα πράττειν δοκοῦντα καὶ πρὸς τῷ καταισχύνειν τὸ ἀξίωμα τῆς ἀρχῆς πολλὰ τῶν δεομένων ἐπιμελείας προϊέμενον. οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον οὐδέν, ἀλλ’ ἐνεργὸς ὢν καὶ σκυθρωπότερος παρὰ τὸν ἄλλον χρόνον, ἀθρόαν ἐλάμβανε μεταβολὴν ὁπότε πρῶτον ἑαυτὸν εἰς συνουσίαν καταβάλοι καὶ πότον, ὥστε μιμῳδοῖς καὶ ὀρχησταῖς τιθασὸς εἶναι καὶ πρὸς πᾶσαν ἔντευξιν ὑποχείριος καὶ κατάντης. ταύτης δὲ τῆς ἀνέσεως ἔοικε γεγονέναι νόσημα καὶ ἡ πρὸς τοὺς ἔρωτας εὐχέρεια καὶ ῥύσις αὐτοῦ τῆς φιληδονίας, ἧς οὐδὲ γηράσας ἐπαύσατο, Μητροβίου δὲ τῶν ἀπὸ σκηνῆς τινος ἐρῶν διετέλεσεν ἔτι νέος ὤν. καὶ συνήντησεν αὐτῷ τὸ τοιοῦτον· ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός, ὄνομα Νικοπόλεως, καὶ διὰ συνήθειαν καὶ χάριν, ἣν ἀφ’ ὥρας εἶχεν, εἰς ἐρωμένου σχῆμα περιελθών, ἀπελείφθη κληρονόμος ὑπὸ τῆς ἀνθρώπου τελευτώσης. ἐκληρονόμησε δὲ καὶ τὴν μητρυιάν, ἀγαπηθεὶς ὥσπερ υἱὸς ὑπ’ αὐτῆς· καὶ μετρίως μὲν ἀπὸ τούτων εὐπόρησεν.
[3]
᾿Αποδειχθεὶς δὲ ταμίας ὑπατεύοντι Μαρίῳ τὴν πρώτην ὑπατείαν, συνεξέπλευσεν εἰς Λιβύην πολεμήσων ᾿Ιογόρθαν. γενόμενος δὲ ἐπὶ στρατοπέδου τά τε ἄλλα παρεῖχεν ἑαυτὸν εὐδόκιμον, καὶ καιρῷ παραπεσόντι χρησάμενος εὖ φίλον ἐποιήσατο τὸν τῶν Νομάδων βασιλέα Βόκχον. πρεσβευτὰς γὰρ αὐτοῦ λῃστήριον Νομαδικὸν ἐκφυγόντας ὑποδεξάμενος καὶ φιλοφρονηθείς, δῶρα καὶ πομπὴν ἀσφαλῆ παρασχὼν ἀπέστειλεν. ὁ δὲ Βόκχος ἐτύγχανε μὲν ἔτι γε πάλαι γαμβρὸν ὄντα μισῶν καὶ φοβούμενος τὸν ᾿Ιογόρθαν, τότε δὲ ἡττημένῳ καὶ πεφευγότι πρὸς αὐτὸν ἐπιβουλεύων ἐκάλει τὸν Σύλλαν, δι’ ἐκείνου μάλιστα βουλόμενος τὴν σύλληψιν καὶ παράδοσιν τοῦ ᾿Ιογόρθα γενέσθαι ἢ δι’ αὑτοῦ. κοινωσάμενος δὲ τῷ Μαρίῳ καὶ λαβὼν στρατιώτας ὀλίγους ὁ Σύλλας τὸν μέγιστον ὑπέδυ κίνδυνον, ὅτι βαρβάρῳ καὶ πρὸς τοὺς οἰκειοτάτους ἀπίστῳ πιστεύσας, ὑπὲρ τοῦ παραλαβεῖν ἕτερον ἑαυτὸν ἐνεχείρισεν. οὐ μὴν ἀλλὰ ὁ Βόκχος ἀμφοτέρων κύριος γενόμενος, καὶ καταστήσας ἑαυτὸν εἰς ἀνάγκην τοῦ παρασπονδῆσαι τὸν ἕτερον, καὶ πολλὰ διενεχθεὶς τῇ γνώμῃ, τέλος ἐκύρωσε τὴν πρώτην προδοσίαν καὶ παρέδωκε τῷ Σύλλᾳ τὸν ᾿Ιογόρθαν. ὁ μὲν οὖν θριαμβεύων ἐπὶ τούτῳ Μάριος ἦν, ἡ δὲ δόξα τοῦ κατορθώματος, ἣν ὁ Μαρίου φθόνος Σύλλᾳ προσετίθει, παρελύπει τὸν Μάριον ἡσυχῇ. καὶ γὰρ αὐτὸς ὁ Σύλλας φύσει τε μεγάλαυχος ὢν καὶ τότε πρῶτον ἐκ βίου ταπεινοῦ καὶ ἀγνῶτος ἔν τινι λόγῳ γεγονὼς παρὰ τοῖς πολίταις, καὶ τοῦ τιμᾶσθαι γευόμενος, εἰς τοῦτο φιλοτιμίας προῆλθεν ὥστε γλυψάμενος ἐν δακτυλίῳ φορεῖν εἰκόνα τῆς πράξεως, καὶ ταύτῃ γε χρώμενος ἀεὶ διετέλεσεν. ἦν δὲ ἡ γραφὴ Βόκχος μὲν παραδιδούς, Σύλλας δὲ παραλαμβάνων τὸν ᾿Ιογόρθαν.
[4]
᾿Ηνία μὲν οὖν ταῦτα τὸν Μάριον· ἔτι δὲ ἡγούμενος ἐλάττονα τοῦ φθονεῖσθαι τὸν Σύλλαν, ἐχρῆτο πρὸς τὰς στρατείας, τὸ μὲν δεύτερον ὑπατεύων πρεσβευτῇ, τὸ δὲ τρίτον χιλιάρχῳ, καὶ πολλὰ δι’ ἐκείνου τῶν χρησίμων κατωρθοῦτο. πρεσβεύων τε γὰρ ἡγεμόνα Τεκτοσάγων Κόπιλλον εἷλε, καὶ χιλιαρχῶν μέγα καὶ πολυάνθρωπον ἔθνος Μαρσοὺς ἔπεισε φίλους γενέσθαι καὶ συμμάχους Ῥωμαίων.
ἐκ δὲ τούτων τὸν Μάριον αἰσθόμενος ἀχθόμενον αὐτῷ καὶ μηκέτι προϊέμενον ἡδέως πράξεων ἀφορμάς, ἀλλὰ ἐνιστάμενον τῇ αὐξήσει, Κάτλῳ, τῷ συνάρχοντι τοῦ Μαρίου, προσένειμεν ἑαυτόν, ἀνδρὶ χρηστῷ μέν, ἀμβλυτέρῳ δὲ πρὸς τοὺς ἀγῶνας. ὑφ’ οὗ τὰ πρῶτα καὶ μέγιστα πιστευόμενος εἰς δύναμιν ἅμα δόξῃ προῄει. καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς ῎Αλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν. ἐφ’ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον. ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα δι’ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χρωμένοις.
[5]
῾Ο δὲ Σύλλας οἰόμενος αὑτῷ τὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἐπὶ τὰς πολιτικὰς πράξεις διαρκεῖν, καὶ δοὺς ἑαυτὸν ἀπὸ τῆς στρατείας εὐθὺς ἐπὶ τὴν τοῦ δήμου πρᾶξιν, ἐπὶ στρατηγίαν πολιτικὴν ἀπεγράψατο καὶ διεψεύσθη· τὴν δ’ αἰτίαν τοῖς ὄχλοις ἀνατίθησι. φησὶ γὰρ αὐτοὺς τὴν πρὸς Βόκχον εἰδότας φιλίαν, καὶ προσδεχομένους, εἰ πρὸ τῆς στρατηγίας ἀγορανομοίη, κυνηγέσια λαμπρὰ καὶ Λιβυκῶν θηρίων ἀγῶνας, ἑτέρους ἀποδεῖξαι στρατηγοὺς ὡς αὐτὸν ἀγορανομεῖν ἀναγκάσοντας. ἔοικε δὲ τὴν ἀληθῆ τῆς ἀποτεύξεως αἰτίαν οὐχ ὁμολογῶν ὁ Σύλλας ἐλέγχεσθαι τοῖς πράγμασιν. ἐνιαυτῷ γὰρ κατόπιν ἔτυχε τῆς στρατηγίας, τοῦ δήμου τὸ μέν τι θεραπείᾳ, τὸ δὲ καὶ χρήμασι προσαγαγόμενος. διὸ δὴ καὶ στρατηγοῦντος αὐτοῦ, καὶ πρὸς Καίσαρα μετ’ ὀργῆς εἰπόντος ὡς χρήσεται τῇ ἰδίᾳ πρὸς αὐτὸν ἐξουσίᾳ, γελάσας ὁ Καῖσαρ, “᾿Ορθῶς,” ἔφη, “τὴν ἀρχὴν ἰδίαν νομίζεις· ἔχεις γὰρ αὐτὴν πριάμενος.”
Μετὰ δὲ τὴν στρατηγίαν εἰς τὴν Καππαδοκίαν ἀποστέλλεται, τὸν μὲν ἐμφανῆ λόγον ἔχων πρὸς τὴν στρατείαν ᾿Αριοβαρζάνην καταγαγεῖν, αἰτίαν δὲ ἀληθῆ Μιθριδάτην ἐπισχεῖν πολυπραγμονοῦντα καὶ περιβαλλόμενον ἀρχὴν καὶ δύναμιν οὐκ ἐλάττονα τῆς ὑπαρχούσης. ἰδίαν μὲν οὖν δύναμιν οὐ πολλὴν ἐπήγετο, χρησάμενος δὲ τοῖς συμμάχοις προθύμοις, καὶ πολλοὺς μὲν αὐτῶν Καππαδοκῶν, πλείονας δ’ αὖθις ᾿Αρμενίων προσβοηθοῦντας ἀποκτείνας, Γόρδιον μὲν ἐξήλασεν, ᾿Αριοβαρζάνην δὲ ἀπέδειξε βασιλέα. Διατρίβοντι δὲ αὐτῷ παρὰ τὸν Εὐφράτην ἐντυγχάνει Πάρθος ᾿Ορόβαζος, ᾿Αρσάκου βασιλέως πρεσβευτής, οὔπω πρότερον ἀλλήλοις ἐπιμεμιγμένων τῶν γενῶν· ἀλλὰ καὶ τοῦτο τῆς μεγάλης δοκεῖ Σύλλα τύχης γενέσθαι, τὸ πρώτῳ Ῥωμαίων ἐκείνῳ Πάρθους συμμαχίας καὶ φιλίας δεομένους διὰ λόγων ἐλθεῖν. ὅτε καὶ λέγεται τρεῖς δίφρους προθέμενος, τὸν μὲν ᾿Αριοβαρζάνῃ, τὸν δὲ ᾿Οροβάζῳ, τὸν δὲ αὑτῷ, μέσος ἀμφοῖν καθεζόμενος χρηματίζειν. ἐφ’ ᾧ τὸν μὲν ᾿Ορόβαζον ὕστερον ὁ τῶν Πάρθων βασιλεὺς ἀπέκτεινε, τὸν δὲ Σύλλαν οἱ μὲν ἐπῄνεσαν ἐντρυφήσαντα τοῖς βαρβάροις, οἱ δὲ ὡς φορτικὸν ᾐτιάσαντο καὶ ἀκαίρως φιλότιμον. ἱστορεῖται δέ τις ἀνὴρ τῶν μετὰ ᾿Οροβάζου καταβεβηκότων, Χαλδαῖος, εἰς τὸ τοῦ Σύλλα πρόσωπον ἀπιδὼν καὶ ταῖς κινήσεσι τῆς τε διανοίας καὶ τοῦ σώματος οὐ παρέργως ἐπιστήσας, ἀλλὰ πρὸς τὰς τῆς τέχνης ὑποθέσεις τὴν φύσιν ἐπισκεψάμενος, εἰπεῖν ὡς ἀναγκαῖον εἴη τοῦτον τὸν ἄνδρα μέγιστον γενέσθαι, θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων.
ἀναχωρήσαντι δὲ αὐτῷ δίκην ἔλαχε δώρων Κηνσωρῖνος, ὡς πολλὰ χρήματα συνειλοχότι παρὰ τὸν νόμον ἐκ φίλης καὶ συμμάχου βασιλείας. οὐ μὴν ἀπήντησεν ἐπὶ τὴν κρίσιν, ἀλλ’ ἀπέστη τῆς κατηγορίας.
[6]
Η μέντοι πρὸς Μάριον αὐτῷ στάσις ἀνεῤῥιπίζετο καινὴν ὑπόθεσιν λαβοῦσα τὴν Βόκχου φιλοτιμίαν, ὃς τόν τε δῆμον ἅμα θεραπεύων ἐν Ῥώμῃ καὶ τῷ Σύλλᾳ χαριζόμενος ἀνέθηκε εἰκόνας ἐν Καπιτωλίῳ τροπαιοφόρους καὶ παρ’ αὐταῖς χρυσοῦν ᾿Ιογόρθαν ὑφ’ ἑαυτοῦ Σύλλᾳ παραδιδόμενον. ἐφ’ ᾧ τοῦ Μαρίου βαρυθυμουμένου καὶ καθαιρεῖν ἐπιχειροῦντος, ἑτέρων δὲ ἀμύνειν τῷ Σύλλᾳ, καὶ τῆς πόλεως ὅσον οὔπω διακεκαυμένης ὑπ’ ἀμφοῖν, ὁ συμμαχικὸς πόλεμος πάλαι τυφόμενος ἐπὶ τὴν πόλιν ἀναλάμψας τότε τὴν στάσιν ἐπέσχεν. ἐν τούτῳ, μεγίστῳ καὶ ποικιλωτάτῳ γενομένῳ καὶ πλεῖστα κακὰ καὶ βαρυτάτους παρασχόντι κινδύνους Ῥωμαίοις, Μάριος μὲν οὐδὲν ἀποδεῖξαι μέγα δυνηθεὶς ἤλεγχε τὴν πολεμικὴν ἀρετὴν ἀκμῆς καὶ ῥώμης δεομένην, Σύλλας δὲ πολλὰ δράσας ἄξια λόγου δόξαν ἔσχεν ἡγεμόνος μεγάλου μὲν παρὰ τοῖς πολίταις, μεγίστου δὲ παρὰ τοῖς φίλοις, εὐτυχεστάτου δὲ καὶ παρὰ τοῖς ἐχθροῖς. ἀλλ’ οὐκ ἔπαθε ταὐτὸ Τιμοθέῳ τῷ τοῦ Κόνωνος, ὅς, εἰς τὴν τύχην αὐτοῦ τὰ κατορθώματα τῶν ἐχθρῶν τιθεμένων καὶ γραφόντων ἐν πίναξι κοιμώμενον ἐκεῖνον, τὴν δὲ Τύχην δικτύῳ τὰς πόλεις περιβάλλουσαν, ἀγροικιζόμενος καὶ χαλεπαίνων πρὸς τοὺς ταῦτα ποιοῦντας ὡς ἀποστερούμενος ὑπ’ αὐτῶν τῆς ἐπὶ ταῖς πράξεσι δόξης, ἔφη ποτὲ πρὸς τὸν δῆμον, ἐπανήκων ἐκ στρατείας εὖ κεχωρηκέναι δοκούσης, “᾿Αλλὰ ταύτης γε τῆς στρατείας οὐδέν, ἄνδρες ᾿Αθηναῖοι, τῇ τύχῃ μέτεστι.” πρὸς Τιμόθεον μὲν οὖν φασιν οὕτω φανέντα φιλότιμον ἀντιμειρακιεύεσθαι τὸ δαιμόνιον, ὥστε μηδὲν ἔτι πρᾶξαι λαμπρόν, ἀλλὰ ὅλως ἀποτυγχάνοντα ταῖς πράξεσι καὶ προσκρούοντα τῷ δήμῳ τέλος ἐκπεσεῖν τῆς πόλεως· Σύλλας δὲ οὐ μόνον ἡδέως προσιέμενος τὸν τοιοῦτον εὐδαιμονισμὸν καὶ ζῆλον, ἀλλὰ καὶ συναύξων καὶ συνεπιθειάζων τὰ πραττόμενα, τῆς τύχης ἐξῆπτεν, εἴτε κόμπῳ χρώμενος εἴθ’ οὕτως ἔχων τῇ δόξῃ πρὸς τὸ θεῖον. καὶ γὰρ ἐν τοῖς ὑπομνήμασι γέγραφεν ὅτι τῶν καλῶς αὐτῷ βεβουλεῦσθαι δοκούντων αἱ μὴ κατὰ γνώμην, ἀλλὰ πρὸς καιρὸν ἀποτολμώμεναι πράξεις ἔπιπτον εἰς ἄμεινον. ἔτι δὲ καὶ δι’ ὧν φησι πρὸς τύχην εὖ πεφυκέναι μᾶλλον ἢ πρὸς πόλεμον, τῇ τύχῃ τῆς ἀρετῆς πλέον ἔοικε νέμειν καὶ ὅλως ἑαυτὸν τοῦ δαίμονος ποιεῖν, ὅς γε καὶ τῆς πρὸς Μέτελλον ὁμονοίας, ἰσότιμον ἄνδρα καὶ κηδεστήν, εὐτυχίαν τινὰ θείαν αἰτιᾶται· πολλὰ γὰρ αὐτῷ πράγματα παρέξειν ἐπίδοξον ὄντα πρᾳότατον ἐν τῇ κοινωνίᾳ γενέσθαι τῆς ἀρχῆς. ἔτι δὲ Λευκόλλῳ μὲν ἐν τοῖς ὑπομνήμασιν, ὧν ἐκείνῳ τὴν γραφὴν ἀνατέθεικε, παραινεῖ μηδὲν οὕτως ἡγεῖσθαι βέβαιον ὡς ὅ τι ἂν αὐτῷ προστάξῃ νύκτωρ τὸ δαιμόνιον. ἐκπεμπομένου δὲ αὐτοῦ μετὰ δυνάμεως εἰς τὸν συμμαχικὸν πόλεμον ἱστορεῖ χάσμα τῆς γῆς μέγα γενέσθαι περὶ Λαβέρνην· ἐκ δὲ τούτου πῦρ ἀναβλῦσαι πολὺ καὶ φλόγα λαμπρὰν στηρίσαι πρὸς τὸν οὐρανόν. εἰπεῖν δὴ καὶ τοὺς μάντεις ὡς ἀνὴρ ἀγαθὸς ὄψει διάφορος καὶ περιττὸς ἄρξας ἀπαλλάξει τῇ πόλει ταραχὰς τὰς παρούσας. τοῦτον δὲ αὑτὸν εἶναί φησιν ὁ Σύλλας· τῆς μὲν γὰρ ὄψεως ἴδιον εἶναι τὸ περὶ τὴν κόμην χρυσωπόν, ἀρετὴν δὲ οὐκ αἰσχύνεσθαι μαρτυρῶν ἑαυτῷ μετὰ πράξεις καλὰς οὕτω καὶ μεγάλας. ταῦτα μὲν οὖν περὶ τῆς θειότητος.
Τὸν δὲ ἄλλον τρόπον ἀνώμαλός τις ἔοικε γεγονέναι καὶ διάφορος πρὸς ἑαυτόν, ἀφελέσθαι πολλά, χαρίσασθαι πλείονα, τιμῆσαι παραλόγως, παραλόγως ἐφυβρίσαι, θεραπεύειν ὧν δέοιτο, θρύπτεσθαι πρὸς τοὺς δεομένους, ὥστε ἀγνοεῖσθαι πότερον ὑπερόπτης φύσει μᾶλλον ἢ κόλαξ γέγονε. τὴν μὲν γὰρ ἐν ταῖς τιμωρίαις ἀνωμαλίαν, ἐξ ὧν ἔτυχεν αἰτιῶν ἀποτυμπανίζοντος αὐτοῦ καὶ πάλιν τὰ μέγιστα τῶν ἀδικημάτων πρᾴως φέροντος, καὶ διαλλαττομένου μὲν ἐπὶ τοῖς ἀνηκέστοις μετὰ εὐκολίας, τὰ δὲ μικρὰ καὶ φαῦλα προσκρούσματα σφαγαῖς καὶ δημεύσεσιν οὐσιῶν μετιόντος, οὕτως ἄν τις διαιτήσειεν ὡς φύσει μὲν ὀργὴν χαλεπὸν ὄντα καὶ τιμωρητικόν, ὑφιέμενον δὲ τῆς πικρίας λογισμῷ πρὸς τὸ συμφέρον. ἐν αὐτῷ γε τούτῳ τῷ συμμαχικῷ πολέμῳ τῶν στρατιωτῶν αὐτοῦ στρατηγικὸν ἄνδρα πρεσβευτήν, ᾿Αλβῖνον ὄνομα, ξύλοις καὶ λίθοις διαχρησαμένων, παρῆλθε καὶ οὐκ ἐπεξῆλθεν ἀδίκημα τοσοῦτον, ἀλλὰ καὶ σεμνυνόμενος διεδίδου λόγον ὡς προθυμοτέροις διὰ τοῦτο χρήσοιτο πρὸς τὸν πόλεμον αὐτοῖς ἰωμένοις τὸ ἁμάρτημα δι’ ἀνδραγαθίας. τῶν δ’ ἐγκαλούντων οὐδὲν ἐφρόντιζεν, ἀλλὰ ἤδη καταλῦσαι Μάριον διανοούμενος καὶ τοῦ πρὸς τοὺς συμμάχους πολέμου τέλος ἔχειν δοκοῦντος ἀποδειχθῆναι στρατηγὸς ἐπὶ Μιθριδάτην, ἐθεράπευε τὴν ὑφ’ ἑαυτῷ στρατιάν. Καὶ παρελθὼν εἰς τὴν πόλιν ὕπατος μὲν ἀποδείκνυται μετὰ Κοΐντου Πομπηΐου, πεντήκοντα ἔτη γεγονώς, γαμεῖ δὲ γάμον ἐνδοξότατον Καικιλίαν τὴν Μετέλλου θυγατέρα τοῦ ἀρχιερέως. ἐφ’ ᾧ πολλὰ μὲν εἰς αὐτὸν ᾖδον οἱ δημοτικοί, πολλοὶ δὲ τῶν πρώτων ἐνεμέσων, οὐκ ἄξιον ἡγούμενοι τῆς γυναικὸς ὃν ἄξιον ὑπατείας ἔκριναν, ὥς φησιν ὁ Τίτος. οὐ μόνην δὲ ταύτην ἔγημεν, ἀλλὰ πρώτην μὲν ἔτι μειράκιον ὢν ᾿Ιλίαν ἔσχε τὴν καὶ θυγάτριον αὐτῷ τεκοῦσαν, εἶτα μετ’ ἐκείνην Αἰλίαν· τρίτην δὲ Κλοιλίαν, ἣν ἀπεπέμψατο μὲν ὡς στεῖραν ἐντίμως καὶ μετ’ εὐφημίας καὶ δῶρα προσθείς, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἀγαγόμενος τὴν Μετέλλαν ἔδοξε διὰ τοῦτο τὴν Κλοιλίαν οὐ καλῶς αἰτιάσασθαι. τὴν μέντοι Μετέλλαν ἐν πᾶσι θεραπεύων διετέλεσεν, ὥστε καὶ τὸν Ῥωμαίων δῆμον, ὅτε τοὺς περὶ Μάριον φυγάδας ἐπεθύμει καταγαγεῖν, ἀρνουμένου τοῦ Σύλλα, δεόμενον ἐπιβοήσασθαι τὴν Μετέλλαν. ἐδόκει δὲ καὶ τοῖς ᾿Αθηναίοις ἑλὼν τὸ ἄστυ προσενεχθῆναι τραχύτερον, ὅτι τὴν Μετέλλαν ἀπὸ τοῦ τείχους γεφυρίζοντες ἐλοιδόρησαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.
[7]
Τότε δὲ τὴν ὑπατείαν πρὸς τὰ μέλλοντα μικρὸν ἡγούμενος, ἐπτόητο τῇ γνώμῃ πρὸς τὸν Μιθριδατικὸν πόλεμον. ἀντανίστατο δὲ αὐτῷ Μάριος ὑπὸ δοξομανίας καὶ φιλοτιμίας, ἀγηράτων παθῶν, ἀνὴρ τῷ τε σώματι βαρὺς καὶ ταῖς ἔναγχος ἀπειρηκὼς στρατείαις διὰ γῆρας ἐκδήμων καὶ διαποντίων πολέμων ἐφιέμενος. καὶ τοῦ Σύλλα πρὸς τὰς ἐπιλιπεῖς πράξεις ὁρμήσαντος εἰς τὸ στρατόπεδον, αὐτὸς οἰκουρῶν ἐτεκταίνετο τὴν ὀλεθριωτάτην ἐκείνην καὶ ὅσα σύμπαντες οἱ πόλεμοι τὴν Ῥώμην οὐκ ἔβλαψαν ἀπεργασαμένην στάσιν, ὡς καὶ τὸ δαιμόνιον αὐτοῖς προεσήμηνε. πῦρ μὲν γὰρ αὐτόματον ἐκ τῶν τὰ σημεῖα δοράτων ὑποφερόντων ἀνέλαμψε καὶ κατεσβέσθη μόλις, κόρακες δὲ τρεῖς τοὺς νεοσσοὺς εἰς τὴν ὁδὸν προαγαγόντες κατέφαγον, τὰ δὲ λείψανα πάλιν εἰς τὴν νεοσσιὰν ἀνήνεγκαν. καὶ μυῶν δὲ ἐν ἱερῷ χρυσὸν ἀνακείμενον διαφαγόντων μίαν οἱ ζάκοροι πάγῃ θήλειαν λαμβάνουσιν, ἡ δὲ ἐν αὐτῇ τῇ πάγῃ τεκοῦσα πέντε κατανάλωσε τὰ τρία. τὸ δὲ πάντων μέγιστον, ἐξ ἀνεφέλου καὶ διαίθρου τοῦ περιέχοντος ἤχησε φωνὴ σάλπιγγος ὀξὺν ἀποτείνουσα καὶ θρηνώδη φθόγγον, ὥστε πάντας ἔκφρονας γενέσθαι καὶ καταπτῆξαι διὰ τὸ μέγεθος. Τυῤῥηνῶν δὲ οἱ λόγιοι μεταβολὴν ἑτέρου γένους ἀπεφαίνοντο καὶ μετακόσμησιν ἀποσημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ὀκτὼ τὰ σύμπαντα γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων, ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνων ἀριθμὸν ὑπὸ τοῦ θεοῦ συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. καὶ ὅταν αὕτη σχῇ τέλος, ἑτέρας ἐνισταμένης κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὡς δῆλον εἶναι τοῖς πεφροντικόσι τὰ τοιαῦτα καὶ μεμαθηκόσιν εὐθὺς ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι, καὶ θεοῖς ἧττον ἢ μᾶλλον τῶν προτέρων μέλοντες. τά τε γὰρ ἄλλα φασὶν ἐν τῇ τῶν γενῶν ἀμείψει λαμβάνειν μεγάλας καινοτομίας, καὶ τὴν μαντικὴν ποτὲ μὲν αὔξεσθαι τῇ τιμῇ καὶ κατατυγχάνειν ταῖς προαγορεύσεσι,καθαρὰ καὶ φανερὰ σημεῖα τοῦ δαιμονίου προπέμποντος, αὖθις δ’ ἐν ἑτέρῳ γένει ταπεινὰ πράττειν, αὐτοσχέδιον οὖσαν τὰ πολλὰ καὶ δι’ ἀμυδρῶν καὶ σκοτεινῶν ὀργάνων τοῦ μέλλοντος ἁπτομένην. ταῦτα μὲν οὖν οἱ λογιώτατοι Τυῤῥηνῶν καὶ πλέον τι τῶν ἄλλων εἰδέναι δοκοῦντες ἐμυθολόγουν. τῆς δὲ συγκλήτου τοῖς μάντεσι περὶ τούτων σχολαζούσης καὶ καθημένης ἐν τῷ ναῷ τῆς ᾿Ενυοῦς, στρουθὸς εἰσέπτη πάντων ὁρώντων τέττιγα φέρων τῷ στόματι, καὶ τὸ μὲν ἐκβαλὼν μέρος αὐτοῦ κατέλιπε, τὸ δὲ ἔχων ἀπῆλθεν. ὑφεωρῶντο δὴ στάσιν οἱ τερατοσκόποι καὶ διαφορὰν τῶν κτηματικῶν πρὸς τὸν ἀστικὸν ὄχλον καὶ ἀγοραῖον·φωνάεντα γὰρ τοῦτον εἶναι καθάπερ τέττιγα, τοὺς δὲ χωρίτας ἀρουραίους.
[8]
Μάριος δὴ προσλαμβάνει δημαρχοῦντα Σουλπίκιον, ἄνθρωπον οὐδενὸς δεύτερον ἐν ταῖς ἄκραις κακίαις, ὥστε μὴ ζητεῖν τίνος ἐστὶν ἑτέρου μοχθηρότερος, ἀλλὰ πρὸς τί μοχθηρότατος ἑαυτοῦ. καὶ γὰρ ὠμότης καὶ τόλμα καὶ πλεονεξία περὶ αὐτὸν ἦν ἀπερίσκεπτος αἰσχροῦ καὶ παντὸς κακοῦ, ὅς γε τὴν Ῥωμαίων πολιτείαν ἐξελευθερικοῖς καὶ μετοίκοις πωλῶν ἀναφανδὸν ἠρίθμει τιμὴν διὰ τραπέζης ἐν ἀγορᾷ κειμένης. ἔτρεφε δὲ τρισχιλίους μαχαιροφόρους, καὶ πλῆθος ἱππικῶν νεανίσκων πρὸς ἅπαν ἑτοίμων περὶ αὑτὸν εἶχεν, οὓς ἀντισύγκλητον ὠνόμαζε. νόμον δὲ κυρώσας μηδένα συγκλητικὸν ὑπὲρ δισχιλίας δραχμὰς ὀφείλειν, αὐτὸς ἀπέλιπε μετὰ τὴν τελευτὴν ὀφλήματος μυριάδας τριακοσίας. οὗτος εἰς τὸν δῆμον ἀφεθεὶς ὑπὸ τοῦ Μαρίου, καὶ συνταράξας πάντα τὰ πράγματα βίᾳ καὶ σιδήρῳ, νόμους ἔγραφενἄλλους τε μοχθηροὺς καὶ τὸν διδόντα Μαρίῳ τοῦ Μιθριδατικοῦ πολέμου τὴν ἡγεμονίαν. ἀπραξίας δὲ διὰ ταῦτα τῶν ὑπάτων ψηφισαμένων, ἐπαγαγὼν αὐτοῖς ἐκκλησιάζουσι περὶ τὸν νεὼν τῶν Διοσκούρων ὄχλον ἄλλους τε πολλοὺς καὶ τὸ Πομπηΐου τοῦ ὑπάτου μειράκιον ἐπὶ τῆς ἀγορᾶς ἀνεῖλεν· αὐτὸς δὲ Πομπήϊος λαθὼν ἐξέφυγε. Σύλλας δὲ εἰς τὴν οἰκίαν τοῦ Μαρίου συνδιωχθεὶς ἠναγκάσθη προελθὼν τὰς ἀπραξίας λῦσαι· καὶ διὰ τοῦτο τὸν Πομπήϊον ἐπάρχοντα παύσας ὁ Σουλπίκιος οὐκ ἀφείλετο τοῦ Σύλλα τὴν ὑπατείαν, ἀλλὰ τὴν ἐπὶ Μιθριδάτην στρατείαν μόνον εἰς Μάριον μετήνεγκε· καὶ πέμπει χιλιάρχους εὐθὺς εἰς Νῶλαν παραληψομένους τὸ στράτευμα καὶ πρὸς τὸν Μάριον ἄξοντας.
[9]
Φθάσαντος δὲ τοῦ Σύλλα διαφυγεῖν εἰς τὸ στρατόπεδον, καὶ τῶν στρατιωτῶν, ὡς ἐπύθοντο ταῦτα, καταλευσάντων τοὺς χιλιάρχους, οἱ περὶ τὸν Μάριον αὖθις ἐν τῇ πόλει τοὺς Σύλλα φίλους ἀνῄρουν καὶ χρήματα διήρπαζον αὐτῶν. ἦσαν δὲ μεταστάσεις καὶ φυγαί, τῶν μὲν εἰς πόλιν ἀπὸ στρατοπέδου, τῶν δ’ ἐκεῖσε διαφοιτώντων ἐκ τῆς πόλεως. ἡ δὲ σύγκλητος ἦν μὲν οὐχ αὑτῆς, ἀλλὰ τοῖς Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντας αὐτῷ βαδίζειν. τούτους θρασύτερον Σύλλᾳ διαλεχθέντας ὥρμησαν μὲν ἀνελεῖν οἱ στρατιῶται, τὰς δὲ ῥάβδους κατέκλασαν καὶ τὰς περιπορφύρους ἀφείλοντο καὶ πολλὰ περιυβρισμένους ἀπέπεμψαν, αὐτόθεν τε δεινὴν κατήφειαν, ὁρωμένους τῶν στρατηγικῶν παρασήμων ἐρήμους, καὶ τὴν στάσιν οὐκέτι καθεκτήν, ἀλλ’ ἀνήκεστον ἀπαγγέλλοντας. Οἱ μὲν οὖν περὶ τὸν Μάριον ἐν παρασκευαῖς ἦσαν· ὁ δὲ Σύλλας ἄγων ἓξ τάγματα τέλεια μετὰ τοῦ συνάρχοντος ἀπὸ Νώλης ἐκίνει, τὸν μὲν στρατὸν ὁρῶν πρόθυμον ὄντα χωρεῖν εὐθὺς ἐπὶ τὴν πόλιν, ἐνδοιάζων δὲ τῇ γνώμῃ παρ’ ἑαυτῷ καὶ δεδοικὼς τὸν κίνδυνον. ὁ δὲ μάντις Ποστούμιος θύσαντος αὐτοῦ καταμαθὼν τὰ σημεῖα, καὶ τὰς χεῖρας ἀμφοτέρας τῷ Σύλλᾳ προτείνας, ἠξίου δεθῆναι καὶ φυλάττεσθαι μέχρι τῆς μάχης, ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος. λέγεται δὲ καὶ κατὰ τοὺς ὕπνους αὐτῷ Σύλλᾳ φανῆναι θεὸν ἣν τιμῶσι Ῥωμαῖοι παρὰ Καππαδοκῶν μαθόντες, εἴτε δὴ Σελήνην οὖσαν εἴτε ᾿Αθηνᾶν εἴτε ᾿Ενυώ. ταύτην ὁ Σύλλας ἔδοξεν ἐπιστᾶσαν ἐγχειρίσαι κεραυνὸν αὑτῷ, καὶ τῶν ἐχθρῶν ἕκαστον ὀνομάζουσαν τῶν ἐκείνου βάλλειν κελεῦσαι, τοὺς δὲ πίπτειν βαλλομένους καὶ ἀφανίζεσθαι. θαρσήσας δὲ τῇ ὄψει καὶ φράσας τῷ συνάρχοντι μεθ’ ἡμέραν ἐπὶ τὴν Ῥώμην ἡγεῖτο. Καὶ περὶ Πικτὰς αὐτῷ πρεσβείας ἐντυχούσης καὶ δεομένης μὴ βαδίζειν εὐθὺς ἐξ ἐφόδου, πάντα γὰρ ἔσεσθαι τὰ δίκαια τῆς βουλῆς ψηφισαμένης, ὡμολόγησε μὲν αὐτοῦ καταστρατοπεδεύσειν καὶ διαμετρεῖν ἐκέλευε χώρας, ὥσπερ εἰώθει, τῷ στρατοπέδῳ τοὺς ἡγεμόνας, ὥστε τοὺς πρέσβεις ἀπελθεῖν πιστεύσαντας· ἐκείνων δὲ ἀπελθόντων εὐθὺς ἐκπέμψας Λεύκιον Βάσιλλον καὶ Γάϊον Μόμμιον καταλαμβάνει τὴν πύλην δι’ αὐτῶν καὶ τὰ τείχη τὰ περὶ τὸν λόφον τὸν Αἰσκυλῖνον· εἶτ’ αὐτὸς ἁπάσῃ σπουδῇ συνῆπτε. τῶν δὲ περὶ τὸν Βάσιλλον εἰς τὴν πόλιν ἐμπεσόντων καὶ κρατούντων, ὁ πολὺς καὶ ἄνοπλος δῆμος ἀπὸ τῶν τεγῶν κεράμῳ καὶ λίθῳ βάλλοντες ἐπέσχον αὐτοὺς τοῦ πρόσω χωρεῖν καὶ συνέστειλαν εἰς τὸ τεῖχος. ἐν τούτῳ δὲ ὁ Σύλλας παρῆν ἤδη, καὶ συνιδὼν τὸ γινόμενον ἐβόα τὰς οἰκίας ὑφάπτειν, καὶ λαβὼν δᾷδα καιομένην ἐχώρει πρῶτος αὐτός, καὶ τοὺς τοξότας ἐκέλευε χρῆσθαι τοῖς πυροβόλοις ἄνω τῶν στεγασμάτων ἐφιεμένους, κατ’ οὐδένα λογισμόν, ἀλλ’ ἐμπαθὴς ὢν καὶ τῷ θυμῷ παραδεδωκὼς τὴν τῶν πρασσομένων ἡγεμονίαν, ὅς γε τοὺς ἐχθροὺς μόνον ἑώρα, φίλους δὲ καὶ συγγενεῖς καὶ οἰκείους εἰς οὐδένα λόγον θέμενος οὐδ’ οἶκτον κατῄει διὰ πυρός, ᾧ τῶν αἰτίων καὶ μὴ διάγνωσις οὐκ ἦν. τούτων δὲ γινομένων Μάριος ἐξωσθεὶς πρὸς τὸ τῆς Γῆς ἱερὸν ἐκάλει διὰ κηρύγματος ἐπ’ ἐλευθερίᾳ τὸ οἰκετικόν· ἐπελθόντων δὲ τῶν πολεμίων κρατηθεὶς ἐξέπεσε τῆς πόλεως.
[10]
Σύλλας δὲ τὴν βουλὴν συναγαγὼν καταψηφίζεται θάνατον αὐτοῦ τε Μαρίου καὶ ὀλίγων ἄλλων, ἐν οἷς Σουλπίκιος ἦν ὁ δήμαρχος. ἀλλὰ Σουλπίκιος μὲν ἀπεσφάγη προδοθεὶς ὑπὸ θεράποντος, ὃν ὁ Σύλλας ἠλευθέρωσεν, εἶτα κατεκρήμνισε, Μαρίῳ δ’ ἐπεκήρυξεν ἀργύριον, οὐκ εὐγνωμόνως οὐδὲ πολιτικῶς, ᾧ γε μικρὸν ἔμπροσθεν ὑποχείριον εἰς τὴν οἰκίαν δοὺς ἑαυτὸν ἀσφαλῶς ἀφείθη. καίτοι Μαρίῳ τότε μὴ διέντι Σύλλαν, ἀλλ’ ἀποθανεῖν ὑπὸ Σουλπικίου προεμένῳ, πάντων κρατεῖν ὑπῆρχεν, ἀλλ’ ὅμως ἐφείσατο· καὶ μεθ’ ἡμέρας ὀλίγας τὴν αὐτὴν λαβὴν παρασχὼν οὐκ ἔτυχε τῶν ὁμοίων. ἐφ’ οἷς ὁ Σύλλας τὴν μὲν σύγκλητον ἀδήλως ἠνίασεν· ἡ δὲ παρὰ τοῦ δήμου δυσμένεια καὶ νέμεσις αὐτῷ φανερὰ δι’ ἔργων ἀπήντα. Νώνιον μέν γε τὸν ἀδελφιδοῦν αὐτοῦ καὶ Σερουήϊον ἀρχὰς μετιόντας ἀποψηφισάμενοι καὶ καθυβρίσαντες ἑτέρους κατέστησαν ἄρχοντας, οὓς μάλιστα τιμῶντες ᾤοντο λυπεῖν ἐκεῖνον. ὁ δὲ τούτοις τε προσεποιεῖτο χαίρειν, ὡς τοῦ δήμου τῷ ποιεῖν ἃ βούλοιτο δι’ αὐτὸν ἀπολαύοντος τῆς ἐλευθερίας, καὶ θεραπεύων τὸ τῶν πολλῶν μῖσος ὕπατον κατέστησεν ἀπὸ τῆς ἐναντίας στάσεως Λεύκιον Κίνναν, ἀραῖς καὶ ὅρκοις καταλαβὼν εὐνοήσειν τοῖς ἑαυτοῦ πράγμασιν. ὁ δὲ ἀναβὰς εἰς τὸ Καπιτώλιον ἔχων ἐν τῇ χειρὶ λίθον ὤμνυεν, εἶτα ἐπαρασάμενος ἑαυτῷ μὴ φυλάττοντι τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἐκπεσεῖν τῆς πόλεως, ὥσπερ ὁ λίθος διὰ τῆς χειρός, κατέβαλε χαμᾶζε τὸν λίθον οὐκ ὀλίγων παρόντων. παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς ἐπεχείρει τὰ καθεστῶτα κινεῖν, καὶ δίκην ἐπὶ τὸν Σύλλαν παρεσκεύασε καὶ κατηγορεῖν ἐπέστησεν Οὐεργίνιον, ἕνα τῶν δημάρχων, ὃν ἐκεῖνος ἅμα τῷ δικαστηρίῳ χαίρειν ἐάσας ἐπὶ Μιθριδάτην ἀπῆρε.
[11]
Λέγεται δὲ ὑπὸ τὰς ἡμέρας ἐκείνας ἐν αἷς ὁ Σύλλας ἀπὸ τῆς ᾿Ιταλίας ἐκίνει τὸν στόλον, ἄλλα τε πολλὰ Μιθριδάτῃ διατρίβοντι περὶ τὸ Πέργαμον ἐπισκῆψαι δαιμόνια, καὶ Νίκην στεφανηφόρον καθιεμένην ὑπὸ τῶν Περγαμηνῶν ἐπ’ αὐτὸν ἔκ τινων ὀργάνων ἄνωθεν ὅσον οὔπω τῆς κεφαλῆς ψαύουσαν συντριβῆναι, καὶ τὸν στέφανον ἐκπεσόντα κατὰ τοῦ θεάτρου φέρεσθαι χαμᾶζε διαθρυπτόμενον, ὥστε φρίκην μὲν τῷ δήμῳ, ἀθυμίαν δὲ πολλὴν Μιθριδάτῃ παρασχεῖν, καίπερ αὐτῷ τότε τῶν πραγμάτων ἐλπίδος πέρα προχωρούντων. αὐτὸς μὲν γὰρ ᾿Ασίαν τε Ῥωμαίων καὶ Βιθυνίαν καὶ Καππαδοκίαν τῶν βασιλέων ἀφῃρημένος ἐν Περγάμῳ καθῆστο, πλούτους καὶ δυναστείας καὶ τυραννίδας διανέμων τοῖς φίλοις, τῶν δὲ παίδων ὁ μὲν ἐν Πόντῳ καὶ Βοσπόρῳ τὴν παλαιὰν ἄχρι τῶν ὑπὲρ τὴν Μαιῶτιν ἀοικήτων ἀρχὴν κατεῖχεν οὐδενὸς παρενοχλοῦντος, ᾿Αριαράθης δὲ Θρᾴκην καὶ Μακεδονίαν ἐπῄει στρατῷ μεγάλῳ προσαγόμενος, ἄλλους δὲ οἱ στρατηγοὶ τόπους ἐχειροῦντο δυνάμεις ἔχοντες, ὧν ὁ μέγιστος ᾿Αρχέλαος ταῖς μὲν ναυσὶν ὁμοῦ τι συμπάσης ἐπικρατῶν τῆς θαλάττης τάς τε Κυκλάδας νήσους ἐδουλοῦτο καὶ τῶν ἄλλων ὅσαι Μαλέας ἐντὸς ἵδρυνται, καὶ τὴν Εὔβοιαν αὐτὴν εἶχεν, ἐκ δὲ ᾿Αθηνῶν ὁρμώμενος τὰ μέχρι Θετταλίας ἔθνη τῆς ῾Ελλάδος ἀφίστη, μικρὰ προσκρούσας περὶ Χαιρώνειαν. ἐνταῦθα γὰρ αὐτῷ Βρέττιος Σούῤῥας ἀπήντησε, πρεσβευτὴς μὲν ὢν Σεντίου, τοῦ στρατηγοῦ τῆς Μακεδονίας, ἀνὴρ δὲ τόλμῃ καὶ φρονήσει διαφέρων. οὗτος ᾿Αρχελάῳ δίκην ῥεύματος φερομένῳ διὰ τῆς Βοιωτίας ἐπὶ πλεῖστον ἀντιστάς, καὶ τρισὶ μάχαις διαγωνισάμενος περὶ Χαιρώνειαν, ἐξέωσε καὶ συνέστειλε πάλιν ἐπὶ τὴν θάλατταν. Λευκίου δὲ Λευκόλλου κελεύσαντος αὐτὸν ὑποχωρεῖν ἐπιόντι Σύλλᾳ καὶ τὸν ἐψηφισμένον ἐκείνῳ ἐᾶν πόλεμον, εὐθὺς ἐκλιπὼν τὴν Βοιωτίαν ὀπίσω πρὸς Σέντιον ἀπήλαυνε, καίπερ αὐτῷ τῶν πραγμάτων ἐλπίδος πέρα προχωρούντων καὶ τῆς ῾Ελλάδος οἰκείως ἐχούσης πρὸς μεταβολὴν διὰ τὴν ἐκείνου καλοκἀγαθίαν. ἀλλὰ γὰρ Βρεττίῳ μὲν ταῦτα λαμπρότατα τῶν πεπραγμένων.
[12]
Σύλλας δὲ τὰς μὲν ἄλλας πόλεις εὐθὺς εἶχεν ἐπιπρεσβευομένας καὶ καλούσας, ταῖς δὲ ᾿Αθήναις διὰ τὸν τύραννον ᾿Αριστίωνα βασιλεύεσθαι ἠναγκασμέναις ἄθρους ἐπέστη καὶ τὸν Πειραιᾶ περιλαβὼν ἐπολιόρκει, μηχανήν τε πᾶσαν ἐφιστὰς καὶ μάχας παντοδαπὰς ποιούμενος. καίτοι χρόνον οὐ πολὺν ἀνασχομένῳ παρῆν ἀκινδύνως ἑλεῖν τὴν ἄνω πόλιν, ὑπὸ λιμοῦ συνηγμένην ἤδη τῇ χρείᾳ τῶν ἀναγκαίων εἰς τὸν ἔσχατον καιρόν· ἀλλ’ ἐπειγόμενος εἰς Ῥώμην καὶ δεδιὼς τὸν ἐκεῖ νεωτερισμόν, πολλοῖς μὲν κινδύνοις, πολλαῖς δὲ μάχαις, μεγάλαις δὲ δαπάναις κατέσπευδε τὸν πόλεμον, ᾧ γε δίχα τῆς ἄλλης παρασκευῆς ἡ περὶ τὰ μηχανήματα πραγματεία ζεύγεσι μυρίοις ὀρικοῖς ἐχορηγεῖτο, καθ’ ἡμέραν ἐνεργοῖς οὖσι πρὸς τὴν ὑπηρεσίαν. ἐπιλειπούσης δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι πολλὰ τῶν ἔργων περικλώμενα τοῖς αὑτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι, καὶ τήν τε ᾿Ακαδήμειαν ἔκειρε δενδροφορωτάτην προαστείων οὖσαν καὶ τὸ Λύκειον.
ἐπεὶ δὲ καὶ χρημάτων ἔδει πολλῶν πρὸς τὸν πόλεμον, ἐκίνει τὰ τῆς ῾Ελλάδος ἄσυλα, τοῦτο μὲν ἐξ ᾿Επιδαύρου, τοῦτο δὲ ἐξ ᾿Ολυμπίας, τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος. ἔγραψε δὲ καὶ τοῖς ᾿Αμφικτύοσιν εἰς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν· ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ καὶ ἀποχρησάμενος ἀποδώσειν οὐκ ἐλάττω· καὶ τῶν φίλων ἀπέστειλε Κάφιν τὸν Φωκέα κελεύσας σταθμῷ παραλαβεῖν ἕκαστον. ὁ δὲ Κάφις ἧκε μὲν εἰς Δελφούς, ὤκνει δὲ τῶν ἱερῶν θιγεῖν, καὶ πολλὰ τῶν ᾿Αμφικτυόνων παρόντων ἀπεδάκρυσε τὴν ἀνάγκην. ἐνίων δὲ φασκόντων ἀκοῦσαι φθεγγομένης τῆς ἐν τοῖς ἀνακτόροις κιθάρας, εἴτε πιστεύσας εἴτε τὸν Σύλλαν βουλόμενος ἐμβαλεῖν εἰς δεισιδαιμονίαν, ἐπέστειλε πρὸς αὐτόν. ὁ δὲ σκώπτων ἀντέγραψε θαυμάζειν τὸν Κάφιν, εἰ μὴ συνίησιν ὅτι χαίροντος, οὐ χαλεπαίνοντος, εἴη τὸ ᾄδειν· ὥστε θαῤῥοῦντα λαμβάνειν ἐκέλευσεν, ὡς ἡδομένου τοῦ θεοῦ καὶ διδόντος. Τὰ μὲν οὖν ἄλλα διέλαθε τούς γε πολλοὺς ῞Ελληνας ἐκπεμπόμενα, τὸν δὲ ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος ἔτι τῶν βασιλικῶν, διὰ βάρος καὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν οἱ ᾿Αμφικτύονες εἰς μνήμην ἐβάλοντο τοῦτο μὲν Τίτον Φλαμινῖνον καὶ Μάνιον ᾿Ακύλιον, τοῦτο δὲ Αἰμίλιον Παῦλον, ὧν ὁ μὲν ᾿Αντίοχον ἐξελάσας τῆς ῾Ελλάδος, οἱ δὲ τοὺς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν ῾Ελληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν. ἀλλ’ ἐκεῖνοι μὲν ἀνδρῶν τε σωφρόνων καὶ μεμαθηκότων σιωπῇ τοῖς ἄρχουσι παρέχειν τὰς χεῖρας ἡγούμενοι κατὰ νόμον, αὐτοί τε ταῖς ψυχαῖς βασιλικοὶ καὶ ταῖς δαπάναις εὐτελεῖς ὄντες, μετρίοις ἐχρῶντο καὶ τεταγμένοις ἀναλώμασι, τὸ κολακεύειν τοὺς στρατιώτας αἴσχιον ἡγούμενοι τοῦ δεδιέναι τοὺς πολεμίους· οἱ δὲ τότε στρατηγοὶ βίᾳ τὸ πρωτεῖον, οὐκ ἀρετῇ, κτώμενοι, καὶ μᾶλλον ἐπ’ ἀλλήλους δεόμενοι τῶν ὅπλων ἢ τοὺς πολεμίους, ἠναγκάζοντο δημαγωγεῖν ἐν τῷ στρατηγεῖν, εἶθ’ ὧν εἰς τὰς ἡδυπαθείας τοῖς στρατευομένοις ἀνήλισκον ὠνούμενοι τοὺς πόνους αὐτῶν, ἔλαθον ὤνιον ὅλην τὴν πατρίδα ποιήσαντες ἑαυτούς τε δούλους τῶν κακίστων ἐπὶ τῷ τῶν βελτιόνων ἄρχειν. ταῦτα ἐξήλαυνε Μάριον, εἶτ’ αὖθις ἐπὶ Σύλλαν κατῆγε, ταῦτα ᾿Οκταουΐου τοὺς περὶ Κίνναν, ταῦτα Φλάκκου τοὺς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν. ὧν οὐχ ἥκιστα Σύλλας ἐνέδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τοὺς ὑπ’ ἄλλοις ταττομένους καταχορηγῶν εἰς τοὺς ὑφ’ αὑτῷ καὶ δαπανώμενος, ὥστε ἅμα τοὺς ἄλλους μὲν εἰς προδοσίαν, τοὺς δὲ ὑφ’ αὑτῷ εἰς ἀσωτίαν διαφθείρων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα πρὸς τὴν πολιορκίαν ἐκείνην.
[13]
Δεινὸς γάρ τις ἄρα καὶ ἀπαραίτητος εἶχεν αὐτὸν ἔρως ἑλεῖν τὰς ᾿Αθήνας, εἴτε ζήλῳ τινὶ πρὸς τὴν πάλαι σκιαμαχοῦντα τῆς πόλεως δόξαν, εἴτε θυμῷ τὰ σκώμματα φέροντα καὶ τὰς βωμολοχίας, αἷς αὐτόν τε καὶ τὴν Μετέλλαν ἀπὸ τῶν τειχῶν ἑκάστοτε γεφυρίζων καὶ κατορχούμενος ἐξηρέθιζεν ὁ τύραννος ᾿Αριστίων, ἄνθρωπος ἐξ ἀσελγείας ὁμοῦ καὶ ὠμότητος ἔχων συγκειμένην τὴν ψυχήν, καὶ τὰ χείριστα τῶν Μιθριδατικῶν συνεῤῥυηκότα νοσημάτων καὶ παθῶν εἰς ἑαυτὸν ἀνειληφώς, καὶ τῇ πόλει μυρίους μὲν πολέμους, πολλὰς δὲ τυραννίδας καὶ στάσεις διαπεφευγυίᾳ πρότερον ὥσπερ νόσημα θανατηφόρον εἰς τοὺς ἐσχάτους καιροὺς ἐπιτιθέμενος· ὅς, χιλίων δραχμῶν ὠνίου τοῦ μεδίμνου τῶν πυρῶν ὄντος ἐν ἄστει τότε, τῶν ἀνθρώπων σιτουμένων τὸ περὶ τὴν ἀκρόπολιν φυόμενον παρθένιον, ὑποδήματα δὲ καὶ ληκύθους ἑφθὰς ἐσθιόντων, αὐτὸς ἐνδελεχῶς πότοις μεθημερινοῖς καὶ κώμοις χρώμενος καὶ πυῤῥιχίζων καὶ γελωτοποιῶν πρὸς τοὺς πολεμίους τὸν μὲν ἱερὸν τῆς θεοῦ λύχνον ἀπεσβηκότα διὰ σπάνιν ἐλαίου περιεῖδε, τῇ δὲ ἱεροφάντιδι πυρῶν ἡμίεκτον προσαιτούσῃ πεπέρεως ἔπεμψε, τοὺς δὲ βουλευτὰς καὶ ἱερεῖς ἱκετεύοντας οἰκτεῖραι τὴν πόλιν καὶ διαλύσασθαι πρὸς Σύλλαν τοξεύμασι βάλλων διεσκέδασεν. ὀψὲ δὲ ἤδη που μόλις ἐξέπεμψεν ὑπὲρ εἰρήνης δύο ἢ τρεῖς τῶν συμποτῶν· πρὸς οὓς οὐδὲν ἀξιοῦντας σωτήριον, ἀλλὰ τὸν Θησέα καὶ τὸν Εὔμολπον καὶ τὰ Μηδικὰ σεμνολογουμένους ὁ Σύλλας “῎Απιτε,” εἶπεν, “ὦ μακάριοι, τοὺς λόγους τούτους ἀναλαβόντες· ἐγὼ γὰρ οὐ φιλομαθήσων εἰς ᾿Αθήνας ὑπὸ Ῥωμαίων ἐπέμφθην, ἀλλὰ τοὺς ἀφισταμένους καταστρεψόμενος.”
[14]
᾿Εν δὲ τούτῳ λέγεταί τινας ἐν Κεραμεικῷ πρεσβυτῶν ἀκούσαντας διαλεγομένων πρὸς ἀλλήλους καὶ κακιζόντων τὸν τύραννον, ὡς μὴ φυλάττοντα τοῦ τείχους τὴν περὶ τὸ ῾Επτάχαλκον ἔφοδον καὶ προσβολήν, ᾗ μόνῃ δυνατὸν εἶναι καὶ ῥᾴδιον ὑπερβῆναι τοὺς πολεμίους, ἀπαγγεῖλαι ταῦτα πρὸς τὸν Σύλλαν. ὁ δὲ οὐ κατεφρόνησεν, ἀλλὰ ἐπελθὼν νυκτὸς καὶ θεασάμενος τὸν τόπον ἁλώσιμον εἴχετο τοῦ ἔργου. λέγει δὲ αὐτὸς ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασι τὸν πρῶτον ἐπιβάντα τοῦ τείχους Μάρκον ᾿Ατήϊον ἀντιστάντος αὐτῷ πολεμίου δόντα πληγὴν ἐκ καταφορᾶς τῷ κράνει περικλάσαι τὸ ξίφος, οὐ μὴν ὑφέσθαι τῆς χώρας, ἀλλὰ μεῖναι καὶ κατασχεῖν. κατελήφθη μὲν οὖν ἡ πόλις ἐκεῖθεν, ὡς ᾿Αθηναίων οἱ πρεσβύτατοι διεμνημόνευον. αὐτὸς δὲ Σύλλας τὸ μεταξὺ τῆς Πειραϊκῆς πύλης καὶ τῆς ἱερᾶς κατασκάψας καὶ συνομαλύνας, περὶ μέσας νύκτας εἰσήλαυνε, φρικώδης ὑπό τε σάλπιγξι καὶ κέρασι πολλοῖς, ἀλαλαγμῷ καὶ κραυγῇ τῆς δυνάμεως ἐφ’ ἁρπαγὴν καὶ φόνον ἀφειμένης ὑπ’ αὐτοῦ, καὶ φερομένης διὰ τῶν στενωπῶν ἐσπασμένοις τοῖς ξίφεσιν, ὥστε ἀριθμὸν μηδένα γενέσθαι τῶν ἀποσφαγέντων, ἀλλὰ τῷ τόπῳ τοῦ ῥυέντος αἵματος ἔτι νῦν μετρεῖσθαι τὸ πλῆθος. ἄνευ γὰρ τῶν κατὰ τὴν ἄλλην πόλιν ἀναιρεθέντων ὁ περὶ τὴν ἀγορὰν φόνος ἐπέσχε πάντα τὸν ἐντὸς τοῦ Διπύλου Κεραμεικόν· πολλοῖς δὲ λέγεται καὶ διὰ πυλῶν κατακλύσαι τὸ προάστειον. ἀλλὰ τῶν οὕτως ἀποθανόντων, τοσούτων γενομένων, οὐκ ἐλάσσονες ἦσαν οἱ σφᾶς αὐτοὺς διαφθείροντες οἴκτῳ καὶ πόθῳ τῆς πατρίδος ὡς ἀναιρεθησομένης. τοῦτο γὰρ ἀπογνῶναι καὶ φοβηθῆναι τὴν σωτηρίαν ἐποίησε τοὺς βελτίστους, οὐδὲν ἐν τῷ Σύλλᾳ φιλάνθρωπον οὐδὲ μέτριον ἐλπίσαντας. ἀλλὰ γὰρ τοῦτο μὲν Μειδίου καὶ Καλλιφῶντος τῶν φυγάδων δεομένων καὶ προκυλινδουμένων αὐτοῦ, τοῦτο δὲ τῶν συγκλητικῶν, ὅσοι συνεστράτευον, ἐξαιτουμένων τὴν πόλιν, αὐτός τε μεστὸς ὢν ἤδη τῆς τιμωρίας, ἐγκώμιόν τι τῶν παλαιῶν ᾿Αθηναίων ὑπειπὼν ἔφη χαρίζεσθαι πολλοῖς μὲν ὀλίγους, ζῶντας δὲ τεθνηκόσιν. ῾Ελεῖν δὲ τὰς ᾿Αθήνας αὐτός φησιν ἐν τοῖς ὑπομνήμασι Μαρτίαις καλάνδαις, ἥτις ἡμέρα μάλιστα συμπίπτει τῇ νουμηνίᾳ τοῦ ᾿Ανθεστηριῶνος μηνός, ἐν ᾧ κατὰ τύχην ὑπομνήματα πολλὰ τοῦ διὰ τὴν ἐπομβρίαν ὀλέθρου καὶ τῆς φθορᾶς ἐκείνης δρῶσιν, ὡς τότε καὶ περὶ τὸν χρόνον ἐκεῖνον μάλιστα τοῦ κατακλυσμοῦ συμπεσόντος.
