Μετάβαση στο περιεχόμενο

Ίων (Ευριπίδης)

Από Βικιθήκη
Ἴων
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Ευριπίδης και διδάχθηκε (παίχτηκε) το 413 ή το 414 π.Χ.


Ἑρμῆς

Ἄτλας, ὁ χαλκέοισι † νώτοις οὐρανὸν
θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
μιᾶς † ἔφυσε Μαῖαν, ἣ 'μ' ἐγείνατο
Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
Ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν' ὀμφαλὸν   5
μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
τά τ' ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
Οὗ παῖδ' Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις   10
βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
Παλλάδος ὑπ' ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
Ἀγνὼς δὲ πατρί -- τῷ θεῷ γὰρ ἦν φίλον --
γαστρὸς διήνεγκ' ὄγκον. Ὡς δ' ἦλθεν χρόνος,   15
τεκοῦσ' ἐν οἴκοις παῖδ' ἀπήνεγκεν βρέφος
ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον
κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς   20
Ἐριχθονίου. Κείνῳ γὰρ ἡ Διὸς κόρη
φρουρὼ παραζεύξασα φύλακε σώματος
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις   25
τρέφειν τέκνα. Ἀλλ' ἣν εἶχε παρθένος χλιδὴν
τέκνῳ προσάψασ' ἔλιπεν ὡς θανουμένῳ.
Κἄμ' ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·

ὦ σύγγον', ἐλθὼν λαὸν εἰς αὐτόχθονα   29
κλεινῶν Ἀθηνῶν -- οἶσθα γὰρ θεᾶς πόλιν --   30
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ' οἷς ἔχει
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
Τὰ δ' ἄλλ' -- ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς --   35
ἡμῖν μελήσει. Λοξίᾳ δ' ἐγὼ χάριν
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
τίθημι ναοῦ τοῦδ', ἀναπτύξας κύτος
[40 ]ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ' ὁ παῖς.

Κυρεῖ δ' ἅμ' ἱππεύοντος ἡλίου κύκλῳ   41
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
ἐθαύμασ' εἴ τις Δελφίδων τλαίη κόρη
λαθραῖον ὠδῖν' ἐς θεοῦ ῥῖψαι δόμον,   45
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
οἴκτῳ δ' ἀφῆκεν ὠμότητα καὶ θεὸς
συνεργὸς ἦν τῷ παιδὶ μὴ 'κπεσεῖν δόμων
τρέφει δέ νιν λαβοῦσα. Τὸν σπείραντα δὲ
οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ' ἧς ἔφυ,   50
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.

Νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς   52
ἠλᾶτ' ἀθύρων· ὡς δ' ἀπηνδρώθη δέμας,
Δελφοί σφ' ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
ταμίαν τε πάντων πιστόν, ἐν δ' ἀνακτόροις   55
θεοῦ καταζῇ δεῦρ' ἀεὶ σεμνὸν βίον.
Κρέουσα δ' ἡ τεκοῦσα τὸν νεανίαν
Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ' ὕπο·
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
οἳ γῆν ἔχουσ' Εὐβοῖδα, πολέμιος κλύδων·   60
ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
γάμων Κρεούσης ἀξίωμ' ἐδέξατο,
οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
γεγὼς Ἀχαιός. Χρόνια δὲ σπείρας λέχη
ἄτεκνός ἐστι, καὶ Κρέουσ'· ὧν οὕνεκα   65
ἥκουσι πρὸς μαντεῖ' Ἀπόλλωνος τάδε
ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
ἐς τοῦτ' ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
Δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι   70
κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου
κρυπτοὶ γένωνται παῖς τ' ἔχῃ τὰ πρόσφορα.
Ἴωνα δ' αὐτόν, κτίστορ' Ἀσιάδος χθονός,
ὄνομα κεκλῆσθαι θήσεται καθ' Ἑλλάδα.   75

Ἀλλ' ἐς δαφνώδη γύαλα βήσομαι τάδε,   76
τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
Ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
τόνδ', ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
δάφνης κλάδοισιν. Ὄνομα δ', οὗ μέλλει τυχεῖν,   80
Ἴων' ἐγώ <νιν> πρῶτος ὀνομάζω θεῶν.

Ἴων

Ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων   82
Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
ἄστρα δὲ φεύγει πυρὶ τῷδ' αἰθέρος
ἐς νύχθ' ἱεράν·   85
Παρνησιάδες δ' ἄβατοι κορυφαὶ
καταλαμπόμεναι τὴν ἡμερίαν
ἁψῖδα βροτοῖσι δέχονται.
Σμύρνης δ' ἀνύδρου καπνὸς εἰς ὀρόφους
Φοίβου πέταται.   90
Θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφίς, ἀείδουσ' Ἕλλησι βοάς,
ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
Ἀλλ', ὦ Φοίβου Δελφοὶ θέραπες,
τὰς Κασταλίας ἀργυροειδεῖς   95
βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
ἀφυδρανάμενοι στείχετε ναούς·
στόμα τ' εὔφημον φρουρεῖν ἀγαθόν,
φήμας τ' ἀγαθὰς
τοῖς ἐθέλουσιν μαντεύεσθαι   100
γλώσσης ἰδίας ἀποφαίνειν.
Ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
στέφεσίν θ' ἱεροῖς ἐσόδους Φοίβου
καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον   105
ῥανίσιν νοτερόν· πτηνῶν τ' ἀγέλας,
αἳ βλάπτουσιν σέμν' ἀναθήματα,
τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·
ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς
τοὺς θρέψαντας   110
Φοίβου ναοὺς θεραπεύω.

Ἄγ', ὦ νεηθαλὲς ὦ
καλλίστας προπόλευμα δά-
φνας, ἃ τὰν Φοίβου θυμέλαν
σαίρεις ὑπὸ ναοῖς,   115
κήπων ἐξ ἀθανάτων,
ἵνα δρόσοι τέγγουσ' ἱεραί,
<ῥοὰν> ἀέναον
παγᾶν ἐκπροϊεῖσαι,
μυρσίνας ἱερὰν φόβαν·   120
ᾇ σαίρω δάπεδον θεοῦ
παναμέριος ἅμ' ἁλίου
πτέρυγι θοᾷ
λατρεύων τὸ κατ' ἦμαρ.
Ὦ Παιὰν ὦ Παιάν,   125
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.

Καλόν γε τὸν πόνον, ὦ   128
Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
ω τιμῶν μαντεῖον ἕδραν·   130
κλεινὸς δ' ὁ πόνος μοι
θεοῖσιν δούλαν χέρ' ἔχειν
οὐ θνατοῖς, ἀλλ' ἀθανάτοις·
εὐφάμους δὲ πόνους
μοχθεῖν οὐκ ἀποκάμνω.   135
Φοῖβός μοι γενέτωρ πατήρ·
τὸν βόσκοντα γὰρ εὐλογῶ,
τὸ δ' ὠφέλιμον ἐμοὶ πατέρος
ὄνομα λέγω
Φοίβου τοῦ κατὰ ναόν.   140
Ὦ Παιὰν ὦ Παιάν,
εὐαίων εὐαίων
εἴης, ὦ Λατοῦς παῖ.

Ἀλλ' ἐκπαύσω γὰρ μόχθους
δάφνας ὁλκοῖς,   145
χρυσέων δ' ἐκ τευχέων ῥίψω
Γαίας παγάν,
ἃν ἀποχεύονται
Κασταλίας δῖναι,
νοτερὸν ὕδωρ βάλλων,   150
ὅσιος ἀπ' εὐνᾶς ὤν.
Εἴθ' οὕτως αἰεὶ Φοίβῳ
λατρεύων μὴ παυσαίμαν,
ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
Ἔα ἔα·
φοιτῶσ' ἤδη λείπουσίν τε
πτανοὶ Παρνασοῦ κοίτας·   155
αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
μηδ' ἐς χρυσήρεις οἴκους
μάρψω σ' αὖ τόξοις, ὦ Ζηνὸς
κῆρυξ, ὀρνίθων γαμφηλαῖς
ἰσχὺν νικῶν.   160
Ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
κύκνος. Οὐκ ἄλλᾳ
φοινικοφαῆ πόδα κινήσεις;
Οὐδέν σ' ἁ φόρμιγξ ἁ Φοίβου
σύμμολπος τόξων ῥύσαιτ' ἄν.   165
Πάραγε πτέρυγας·
λίμνας ἐπίβα τᾶς Δηλιάδος·
αἱμάξεις, εἰ μὴ πείσῃ,
τὰς καλλιφθόγγους ᾠδάς.
Ἔα ἔα·   170
τίς ὅδ' ὀρνίθων καινὸς προσέβα;
Μῶν ὑπὸ θριγκοὺς εὐναίας
καρφυρὰς θήσων τέκνοις;
Ψαλμοί σ' εἴρξουσιν τόξων.
Οὐ πείσῃ; Χωρῶν δίναις
ταῖς Ἀλφειοῦ παιδούργει,   175
ἢ νάπος Ἴσθμιον,
ὡς ἀναθήματα μὴ βλάπτηται
ναοί θ' οἱ Φοίβου. . . .
Κτείνειν δ' ὑμᾶς αἰδοῦμαι
τοὺς θεῶν ἀγγέλλοντας φήμας   180
θνατοῖς· οἷς δ' ἔγκειμαι μόχθοις,
Φοίβῳ δουλεύσω, κοὐ λήξω
τοὺς βόσκοντας θεραπεύων.

Χορός

Οὐκ ἐν ταῖς ζαθέαις Ἀθά-   184
ναις εὐκίονες ἦσαν αὐ-   185
λαὶ θεῶν μόνον, οὐδ' ἀγυι-
άτιδες θεραπεῖαι·
ἀλλὰ καὶ παρὰ Λοξίᾳ
τῷ Λατοῦς διδύμων προσώ-
πων καλλιβλέφαρον φῶς.
Ἰδοὺ τάνδ', ἄθρησον,   190
Λερναῖον ὕδραν ἐναίρει
χρυσέαις ἅρπαις ὁ Διὸς παῖς·
φίλα, πρόσιδ' ὄσσοις.

Ὁρῶ. Καὶ πέλας ἄλλος αὐ-
τοῦ πανὸν πυρίφλεκτον αἴ-   195
ρει τις ἆρ' ὃς ἐμαῖσι μυ-
θεύεται παρὰ πήναις,
ἀσπιστὰς Ἰόλαος, ὃς
κοινοὺς αἰρόμενος πόνους
Δίῳ παιδὶ συναντλεῖ;   200
Καὶ μὰν τόνδ' ἄθρησον
πτεροῦντος ἔφεδρον ἵππου·
τὰν πῦρ πνέουσαν ἐναίρει
τρισώματον ἀλκάν.

Πάντᾳ τοι βλέφαρον διώ-   205
κω. Σκέψαι κλόνον ἐν τείχεσ-
σι λαί̈νοισι Γιγάντων.
Ὦ φίλαι, ὧδε δερκόμεσθα.   208
Λεύσσεις οὖν ἐπ' Ἐγκελάδῳ
γοργωπὸν πάλλουσαν ἴτυν   210
λεύσσω Παλλάδ', ἐμὰν θεόν.
Τί γάρ; Κεραυνὸν ἀμφίπυρον
ὄβριμον ἐν Διὸς
ἑκηβόλοισι χερσίν;
ὁρῶ· τὸν δάϊον   215
Μίμαντα πυρὶ καταιθαλοῖ.
Καὶ Βρόμιος ἄλλον ἀπολέμοι-
[217β] σι κισσίνοισι βάκτροις
ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.

Σέ τοι, τὸν παρὰ ναὸν αὐ-
δῶ· θέμις γυάλων ὑπερ-   220
βῆναι, λευκῷ ποδί γ' ;

Ἴων

Οὐ θέμις, ὦ ξέναι.   222

Χορός

Οὐδ' ἂν
ἐκ σέθεν ἂν πυθοίμεθ' αὐδάν;

Ἴων

Τίνα τήνδε θέλεις;

Χορός

Ἆρ' ὄντως μέσον ὀμφαλὸν
γᾶς Φοίβου κατέχει δόμος;

Ἴων

Στέμμασί γ' ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.

Χορός

Οὕτω καὶ φάτις αὐδᾷ.   225

Ἴων

Εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
καί τι πυθέσθαι χρῄζετε Φοίβου,
πάριτ' ἐς θυμέλας· ἐπὶ δ' ἀσφάκτοις
μήλοισι δόμων μὴ πάριτ' ἐς μυχόν.

Χορός

Ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον   230
οὐ παραβαίνομεν,
ἃ δ' ἐκτός, ὄμμα τέρψει.

Ἴων

Πάντα θεᾶσθ', ὅ τι καὶ θέμις, ὄμμασι.

Χορός

Μεθεῖσαν δεσπόται
με θεοῦ γύαλα τάδ' εἰσιδεῖν.

Ἴων

Δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;

Χορός

Παλλάδι σύνοικα τρόφιμα μέλα-   235
[235β] θρα τῶν ἐμῶν τυράννων·
παρούσας δ' ἀμφὶ τᾶσδ' ἐρωτᾷς.

Ἴων

Γενναιότης σοι, καὶ τρόπων τεκμήριον   237
τὸ σχῆμ' ἔχεις τόδ', ἥτις εἶ ποτ', ὦ γύναι.
Γνοίη δ' ἂν ὡς τὰ πολλά γ' ἀνθρώπου πέρι
τὸ σχῆμ' ἰδών τις εἰ πέφυκεν εὐγενής.   240
Ἔα·
ἀλλ' ἐξέπληξάς μ', ὄμμα συγκλῄσασα σὸν
δακρύοις θ' ὑγράνασ' εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
Τί ποτε μερίμνης ἐς τόδ' ἦλθες, ὦ γύναι;
Ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ   245
χαίρουσιν, ἐνταῦθ' ὄμμα σὸν δακρυρροεῖ;

Κρέουσα

Ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει   247
ἐς θαύματ' ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δ' ἰδοῦσα τούσδ' Ἀπόλλωνος δόμους
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·   250
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδ' οὖσά που.
Ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
θεῶν. Τί δῆτα; Ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;

Ἴων

Τί χρῆμ' ἀνερμήνευτα δυσθυμῇ, γύναι;   255

Κρέουσα

Οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζ' ἔτι.

Ἴων

Τίς δ' εἶ; Πόθεν γῆς ἦλθες; Ἐκ ποίας πάτρας
πέφυκας; Ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;

Κρέουσα

Κρέουσα μέν μοι τοὔνομ', ἐκ δ' Ἐρεχθέως   260
πέφυκα, πατρὶς γῆ δ' Ἀθηναίων πόλις.

Ἴων

Ὦ κλεινὸν οἰκοῦσ' ἄστυ γενναίων τ' ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.

Κρέουσα

Τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξέν', οὐ πέρα.

Ἴων

Πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς . . .;   265

Κρέουσα

Τί χρῆμ' ἐρωτᾷς, ὦ ξέν', ἐκμαθεῖν θέλων;

Ἴων

Ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;

Κρέουσα

Ἐριχθόνιός γε· τὸ δὲ γένος μ' οὐκ ὠφελεῖ.

Ἴων

Ἦ καί σφ' Ἀθάνα γῆθεν ἐξανείλετο;

Κρέουσα

Ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.   270

Ἴων

Δίδωσι δ', ὥσπερ ἐν γραφῇ νομίζεται . . .;

Κρέουσα

Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.

Ἴων

Ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.

Κρέουσα

Τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.

Ἴων

Εἶἑν·   275
τί δαὶ τόδ'; Ἆρ' ἀληθὲς ἢ μάτην λόγος . . .

Κρέουσα

Τί χρῆμ' ἐρωτᾷς; Καὶ γὰρ οὐ κάμνω σχολῇ.

Ἴων

Πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;

Κρέουσα

Ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.

Ἴων

Σὺ δ' ἐξεσώθης πῶς κασιγνήτων μόνη;

Κρέουσα

Βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.   280

Ἴων

Πατέρα δ' ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;

Κρέουσα

Πληγαὶ τριαίνης ποντίου σφ' ἀπώλεσαν.

Ἴων

Μακραὶ δὲ χῶρός ἐστ' ἐκεῖ κεκλημένος;

Κρέουσα

Τί δ' ἱστορεῖς τόδ'; Ὥς μ' ἀνέμνησάς τινος.

Ἴων

Τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.   285

Κρέουσα

Τιμᾶ τιμᾶ · ὡς μήποτ' ὤφελόν σφ' ἰδεῖν.

Ἴων

Τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;

Κρέουσα

Οὐδέν· ξύνοιδ' ἄντροισιν αἰσχύνην τινά.

Ἴων

Πόσις δὲ τίς σ' ἔγημ' Ἀθηναίων, γύναι;

Κρέουσα

Οὐκ ἀστός, ἀλλ' ἐπακτὸς ἐξ ἄλλης χθονός.   290

Ἴων

Τίς; Εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.

Κρέουσα

Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ' ἄπο.

Ἴων

Καὶ πῶς ξένος σ' ὢν ἔσχεν οὖσαν ἐγγενῆ;

Κρέουσα

Εὔβοι' Ἀθήναις ἔστι τις γείτων πόλις . . .

Ἴων

Ὅροις ὑγροῖσιν, ὡς λέγουσ', ὡρισμένη.   295

Κρέουσα

Ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.

Ἴων

Ἐπίκουρος ἐλθών; Κᾆτα σὸν γαμεῖ λέχος;

Κρέουσα

Φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.

Ἴων

Σὺν ἀνδρὶ δ' ἥκεις ἢ μόνη χρηστήρια;

Κρέουσα

Σὺν ἀνδρί. σηκοὺς δ' ἐκστρέφει Τροφωνίου.   300

Ἴων

Πότερα θεατὴς ἢ χάριν μαντευμάτων;

Κρέουσα

Κείνου τε Φοίβου θ' ἓν θέλων μαθεῖν ἔπος.

Ἴων

Καρποῦ δ' ὕπερ γῆς ἥκετ', ἢ παίδων πέρι;

Κρέουσα

Ἄπαιδές ἐσμεν, χρόνι' ἔχοντ' εὐνήματα.

Ἴων

Οὐδ' ἔτεκες οὐδὲν πώποτ', ἀλλ' ἄτεκνος εἶ;   305

Κρέουσα

Ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.

Ἴων

Ὦ τλῆμον, ὡς τἄλλ' εὐτυχοῦσ' οὐκ εὐτυχεῖς.

Κρέουσα

Σὺ δ' εἶ τίς; Ὥς σου τὴν τεκοῦσαν ὤλβισα.

Ἴων

Τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ', ὦ γύναι.

Κρέουσα

Ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;   310

Ἴων

Οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.

Κρέουσα

Ἡμεῖς σ' ἄρ' αὖθις, ὦ ξέν', ἀντοικτίρομεν.

Ἴων

Ὡς μὴ εἰδόθ' ἥτις μ' ἔτεκεν ἐξ ὅτου τ' ἔφυν.

Κρέουσα

Ναοῖσι δ' οἰκεῖς τοισίδ' ἢ κατὰ στέγας;

Ἴων

Ἅπαν θεοῦ μοι δῶμ', ἵν' ἂν λάβῃ μ' ὕπνος.   315

Κρέουσα

Παῖς δ' ὢν ἀφίκου ναὸν ἢ νεανίας;

Ἴων

Βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.

Κρέουσα

Καὶ τίς γάλακτί σ' ἐξέθρεψε Δελφίδων;

Ἴων

Οὐπώποτ' ἔγνων μαστόν· ἣ δ' ἔθρεψέ με . . .

Κρέουσα

Τίς, ὦ ταλαίπωρ'; Ὡς νοσοῦσ' ηὗρον νόσους.   320

Ἴων

Φοίβου προφῆτις, μητέρ' ὣς νομίζομεν.

Κρέουσα

Ἐς δ' ἄνδρ' ἀφίκου τίνα τροφὴν κεκτημένος;

Ἴων

Βωμοί μ' ἔφερβον οὑπιών τ' ἀεὶ ξένος.

Κρέουσα

Τάλαινά σ' ἡ τεκοῦσα· τίς ποτ' ἦν ἄρα;

Ἴων

Ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.   325

Κρέουσα

Ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.

Ἴων

Τοῖς τοῦ θεοῦ κοσμούμεθ', ᾧ δουλεύομεν.

Κρέουσα

Οὐδ' ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;

Ἴων

Ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.

Κρέουσα

Φεῦ·   330
πέπονθέ τις σῇ μητρὶ ταὔτ' ἄλλη γυνή.

Ἴων

Τίς; Εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.

Κρέουσα

Ἧς οὕνεκ' ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.

Ἴων

Ποῖόν τι χρῄζουσ'; Ὡς ὑπουργήσω, γύναι.

Κρέουσα

Μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.

Ἴων

Λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.   335

Κρέουσα

Ἄκουε δὴ τὸν μῦθον. ἀλλ' αἰδούμεθα.

Ἴων

Οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.

Κρέουσα

Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.

Ἴων

Φοίβῳ γυνὴ γεγῶσα; Μὴ λέγ', ὦ ξένη.

Κρέουσα

Καὶ παῖδά γ' ἔτεκε τῷ θεῷ λάθρα πατρός.   340

Ἴων

Οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.

Κρέουσα

Οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.

Ἴων

Τί χρῆμα δράσασ', εἰ θεῷ συνεζύγη;

Κρέουσα

Τὸν παῖδ' ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.

Ἴων

Ὁ δ' ἐκτεθεὶς παῖς ποῦ 'στιν; Εἰσορᾷ φάος;   345

Κρέουσα

Οὐκ οἶδεν οὐδείς. Ταῦτα καὶ μαντεύομαι.

Ἴων

Εἰ δ' οὐκέτ' ἔστι, τίνι τρόπῳ διεφθάρη;

Κρέουσα

Θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.

Ἴων

Ποίῳ τόδ' ἔγνω χρωμένη τεκμηρίῳ;

Κρέουσα

Ἐλθοῦσ' ἵν' αὐτὸν ἐξέθηκ' οὐχ ηὗρ' ἔτι.   350

Ἴων

Ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;

Κρέουσα

Οὔ φησι. καίτοι πόλλ' ἐπεστράφη πέδον.

Ἴων

Χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;

Κρέουσα

Σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.

Ἴων

Ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δ' ἀθλία.   355

Κρέουσα

Οὔκουν ἔτ' ἄλλον γ' ὕστερον τίκτει γόνον.

Ἴων

Τί δ', εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;

Κρέουσα

Τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.

Ἴων

Οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.

Κρέουσα

Καὶ σέ, ὦ ξέν', οἶμαι μητέρ' ἀθλίαν ποθεῖν.   360

Ἴων

Καὶ μή γ' ἐπ' οἶκτόν μ' ἔξαγ' οὗ 'λελήσμεθα.

Κρέουσα

Σιγῶ· πέραινε δ' ὧν σ' ἀνιστορῶ πέρι.

Ἴων

Οἶσθ' οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;

Κρέουσα

Τί δ' οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;

Ἴων

Πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;   365

Κρέουσα

Εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.

Ἴων

Αἰσχύνεται τὸ πρᾶγμα· μὴ 'ξέλεγχέ νιν.

Κρέουσα

Ἀλγύνεται δέ γ' ἡ παθοῦσα τῇ τύχῃ.

Ἴων

Οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.   369
Ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς   370
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμα. Ἀπαλλάσσου, γύναι.
Τῷ γὰρ θεῷ τἀναντί' οὐ μαντευτέον.
Ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν   375
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
σφαγαῖσι μήλων ἢ δι' οἰωνῶν πτεροῖς.
Ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
ἄκοντα κεκτήμεσθα τἀγάθ', ὦ γύναι·
ἃ δ' ἂν διδῶσ' ἑκόντες, ὠφελούμεθα.   380

Χορός

Πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρουσιν· ἓν δ' ἂν εὐτυχὲς
μόλις ποτ' ἐξεύροι τις ἀνθρώπων βίῳ.

Κρέουσα

Ὦ Φοῖβε, κἀκεῖ κἀνθάδ' οὐ δίκαιος εἶ   384
ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·   385
ὃς οὔτ' ἔσωσας τὸν σὸν ὃν σῶσαί σ' ἐχρῆν,
οὔθ' ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτ' ἔστιν, ὀγκωθῇ τάφῳ,
εἰ δ' ἔστιν . . .
Ἀλλ' ἐᾶν χρὴ τάδ', εἰ πρὸς τοῦ θεοῦ   390
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.

Ἀλλ', ὦ ξέν', εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
σίγα πρὸς ἄνδρα, μή τιν' αἰσχύνην λάβω   395
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
Τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
μισούμεθ'· οὕτω δυστυχεῖς πεφύκαμεν.   400

Ξοῦθος

Πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ', ὦ γύναι.
Μῶν χρόνιος ἐλθών σ' ἐξέπληξ' ὀρρωδίᾳ;

Κρέουσα

Οὐδέν γ'· ἀφίκου δ' ἐς μέριμναν. Ἀλλά μοι   404
λέξον, τί θέσπισμ' ἐκ Τροφωνίου φέρεις,   405
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;

Ξοῦθος

Οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθ'· ἓν δ' οὖν εἶπεν· οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.

