Μετάβαση στο περιεχόμενο

Αφορισμοί/ΣΤ

Από Βικιθήκη
Ἀφορισμοί
Συγγραφέας:
Τμῆμα ἕκτον
Hippocrates Collected Works I. Hippocrates. W. H. S. Jones. Cambridge. Harvard University Press. 1868.


1. Ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη, μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν.

2. Οἷσι Ρῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον οἷσι δὲ τἀναντία, ὑγιεινότερον.

3. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν καὶ ξὺν πυρετῷ, κάκιον.

4. Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

5. Τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον.

6. Τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.

7. Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα.

8. Τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ Ρηϊδίως ὑγιάζεται.

9. Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα.

10. Κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ αἷμα Ρυὲν κατὰ τὰς Ρῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα.

11. Τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤΡοΐδες ἐπιγινόμεναι, ἀγαθόν.

12. Τῷ ἰηθέντι χρονίας αἱμοῤΡοΐδας, ἢν μὴ μία φυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.

13. Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν λυγμόν.

14. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος Ρυέντος, λύσις.

15. Ὑπὸ διαῤΡοίης ἐχομένῳ μακρῆς ἀπὸ ταυτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤΡοιαν.

16. Ὑπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤΡοια ἐπιγενομένη, κακόν.

17. Ὀφθαλμιῶντι, ὑπὸ διαῤΡοίης ληφθῆναι, ἀγαθόν.

18. Κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες.

19. Ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται.

20. Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.

21. Τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤΡοΐδων ἐπιγινομένων, μανίης λύσις.

22. Ὁκόσα Ρήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομίη λύει.

23. Ἢν φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον.

24. Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

25. Ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν ἔσωθεν δὲ ἔξω, ἀγαθόν.

26. Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γενωνται, παρακοπὴ λύει.

27. Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.

28. Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.

29. Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.

30. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.

31. Ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.

32. Τραυλοὶ ὑπὸ διαῤΡοίης μάλιστα ἁλίσκονται μακρῆς.

33. Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.

34. Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες.

35. Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.

36. Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.

37. Ὑπὸ κυνάγχης ἐχομένῳ οἰδήματα γενέσθαι ἐν τῷ βρόγχῳ ἔξω, ἀγαθόν.

38. Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ, πουλὺν χρόνον διατελέουσιν.

39. Σσπασμοὶ γίνονται, ἢ ὑπὸ πληρώσιος, ἢ κενώσιος οὕτω δὲ καὶ λυγμός.

40. Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμοῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον.

41. Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ διασημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ τόπου οὐ διασημαίνει.

42. Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι, πονηρόν.

43. Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν, ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται, ἢ λειεντερίη, καὶ ἀπόλλυνται.

44. Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται, ἢν̣μὴ, πυρετοῦ ἐπιγενομένου, ἅλις τὸ οὖρον Ρυῇ.

45. Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται, ἢ μακρότερον χρόνον ἴσχει, ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοίλας γίνεσθαι.

46. Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης, ἀπόλλυνται.

47. Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη ξυμφέρει, τουτέους προσῆκον τοῦ ἦρος φλεβοτομεῖν, ἢ φαρμακεύειν.

48. Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.

49. Ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.

50. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.

51. Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ Ρέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.

52. Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων, τοῦ λευκοῦ μὴ ἐκ διαῤΡοίης ἐόντι ἢ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

53. Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.

54. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί.

55. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πουλύ.

56. Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνουσιν.

57. Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.

58. Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.

59. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.

60. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ καυθέωσιν.