ἑαλωκότος δὲ τοῦ ἄστεος ὁ μὲν τύραννος εἰς τὴν ἀκρόπολιν καταφυγὼν ἐπολιορκεῖτο, Κουρίωνος ἐπὶ τούτῳ τεταγμένου· καὶ χρόνον ἐγκαρτερήσας συχνὸν αὐτὸς ἑαυτὸν ἐνεχείρισε δίψει πιεσθείς. καὶ τὸ δαιμόνιον εὐθὺς ἐπεσήμηνε· τῆς γὰρ αὐτῆς ἡμέρας τε καὶ ὥρας ἐκεῖνόν τε Κουρίων κατῆγε, καὶ νεφῶν ἐξ αἰθρίας συνδραμόντων πλῆθος ὄμβρου καταῤῥαγὲν ἐπλήρωσεν ὕδατος τὴν ἀκρόπολιν. εἷλε δὲ καὶ τὸν Πειραιᾶ μετ’ οὐ πολὺν χρόνον ὁ Σύλλας, καὶ τὰ πλεῖστα κατέκαυσεν, ὧν ἦν καὶ ἡ Φίλωνος ὁπλοθήκη, θαυμαζόμενον ἔργον.
[15]
᾿Εν δὲ τούτῳ Ταξίλης ὁ Μιθριδάτου στρατηγὸς ἐκ Θρᾴκης καὶ Μακεδονίας καταβεβηκὼς δέκα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσι καὶ τεθρίπποις ἐνενήκοντα δρεπανηφόροις ἐκάλει τὸν ᾿Αρχέλαον, ἔτι ναυλοχοῦντα περὶ τὴν Μουνυχίαν καὶ μήτε τῆς θαλάττης βουλόμενον ἀποστῆναι μήτε πρόθυμον ὄντα συμπλέκεσθαι τοῖς Ῥωμαίοις, ἀλλὰ χρονοτριβεῖν τὸν πόλεμον καὶ τὰς εὐπορίας αὐτῶν ἀφαιρεῖν. ἃ δὴ πολὺ μᾶλλον ἐκείνου συνορῶν ὁ Σύλλας ἀνέζευξεν εἰς Βοιωτίαν ἐκ χωρίων γλίσχρων καὶ μηδὲ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. καὶ τοῖς πολλοῖς ἐδόκει σφάλλεσθαι τὸν λογισμόν, ὅτι τὴν ᾿Αττικὴν τραχεῖαν οὖσαν καὶ δύσιππον ἀπολιπὼν ἐνέβαλεν ἑαυτὸν πεδιάσι καὶ ἀναπεπταμέναις ταῖς περὶ τὴν Βοιωτίαν χώραις, ὁρῶν ἐν ἅρμασι καὶ ἵπποις τὴν βαρβαρικὴν οὖσαν ἀλκήν. ἀλλὰ φεύγων, ὥσπερ εἴρηται, λιμὸν καὶ σπάνιν ἠναγκάζετο διώκειν τὸν ἐκ τῆς μάχης κίνδυνον. ἔτι δὲ ῾Ορτήσιος αὐτὸν ἐφόβει, στρατηγικὸς ἀνὴρ καὶ φιλόνεικος, ὃν ἐκ Θετταλίας ἄγοντα τῷ Σύλλᾳ δύναμιν ἐν τοῖς στενοῖς οἱ βάρβαροι παρεφύλαττον. διὰ ταῦτα μὲν εἰς τὴν Βοιωτίαν ἀνέζευξεν ὁ Σύλλας· ῾Ορτήσιον δὲ Κάφις, ἡμέτερος ὤν, ἑτέραις ὁδοῖς ψευσάμενος τοὺς βαρβάρους διὰ τοῦ Παρνασσοῦ κατῆγεν ὑπ’ αὐτὴν τὴν Τιθόραν, οὔπω τοσαύτην πόλιν οὖσαν ὅση νῦν ἐστιν, ἀλλὰ φρούριον ἀποῤῥῶγι κρημνῷ περικοπτόμενον, εἰς ὃ καὶ πάλαι ποτὲ Φωκέων οἱ Ξέρξην ἐπιόντα φεύγοντες ἀνεσκευάσαντο καὶ διεσώθησαν. ἐνταῦθα καταστρατοπεδεύσας ῾Ορτήσιος ἡμέρας μὲν ἀπεκρούσατο τοὺς πολεμίους, νύκτωρ δ’ ἐπὶ Πατρωνίδα ταῖς δυσχωρίαις καταβὰς ἀπαντήσαντι τῷ Σύλλᾳ μετὰ τῆς δυνάμεως συνέμιξε.
[16]
Γενόμενοι δὲ κοινῇ καταλαμβάνονται βουνὸν ἐκ μέσων ἑστῶτα τῶν ᾿Ελατικῶν πεδίων, εὔγεων καὶ ἀμφιλαφῆ καὶ παρὰ τὴν ῥίζαν ὕδωρ ἔχοντα· Φιλοβοιωτὸς καλεῖται, καὶ τὴν φύσιν αὐτοῦ καὶ τὴν θέσιν ἐπαινεῖ θαυμασίως ὁ Σύλλας. στρατοπεδεύσαντες δὲ παντάπασιν ὀλίγοι τοῖς πολεμίοις κατεφάνησαν· ἱππεῖς μὲν γὰρ οὐ πλείους πεντακοσίων καὶ χιλίων ἐγένοντο, πεζοὶ δὲ πεντακισχιλίων καὶ μυρίων ἐλάττους. ὅθεν ἐκβιασάμενοι τὸν ᾿Αρχέλαον οἱ λοιποὶ στρατηγοὶ καὶ παρατάξαντες τὴν δύναμιν, ἐνέπλησαν ἵππων, ἁρμάτων, ἀσπίδων, θυρεῶν τὸ πεδίον. Τὴν δὲ κραυγὴν καὶ ἀλαλαγμὸν οὐκ ἔστεγεν ὁ ἀὴρ ἐθνῶν τοσούτων ἅμα καθισταμένων εἰς τάξιν. ἦν δὲ ἅμα καὶ τὸ κομπῶδες καὶ σοβαρὸν αὐτῶν τῆς πολυτελείας οὐκ ἀργὸν οὐδὲ ἄχρηστον εἰς ἔκπληξιν, ἀλλ’ αἵ τε μαρμαρυγαὶ τῶν ὅπλων ἠσκημένων χρυσῷ τε καὶ ἀργύρῳ διαπρεπῶς, αἵ τε βαφαὶ τῶν Μηδικῶν καὶ Σκυθικῶν χιτώνων ἀναμεμιγμέναι χαλκῷ καὶ σιδήρῳ λάμποντι πυροειδῆ καὶ φοβερὰν ἐν τῷ σαλεύεσθαι καὶ διαφέρεσθαι προσέβαλον ὄψιν, ὥστε τοὺς Ῥωμαίους ὑπὸ τὸν χάρακα συστέλλειν ἑαυτούς, καὶ τὸν Σύλλαν μηδενὶ λόγῳ τὸ θάμβος αὐτῶν ἀφελεῖν δυνάμενον, βιάζεσθαί τε ἀποδιδράσκοντας οὐ βουλόμενον, ἡσυχίαν ἄγειν καὶ φέρειν βαρέως ἐφυβρίζοντας ὁρῶντα κομπασμῷ καὶ γέλωτι τοὺς βαρβάρους. ὤνησε μέντοι τοῦτο μάλιστα πάντων αὐτόν. οἱ γὰρ ἐναντίοι καταφρονήσαντες ἐτράποντο πρὸς ἀταξίαν πολλήν, οὐδὲ ἄλλως ὑπήκοοι τῶν στρατηγῶν διὰ πολυαρχίαν ὄντες· ὥστε ὀλίγοι μὲν ἐν τῷ χάρακι διεκαρτέρουν, ὁ δὲ πλεῖστος ὄχλος ἁρπαγαῖς καὶ πορθήμασι δελεαζόμενος ὁδὸν ἡμερῶν πολλῶν ἀπὸ τοῦ στρατοπέδου διεσπείρετο. καὶ τήν τε τῶν Πανοπέων πόλιν ἐκκόψαι λέγονται καὶ τὴν Λεβαδέων διαρπάσαι καὶ συλῆσαι τὸ μαντεῖον, οὐδενὸς στρατηγοῦ πρόσταγμα δόντος. ῾Ο δὲ Σύλλας, ἐν ὄμμασιν αὐτοῦ πόλεων ἀπολλυμένων, δυσανασχετῶν καὶ λυπούμενος, οὐκ εἴα τοὺς στρατιώτας σχολάζειν, ἀλλὰ προσάγων αὐτοὺς ἠνάγκαζε τόν τε Κηφισὸν ἐκ τοῦ ῥείθρου παρατρέπειν καὶ τάφρους ὀρύσσειν, ἀνάπαυλαν οὐδενὶ διδοὺς καὶ τῶν ἐνδιδόντων ἀπαραίτητος ἐφεστὼς κολαστής, ὅπως ἀπαγορεύσαντες πρὸς τὰ ἔργα διὰ τὸν πόνον ἀσπάσωνται τὸν κίνδυνον. ὃ καὶ συνέβη. τρίτην γὰρ ἡμέραν ἐργαζόμενοι τοῦ Σύλλα παρεξιόντος ἐδέοντο μετὰ κραυγῆς ἄγειν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ οὐ μάχεσθαι βουλομένων, ἀλλὰ μὴ βουλομένων πονεῖν ἔφησεν εἶναι τὸν λόγον· εἰ δὲ ὄντως ἔχουσιν ἀγωνιστικῶς, ἐκέλευσεν ἤδη μετὰ τῶν ὅπλων ἐλθεῖν ἐκεῖσε, δείξας αὐτοῖς τὴν πρότερον μὲν γενομένην ἀκρόπολιν τῶν Παραποταμίων, τότε δὲ ἀνῃρημένης τῆς πόλεως λόφος ἐλείπετο πετρώδης καὶ περίκρημνος, τοῦ ῾Ηδυλίου διωρισμένος ὄρους ὅσον ὁ ῎Ασσος ἐπέχει ῥέων, εἶτα συμπίπτων ὑπὸ τὴν ῥίζαν αὐτὴν τῷ Κηφισῷ καὶ συνεκτραχυνόμενος ὀχυρὰν ἐνστρατοπεδεῦσαι τὴν ἄκραν ποιεῖ. διὸ καὶ τοὺς χαλκάσπιδας ὁρῶν τῶν πολεμίων ὠθουμένους ἐπ’ αὐτὴν ὁ Σύλλας ἐβούλετο φθῆναι καταλαβὼν τὸν τόπον· καὶ κατέλαβε χρησάμενος τοῖς στρατιώταις προθύμοις. ἐπεὶ δὲ ἀποκρουσθεὶς ἐκεῖθεν ὁ ᾿Αρχέλαος ὥρμησεν ἐπὶ τὴν Χαιρώνειαν, οἱ δὲ συστρατευσάμενοι τῶν Χαιρωνέων ἐδέοντο τοῦ Σύλλα μὴ προέσθαι τὴν πόλιν, ἐκπέμπει τῶν χιλιάρχων ἕνα Γαβίνιον μετὰ τάγματος ἑνὸς καὶ τοὺς Χαιρωνεῖς ἀφίησι, βουληθέντας μέν, οὐ μὴν δυνηθέντας φθῆναι τὸν Γαβίνιον. οὕτως ἦν ἀγαθὸς καὶ προθυμότερος εἰς τὸ σῶσαι τῶν σωθῆναι δεομένων. ὁ δὲ ᾿Ιόβας οὐ Γαβίνιόν φησι πεμφθῆναι, ἀλλὰ ᾿Ερίκιον. ἡ μὲν οὖν πόλις ἡμῶν παρὰ τοσοῦτον ἐξέφυγε τὸν κίνδυνον.
[17]
᾿Εκ δὲ Λεβαδείας καὶ τοῦ Τροφωνίου φῆμαί τε χρησταὶ καὶ νικηφόρα μαντεύματα τοῖς Ῥωμαίοις ἐξεπέμποντο. περὶ ὧν οἱ μὲν ἐπιχώριοι πλείονα λέγουσιν· ὡς δὲ Σύλλας αὐτὸς ἐν δεκάτῳ τῶν ὑπομνημάτων γέγραφε, Κόϊντος Τίτιος, οὐκ ἀφανὴς ἀνὴρ τῶν ἐν τῇ ῾Ελλάδι πραγματευομένων, ἧκε πρὸς αὐτὸν ἤδη τὴν ἐν Χαιρωνείᾳ νενικηκότα μάχην, ἀπαγγέλλων ὅτι καὶ δευτέραν ὁ Τροφώνιος αὐτόθι μάχην καὶ νίκην προσημαίνει ἐντὸς ὀλίγου χρόνου. μετὰ δὲ τοῦτον ἀνὴρ τῶν ἐν τάξει στρατευομένων ὄνομα Σαλουήνιος ἀνήνεγκε παρὰ τοῦ θεοῦ τέλος οἷον αἱ κατὰ τὴν ᾿Ιταλίαν πράξεις ἔμελλον ἕξειν. ἀμφότεροι δὲ ταὐτὰ περὶ τῆς ὀμφῆς ἔφραζον· τῷ γὰρ ᾿Ολυμπίῳ Διῒ καὶ τὸ κάλλος καὶ τὸ μέγεθος παραπλήσιον ἰδεῖν ἔφασαν.
᾿Επειδὴ δὲ διέβη τὸν ῎Ασσον ὁ Σύλλας, παρελθὼν ὑπὸ τὸ ῾Ηδύλιον τῷ ᾿Αρχελάῳ παρεστρατοπέδευσε, βεβλημένῳ χάρακα καρτερὸν ἐν μέσῳ τοῦ ᾿Ακοντίου καὶ τοῦ ῾Ηδυλίου πρὸς τοῖς λεγομένοις ᾿Ασσίοις. ὁ μέντοι τόπος ἐν ᾧ κατεσκήνωσεν ἄχρι νῦν ᾿Αρχέλαος ἀπ’ ἐκείνου καλεῖται. διαλιπὼν δὲ μίαν ἡμέραν ὁ Σύλλας Μουρήναν μὲν ἔχοντα τάγμα καὶ σπείρας δύο πρὸς τὸ τοῖς πολεμίοις ἐνοχλῆσαι παραταττομένοις ἀπέλιπεν, αὐτὸς δὲ παρὰ τὸν Κηφισὸν ἐσφαγιάζετο, καὶ τῶν ἱερῶν γενομένων ἐχώρει πρὸς τὴν Χαιρώνειαν, ἀναληψόμενός τε τὴν αὐτόθι στρατιὰν καὶ κατοψόμενος τὸ καλούμενον Θούριον ὑπὸ τῶν πολεμίων προκατειλημμένον. ἔστι δὲ κορυφὴ τραχεῖα καὶ στροβιλῶδες ὄρος, ὃ καλοῦμεν ᾿Ορθόπαγον, ὑπὸ δὲ αὐτὸ τὸ ῥεῦμα τοῦ Μόλου καὶ Θουρίου νεὼς ᾿Απόλλωνος. ὠνόμασται δὲ ὁ θεὸς ἀπὸ Θουροῦς, τῆς Χαίρωνος μητρός, ὃν οἰκιστὴν γεγονέναι τῆς Χαιρωνείας ἱστοροῦσιν. οἱ δέ φασι τὴν Κάδμῳ δοθεῖσαν ὑπὸ τοῦ Πυθίου καθηγεμόνα βοῦν ἐκεῖ φανῆναι, καὶ τὸν τόπον ἀπ’ αὐτῆς οὕτω προσαγορευθῆναι· θὼρ γὰρ οἱ Φοίνικες τὴν βοῦν καλοῦσι. Προσιόντος δὲ τοῦ Σύλλα πρὸς τὴν Χαιρώνειαν ὁ τεταγμένος ἐν τῇ πόλει χιλίαρχος, ἐξωπλισμένους ἄγων τοὺς στρατιώτας, ἀπήντησε στέφανον δάφνης κομίζων. ὡς δὲ δεξάμενος ἠσπάσατο τοὺς στρατιώτας καὶ παρώρμησε πρὸς τὸν κίνδυνον, ἐντυγχάνουσιν αὐτῷ δύο τῶν Χαιρωνέων ἄνδρες, ῾Ομολόϊχος καὶ ᾿Αναξίδαμος, ὑφιστάμενοι τοὺς τὸ Θούριον κατασχόντας ἐκκόψειν, ὀλίγους στρατιώτας παρ’ ἐκείνου λαβόντες· ἀτραπὸν γὰρ εἶναι τοῖς βαρβάροις ἄδηλον, ἀπὸ τοῦ καλουμένου Πετράχου παρὰ τὸ Μουσεῖον ἐπὶ τὸ Θούριον ὑπὲρ κεφαλῆς ἄγουσαν, ᾗ πορευθέντες οὐ χαλεπῶς ἐπιπεσεῖσθαι καὶ καταλεύσειν ἄνωθεν αὐτοὺς ἢ συνώσειν εἰς τὸ πεδίον. τοῦ δὲ Γαβινίου τοῖς ἀνδράσι μαρτυρήσαντος ἀνδρείαν καὶ πίστιν, ἐκέλευσεν ἐπιχειρεῖν ὁ Σύλλας· αὐτὸς δὲ συνέταττε τὴν φάλαγγα καὶ διένειμε τοὺς ἱππότας ἐπὶ κέρως ἑκατέρου, τὸ δεξιὸν αὐτὸς ἔχων, τὸ δ’ εὐώνυμον ἀποδοὺς Μουρήνᾳ. Γάλβας δὲ καὶ ῾Ορτήσιος οἱ πρεσβευταὶ σπείρας ἐπιτάκτους ἔχοντες ἔσχατοι παρενέβαλον ἐπὶ τῶν ἄκρων φύλακες πρὸς τὰς κυκλώσεις· ἑωρῶντο γὰρ οἱ πολέμιοι κατασκευάζοντες ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς ποδώκεσιν εἰς ἐπιστροφὴν τὸ κέρας εὐκαμπὲς καὶ κοῦφον, ὡς μακρὰν ἀνάξοντες καὶ κυκλωσόμενοι τοὺς Ῥωμαίους.
[18]
᾿Εν δὲ τούτῳ τῶν Χαιρωνέων ᾿Ερίκιον ἄρχοντα παρὰ τοῦ Σύλλα λαβόντων καὶ περιελθόντων ἀδήλως τὸ Θούριον, εἶτα ἐπιφανέντων, θόρυβος ἦν πολὺς καὶ φυγὴ τῶν βαρβάρων καὶ φόνος ὑπ’ ἀλλήλων ὁ πλεῖστος. οὐ γὰρ ὑπέμειναν, ἀλλὰ κατὰ πρανοῦς φερόμενοι τοῖς τε δόρασι περιέπιπτον αὐτοὶ τοῖς ἑαυτῶν καὶ κατεκρήμνιζον ὠθοῦντες ἀλλήλους, ἄνωθεν ἐπικειμένων τῶν πολεμίων καὶ τὰ γυμνὰ παιόντων, ὥστε τρισχιλίους πεσεῖν περὶ τὸ Θούριον. τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καὶ διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καὶ τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καὶ ταραχῆς τὸ πλεῖστον μέρος, καὶ διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς. ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καὶ τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν. ἔῤῥωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ βραχέος ἀφέσεις ἄπρακτοι καὶ ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων. ὃ δὴ καὶ τότε τοῖς βαρβάροις ἀπήντα· καὶ τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καὶ προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις. τοὐντεῦθεν αἱ πεζαὶ δυνάμεις συνεῤῥάγησαν, τῶν μὲν βαρβάρων προβαλλομένων τὰς σαρίσας μακρὰς καὶ πειρωμένων τῷ συνασπισμῷ τὴν φάλαγγα διατηρεῖν ἐν τάξει, τῶν δὲ Ῥωμαίων τοὺς μὲν ὑσσοὺς αὐτοῦ καταβαλόντων, σπασαμένων δὲ τὰς μαχαίρας καὶ παρακρουομένων τὰς σαρίσας, ὡς τάχιστα προσμίξειαν αὐτοῖς δι’ ὀργήν. προτεταγμένους γὰρ ἑώρων τῶν πολεμίων μυρίους καὶ πεντακισχιλίους θεράποντας, οὓς ἐκ τῶν πόλεων κηρύγμασιν ἐλευθεροῦντες οἱ βασιλέως στρατηγοὶ κατελόχιζον εἰς τοὺς ὁπλίτας. καί τις ἑκατοντάρχης λέγεται Ῥωμαῖος εἰπεῖν ὡς ἐν Κρονίοις μόνον εἰδείη τῆς παῤῥησίας δούλους μετέχοντας. τούτους μὲν οὖν διὰ βάθος καὶ πυκνότητα βραδέως ἐξωθουμένους ὑπὸ τῶν ὁπλιτῶν καὶ παρὰ φύσιν μένειν τολμῶντας αἵ τε βελοσφενδόναι καὶ οἱ γρόσφοι, χρωμένων ἀφειδῶς τῶν κατόπιν Ῥωμαίων, ἀπέστρεφον καὶ συνετάραττον.
[19]
᾿Αρχελάου δὲ τὸ δεξιὸν κέρας εἰς κύκλωσιν ἀνάγοντος, ῾Ορτήσιος ἐφῆκε τὰς σπείρας δρόμῳ προσφερομένας ὡς ἐμβαλῶν πλαγίοις. ἐπιστρέψαντος δὲ ταχέως ἐκείνου τοὺς περὶ αὑτὸν ἱππεῖς δισχιλίους, ἐκθλιβόμενος ὑπὸ πλήθους προσεστέλλετο τοῖς ὀρεινοῖς, κατὰ μικρὸν ἀποῤῥηγνύμενος τῆς φάλαγγος καὶ περιλαμβανόμενος ὑπὸ τῶν πολεμίων. πυθόμενος δὲ ὁ Σύλλας ἀπὸ τοῦ δεξιοῦ μήπω συμπεπτωκότος εἰς μάχην ἐδίωκε βοηθῶν. ᾿Αρχέλαος δὲ τῷ κονιορτῷ τῆς ἐλάσεως ὅπερ ἦν τεκμηράμενος, ῾Ορτήσιον μὲν εἴα χαίρειν, αὐτὸς δὲ ἐπιστρέψας ὥρμησεν ὅθεν ὁ Σύλλας πρὸς τὸ δεξιόν, ὡς ἔρημον ἄρχοντος αἱρήσων. ἅμα δὲ καὶ Μουρήνᾳ Ταξίλης ἐπῆγε τοὺς χαλκάσπιδας, ὥστε τῆς κραυγῆς διχόθεν φερομένης καὶ τῶν ὀρῶν ἀνταποδιδόντων τὴν περιήχησιν, ἐπιστήσαντα τὸν Σύλλαν διαπορεῖν ὁποτέρωσε χρὴ προσγενέσθαι. δόξαν δὲ τὴν ἑαυτοῦ τάξιν ἀναλαμβάνειν, Μουρήνᾳ μὲν ἀρωγὸν ἔπεμψεν ῾Ορτήσιον ἔχοντα τέσσαρας σπείρας, αὐτὸς δὲ τὴν πέμπτην ἕπεσθαι κελεύσας ἐπὶ τὸ δεξιὸν ἠπείγετο καὶ καθ’ ἑαυτὸ μὲν ἀξιομάχως ἤδη τῷ ᾿Αρχελάῳ συνεστηκός, ἐκείνου δὲ ἐπιφανέντος παντάπασιν ἐξεβιάσαντο, καὶ κρατήσαντες ἐδίωκον πρός τε τὸν ποταμὸν καὶ τὸ ᾿Ακόντιον ὄρος προτροπάδην φεύγοντας. οὐ μὴν ὅ γε Σύλλας ἠμέλησε Μουρήνα κινδυνεύοντος, ἀλλὰ ὥρμησε τοῖς ἐκεῖ βοηθεῖν· ἰδὼν δὲ νικῶντας, τότε τῆς διώξεως μετεῖχε. πολλοὶ μὲν οὖν ἐν τῷ πεδίῳ τῶν βαρβάρων ἀνῃροῦντο, πλεῖστοι δὲ τῷ χάρακι προσφερόμενοι κατεκόπησαν, ὥστε μυρίους διαπεσεῖν εἰς Χαλκίδα μόνους ἀπὸ τοσούτων μυριάδων. ὁ δὲ Σύλλας λέγει τέσσαρας καὶ δέκα ἐπιζητῆσαι τῶν αὐτοῦ στρατιωτῶν, εἶτα καὶ τούτων δύο πρὸς τὴν ἑσπέραν παραγενέσθαι. διὸ καὶ τοῖς τροπαίοις ἐπέγραψεν ῎Αρη καὶ Νίκην καὶ ᾿Αφροδίτην, ὡς οὐχ ἧττον εὐτυχίᾳ κατορθώσας ἢ δεινότητι καὶ δυνάμει τὸν πόλεμον. ἀλλὰ τοῦτο μὲν τὸ τρόπαιον ἕστηκε τῆς πεδιάδος μάχης ᾗ πρῶτον ἐνέκλιναν οἱ περὶ ᾿Αρχέλαον παρὰ τὸ Μόλου ῥεῖθρον, ἕτερον δέ ἐστι τοῦ Θουρίου κατὰ κορυφὴν βεβηκὸς ἐπὶ τῇ κυκλώσει τῶν βαρβάρων, γράμμασιν ῾Ελληνικοῖς ἐπισημαῖνον ῾Ομολόϊχον καὶ ᾿Αναξίδαμον ἀριστεῖς. ταύτης τὰ ἐπινίκια τῆς μάχης ἦγεν ἐν Θήβαις, περὶ τὴν Οἰδιπόδειον κρήνην κατασκευάσας θυμέλην. οἱ δὲ κρίνοντες ἦσαν ῞Ελληνες ἐκ τῶν ἄλλων ἀνακεκλημένοι πόλεων, ἐπεὶ πρός γε Θηβαίους ἀδιαλλάκτως εἶχε, καὶ τῆς χώρας αὐτῶν ἀποτεμόμενος τὴν ἡμίσειαν τῷ Πυθίῳ καὶ τῷ ᾿Ολυμπίῳ καθιέρωσεν, ἐκ τῶν προσόδων κελεύσας ἀποδίδοσθαι τὰ χρήματα τοῖς θεοῖς ἅπερ αὐτὸς εἰλήφει.
[20]
Μετὰ ταῦτα πυνθανόμενος Φλάκκον ἀπὸ τῆς ἐναντίας στάσεως ὕπατον ᾑρημένον διαπερᾶν τὸν ᾿Ιόνιον μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ Μιθριδάτην, ἔργῳ δὲ ἐπ’ ἐκεῖνον αὐτόν, ὥρμησεν ἐπὶ Θετταλίας ὡς ἀπαντήσων. γενομένῳ δὲ αὐτῷ περὶ πόλιν Μελίτειαν ἀφικνοῦντο πολλαχόθεν ἀγγελίαι πορθεῖσθαι τὰ κατόπιν αὖθις οὐκ ἐλάττονι στρατιᾷ βασιλικῇ τῆς πρότερον. Δορύλαος γὰρ εἰς Χαλκίδα καταχθεὶς παρασκευῇ νεῶν πολλῇ, ἐν αἷς ἦγεν ὀκτὼ μυριάδας ἠσκημένας καὶ συντεταγμένας ἄριστα δὴ τῆς Μιθριδατικῆς στρατιᾶς, εὐθὺς εἰς Βοιωτίαν ἐνέβαλε καὶ κατεῖχε τὴν χώραν, προθυμούμενος εἰς μάχην ἐπισπάσασθαι τὸν Σύλλαν, οὐ προσέχων ᾿Αρχελάῳ διακωλύοντι, καὶ λόγον περὶ τῆς προτέρας μάχης διαδιδοὺς ὡς οὐκ ἄνευ προδοσίας μυριάδες τοσαῦται διαφθαρεῖεν. οὐ μὴν ἀλλὰ ὁ Σύλλας ταχέως ὑποστρέψας ἀπέδειξε τῷ Δορυλάῳ τὸν ᾿Αρχέλαον ἄνδρα φρόνιμον καὶ τῆς Ῥωμαίων ἐμπειρότατον ἀρετῆς, ὥστε μικρὰ αὐτὸν τῷ Σύλλᾳ περὶ τὸ Τιλφώσσιον ἐμπεσόντα πρῶτον εἶναι τῶν οὐκ ἀξιούντων κρίνεσθαι διὰ μάχης, ἀλλὰ δαπάναις καὶ χρόνῳ τρίβειν τὸν πόλεμον. ὅμως δὲ θάρσος τι τῷ ᾿Αρχελάῳ παρεῖχεν ὁ πρὸς ᾿Ορχομενῷ τόπος, ἐν ᾧ κατεστρατοπέδευσαν, εὐφυέστατος ὢν ἱπποκρατοῦσιν ἐναγωνίσασθαι. τῶν γὰρ Βοιωτίων πεδίων ὅ τί πέρ ἐστι κάλλιστον καὶ μέγιστον, τοῦτο τῆς ᾿Ορχομενίων ἐξηρτημένον πόλεως ὁμαλὸν ἀναπέπταται καὶ ἄδενδρον ἄχρι τῶν ἑλῶν ἐν οἷς ὁ Μέλας καταναλίσκεται ποταμός, ἀνατέλλων μὲν ὑπὸ τὴν πόλιν τῶν ᾿Ορχομενίων πολὺς καὶ πλώϊμος ἐν πηγαῖς μόνος τῶν ῾Ελληνικῶν ποταμῶν, αὐξόμενος δὲ ὑπὸ τροπὰς θερινάς, ὥσπερ ὁ Νεῖλος, καὶ φέρων ὅμοια τοῖς ἐκεῖ τὰ φυόμενα, πλὴν ἄκαρπα καὶ ἀναυξῆ. πόῤῥω δὲ οὐ πρόεισιν, ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς εἰς λίμνας τυφλὰς καὶ ἑλώδεις ἀφανίζεται, μέρος δὲ οὐ πολὺ τῷ Κηφισῷ συμμίγνυται, περὶ ὃν μάλιστα τόπον ἡ λίμνη δοκεῖ τὸν αὐλητικὸν ἐκφέρειν κάλαμον.
[21]
᾿Επεὶ δὲ ἐγγὺς κατεστρατοπέδευσαν, ὁ μὲν ᾿Αρχέλαος ἡσύχαζεν, ὁ δὲ Σύλλας ὤρυττε τάφρους ἑκατέρωθεν, ὅπως, εἰ δύναιτο, τῶν στερεῶν καὶ ἱππασίμων ἀποτεμόμενος τοὺς πολεμίους ὤσειεν εἰς τὰ ἕλη. τῶν δὲ οὐκ ἀνασχομένων, ἀλλ’ ὡς ἀφείθησαν ὑπὸ τῶν στρατηγῶν, ἐντόνως καὶ ῥύδην ἐλαυνόντων, οὐ μόνον οἱ περὶ τὰ ἔργα τοῦ Σύλλα διεσκεδάσθησαν, ἀλλὰ καὶ τοῦ παρατεταγμένου συνεχύθη τὸ πλεῖστον φυγόντος. ἔνθα δὴ Σύλλας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἀναρπάσας ὠθεῖτο διὰ τῶν φευγόντων εἰς τοὺς πολεμίους, βοῶν “᾿Εμοὶ μὲν ἐνταῦθά που καλόν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις ποῦ προδεδώκατε τὸν αὐτοκράτορα, μεμνημένοι φράζειν ὡς ἐν ᾿Ορχομενῷ.” τούτους τε δὴ τὸ ῥηθὲν ἐπέστρεψε, καὶ τῶν ἐπὶ τοῦ δεξιοῦ κέρως σπειρῶν δύο προσεβοήθησαν, ἃς ἐπαγαγὼν τρέπεται τοὺς πολεμίους. ἀναγαγὼν δὲ μικρὸν ὀπίσω, καὶ δοὺς ἄριστον αὐτοῖς, αὖθις ἀπετάφρευε τὸν χάρακα τῶν πολεμίων. οἱ δὲ αὖθις ἐν τάξει μᾶλλον ἢ πρότερον προσεφέροντο. καὶ Διογένης μὲν ὁ τῆς ᾿Αρχελάου γυναικὸς υἱὸς ἀριστεύων ἐπὶ τοῦ δεξιοῦ περιόπτως ἔπεσεν, οἱ δὲ τοξόται, τῶν Ῥωμαίων ἐκβιαζομένων, οὐκ ἔχοντες ἀναστροφὴν ἀθρόοις τοῖς ὀϊστοῖς ἐκ χειρὸς ὥσπερ ξίφεσι παίοντες ἀνέκοπτον αὐτούς, τέλος δὲ κατακλεισθέντες εἰς τὸν χάρακα μοχθηρῶς ὑπὸ τραυμάτων καὶ φόνου διενυκτέρευσαν. ἡμέρας δὲ πάλιν τῷ χάρακι τοὺς στρατιώτας προσαγαγὼν ὁ Σύλλας ἀπετάφρευεν. ἐξελθόντας δὲ τοὺς πολλοὺς ὡς ἐπὶ μάχην συμβαλὼν τρέπεται, καὶ πρὸς τὸν ἐκείνων φόβον οὐδενὸς μένοντος αἱρεῖ κατὰ κράτος τὸ στρατόπεδον. καὶ κατέπλησαν ἀποθνήσκοντες αἵματος τὰ ἕλη καὶ νεκρῶν τὴν λίμνην, ὥστε μέχρι νῦν πολλὰ βαρβαρικὰ τόξα καὶ κράνη καὶ θωράκων σπάσματα σιδηρῶν καὶ μαχαίρας ἐμβεβαπτισμένας τοῖς τέλμασιν εὑρίσκεσθαι, σχεδὸν ἐτῶν διακοσίων ἀπὸ τῆς μάχης ἐκείνης διαγεγονότων. τὰ μὲν οὖν περὶ Χαιρώνειαν καὶ πρὸς ᾿Ορχομενῷ τοιαῦτα λέγεται γενέσθαι.
[22]
Κίννα δὲ καὶ Κάρβωνος ἐν Ῥώμῃ τοῖς ἐπιφανεστάτοις ἀνδράσι χρωμένων παρανόμως καὶ βιαίως, πολλοὶ τὴν τυραννίδα φεύγοντες ὥσπερ εἰς λιμένα τοῦ Σύλλα τὸ στρατόπεδον κατεφέροντο, καὶ περὶ αὐτὸν ὀλίγου χρόνου σχῆμα βουλῆς ἐγεγόνει. καὶ Μετέλλα μόλις διακλέψασα ἑαυτὴν καὶ τοὺς παῖδας, ἧκεν ἀγγέλλουσα τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις ὑπὸ τῶν ἐχθρῶν ἐμπεπρῆσθαι καὶ δεομένη τοῖς οἴκοι βοηθεῖν. ἀπορουμένῳ δ’ αὐτῷ, καὶ μήτε τῆς πατρίδος ἀμελεῖν ὑπομένοντι κακουμένης μήτε ὅπως ἄπεισιν ἀτελὲς λιπὼν τοσοῦτον ἔργον, τὸν Μιθριδατικὸν πόλεμον, ἐπινοοῦντι, παραγίνεται Δηλιακὸς ἔμπορος ᾿Αρχέλαος, ἐλπίδας τινὰς καὶ λόγους κρύφα παρὰ τοῦ βασιλικοῦ κομίζων ᾿Αρχελάου. καὶ τὸ πρᾶγμα Σύλλας οὕτως ἠγάπησεν ὥστε αὐτὸς εἰς λόγους σπεῦσαι τῷ ᾿Αρχελάῳ συνελθεῖν· καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ ᾿Απόλλωνός ἐστιν. ἀρξαμένου δὲ τοῦ ᾿Αρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τὴν ᾿Ασίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντ’ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς. ἀφοσιουμένου δὲ τοῦ ᾿Αρχελάου τὴν προδοσίαν, “Εἶτα,” ἔφη “σὺ μέν, ὦ ᾿Αρχέλαε, Καππαδόκης ὢν καὶ βαρβάρου βασιλέως δοῦλος, εἰ δὲ βούλει, φίλος, οὐχ ὑπομένεις ἐπὶ τηλικούτοις ἀγαθοῖς τὸ αἰσχρόν, ἐμοὶ δὲ ἡγεμόνι Ῥωμαίων ὄντι καὶ Σύλλᾳ τολμᾷς διαλέγεσθαι περὶ προδοσίας, ὥσπερ οὐκ ἐκεῖνος ὢν ᾿Αρχέλαος, ὁ φυγὼν μὲν ἐκ Χαιρωνείας ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα, κρυφθεὶς δὲ δύο ἡμέρας ἐν τοῖς ᾿Ορχομενίων ἕλεσιν, ἄβατον δὲ τὴν Βοιωτίαν ὑπὸ νεκρῶν πλήθους ἀπολελοιπώς;” ἐκ τούτου μεταβαλὼν ὁ ᾿Αρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τὴν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν ᾿Ασίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας ᾿Αριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.
[23]
Τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν ῾Ελλήσποντον, ἔχων μεθ’ αὑτοῦ τὸν ᾿Αρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπ’ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη. ταῦτά τε δὴ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν, καὶ ὅτι τοὺς ἄλλους Μιθρι-δάτῃ φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας ᾿Αριστίωνα μόνον τὸν τύραννον ἀνεῖλε διὰ φαρμάκων ᾿Αρχελάῳ διάφορον ὄντα· μάλιστα δ’ ἡ δοθεῖσα γῆ τῷ Καππαδόκῃ μυρίων πλέθρων ἐν Εὐβοίᾳ, καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ὑπὸ Σύλλα ἀναγραφῆναι. περὶ μὲν οὖν τούτων αὐτὸς ὁ Σύλλας ἐν τοῖς ὑπομνήμασιν ἀπολογεῖται. Τότε δὲ πρεσβευτῶν παρὰ τοῦ Μιθριδάτου παραγενομένων καὶ τὰ μὲν ἄλλα φασκόντων δέχεσθαι, Παφλαγονίαν δὲ ἀξιούντων μὴ ἀφαιρεθῆναι, τὰς δὲ ναῦς οὐδὲ ὅλως ὁμολογηθῆναι, χαλεπήνας ὁ Σύλλας, “Τί φατε;” εἶπε, “Μιθριδάτης Παφλαγονίας ἀντιποιεῖται καὶ περὶ τῶν νεῶν ἔξαρνός ἐστιν, ὃν ἐγὼ προσκυνήσειν ἐνόμιζον, εἰ τὴν δεξιὰν αὐτῷ καταλείποιμι χεῖρα, δι’ ἧς τοσούτους Ῥωμαίων ἀνεῖλεν; ἑτέρας μέντοι τάχα φωνὰς ἀφήσει διαβάντος εἰς ᾿Ασίαν ἐμοῦ· νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ ἑώρακε διαστρατηγεῖ πόλεμον.” οἱ μὲν οὖν πρέσβεις φοβηθέντες ἡσύχαζον, ὁ δὲ ᾿Αρχέλαος ἐδεῖτο τοῦ Σύλλα καὶ κατεπράϋνε τὴν ὀργήν, ἁπτόμενος τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων. τέλος δ’ ἔπεισεν ἀποσταλῆναι αὐτὸς πρὸς τὸν Μιθριδάτην· διαπράξεσθαι γὰρ ἐφ’ οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείθοι, κτενεῖν αὐτὸς αὐτόν. ἐπὶ τούτοις ἐκπέμψας ἐκεῖνον αὐτὸς εἰς τὴν Μαιδικὴν ἐνέβαλε, καὶ τὰ πολλὰ διαπορθήσας πάλιν ἀνέστρεψεν εἰς Μακεδονίαν, καὶ τὸν ᾿Αρχέλαον ἐδέξατο περὶ Φιλίππους ἀγγέλλοντα καλῶς ἔχειν πάντα· δεῖσθαι δὲ πάντως αὐτῷ τὸν Μιθριδάτην εἰς λόγους ἐλθεῖν. αἴτιος δ’ ἦν μάλιστα Φιμβρίας, ὃς τὸν ἀπὸ τῆς ἑτέρας στάσεως ἄρχοντα Φλάκκον ἀνελὼν καὶ τῶν Μιθριδατικῶν στρατηγῶν κρατήσας ἐπ’ αὐτὸν ἐκεῖνον ἐβάδιζε. ταῦτα γὰρ δείσας ὁ Μιθριδάτης μᾶλλον εἵλετο τῷ Σύλλᾳ φίλος γενέσθαι.
[24]
Συνῆλθον οὖν τῆς Τρῳάδος ἐν Δαρδάνῳ, Μιθριδάτης μὲν ἔχων ναῦς αὐτόθι διακοσίας ἐνήρεις καὶ τῆς πεζῆς δυνάμεως ὁπλίτας μὲν δισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους καὶ συχνὰ τῶν δρεπανηφόρων, Σύλλας δὲ τέσσαρας σπείρας καὶ διακοσίους ἱππεῖς. ἀπαντήσαντος δὲ τοῦ Μιθριδάτου καὶ τὴν δεξιὰν προτείναντος, ἠρώτησεν αὐτὸν εἰ καταλύσεται τὸν πόλεμον ἐφ’ οἷς ὡμολόγησεν ᾿Αρχέλαος· σιωπῶντος δὲ τοῦ βασιλέως, ὁ Σύλλας “᾿Αλλὰ μήν,” ἔφη, “τῶν δεομένων ἐστὶ τὸ προτέρους λέγειν, τοῖς δὲ νικῶσιν ἐξαρκεῖ τὸ σιωπᾶν.” ἐπεὶ δὲ ἀρξάμενος τῆς ἀπολογίας ὁ Μιθριδάτης ἐπειρᾶτο τοῦ πολέμου τὰ μὲν εἰς δαίμονας τρέπειν, τὰ δὲ αὐτοὺς αἰτιᾶσθαι τοὺς Ῥωμαίους, ὑπολαβὼν ὁ Σύλλας ἔφη πάλαι μὲν ἑτέρων ἀκούειν, νῦν δ’ αὐτὸς ἐγνωκέναι τὸν Μιθριδάτην δεινότατον ὄντα ῥητορεύειν, ὃς ἐπὶ πράξεσιν οὕτω πονηραῖς καὶ παρανόμοις λόγων ἐχόντων εὐπρέπειαν οὐκ ἠπόρηκεν. ἐξελέγξας δὲ τὰ πεπραγμένα πικρῶς ὑπ’ αὐτοῦ καὶ κατηγορήσας, πάλιν ἠρώτησεν εἰ ποιεῖ τὰ συγκείμενα δι’ ᾿Αρχελάου. φήσαντος δὲ ποιεῖν, οὕτως ἠσπάσατο καὶ περιλαβὼν ἐφίλησεν αὐτόν, ᾿Αριοβαρζάνην δὲ αὖθις καὶ Νικομήδην τοὺς βασιλεῖς προσαγαγὼν διήλλαξεν. ὁ μὲν οὖν Μιθριδάτης ἑβδομήκοντα ναῦς παραδοὺς καὶ τοξότας πεντακοσίους εἰς Πόντον ἀπέπλευσεν. ῾Ο δὲ Σύλλας, αἰσθόμενος ἀχθομένους τοὺς στρατιώτας τῇ διαλύσει (τὸν γὰρ ἔχθιστον τῶν βασιλέων καὶ δεκαπέντε μυριάδας ἡμέρᾳ μιᾷ τῶν ἐν ᾿Ασίᾳ Ῥωμαίων κατασφαγῆναι παρασκευάσαντα δεινὸν ἡγοῦντο μετὰ πλούτου καὶ λαφύρων ὁρᾶν ἐκπλέοντα τῆς ᾿Ασίας, ἣν ἔτη τέσσαρα λεηλατῶν καὶ φορολογῶν διετέλεσεν), ἀπελογεῖτο πρὸς αὐτοὺς ὡς οὐκ ἂν ἅμα Φιμβρίᾳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συνέστησαν ἀμφότεροι κατ’ αὐτοῦ, δυνηθείς.
[25]
῾Ορμήσας δὲ ἐκεῖθεν ἐπὶ Φιμβρίαν πρὸς Θυατείροις στρατοπεδεύοντα καὶ πλησίον καταζεύξας, τάφρον τῷ στρατοπέδῳ περιέβαλεν. οἱ δὲ τοῦ Φιμβρίου στρατιῶται μονοχίτωνες ἐκ τοῦ στρατοπέδου προϊόντες ἠσπάζοντο τοὺς ἐκείνου καὶ συνελάμβανον αὐτοῖς τῶν ἔργων προθύμως. ὁρῶν δὲ ὁ Φιμβρίας τὴν μεταβολὴν καὶ τὸν Σύλλαν ὡς ἀδιάλλακτον δεδοικὼς αὐτὸς ἑαυτὸν ἐν τῷ στρατοπέδῳ διέφθειρε.
Σύλλας δὲ κοινῇ μὲν ἐζημίωσε τὴν ᾿Ασίαν δισμυρίοις ταλάντοις, ἰδίᾳ δὲ τοὺς οἴκους ἐξέτριψεν ὕβρει καὶ πολιορκίᾳ τῶν ἐπισταθμευόντων. ἐτέτακτο γὰρ ἑκάστης ἡμέρας τῷ καταλύτῃ τὸν ξένον διδόναι τέσσαρα τετράδραχμα καὶ παρέχειν δεῖπνον αὐτῷ καὶ φίλοις, ὅσους ἂν ἐθέλῃ καλεῖν, ταξίαρχον δὲ πεντήκοντα δραχμὰς λαμβάνειν τῆς ἡμέρας, ἐσθῆτα δὲ ἄλλην μὲν οἰκουρῶν, ἄλλην δὲ εἰς ἀγορὰν προερχόμενος.
[26]
᾿Αναχθεὶς δὲ πάσαις ταῖς ναυσὶν ἐξ ᾿Εφέσου τριταῖος ἐν Πειραιεῖ καθωρμίσθη· καὶ μυηθεὶς ἐξεῖλεν ἑαυτῷ τὴν ᾿Απελλικῶνος τοῦ Τηΐου βιβλιοθήκην, ἐν ᾗ τὰ πλεῖστα τῶν ᾿Αριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε σαφῶς γνωριζόμενα τοῖς πολλοῖς. λέγεται δὲ κομισθείσης αὐτῆς εἰς Ῥώμην Τυραννίωνα τὸν γραμματικὸν ἐνσκευάσασθαι τὰ πολλά, καὶ παρ’ αὐτοῦ τὸν Ῥόδιον ᾿Ανδρόνικον εὐπορήσαντα τῶν ἀντιγράφων εἰς μέσον θεῖναι καὶ ἀναγράψαι τοὺς νῦν φερομένους πίνακας. οἱ δὲ πρεσβύτεροι Περιπατητικοὶ φαίνονται μὲν καθ’ ἑαυτοὺς γενόμενοι χαρίεντες καὶ φιλολόγοι, τῶν δὲ ᾿Αριστοτέλους καὶ Θεοφράστου γραμμάτων οὔτε πολλοῖς οὔτε ἀκριβῶς ἐντετυχηκότες διὰ τὸ τὸν Νηλέως τοῦ Σκηψίου κλῆρον, ᾧ τὰ βιβλία κατέλιπε Θεόφραστος, εἰς ἀφιλοτίμους καὶ ἰδιώτας ἀνθρώπους περιγενέσθαι.
Σύλλᾳ δὲ διατρίβοντι περὶ τὰς ᾿Αθήνας ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι. διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς θερμοῖς ὕδασι, ῥᾳθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. περιπατοῦντος δὲ πρὸς τὴν θάλατταν ἁλιεῖς τινες ἰχθῦς αὐτῷ παγκάλους προσήνεγκαν. ἡσθεὶς δὲ τοῖς δώροις, καὶ πυθόμενος ὡς ἐξ ῾Αλῶν εἶεν, “῎Ετι γὰρ ζῇ τις ῾Αλαίων;” ἔφη· ἐτύγχανε γάρ, ὅτε τὴν πρὸς ᾿Ορχομενῷ μάχην νενικηκὼς ἐδίωκε τοὺς πολεμίους, ἅμα τρεῖς πόλεις τῆς Βοιωτίας, ᾿Ανθηδόνα, Λάρυμναν, ῾Αλὰς ἀνῃρηκώς. τῶν δ’ ἀνθρώπων ὑπὸ δέους ἀφώνων γενομένων, διαμειδιάσας ἐκέλευσεν ἀπιέναι χαίροντας, ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν. ῾Αλαῖοι μὲν ἐκ τούτου λέγουσι θαῤῥήσαντες αὖθις εἰς τὴν πόλιν συνελθεῖν.
[27]
Σύλλας δὲ διὰ Θετταλίας καὶ Μακεδονίας καταβὰς ἐπὶ θάλατταν παρεσκευάζετο χιλίαις ναυσὶ καὶ διακοσίαις ἀπὸ Δυῤῥαχίου διαβάλλειν εἰς Βρεντέσιον. ἡ δὲ ᾿Απολλωνία πλησίον ἐστί, καὶ πρὸς αὐτῇ τὸ Νύμφαιον, ἱερὸς τόπος ἐκ χλοερᾶς νάπης καὶ λειμώνων ἀναδιδοὺς πυρὸς πηγὰς σποράδας ἐνδελεχῶς ῥέοντος. ἐνταῦθά φασι κοιμώμενον ἁλῶναι σάτυρον, οἷον οἱ πλάσται καὶ γραφεῖς εἰκάζουσιν, ἀχθέντα δὲ ὡς Σύλλαν ἐρωτᾶσθαι δι’ ἑρμηνέων πολλῶν ὅστις εἴη· φθεγξαμένου δὲ μόλις οὐδὲν συνετῶς, ἀλλὰ τραχεῖάν τινα καὶ μάλιστα μεμιγμένην ἵππου τε χρεμετισμῷ καὶ τράγου μηκασμῷ φωνὴν ἀφέντος, ἐκπλαγέντα τὸν Σύλλαν ἀποδιοπομπήσασθαι.
Μέλλοντος δὲ τοὺς στρατιώτας διαπεραιοῦν, καὶ δεδιότος μὴ τῆς ᾿Ιταλίας ἐπιλαβόμενοι κατὰ πόλεις ἕκαστοι διαῤῥυῶσι, πρῶτον μὲν ὤμοσαν ἀφ’ αὑτῶν παραμενεῖν καὶ μηδὲν ἑκουσίως κακουργήσειν τὴν ᾿Ιταλίαν, ἔπειτα χρημάτων δεόμενον πολλῶν ὁρῶντες, ἀπήρχοντο καὶ συνεισέφερον ὡς ἕκαστος εἶχεν εὐπορίας. οὐ μὴν ἐδέξατο τὴν ἀπαρχὴν ὁ Σύλλας, ἀλλ’ ἐπαινέσας καὶ παρορμήσας διέβαινεν, ὥς φησιν αὐτός, ἐπὶ πεντεκαίδεκα στρατηγοὺς πολεμίους πεντήκοντα καὶ τετρακοσίας σπείρας ἔχοντας, ἐκδηλότατα τοῦ θεοῦ τὰς εὐτυχίας προσημαίνοντος αὐτῷ. θύσαντος μὲν γὰρ εὐθέως ᾗ διέβη περὶ Τάραντα, δάφνης στεφάνου τύπον ἔχων ὁ λοβὸς ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων. μικρὸν δὲ πρὸ τῆς διαβάσεως ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄρος ἡμέρας ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντες καὶ πάσχοντες ἃ συμβαίνει μαχομένοις ἀνθρώποις. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆς διεσπείρετο πολλαχοῦ τοῦ ἀέρος εἰδώλοις ἀμαυροῖς ὅμοιον, εἶτα οὕτως ἠφανίσθη. καὶ μετ’ οὐ πολὺν χρόνον ἐν τῷ τόπῳ τούτῳ Μαρίου τοῦ νέου καὶ Νορβανοῦ τοῦ ὑπάτου μεγάλας δυνάμεις ἐπαγαγόντων, ὁ Σύλλας οὔτε τάξιν ἀποδοὺς οὔτε λοχίσας τὸ οἰκεῖον στράτευμα, ῥώμῃ δὲ προθυμίας κοινῆς καὶ φορᾷ τόλμης ἀποχρησάμενος ἐτρέψατο τοὺς πολεμίους καὶ κατέκλεισεν εἰς Καπύην πόλιν τὸν Νορβανόν, ἑπτακισχιλίους ἀποκτείνας. τοῦτο αἴτιον αὐτῷ γενέσθαι φησὶ τοῦ μὴ διαλυθῆναι τοὺς στρατιώτας κατὰ πόλεις, ἀλλὰ συμμεῖναι καὶ καταφρονῆσαι τῶν ἐναντίων πολλαπλασίων ὄντων. ἐν δὲ Σιλβίῳ φησὶν οἰκέτην Ποντίου θεοφόρητον ἐντυχεῖν αὐτῷ λέγοντα παρὰ τῆς ᾿Ενυοῦς κράτος πολέμου καὶ νίκην ἀπαγγέλλειν· εἰ δὲ μὴ σπεύσειεν, ἐμπεπρήσεσθαι τὸ Καπιτώλιον· ὃ καὶ συμβῆναι τῆς ἡμέρας ἐκείνης ἧς ὁ ἄνθρωπος προηγόρευσεν· ἦν δὲ αὕτη πρὸ μιᾶς νωνῶν Κυντιλίων, ἃς νῦν ᾿Ιουλίας καλοῦμεν.
ἔτι δὲ Μάρκος Λεύκολλος, εἷς τῶν ὑπὸ Σύλλᾳ στρατηγούντων, περὶ Φιδεντίαν ἑκκαίδεκα σπείραις πρὸς πεντήκοντα τῶν πολεμίων ἀντιταχθεὶς τῇ μὲν προθυμίᾳ τῶν στρατιωτῶν ἐπίστευεν, ἀνόπλους δὲ τοὺς πολλοὺς ἔχων ὤκνει. βουλευομένου δὲ αὐτοῦ καὶ διαμέλλοντος, ἀπὸ τοῦ πλησίον πεδίου λειμῶνα ἔχοντος αὔρα φέρουσα μαλακὴ πολλὰ τῶν ἀνθέων ἐπέβαλε τῇ στρατιᾷ καὶ κατέσπειρεν, αὐτομάτως ἐπιμένοντα καὶ περιπίπτοντα τοῖς θυρεοῖς καὶ τοῖς κράνεσιν αὐτῶν, ὥστε φαίνεσθαι τοῖς πολεμίοις ἐστεφανωμένους. γενόμενοι δὲ ὑπὸ τούτου προθυμότεροι συνέβαλον· καὶ νικήσαντες ὀκτακισχιλίους ἐπὶ μυρίοις ἀπέκτειναν καὶ τὸ στρατόπεδον εἷλον. οὗτος ὁ Λεύκολλος ἀδελφὸς ἦν Λευκόλλου τοῦ Μιθριδάτην ὕστερον καὶ Τιγράνην καταπολεμήσαντος.
[28]
῾Ο δὲ Σύλλας ἔτι πολλοῖς στρατοπέδοις καὶ μεγάλαις δυνάμεσι περικεχυμένους αὐτῷ τοὺς πολεμίους ὁρῶν πανταχόθεν ἥπτετο δυνάμει καὶ δι’ ἀπάτης, προκαλούμενος εἰς διαλύσεις τὸν ἕτερον τῶν ὑπάτων Σκηπίωνα. δεξαμένου δ’ ἐκείνου σύλλογοι μὲν ἐγίνοντο καὶ κοινολογίαι πλείονες, ἀεὶ δέ τινα παραγωγὴν καὶ πρόφασιν ἐμβάλλων ὁ Σύλλας διέφθειρε τοὺς περὶ Σκηπίωνα τοῖς ἑαυτοῦ στρατιώταις, ἠσκημένοις πρὸς ἀπάτην καὶ γοητείαν ἅπασαν ὥσπερ αὐτὸς ὁ ἡγεμών. εἰσιόντες γὰρ εἰς τὸν χάρακα τῶν πολεμίων καὶ ἀναμιγνυμένοι τοὺς μὲν εὐθὺς ἀργυρίῳ, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ κολακεύοντες καὶ ἀναπείθοντες προσήγοντο. τέλος δὲ τοῦ Σύλλα μετὰ σπειρῶν εἴκοσι προσελθόντος ἐγγὺς οἱ μὲν ἠσπάσαντο τοὺς τοῦ Σκηπίωνος, οἱ δὲ ἀντασπασάμενοι προσεχώρησαν· ὁ δὲ Σκηπίων ἔρημος ἐν τῇ σκηνῇ ληφθεὶς ἠφείθη, Σύλλας δὲ ταῖς εἴκοσι σπείραις ὥσπερ ἠθάσιν ὄρνισι τεσσαράκοντα τὰς τῶν πολεμίων παλεύσας ἀπήγαγεν εἰς τὸ στρατόπεδον ἅπαντας. ὅτε καὶ Κάρβωνά φασιν εἰπεῖν ὡς ἀλώπεκι καὶ λέοντι πολεμῶν ἐν τῇ Σύλλα ψυχῇ κατοικοῦσιν ὑπὸ τῆς ἀλώπεκος ἀνιῷτο μᾶλλον.
