Αποσπάσματα Απολλώνιου

Από Βικιθήκη
Αποσπάσματα
Συγγραφέας:
Original text source: Collectanea Alexandrina, Powell, J.U. (Ed) Oxford: Clarendon Press, 1925, 1970, p.p. 4-8


Κορινθιουργές ἐστι κιόνων σχῆμα
Τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς
πλόος κομίζων δῶρα πλουσίου Νείλου.
Οὐδ’ ἵπποι ὀρθρινὰ κατὰ κλισίας χρεμέθεσκον,
ἀλλὰ βόες πλείῃσι παρηυνάζοντο κάπῃσι,
νηυσὶ δὲ πρηκτὰ κέλευθα Χελιδονίης ἀπὸ πέτρης
Πληγάδας ἀξείνους καὶ ὅπου Φινήϊα δόρπα
Ἅρπυιαι ἄτλητον ἐπὶ ψώαν πνείεσκον. [5]
Τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα,
Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι.
Πατρὸς ἐμεῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
σῷζέ με.
Πομπίλον ὠκυάλων νηῶν παιήονα δούρων
Ὅσσα τε γαίης
†ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες

Ἔνθα δὲ Πηλεΐδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου,
κὰδ δ’ Ἱκετάονα πέφνεν ἰθαιγενέος Λεπετύμνου
υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων
αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης
†τηλίκον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις. [5]
Ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησεν
Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν
ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
Δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιϊκὸν ἔνδοθι πάτρης [10]
παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
χαλκῷ ἐληλαμένους, καὶ δούλια δεσμὰ γυναικῶν
ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν [15]
πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι
ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ’ ὅ γ’ ἔμελλεν
τὰ ῥέξειν), ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ·
ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο
Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον 20πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.
Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς·
αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος.