Μετάβαση στο περιεχόμενο

Αποσπάσματα (Τυρταίος)

Από Βικιθήκη


Αποσπάσματα



1 ab ΕΥΝΟΜΙΑ

1a

αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν,
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.

1b

Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ’ ἔνεικαν
μαντείας τε θεοῦ καὶ τελέεντ’ ἔπεα·
ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,
πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας 5
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους.

2

ἡμετέρῳ βασιλῆι, θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσςήνην εἵλομεν εὐρύχορον

3

Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν

4

ἀμφ’ αὐτῷ δ’ ἐμάχοντ’ ἐννεακαίδεκ’ ἔτη
νωλεμέως αἰεί, ταλαςίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες·
εἰκοστῷ δ’ οἳ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. 5

5

ὥσπερ ὄνοι μεγάλοις’ ἄχθεσι τειρόμενοι,
δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς
ἥμισυ παντὸς ὅσον καρπὸν ἄρουρα φέρει.

..........................................

δεσπότας οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,
εὖτέ τιν’ οὐλομένη μοῖρα κίχοι θανάτου.

6

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
ἄνδρ’ ἀγαθὸν περὶ ᾗ πατρίδι μαρνάμενον,
τὴν δ’ αὑτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγρούς
πτωχεύειν πάντων ἔστ’ ἀνιηρότατον,
πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι 5
παισί τε σὺν μικροῖς κουριδίῃ τ’ ἀλόχῳ.
ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται
χρησμοσύνῃ τ’ εἴκων καὶ στυγερῇ πενίῃ,
αἰσχύνει τε γένος, κατὰ δ’ ἀγλαὸν εἶδος ἐλέγχει,
πᾶσα δ’ ἀτιμίη καὶ κακότης ἕπεται. 10
εἰ δ’ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί’ ὤρη
γίγνεται, οὔτ’ αἰδὼς οὔτ’ ὀπίσω γένεος,
θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα καὶ περὶ παίδων
θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι.

7

ὦ νέοι, ἀλλὰ μάχεσθε παρ’ ἀλλήλοισι μένοντες, 15
μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,
ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
μηδὲ φιλοψυχεῖτ’ ἀνδράσι μαρνάμενοι·
τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ’ ἐλαφρά,
μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. 20
αἰσχρὸν γὰρ δὴ τοῦτο μετὰ προμάχοισι πεσόντα
κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον
ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον
θυμὸν ἀποπνείοντ’ ἄλκιμον ἐν κονίῃ,
αἱματόεντ’ αἰδοῖα φίλαισ’ ἐν χερσὶν ἔχοντα - 25
αἰσχρὰ τά γ’ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν –
καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ’ ἐπέοικεν,
ὄφρ’ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ·
ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξί
ζωὸς ἐών, καλὸς δ’ ἐν προμάχοισι πεσών. 30
ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

8

ἀλλ’ - Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ -
θαρσεῖτ’· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει·
μηδ’ ἀνδρῶν πληθὺν δειμαίνετε μηδὲ φοβεῖσθε,
ἰθὺς δ’ ἐς προμάχους ἀσπίδ’ ἀνὴρ ἐχέτω
ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας 5
κῆρας ὁμῶς αὐγαῖς ἠελίοιο φίλας.
ἴστε γὰρ Ἄρεος πολυδακρύου ἔργ’ ἀίδηλα·
εὖ δ’ ὀργὴν ἐδάητ’ ἀργαλέου πολέμου
καὶ μετὰ φευγόντων τε διωκόντων τ’ ἐγένεσθε,
ὦ νέοι, ἀμφοτέρων δ’ ἐς κόρον ἠλάσατε. 10
οἳ μὲν γὰρ τολμῶσι παρ’ ἀλλήλοισι μένοντες
ἔς τ’ αὐτοσχεδίην καὶ προμάχους ἰέναι,
παυρότεροι θνῄσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω·
τρεσςάντων δ’ ἀνδρῶν πᾶσ’ ἀπόλωλ’ ἀρετή.
οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, 15
ὅσσ’, ἢν αἰσχρὰ πάθῃ, γίγνεται ἀνδρὶ κακά·
ἁρπαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν
ἀνδρὸς φεύγοντος δηίῳ ἐν πολέμῳ·
αἰσχρὸς δ’ ἐστὶ νέκυς κακκείμενος ἐν κονίῃσι
νῶτον ὄπισθ’ αἰχμῇ δουρὸς ἐληλαμένος. 20
ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών,
μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους
ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος·
δεξιτερῇ δ’ ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος, 25
κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς·
ἕδρων δ’ ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν,
μηδ’ ἐκτὸς βελέων ἑστάτω ἀσπίδ’ ἔχων,
ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῷ
ἢ ξίφει οὐτάζων δήιον ἄνδρ’ ἑλέτω· 30
καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ’ ἀσπίδος ἀσπίδ’ ἐρείσας,
ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ
καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω,
ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἑλών.
ὑμεῖς δ’, ὦ γυμνῆτες, ὑπ’ ἀσπίδος ἄλλοθεν ἄλλος 35
πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις
δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς
τοῖσι πανόπλοισι πλησίον ἱστάμενοι.