᾿Εκ τούτου περὶ Σίγνιον Μάριος ὀγδοήκοντα καὶ πέντε σπείρας ἔχων προὐκαλεῖτο Σύλλαν. ὁ δὲ καὶ πάνυ πρόθυμος ἦν διαγωνίσασθαι κατ’ ἐκείνην τὴν ἡμέραν· ἐτύγχανε γὰρ ὄψιν ἑωρακὼς τοιάνδε κατὰ τοὺς ὕπνους. ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν φυλάξασθαι τὴν ἐπιοῦσαν ἡμέραν ὡς μεγάλην αὐτῷ δυστυχίαν φέρουσαν. διὰ τοῦτο μὲν δὴ πρόθυμος ὁ Σύλλας ἦν μάχεσθαι, καὶ μετεπέμπετο τὸν Δολοβέλλαν ἄπωθεν στρατοπεδεύοντα. τῶν δὲ πολεμίων ἐφισταμένων ταῖς ὁδοῖς καὶ ἀποφραττόντων οἱ τοῦ Σύλλα προσμαχόμενοι καὶ ὁδοποιοῦντες ἔκαμνον· καὶ πολὺς ὄμβρος ἅμα τοῖς ἔργοις ἐπιγενόμενος μᾶλλον ἐκάκωσεν αὐτούς. ὅθεν οἱ ταξίαρχοι προσιόντες τῷ Σύλλᾳ ἐδέοντο τὴν μάχην ἀναβαλέσθαι, δεικνύντες ἅμα τοὺς στρατιώτας ἐῤῥιμμένους ὑπὸ κόπου καὶ προσαναπαυομένους χαμᾶζε τοῖς θυρεοῖς κεκλιμένοις. ἐπεὶ δὲ συνεχώρησεν ἄκων καὶ πρόσταγμα καταζεύξεως ἔδωκεν, ἀρχομένων αὐτῶν τὸν χάρακα βάλλειν καὶ τάφρον ὀρύσσειν πρὸ τῆς στρατοπεδείας, ἐπήλαυνε σοβαρῶς ὁ Μάριος προϊππεύων ὡς ἀτάκτους καὶ τεθορυβημένους διασκεδάσων. ἐνταῦθα τῷ Σύλλᾳ τὴν κατὰ τοὺς ὕπνους φωνὴν ὁ δαίμων συνετέλει. ὀργὴ γὰρ αὐτοῦ τοῖς στρατιώταις παρέστη, καὶ παυσάμενοι τῶν ἔργων τοὺς μὲν ὑσσοὺς κατέπηξαν ἐπὶ τῇ τάφρῳ, σπασάμενοι δὲ τὰ ξίφη καὶ συναλαλάξαντες ἐν χερσὶν ἦσαν τῶν πολεμίων. οἱ δὲ οὐ πολὺν ὑπέστησαν χρόνον, ἀλλὰ γίνεται πολὺς φόνος αὐτῶν τραπέντων. Μάριος δὲ φεύγων εἰς Πραινεστὸν ἤδη τὰς πύλας εὗρε κεκλειμένας· καλωδίου δὲ ἄνωθεν ἀφεθέντος ἐνζώσας ἑαυτὸν ἀνελήφθη πρὸς τὸ τεῖχος. ἔνιοι δέ φασιν, ὧν καὶ Φαινεστέλλας ἐστίν, οὐδὲ αἰσθέσθαι τῆς μάχης τὸν Μάριον, ἀλλ’ ἐξ ἀγρυπνιῶν καὶ κόπων ὑπὸ σκιᾷ τινι χαμαὶ κατακλινέντα τοῦ συνθήματος δοθέντος ἐνδοῦναι πρὸς ὕπνον, εἶτα μόλις ἐξεγείρεσθαι τῆς φυγῆς γενομένης. ἐν ταύτῃ τῇ μάχῃ Σύλλας φησὶν εἰκοσιτρεῖς μόνους ἀποβαλεῖν, ἀποκτεῖναι δὲ τῶν πολεμίων δισμυρίους καὶ λαβεῖν ζῶντας ὀκτακισχιλίους.
καὶ τἆλλα δὲ ὁμοίως εὐτυχεῖτο διὰ τῶν στρατηγῶν, Πομπηΐου, Κράσσου, Μετέλλου, Σερουϊλίου. οὐδὲν γὰρ ἢ μικρὰ προσκρούσαντες οὗτοι μεγάλας συνέτριψαν δυνάμεις τῶν πολεμίων, ὥστε τὸν μάλιστα τὴν ἐναντίαν στάσιν συνέχοντα Κάρβωνα νύκτωρ ἀποδράντα τὴν ἑαυτοῦ στρατιὰν εἰς Λιβύην ἐκπλεῦσαι.
[29]
Τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν ἐπὶ θύραις τῆς Ῥώμης. ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον· ἐπεὶ δὲ ᾔσθετο Σύλλαν μὲν κατὰ στόμα, Πομπήϊον δὲ κατ’ οὐρὰν βοηδρομοῦντας ἐπ’ αὐτόν, εἰργόμενος τοῦ πρόσω καὶ ὀπίσω πολεμιστὴς ἀνὴρ καὶ μεγάλων ἀγώνων ἔμπειρος ἄρας νυκτὸς ἐπ’ αὐτὴν ἐχώρει παντὶ τῷ στρατοπίδῳ τὴν Ῥώμην. καὶ μικροῦ μὲν ἐδέησεν ἐμπεσεῖν εἰς ἀφύλακτον· ἀποσχὼν δὲ τῆς Κολλίνης πύλης δέκα σταδίους ἐπηυλίσατο τῇ πόλει, μεγαλοφρονῶν καὶ ταῖς ἐλπίσιν ἐπηρμένος ὡς τοσούτους ἡγεμόνας καὶ τηλικούτους κατεστρατηγηκώς. ἅμα δ’ ἡμέρᾳ τῶν λαμπροτάτων νέων ἐξιππασαμένων ἐπ’ αὐτὸν ἄλλους τε πολλοὺς καὶ Κλαύδιον ῎Αππιον, εὐγενῆ καὶ ἀγαθὸν ἄνδρα, κατέβαλε. θορύβου δ’, οἷον εἰκός, ὄντος ἐν τῇ πόλει καὶ βοῆς γυναικείας καὶ διαδρομῶν ὡς ἁλισκομένων κατὰ κράτος, πρῶτος ὤφθη Βάλβος ἀπὸ Σύλλα προσελαύνων ἀνὰ κράτος ἱππεῦσιν ἑπτακοσίοις. διαλιπὼν δὲ ὅσον ἀναψῦξαι τὸν ἱδρῶτα τῶν ἵππων, εἴτ’ αὖθις ἐγχαλινώσας διὰταχέων ἐξήπτετο τῶν πολεμίων. ᾿Εν τούτῳ δὲ καὶ Σύλλας ἐφαίνετο· καὶ τοὺς πρώτους εὐθὺς ἀριστᾶν κελεύων εἰς τάξιν καθίστη. πολλὰ δὲ Δολοβέλλα καὶ Τουρκουάτου δεομένων ἐπισχεῖν καὶ μὴ κατακόπους ἔχοντα τοὺς ἄνδρας ἀποκινδυνεῦσαι περὶ τῶν ἐσχάτων (οὐ γὰρ Κάρβωνα καὶ Μάριον, ἀλλὰ Σαυνίτας καὶ Λευκανούς, τὰ ἔχθιστα τῇ Ῥώμῃ καὶ τὰ πολεμικώτατα φῦλα, συμφέρεσθαι), παρωσάμενος αὐτοὺς ἐκέλευσε σημαίνειν τὰς σάλπιγγας ἀρχὴν ἐφόδου, σχεδὸν εἰς ὥραν δεκάτην ἤδη τῆς ἡμέρας καταστρεφούσης. γενομένου δὲ ἀγῶνος, οἷος οὐχ ἕτερος, τὸ μὲν δεξιόν, ἐν ᾧ Κράσσος ἐτέτακτο, λαμπρῶς ἐνίκα, τῷ δὲ εὐωνύμῳ πονοῦντι καὶ κακῶς ἔχοντι Σύλλας παρεβοήθει, λευκὸν ἵππον ἔχων θυμοειδῆ καὶ ποδωκέστατον· ἀφ’ οὗ γνωρίσαντες αὐτὸν δύο τῶν πολεμίων διετείνοντο τὰς λόγχας ὡς ἀφήσοντες. αὐτὸς μὲν οὖν οὐ προενόησε, τοῦ δ’ ἱπποκόμου μαστίξαντος τὸν ἵππον ἔφθη παρενεχθεὶς τοσοῦτον ὅσον περὶ τὴν οὐρὰν τοῦ ἵππου τὰς αἰχμὰς συμπεσούσας εἰς τὴν γῆν παγῆναι. λέγεται δὲ ἔχων τι χρυσοῦν ᾿Απόλλωνος ἀγαλμάτιον ἐκ Δελφῶν ἀεὶ μὲν αὐτὸ κατὰ τὰς μάχας περιφέρειν ἐν τῷ κόλπῳ, ἀλλὰ καὶ τότε τοῦτο καταφιλεῖν οὕτω δὴ λέγων· “῏Ω Πύθιε ῎Απολλον, τὸν εὐτυχῆ Σύλλαν Κορνήλιον ἐν τοσούτοις ἀγῶσιν ἄρας λαμπρὸν καὶ μέγαν ἐνταῦθα ῥίψεις ἐπὶ θύραις τῆς πατρίδος ἀγαγών, αἴσχιστα τοῖς ἑαυτοῦ συναπολούμενον πολίταις;” τοιαῦτά φασι τὸν Σύλλαν θεοκλυτοῦντα τοὺς μὲν ἀντιβολεῖν, τοῖς δὲ ἀπειλεῖν, τῶν δὲ ἐπιλαμβάνεσθαι· τέλος δὲ τοῦ εὐωνύμου συντριβέντος ἀναμιχθέντα τοῖς φεύγουσιν εἰς τὸ στρατόπεδον καταφυγεῖν, πολλοὺς ἀποβαλόντα τῶν ἑταίρων καὶ γνωρίμων. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἐκ τῆς πόλεως ἐπὶ θέαν προελθόντες ἀπώλοντο καὶ κατεπατήθησαν, ὥστε τὴν μὲν πόλιν οἴεσθαι διαπεπρᾶχθαι, παρ’ ὀλίγον δὲ καὶ τὴν Μαρίου πολιορκίαν λυθῆναι, πολλῶν ἐκ τῆς τροπῆς ὠσαμένων ἐκεῖ καὶ τὸν ἐπὶ τῇ πολιορκίᾳ τεταγμένον ᾿Οφέλλαν Λουκρήτιον ἀναζευγνύναι κατὰ τάχος κελευόντων, ὡς ἀπολωλότος τοῦ Σύλλα καὶ τῆς Ῥώμης ἐχομένης ὑπὸ τῶν πολεμίων.
[30]
῎Ηδη δὲ νυκτὸς οὔσης βαθείας ἧκον εἰς τὸ τοῦ Σύλλα στρατόπεδον παρὰ τοῦ Κράσσου δεῖπνον αὐτῷ καὶ τοῖς στρατιώταις μετιόντες· ὡς γὰρ ἐνίκησε τοὺς πολεμίους, εἰς ῎Αντεμναν καταδιώξαντες ἐκεῖ κατεστρατοπέδευσαν. ταῦτ’ οὖν πυθόμενος ὁ Σύλλας, καὶ ὅτι τῶν πολεμίων οἱ πλεῖστοι διολώλασιν, ἧκεν εἰς ῎Αντεμναν ἅμ’ ἡμέρᾳ, καὶ τρισχιλίων ἐπικηρυκευσαμένων πρὸς αὐτὸν ὑπέσχετο δώσειν τὴν ἀσφάλειαν, εἰ κακόν τι τοὺς ἄλλους ἐργασάμενοι πολεμίους ἔλθοιεν πρὸς αὐτόν. οἱ δὲ πιστεύσαντες ἐπέθεντο τοῖς λοιποῖς, καὶ πολλοὶ κατεκόπησαν ὑπ’ ἀλλήλων. οὐ μὴν ἀλλὰ καὶ τούτους καὶ τῶν ἄλλων τοὺς περιγενομένους εἰς ἑξακισχιλίους ἀθροίσας παρὰ τὸν ἱππόδρομον, ἐκάλει τὴν σύγκλητον εἰς τὸ τῆς ᾿Ενυοῦς ἱερόν. ἅμα δ’ αὐτός τε λέγειν ἐνήρχετο καὶ κατέκοπτον οἱ τεταγμένοι τοὺς ἑξακισχιλίους. κραυγῆς δέ, ὡς εἰκός, ἐν χωρίῳ μικρῷ τοσούτων σφαττομένων φερομένης καὶ τῶν συγκλητικῶν ἐκπλαγέντων, ὥσπερ ἐτύγχανε λέγων ἀτρέπτῳ καὶ καθεστηκότι τῷ προσώπῳ προσέχειν ἐκέλευσεν αὐτοὺς τῷ λόγῳ, τὰ δ’ ἔξω γινόμενα μὴ πολυπραγμονεῖν· νουθετεῖσθαι γὰρ αὐτοῦ κελεύσαντος ἐνίους τῶν πονηρῶν.
Τοῦτο καὶ τῷ βραδυτάτῳ Ῥωμαίων νοῆσαι παρέστησεν ὡς ἀλλαγὴ τὸ χρῆμα τυραννίδος, οὐκ ἀπαλλαγὴ γέγονε. Μάριος μὲν οὖν ἀπ’ ἀρχῆς χαλεπὸς ὢν ἐπέτεινεν, οὐ μετέβαλε τῇ ἐξουσίᾳ τὴν φύσιν· Σύλλας δὲ μετρίως τὰ πρῶτα καὶ πολιτικῶς ὁμιλήσας τῇ τύχῃ καὶ δόξαν ἀριστοκρατικοῦ καὶ δημωφελοῦς ἡγεμόνος παρασχών, ἔτι δὲ καὶ φιλόγελως ἐκ νέου γενόμενος καὶ πρὸς οἶκτον ὑγρός, ὥστε ῥᾳδίως ἐπιδακρύειν, εἰκότως προσετρίψατο ταῖς μεγάλαις ἐξουσίαις διαβολὴν ὡς τὰ ἤθη μένειν οὐκ ἐώσαις ἐπὶ τῶν ἐξ ἀρχῆς τρόπων, ἀλλ’ ἔμπληκτα καὶ χαῦνα καὶ ἀπάνθρωπα ποιούσαις. τοῦτο μὲν οὖν εἴτε κίνησίς ἐστι καὶ μεταβολὴ φύσεως ὑπὸ τύχης, εἴτε μᾶλλον ὑποκειμένης ἀποκάλυψις ἐν ἐξουσίᾳ κακίας. ἑτέρα τις ἂν διορίσειε πραγματεία.
[31]
Τοῦ δὲ Σύλλα πρὸς τὸ σφάττειν τραπομένου καὶ φόνων οὔτε ἀριθμὸν οὔτε ὅρον ἐχόντων ἐμπιπλάντος τὴν πόλιν, ἀναιρουμένων πολλῶν καὶ κατ’ ἰδίας ἔχθρας, οἷς οὐδὲν ἦν πρᾶγμα πρὸς Σύλλαν, ἐφιέντος αὐτοῦ καὶ χαριζομένου τοῖς περὶ αὐτόν, ἐτόλμησε τῶν νέων εἷς, Γάϊος Μέτελλος, ἐν τῇ συγκλήτῳ τοῦ Σύλλα πυθέσθαι τί πέρας ἔσται τῶν κακῶν, καὶ ποῖ προελθόντος αὐτοῦ δεῖ πεπαῦσθαι τὰ γινόμενα προσδοκᾶν. “Παραιτούμεθα γάρ,” εἶπεν, “οὐχ οὓς σὺ ἔγνωκας ἀναιρεῖν τῆς τιμωρίας, ἀλλὰ τῆς ἀμφιβολίας οὓς ἔγνωκας σώζειν.” ἀποκριναμένου δὲ τοῦ Σύλλα μηδέπω γινώσκειν οὓς ἀφίησιν, ὑπολαβὼν ὁ Μέτελλος, “Οὐκοῦν,” ἔφη, “δήλωσον οὓς μέλλεις κολάζειν.” καὶ ὁ Σύλλας ἔφη τοῦτο ποιήσειν. ἔνιοι δὲ οὐ τὸν Μέτελλον, ἀλλὰ Φουφίδιόν τινα τῶν πρὸς χάριν ὁμιλούντων τῷ Σύλλᾳ τὸ τελευταῖον εἰπεῖν λέγουσιν. ὁ δ’ οὖν Σύλλας εὐθὺς ὀγδοήκοντα προέγραψεν, οὐδενὶ τῶν ἐν τέλει κοινωσάμενος. ἀγανακτούν των δὲ πάντων, μίαν ἡμέραν διαλιπὼν ἄλλους προέγραψεν εἴκοσι καὶ διακοσίους, εἶτα τρίτῃ πάλιν οὐκ ἐλάττους. ἐπὶ δὲ τούτοις δημηγορῶν εἶπεν ὅσους μεμνημένος τυγχάνοι προγράφειν, τοὺς δὲ νῦν διαλανθάνοντας αὖθις προγράψειν. προέγραψε δὲ τῷ μὲν ὑποδεξαμένῳ καὶ διασώσαντι τὸν προγεγραμμένον, ζημίαν τῆς φιλανθρωπίας ὁρίζων θάνατον, οὐκ ἀδελφόν, οὐχ υἱόν, οὐ γονεῖς ὑπεξελόμενος, τῷ δὲ ἀποκτείναντι γέρας δύο τάλαντα τῆς ἀνδροφονίας, κἂν δοῦλος δεσπότην κἂν πατέρα υἱὸς ἀνέλῃ. ὃ δὲ πάντων ἀδικώτατον ἔδοξε, τῶν γὰρ προγεγραμμένων ἠτίμωσε καὶ υἱοὺς καὶ υἱωνούς, καὶ τὰ χρήματα πάντων ἐδήμευσε. προεγράφοντο δὲ οὐκ ἐν Ῥώμῃ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ πόλει τῆς ᾿Ιταλίας· καὶ φονευομένων οὔτε ναὸς ἦν καθαρὸς θεοῦ οὔτε ἑστία ξένιος οὔτε οἶκος πατρῷος, ἀλλὰ καὶ παρὰ γυναιξὶ γαμεταῖς ἄνδρες ἐσφάττοντο καὶ παρὰ μητράσι παῖδες. ἦσαν δὲ οἱ δι’ ὀργὴν ἀπολλύμενοι καὶ δι’ ἔχθραν οὐδὲν μέρος τῶν διὰ χρήματα σφαττομένων, ἀλλὰ καὶ λέγειν ἐπῄει τοῖς κολάζουσιν ὡς τόνδε μὲν ἀνῄρηκεν οἰκία μεγάλη, τόνδε δὲ κῆπος, ἄλλον ὕδατα θερμά. Κόϊντος δὲ Αὐρήλιος, ἀνὴρ ἀπράγμων καὶ τοσοῦτον αὐτῷ μετεῖναι τῶν κακῶν νομίζων ὅσον ἄλλοις συναλγεῖν ἀτυχοῦσιν, εἰς ἀγορὰν ἐλθὼν ἀνεγίνωσκε τοὺς προγεγραμμένους· εὑρὼν δὲ ἑαυτόν, “Οἴμοι τάλας,” εἶπε, “διώκει με τὸ ἐν ᾿Αλβανῷ χωρίον.” καὶ βραχὺ προελθὼν ὑπό τινος ἀπεσφάγη καταδιώξαντος.
[32]
᾿Εν τούτῳ δὲ Μάριος μὲν ἁλισκόμενος ἑαυτὸν διέφθειρε, Σύλλας δὲ εἰς Πραινεστὸν ἐλθὼν πρῶτα μὲν ἰδίᾳ κατ’ ἄνδρα κρίνων ἐκόλαζεν, εἶτα ὡς οὐ σχολῆς οὔσης πάντας ἀθρόως εἰς ταὐτὸ συναγαγών, μυρίους καὶ δισχιλίους ὄντας, ἐκέλευσεν ἀποσφάττειν, μόνῳ τῷ ξένῳ διδοὺς ἄδειαν. ὁ δὲ εὐγενῶς πάνυ φήσας πρὸς αὐτὸν ὡς οὐδέποτε σωτηρίας χάριν εἴσεται τῷ φονεῖ τῆς πατρίδος, ἀναμιχθεὶς ἑκὼν συγκατεκόπη τοῖς πολίταις. ἔδοξε δὲ καινότατον γενέσθαι τὸ περὶ Λεύκιον Κατιλίναν. οὗτος γὰρ οὔπω τῶν πραγμάτων κεκριμένων ἀνῃρηκὼς ἀδελφὸν ἐδεήθη τοῦ Σύλλα τότε προγράψαι τὸν ἄνθρωπον ὡς ζῶντα· καὶ προεγράφη. τούτου δὲ τῷ Σύλλᾳ χάριν ἐκτίνων Μάρκον τινὰ Μάριον τῶν ἐκ τῆς ἐναντίας στάσεως ἀποκτείνας τὴν μὲν κεφαλὴν ἐν ἀγορᾷ καθεζομένῳ τῷ Σύλλᾳ προσήνεγκε, τῷ δὲ περιῤῥαντηρίῳ τοῦ ᾿Απόλλωνος ἐγγὺς ὄντι προσελθὼν ἀπενίψατο τὰς χεῖρας.