Κρέουσα

Ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως   410
ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.

Ξοῦθος

ἔσται τάδ'· ἀλλὰ τίς προφητεύει θεοῦ;

Ἴων

Ἡμεῖς τά γ' ἔξω, τῶν ἔσω δ' ἄλλοις μέλει,
οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,   415
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.

Ξοῦθος

Καλῶς· ἔχω δὴ πάνθ' ὅσων ἐχρῄζομεν.   417
Στείχοιμ' ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
κοινὸν πρὸ ναοῦ· βούλομαι δ' ἐν ἡμέρᾳ   420
τῇδ' αἰσία γάρ θεοῦ λαβεῖν μαντεύματα.
Σὺ δ' ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μ' ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.

Κρέουσα

Ἔσται τάδ', ἔσται. Λοξίας δ' ἐὰν θέλῃ   425
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτ' ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρῄζει θεὸς γάρ ἐστι δέξομαι.

Ἴων

Τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν   429
κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ' αἰνίσσεται;   430
Ἤτοι φιλοῦσά γ' ἧς ὕπερ μαντεύεται,
ἢ καί τι σιγῶσ' ὧν σιωπᾶσθαι χρεών;
Ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; Προσήκει γ' οὐδέν. Ἀλλὰ χρυσέαις
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια   435
δρόσον καθήσω. Νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει· Παρθένους βίᾳ γαμῶν
προδίδωσι; Παῖδας ἐκτεκνούμενος λάθρᾳ
θνῄσκοντας ἀμελεῖ; Μὴ σύ γ'· ἀλλ', ἐπεὶ κρατεῖς,
ἀρετὰς δίωκε. Καὶ γὰρ ὅστις ἂν βροτῶν   440
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
Πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
Εἰ δ' οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι
δίκας βιαίων δώσετ' ἀνθρώποις γάμων,   445
σὺ καὶ Ποσειδῶν Ζεύς θ' ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
Τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
σπεύδοντες ἀδικεῖτ'. οὐκέτ' ἀνθρώπους κακῶς
λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ   450
μιμούμεθ', ἀλλὰ τοὺς διδάσκοντας τάδε.

Χορός

Σὲ τὰν ὠδίνων λοχιᾶν   452
ἀνειλείθυιαν, ἐμὰν
Ἀθάναν, ἱκετεύω,
Προμηθεῖ Τιτᾶνι λοχευ-   455
θεῖσαν κατ' ἀκροτάτας
κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
μόλε Πύθιον οἶκον,
Ὀλύμπου χρυσέων θαλάμων
πταμένα πρὸς ἀγυιάς,   460
Φοιβήιος ἔνθα γᾶς
μεσσόμφαλος ἑστία
παρὰ χορευομένῳ τρίποδι
μαντεύματα κραίνει,
σὺ καὶ παῖς ἁ Λατογενής,   465
δύο θεαὶ δύο παρθένοι,
κασίγνηται σεμναὶ Φοίβου.
ἱκετεύσατε δ', ὦ κόραι,
τὸ παλαιὸν Ἐρεχθέως
γένος εὐτεκνίας χρονίου καθαροῖς   470
μαντεύμασι κῦρσαι.

Ὑπερβαλλούσας γὰρ ἔχει
θνατοῖς εὐδαιμονίας
ἀκίνητον ἀφορμάν,
τέκνων οἷς ἂν καρποτρόφοι   475
λάμπωσιν ἐν θαλάμοις
πατρίοισι νεάνιδες ἧβαι,
διαδέκτορα πλοῦτον
ὡς ἕξοντες ἐκ πατέρων
ἑτέροις ἐπὶ τέκνοις.   480
Ἀλκά τε γὰρ ἐν κακοῖς
σύν τ' εὐτυχίαις φίλον,
δορί τε γᾷ πατρίᾳ φέρει
σωτήριον ἀλκάν.
Ἐμοὶ μὲν πλούτου τε πάρος   485
βασιλικῶν τ' εἶεν θαλάμων
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
τὸν ἄπαιδα δ' ἀποστυγῶ
βίον, ᾧ τε δοκεῖ ψέγω·
μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς   490
εὔπαιδος ἐχοίμαν.

Ὦ Πανὸς θακήματα καὶ   492
παραυλίζουσα πέτρα
μυχώδεσι Μακραῖς,
ἵνα χοροὺς στείβουσι ποδοῖν   495
Ἀγλαύρου κόραι τρίγονοι
στάδια χλοερὰ πρὸ Παλλάδος
ναῶν, συρίγγων
ὑπ' αἰόλας ἰαχᾶς
ὕμνων, ὅτ' ἀναλίοις   500
συρίζεις, ὦ Πάν,
τοῖς σοῖσιν ἐν ἄντροις,
ἵνα τεκοῦσά τις Φοίβῳ
παρθένος, ὦ μελέα, βρέφος,
πτανοῖς ἐξόρισεν θοίναν
θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων   505
ὕβριν· οὔτ' ἐπὶ κερκίσιν οὔτε λόγοις
φάτιν ἄιον εὐτυχίας μετέχειν
θεόθεν τέκνα θνατοῖς.