9

οὔτ’ ἂν μνησαίμην οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείην
οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοςύνης,
οὐδ’ εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε,
νικῴη δὲ θέων Θρηίκιον Βορέην,
οὐδ’ εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη, 5
πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον,
οὐδ’ εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἴη,
γλῶσσαν δ’ Ἀδρήστου μειλιχόγηρυν ἔχοι,
οὐδ’ εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς·
οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ, 10
εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα
καὶ δῄων ὀρέγοιτ’ ἐγγύθεν ἱστάμενος.
ἥδ’ ἀρετή, τόδ’ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίγνεται ἀνδρὶ νέῳ.
ξυνὸν δ’ ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμῳ, 15
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένῃ
νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται
ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος,
θαρσύνῃ δ’ ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς·
οὗτος ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ. 20
αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας
τρηχείας, σπουδῇ δ’ ἔσχεθε κῦμα μάχης.
ὅς δ’ αὖτ’ ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν
ἄστυ τε καὶ λαοὺς καὶ πατέρ’ εὐκλεΐσας,
πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης 25
καὶ διὰ θώρηκος πρόσθεν ἐληλαμένος,
τόνδ’ ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες
ἀργαλέῳ τε πόθῳ πᾶσα κέκηδε πόλις,
καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι
καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω· 30
οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ’ ὄνομ’ αὐτοῦ,
ἀλλ’ ὑπὸ γῆς περ ἐὼν γίγνεται ἀθάνατος,
ὅντιν’ ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε
γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσῃ.
εἰ δὲ φύγῃ μὲν κῆρα τανηλεγέος θανάτοιο, 35
νικήσας δ’ αἰχμῆς ἀγλαὸν εὖχος ἕλῃ,
πάντες μιν τιμῶσιν ὁμῶς νέοι ἠδὲ παλαιοί,
πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀίδην·
γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν
βλάπτειν οὔτ’ αἰδοῦς οὔτε δίκης ἐθέλει, 40
πάντες δ’ ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ’ αὐτόν
εἴκουσ’ ἐκ χώρης οἵ τε παλαιότεροι.
ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι
πειράσθω θυμῷ μὴ μεθιεὶς πολέμου.

10

Απόσπασμα 1 στήλη 1

_ ∪ ∪ _ ∪ ∪ _ ∪ Διωνύσοι]ο τιθήνην 7
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪]μου Σεμέλης
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪].εμ[. . . . . .]σει
(desunt 3 versus)
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪]. ικελο.[ _
_ ∪ ∪ _ ∪ ∪ _ _ ∪ ∪ _ ∪] φέρειν
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ἀ]εθλ[ο]φ[ό]ροι περὶ νίκης
_ ∪ ∪ _ ∪ ∪ _ τέ]ρμ’ ἐπιδερκόμενοι 10
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ἐ]ύτροχον ἅρμα φέροντες
_ ∪ ∪ _ ∪ ∪ _ _ ∪ ∪ _]όμενοι
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪ _ σ]εύοντας ὄπισθεν
_ ∪ ∪ _ ∪ ∪ _] χαίτας ὑπὲρ κεφαλῆς
_ ∪ ∪ _ ∪ ∪ _ ∪] συνοίσομεν ὀξὺν Ἄρηα 15
_ ∪ ∪ _ ∪ ∪ _ _ ∪]θεων. [. . .].
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪ _ ∪ ∪ ο]ὐδὲ λογήσει
_ ∪ ∪ _ ∪ ∪ _ _ ∪ ∪ _ ∪]ς ἔχων

στήλη 2

χαλκ[
οὐδὲν[ 20
πιπτ[
μαρνα[
ἀργησ[
ὅσσους[
ἀργεσ[ 25
ἀλλα.[
ἔστη[

. . .


ἡμετ[ 30
οὔτ’ ἀρ[
ἀλλὰ θεο.[
οἷσι μέλει [

. . .

φρι[ 35

Απόσπασμα 2 στήλη 3

ων v. 47 (στ. 4) et . . . αι 51

στήλη 4

ο[. .]ιστευω[
ἑξείης πα[
τεῖχος ἀν[.]. . . .[
οἳ συμπάλλομε[ν
κλῆρος καὶ τάφ[ρος 40
Μεσσηνίων[
τεῖχος τερ[
οἱ μὲν γὰρ β[
ἀντίοι ἱστ[άμενοι
οἱ δ’ ἐκτὸς[ 45
ἐν δὲ μέσοισ’ ἡμεῖς σ[
πύργου δυ[
λείψουσι λ[
οἱ δ’ ὡς ἐκ πο[
κ[υμ]α[ 50
τοῖσ’ ἴκελοι μ[
Ἥρης αἰδοίης [
εὖτ’ ἂν Τυνδαρί[δαι

Απόσπασμα 3 στήλη 5

54 ἀ]γαλλομένη / et 55 ]α και κοροκόεντα / vv. 66-67 (col. 6), 56
]πυ[ et 57 ]άεσσι Διός 72-73

στήλη 6

ος
_ ∪ ∪ _ ]ηρας τε λίθων κα[ὶ _ ∪ ∪ _
_ ∪ ∪ _ ∪ ∪ _ ]ν ἔθνεσιν εἰδόμ[ενοι 60
_ ∪ ∪ _ βρ[οτολοιγὸς Ἄρης ἀκ[ ∪ _ ∪ ∪ _
_ ∪ ∪ _ ]θειῃ, τοὺς δ’ ὑπὲρ α[ ∪ ∪ ∪
_ ∪ ∪ _ ∪ ∪ _ ∪ ]ν ἐοικότες ἠ[ ∪ ∪ _
_ ∪ ∪ _ ]ν κοίλῃσ’ ἀσπίσι φραξάμ[ενοι ·
χωρὶς Πάμφυλοί τε καὶ Ὑλλέες ἠδ[ὲ Δυμᾶνες 65
ἀνδροφόνους μελίας χερσὶν ἀν[ασχόμενοι,
_ _ ] δ’ ἀθανάτοισι θεοῖσ’ ἐπὶ πάντ[α ∪ _
_ ∪ ] + ατερμονιῃ + πεισόμεθ’ ἡγεμ[
ἀλλ’ εὐθὺς σύμπαντες ἀλοιησεῦ[μεν ∪ _
ἀ]νδράσιν αἰχμηταῖσ’ ἐγγύθεν ἱσ[τάμενοι 70
δεινὸς δ’ ἀμφοτέρων ἔσται κτύπος [_ ∪ ∪ _
ἀσπίδας εὐκύκλους ἀσπίσι τυπτ[ομένων
_ ∪ ∪ _ ]ήσουσιν ἐπ’ ἀλλήλοισι π[εσόντες
_ ∪ ∪ _ ]ς δ’ ἀνδρῶν στήθεσιν ἀμ[ ∪ ∪ ∪
_ ∪ ]ν ἐρωήσουσιν ἐρεικόμενο[ι ∪ ∪ _ 75
_ ∪ ∪ ] χερμαδίων βαλλόμεναι μ[εγάλων
χαλκεῖαι] κ[όρυθ]ες καναχὴν ἕξου[σι ∪ _

11

αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν

12

πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου

13

ἥρωες

₀₀ 14

<ὧ>δε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων
χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου·
‘ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,
πρεσβυγενεῖς τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας 5
εὐθείας ῥήταις ἀνταπαμειβομένους.
μυθεῖσθαι δὲ τὰ καλὰ καὶ ἕρδειν πάντα δίκαια
μηδ’ ἐπιβουλεύειν τῇδε πόλει <σκολιόν>,
δήμου δὲ πλήθει νίκην καὶ κάρτος ἕπεσθαι.’
Φοῖβος γὰρ περὶ τῶν ὧδ’ ἀνέφηνε πό<λει>. 10