[33]
῎Εξω δὲ τῶν φονικῶν καὶ τὰ λοιπὰ τοὺς ἀνθρώπους ἐλύπει. δικτάτορα μὲν γὰρ ἑαυτὸν ἀνηγόρευσε, δι’ ἐτῶν ἑκατὸν εἴκοσι τοῦτο τὸ γένος τῆς ἀρχῆς ἀναλαβών. ἐψηφίσθη δὲ αὐτῷ πάντων ἄδεια τῶν γεγονότων, πρὸς δὲ τὸ μέλλον ἐξουσία θανάτου, δημεύσεως, κληρουχιῶν, κτίσεως, πορθήσεως, ἀφελέσθαι βασιλείαν, καὶ ᾧ βούλοιτο χαρίσασθαι. τὰς δὲ διαπράσεις τῶν δεδημευμένων οἴκων οὕτως ὑπερηφάνως ἐποιεῖτο καὶ δεσποτικῶς ἐπὶ βήματος καθεζόμενος, ὥστε τῶν ἀφαιρέσεων ἐπαχθεστέρας αὐτοῦ τὰς δωρεὰς εἶναι, καὶ γυναιξὶν εὐμόρφοις καὶ λυρῳδοῖς καὶ μίμοις καὶ καθάρμασιν ἐξελευθερικοῖς ἐθνῶν χώρας καὶ πόλεων χαριζομένου προσόδους, ἐνίοις δὲ γάμους ἀκουσίως ζευγνυμένων γυναικῶν. Πομπήϊόν γέ τοι βουλόμενος οἰκειώσασθαι τὸν Μάγνον, ἣν μὲν εἶχε γαμετὴν ἀφεῖναι προσέταξεν, Αἰμιλίαν δέ, Σκαύρου θυγατέρα καὶ Μετέλλης τῆς ἑαυτοῦ γυναικός, ἀποσπάσας Μανίου Γλαβρίωνος ἐγκύμονα, συνῴκισεν αὐτῷ· ἀπέθανε δὲ ἡ κόρη παρὰ τῷ Πομπηΐῳ τίκτουσα.
Λουκρητίου δὲ ᾿Οφέλλα τοῦ Μάριον ἐκπολιορκήσαντος αἰτουμένου καὶ μετιόντος ὑπατείαν πρῶτον μὲν ἐκώλυεν· ὡς δὲ ἐκεῖνος ὑπὸ πολλῶν σπουδαζόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε, πέμψας τινὰ τῶν περὶ αὐτὸν ἑκατονταρχῶν ἀπέσφαξε τὸν ἄνδρα, καθεζόμενος αὐτὸς ἐπὶ βήματος ἐν τῷ Διοσκουρείῳ καὶ τὸν φόνον ἐφορῶν ἄνωθεν. τῶν δὲ ἀνθρώπων τὸν ἑκατοντάρχην συλλαβόντων καὶ προσαγαγόντων τῷ βήματι, σιωπῆσαι κελεύσας τοὺς θορυβοῦντας αὐτὸς ἔφη κελεῦσαι τοῦτο, καὶ τὸν ἑκατοντάρχην ἀφεῖναι προσέταξεν.
[34]
῾Ο μέντοι θρίαμβος αὐτοῦ τῇ πολυτελείᾳ καὶ καινότητι τῶν βασιλικῶν λαφύρων σοβαρὸς γενόμενος μείζονα κόσμον ἔσχε καὶ καλὸν θέαμα τοὺς φυγάδας. οἱ γὰρ ἐνδοξότατοι καὶ δυνατώτατοι τῶν πολιτῶν ἐστεφανωμένοι παρείποντο, σωτῆρα καὶ πατέρα τὸν Σύλλαν ἀποκαλοῦντες, ἅτε δὴ δι’ ἐκεῖνον εἰς τὴν πατρίδα κατιόντες καὶ κομιζόμενοι παῖδας καὶ γυναῖκας.
ἤδη δὲ συνῃρημένων ἁπάντων, ἀπολογισμὸν ἐν ἐκκλησίᾳ τῶν πράξεων ποιούμενος οὐκ ἐλάσσονι σπουδῇ τὰς εὐτυχίας ἢ τὰς ἀνδραγαθίας κατηριθμεῖτο, καὶ πέρας ἐκέλευσεν ἑαυτὸν ἐπὶ τούτοις Εὐτυχῆ προσαγορεύεσθαι· τοῦτο γὰρ ὁ Φῆλιξ μάλιστα βούλεται δηλοῦν· αὐτὸς δὲ τοῖς ῞Ελλησι γράφων καὶ χρηματίζων ἑαυτὸν ᾿Επαφρόδιτον ἀνηγόρευε, καὶ παρ’ ἡμῖν ἐν τοῖς τροπαίοις οὕτως ἀναγέγραπται· ΛΕΥΚΙΟΣ ΚΟΡΝΗΛΙΟΣ ΣΥΛΛΑΣ ΕΠΑΦΡΟΔΙΤΟΣ. ἔτι δὲ τῆς Μετέλλης παιδία τεκούσης δίδυμα τὸ μὲν ἄῤῥεν Φαῦστον, τὸ δὲ θῆλυ Φαῦσταν ὠνόμασε· τὸ γὰρ εὐτυχὲς καὶ ἱλαρὸν Ῥωμαῖοι φαῦστον καλοῦσιν.
οὕτω δὲ ἄρα οὐ ταῖς πράξεσιν ὡς τοῖς εὐτυχήμασιν ἐπίστευεν, ὥστε, παμπόλλων μὲν ἀνῃρημένων ὑπ’ αὐτοῦ, καινοτομίας δὲ γενομένης καὶ μεταβολῆς ἐν τῇ πόλει τοσαύτης, ἀποθέσθαι τὴν ἀρχὴν καὶ τὸν δῆμον ἀρχαιρεσιῶν ὑπατικῶν ποιῆσαι κύριον, αὐτὸς δὲ μὴ προσελθεῖν, ἀλλ’ ἐν ἀγορᾷ τὸ σῶμα παρέχων τοῖς βουλομένοις ὑπεύθυνον ὥσπερ ἰδιώτης ἀναστρέφεσθαι. καί τις παρὰ γνώμην αὐτοῦ θρασὺς ἀνὴρ καὶ πολέμιος ἐπίδοξος ἦν ὕπατος αἱρεθήσεσθαι, Μάρκος Λέπιδος, οὐ δι’ ἑαυτόν, ἀλλὰ Πομπηΐῳ σπουδάζοντι καὶ δεομένῳ τοῦ δήμου χαριζομένου. διὸ καὶ χαίροντα τῇ νίκῃ τὸν Πομπήϊον ὁ Σύλλας ἰδὼν ἀπιόντα καλέσας πρὸς ἑαυτόν, “῾Ως καλόν,” ἔφη, “σοῦ τὸ πολίτευμα, ὦ νεανία, τὸ Κάτλου πρότερον ἀναγορεῦσαι Λέπιδον, τοῦ πάντων ἀρίστου τὸν ἐμπληκτότατον. ὥρα μέντοι σοι μὴ καθεύδειν ὡς ἰσχυρότερον πεποιηκότι κατὰ σαυτοῦ τὸν ἀνταγωνιστήν.” τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε· ταχὺ γὰρ ἐξυβρίσας ὁ Λέπιδος εἰς πόλεμον κατέστη τοῖς περὶ τὸν Πομπήϊον.
[35]
᾿Αποθύων δὲ τῆς οὐσίας ἁπάσης ὁ Σύλλας τῷ ῾Ηρακλεῖ δεκάτην ἑστιάσεις ἐποιεῖτο τῷ δήμῳ πολυτελεῖς· καὶ τοσοῦτον περιττὴ ἦν ἡ παρασκευὴ τῆς χρείας ὥστε παμπληθῆ καθ’ ἑκάστην ἡμέραν εἰς τὸν ποταμὸν ὄψα ῥιπτεῖσθαι, πίνεσθαι δὲ οἶνον ἐτῶν τεσσαράκοντα καὶ παλαιότερον. διὰ μέσου δὲ τῆς θοίνης πολυημέρου γενομένης ἀπέθνησκεν ἡ Μετέλλα νόσῳ· καὶ τῶν ἱερέων τὸν Σύλλαν οὐκ ἐώντων αὐτῇ προσελθεῖν οὐδὲ τὴν οἰκίαν τῷ κήδει μιανθῆναι, γραψάμενος διάλυσιν τοῦ γάμου πρὸς αὐτὴν ὁ Σύλλας ἔτι ζῶσαν ἐκέλευσεν εἰς ἑτέραν οἰκίαν μετακομισθῆναι. καὶ τοῦτο μὲν ἀκριβῶς τὸ νόμιμον ὑπὸ δεισιδαιμονίας ἐτήρησε· τὸν δὲ τῆς ταφῆς ὁρίζοντα τὴν δαπάνην νόμον αὐτὸς εἰσενηνοχὼς παρέβη, μηδενὸς ἀναλώματος φεισάμενος. παρέβαινε δὲ καὶ τὰ περὶ τῆς εὐτελείας τῶν δείπνων ὑπ’ αὐτοῦ τεταγμένα, πότοις καὶ συνδείπνοις τρυφὰς καὶ βωμολοχίας ἔχουσι παρηγορῶν τὸ πένθος.
᾿Ολίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλ’ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τὴν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ· Μεσσάλα γὰρ ἦν θυγάτηρ, ῾Ορτησίου δὲ τοῦ ῥήτορος ἀδελφή, Οὐαλλερία δὲ τοὔνομα· συνεβεβήκει δὲ αὐτῇ νεωστὶ πρὸς ἄνδρα διάστασις. αὕτη παρὰ τὸν Σύλλαν ἐξόπισθεν παραπορευομένη τήν τε χεῖρα πρὸς αὐτὸν ἀπηρείσατο καὶ κροκύδα τοῦ ἱματίου σπάσασα παρῆλθεν ἐπὶ τὴν ἑαυτῆς χώραν. ἐμβλέψαντος δὲ τοῦ Σύλλα καὶ θαυμάσαντος, “Οὐδέν,” ἔφη, “δεινόν, αὐτόκρατορ, ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν.” τοῦτο ἤκουσεν οὐκ ἀηδῶς ὁ Σύλλας, ἀλλὰ καὶ δῆλος εὐθὺς ἦν ὑποκεκνισμένος· ἠρώτα γὰρ ὑποπέμπων αὐτῆς ὄνομα, καὶγένος καὶ βίον ἐμάνθανεν. ἐκ δὲ τούτων ῥίψεις ὀμμάτων ἐπ’ ἀλλήλους ἐγίνοντο καὶ παρεπιστροφαὶ συνεχεῖς προσώπων καὶ μειδιαμάτων διαδόσεις, τέλος δὲ ὁμολογίαι καὶ συνθέσεις περὶ γάμων, ἐκείνῃ μὲν ἴσως ἄμεμπτοι, Σύλλας δέ, εἰ καὶ τὰ μάλιστα σώφρονα καὶ γενναίαν, ἀλλ’ οὐκ ἐκ σώφρονος καὶ καλῆς ἔγημεν ἀρχῆς, ὄψει καὶ λαμυρίᾳ μειρακίου δίκην παραβληθείς, ὑφ’ ὧν τὰ αἴσχιστα καὶ ἀναιδέστατα πάθη κινεῖσθαι πέφυκεν.
[36]
Οὐ μὴν ἀλλὰ καὶ ταύτην ἔχων ἐπὶ τῆς οἰκίας συνῆν μίμοις γυναιξὶ καὶ κιθαριστρίαις καὶ θυμελικοῖς ἀνθρώποις, ἐπὶ στιβάδων ἀφ’ ἡμέρας συμπίνων. οὗτοι γὰρ οἱ τότε παρ’ αὐτῷ δυνάμενοι μέγιστον ἦσαν, Ῥώσκιος ὁ κωμῳδὸς καὶ Σῶριξ ὁ ἀρχιμῖμος καὶ Μητρόβιος ὁ λυσιῳδός, οὗ καίπερ ἐξώρου γενομένου διετέλει μέχρι παντὸς ἐρᾶν οὐκ ἀρνούμενος.
ὅθεν καὶ τὴν νόσον ἀπ’ αἰτίας ἐλαφρᾶς ἀρξαμένην ἐξέθρεψε, καὶ πολὺν χρόνον ἠγνόει περὶ τὰ σπλάγχνα γεγονὼς ἔμπυος, ὑφ’ ἧς καὶ τὴν σάρκα διαφθαρεῖσαν εἰς φθεῖρας μετέβαλε πᾶσαν, ὥστε πολλῶν δι’ ἡμέρας ἅμα καὶ νυκτὸς ἀφαιρούντων μηδὲν εἶναι μέρος τοῦ ἐπιγινομένου τὸ ἀποκρινόμενον, ἀλλὰ πᾶσαν ἐσθῆτα καὶ λουτρὸν καὶ ἀπόνιμμα καὶ σιτίον ἀναπίμπλασθαι τοῦ ῥεύματος ἐκείνου καὶ τῆς φθορᾶς· τοσοῦτον ἐξήνθει. διὸ πολλάκις τῆς ἡμέρας εἰς ὕδωρ ἐνέβαινεν ἐκκλύζων τὸ σῶμα καὶ ἀποῤῥυπτόμενος. ἦν δὲ οὐδὲν ὄφελος· ἐκράτει γὰρ ἡ μεταβολὴ τῷ τάχει, καὶ περιεγίνετο παντὸς καθαρμοῦ τὸ πλῆθος.
Λέγεται δὲ τῶν μὲν πάνυ παλαιῶν ῎Ακαστον φθειριάσαντα τὸν Πελίου τελευτῆσαι, τῶν δὲ ὑστέρων ᾿Αλκμᾶνα τὸν μελοποιὸν καὶ Φερεκύδην τὸν θεολόγον καὶ Καλλισθένη τὸν ᾿Ολύνθιον ἐν εἱρκτῇ φρουρούμενον, ἔτι δὲ Μούκιον τὸν νομικόν. εἰ δὲ δεῖ καὶ τῶν ἀπ’ οὐδενὸς μὲν χρηστοῦ γνωρίμων δὲ ἄλλως ἐπιμνησθῆναι, λέγεται τὸν ἄρξαντα τοῦ δουλικοῦ πολέμου περὶ Σικελίαν δραπέτην, Εὔνουν ὄνομα, μετὰ τὴν ἅλωσιν εἰς Ῥώμην ἀγόμενον ὑπὸ φθειριάσεως ἀποθανεῖν.
[37]
῾Ο δὲ Σύλλας οὐ μόνον προέγνω τὴν ἑαυτοῦ τελευτήν, ἀλλὰ τρόπον τινὰ καὶ γέγραφε περὶ αὐτῆς. τὸ γὰρ εἰκοστὸν καὶ δεύτερον τῶν ὑπομνημάτων πρὸ δυεῖν ἡμερῶν ἢ ἐτελεύτα γράφων ἐπαύσατο· καί φησι τοὺς Χαλδαίους αὐτῷ προειπεῖν ὡς δέοι βεβιωκότα καλῶς αὐτὸν ἐν ἀκμῇ τῶν εὐτυχημάτων καταστρέψαι· λέγει δὲ καὶ τὸν υἱὸν αὐτοῦ, τεθνηκότα μικρὸν ἔμπροσθεν τῆς Μετέλλης, φανῆναι κατὰ τοὺς ὕπνους ἐν ἐσθῆτι φαύλῃ παρεστῶτα καὶ δεόμενον τοῦ πατρὸς παύσασθαι τῶν φροντίδων, ἰόντα δὲ σὺν αὐτῷ παρὰ τὴν μητέρα Μετέλλαν ἐν ἡσυχίᾳ καὶ ἀπραγμόνως ζῆν μετ’ αὐτῆς.
οὐ μὴν ἐπαύσατό γε τοῦ πράττειν τὰ δημόσια. δέκα μὲν γὰρ ἡμέραις ἔμπροσθεν τῆς τελευτῆς τοὺς ἐν Δικαιαρχείᾳ στασιάζοντας διαλλάξας νόμον ἔγραψεν αὐτοῖς καθ’ ὃν πολιτεύσονται· πρὸ μιᾶς δὲ ἡμέρας πυθόμενος τὸν ἄρχοντα Γράνιον, ὡς ὀφείλων δημόσιον χρέος οὐκ ἀποδίδωσιν, ἀλλ’ ἀναμένει τὴν αὐτοῦ τελευτήν, μετεπέμψατο τὸν ἄνθρωπον εἰς τὸ δωμάτιον· καὶ περιστήσας τοὺς ὑπηρέτας ἐκέλευσε πνίγειν, τῇ δὲ κραυγῇ καὶ τῷ σπαραγμῷ τὸ ἀπόστημα ῥήξας πλῆθος αἵματος ἐξέβαλεν. ἐκ δὲ τούτου τῆς δυνάμεως ἐπιλιπούσης διαγαγὼν τὴν νύκτα μοχθηρῶς ἀπέθανε, δύο παῖδας ἐκ τῆς Μετέλλης νηπίους καταλιπών. ἡ γὰρ Οὐαλλερία μετὰ τὴν τελευτὴν αὐτοῦ θυγάτριον ἀπεκύησεν, ὃ Πόστουμαν ἐκάλουν· τοὺς γὰρ ὕστερον τῆς τῶν πατέρων τελευτῆς γενομένους οὕτω Ῥωμαῖοι προσαγορεύουσιν.
[38]
῞Ωρμησαν μὲν οὖν πολλοὶ καὶ συνέστησαν πρὸς Λέπιδον ὡς εἵρξοντες τὸ σῶμα κηδείας τῆς νενομισμένης· Πομπήϊος δέ, καίπερ ἐγκαλῶν τῷ Σύλλᾳ (μόνον γὰρ αὐτὸν ἐν ταῖς διαθήκαις τῶν φίλων παρέλιπε), τοὺς μὲν χάριτι καὶ δεήσει, τοὺς δὲ ἀπειλῇ διακρουσάμενος εἰς Ῥώμην παρέπεμψε τὸ σῶμα, καὶ ταῖς ταφαῖς ἀσφάλειαν ἅμα καὶ τιμὴν παρέσχε. λέγεται δὲ τοσοῦτο πλῆθος ἀρωμάτων ἐπενεγκεῖν τὰς γυναῖκας αὐτῷ ὥστε ἄνευ τῶν ἐν φορήμασι δέκα καὶ διακοσίοις διακομιζομένων πλασθῆναι μὲν εἴδωλον εὐμέγεθες αὐτοῦ Σύλλα, πλασθῆναι δὲ καὶ ῥαβδοῦχον ἔκ τε λιβανωτοῦ πολυτελοῦς καὶ κινναμώμου. τῆς δὲ ἡμέρας συννεφοῦς ἕωθεν οὔσης, ὕδωρ ἐξ οὐρανοῦ προσδοκῶντες ἐνάτης ἦραν μόλις ὥρας τὸν νεκρόν. ἀνέμου δὲ λαμπροῦ καταιγίσαντος εἰς τὴν πυρὰν καὶ φλόγα πολλὴν ἐγείραντος ἔφθη τὸ σῶμα συγκομισθὲν ὅσον ἤδη τῆς πυρᾶς μαραινομένης καὶ τοῦ πυρὸς ἀπιόντος ἐκχυθῆναι πολὺν ὄμβρον καὶ κατασχεῖν ἄχρι νυκτός, ὥστε τὴν τύχην αὐτοῦ δοκεῖν τὸ σῶμα συνθάπτειν παραμένουσαν. τὸ μὲν οὖν μνημεῖον ἐν τῷ πεδίῳ τοῦ ῎Αρεώς ἐστι· τὸ δὲ ἐπίγραμμά φασιν αὐτὸν ὑπογραψάμενον καταλιπεῖν, οὗ κεφάλαιόν ἐστιν ὡς οὔτε τῶν φίλων τις αὐτὸν εὖ ποιῶν οὔτε τῶν ἐχθρῶν κακῶς ὑπερεβάλετο.