Ἴων

Πρόσπολοι γυναῖκες, αἳ τῶνδ' ἀμφὶ κρηπῖδας δόμων   510
θυοδόκων φρούρημ' ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπ' ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος, ἢ μίμνει κατ' οἶκον ἱστορῶν ἀπαιδίαν;

Χορός

Ἐν δόμοις ἔστ', ὦ ξέν'· οὔπω δῶμ' ὑπερβαίνει τόδε.
ὡς δ' ἐπ' ἐξόδοισιν ὄντος, τῶνδ' ἀκούομεν πυλῶν   515
δοῦπον, ἐξιόντα τ' ἤδη δεσπότην ὁρᾶν πάρα.

Ξοῦθος

Ὦ τέκνον, χαῖρ'· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.

Ἴων

Χαίρομεν· σὺ δ' εὖ φρόνει γε, καὶ δύ' ὄντ' εὖ πράξομεν.

Ξοῦθος

Δὸς χερὸς φίλημά μοι σῆς σώματός τ' ἀμφιπτυχάς.

Ἴων

Εὖ φρονεῖς μέν; Ἤ σ' ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;   520

Ξοῦθος

Σωφρονῶ· τὰ φίλταθ' εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.

Ἴων

Παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.

Ξοῦθος

Ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δ' εὑρίσκω φίλα.

Ἴων

Οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;

Ξοῦθος

Ὡ τί δὴ φεύγεις με; Σαυτοῦ γνωρίσας τὰ φίλτατα   525

Ἴων

Οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.

Ξοῦθος

Κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.

Ἴων

Ποῦ δέ μοι πατὴρ σύ; Ταῦτ' οὖν οὐ γέλως κλύειν ἐμοῦ;

Ξοῦθος

Οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.

Ἴων

Καὶ τί μοι λέξεις;   530

Ξοῦθος

Πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.

Ἴων

Τίς λέγει τάδε;

Ξοῦθος

Ὅς σ' ἔθρεψεν ὄντα Λοξίας ἐμόν.

Ἴων

Μαρτυρεῖς σαυτῷ.

Ξοῦθος

Τὰ τοῦ θεοῦ γ' ἐκμαθὼν χρηστήρια.

Ἴων

Ἐσφάλης αἴνιγμ' ἀκούσας.

Ξοῦθος

Οὐκ ἄρ' ὄρθ' ἀκούομεν.

Ἴων

Ὁ δὲ λόγος τίς ἐστι Φοίβου;

Ξοῦθος

Τὸν συναντήσαντά μοι

Ἴων

Τίνα συνάντησιν;   535

Ξοῦθος

Δόμων τῶνδ' ἐξιόντι τοῦ θεοῦ

Ἴων

Συμφορᾶς τίνος κυρῆσαι;

Ξοῦθος

Παῖδ' ἐμὸν πεφυκέναι.

Ἴων

Σὸν γεγῶτ', ἢ δῶρον ἄλλως;

Ξοῦθος

Δῶρον, ὄντα δ' ἐξ ἐμοῦ.

Ἴων

Πρῶτα δῆτ' ἐμοὶ ξυνάπτεις πόδα σόν;

Ξοῦθος

Οὐκ ἄλλῳ, τέκνον.

Ἴων

Ἡ τύχη πόθεν ποθ' ἥκει;

Ξοῦθος

Δύο μίαν θαυμάζομεν.

Ἴων

Ἔα. τίνος δέ σοι πέφυκα μητρός;   540

Ξοῦθος

Οὐκ ἔχω φράσαι.

Ἴων

Οὐδὲ Φοῖβος εἶπε;

Ξοῦθος

Τερφθεὶς τοῦτο, κεῖν' οὐκ ἠρόμην.

Ἴων

Γῆς ἄρ' ἐκπέφυκα μητρός.

Ξοῦθος

Οὐ πέδον τίκτει τέκνα.

Ἴων

Πῶς ἂν οὖν εἴην σός;

Ξοῦθος

Οὐκ οἶδ', ἀναφέρω δ' ἐς τὸν θεόν.

Ἴων

Φέρε λόγων ἁψώμεθ' ἄλλων.

Ξοῦθος

Ταῦτ' ἀμείνον', ὦ τέκνον.

Ἴων

Ἦλθες ἐς νόθον τι λέκτρον;   545

Ξοῦθος

Μωρίᾳ γε τοῦ νέου.

Ἴων

Πρὶν κόρην λαβεῖν Ἐρεχθέως;

Ξοῦθος

Οὐ γὰρ ὕστερόν γέ πω.

Ἴων

Ἆρα δῆτ' ἐκεῖ μ' ἔφυσας;

Ξοῦθος

Τῷ χρόνῳ γε συντρέχει.

Ἴων

Κᾆτα πῶς ἀφικόμεσθα δεῦρο

Ξοῦθος

Ταῦτ' ἀμηχανῶ.

Ἴων

Διὰ μακρᾶς ἐλθὼν κελεύθου;

Ξοῦθος

Τοῦτο κἄμ' ἀπαιολεῖ.

Ἴων

Πυθίαν δ' ἦλθες πέτραν πρίν;   550

Ξοῦθος

Ἐς φανάς γε Βακχίου.

Ἴων

Προξένων δ' ἔν του κατέσχες;

Ξοῦθος

Ὅς με Δελφίσιν κόραις . . .

Ἴων

Ἐθιάσευσ', ἢ πῶς τάδ' αὐδᾷς;

Ξοῦθος

Μαινάσιν γε Βακχίου.

Ἴων

Ἔμφρον' ἢ κάτοινον ὄντα;

Ξοῦθος

Βακχίου πρὸς ἡδοναῖς.

Ἴων

Τοῦτ' ἐκεῖν' ἵν' ἐσπάρημεν.

Ξοῦθος

Ὁ πότμος ἐξηῦρεν, τέκνον.

Ἴων

Πῶς δ' ἀφικόμεσθα ναούς;   555

Ξοῦθος

Ἔκβολον κόρης ἴσως.

Ἴων

Ἐκπεφεύγαμεν τὸ δοῦλον.

Ξοῦθος

Πατέρα νυν δέχου, τέκνον.

Ἴων

Τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.

Ξοῦθος

Εὖ φρονεῖς ἄρα.

Ἴων

Καὶ τί βουλόμεσθά γ' ἄλλο

Ξοῦθος

Νῦν ὁρᾷς ἃ χρή σ' ὁρᾶν.

Ἴων

Ἢ Διὸς παιδὸς γενέσθαι παῖς;

Ξοῦθος

Ὃ σοί γε γίγνεται.

Ἴων

Ἦ θίγω δῆθ' οἵ μ' ἔφυσαν;   560

Ξοῦθος

Πιθόμενός γε τῷ θεῷ.

Ἴων

Χαῖρέ μοι, πάτερ

Ξοῦθος

Φίλον γε φθέγμ' ἐδεξάμην τόδε.

Ἴων

Ἡμέρα θ' ἡ νῦν παροῦσα.

Ξοῦθος

Μακάριόν γ' ἔθηκέ με.

Ἴων

Ὦ φίλη μῆτερ, πότ' ἆρα καὶ σὸν ὄψομαι δέμας;
Νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ', εἰσιδεῖν.
Ἀλλ' ἴσως τέθνηκας, ἡμεῖς δ' οὐδὲν ἂν δυναίμεθα.   565

Χορός

Κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν' εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τ' Ἐρεχθέως δόμους.

Ξοῦθος

Ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς   569
ὀρθῶς ἔκρανε, καὶ συνῆψ' ἐμοί τε σέ,   570
σύ τ' αὖ τὰ φίλταθ' ηὗρες οὐκ εἰδὼς πάρος.
Ὃ δ' ᾖξας ὀρθῶς, τοῦτο κἄμ' ἔχει πόθος,
ὅπως σύ τ', ὦ παῖ, μητέρ' εὑρήσεις σέθεν,
ἐγώ θ' ὁποίας μοι γυναικὸς ἐξέφυς.
Χρόνῳ δὲ δόντες ταῦτ' ἴσως εὕροιμεν ἄν.   575
Ἀλλ' ἐκλιπὼν θεοῦ δάπεδ' ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σ' ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
δυοῖν κεκλήσῃ δυσγενὴς πένης θ' ἅμα,   580
ἀλλ' εὐγενής τε καὶ πολυκτήμων βίου.
Σιγᾷς; Τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
Ἐς φροντίδας δ' ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.

Ἴων

Οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων   585
πρόσωθεν ὄντων ἐγγύθεν θ' ὁρωμένων.
Ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σ' ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. Εἶναί φασι τὰς αὐτόχθονας
κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,   590
ἵν' ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τ' ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
Καὶ τοῦτ' ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
ἢν δ' ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν   595
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τ' εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
γέλωτ' ἐν αὐτοῖς μωρίαν τε λήψομαι   600
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
Τῶν δ' αὖ λογίων τε χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. Οὕτω γὰρ τάδ', ὦ πάτερ, φιλεῖ·
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,   605
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.

Ἐλθὼν δ' ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν   607
γυναῖκά θ' ὡς ἄτεκνον, ἣ κοινουμένη
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
αὐτὴ καθ' αὑτὴν τὴν τύχην οἴσει πικρῶς,   610
πῶς οὐχ ὑπ' αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
ἣ δ' οὖσ' ἄτεκνος τὰ σὰ φίλ' εἰσορᾷ πικρῶς,
κᾆτ' ἢ προδοὺς σύ μ' ἐς δάμαρτα σὴν βλέπῃς
ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;   615
Ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
Ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
πατέρων ἀπ' ἐσθλῶν οὖσ' ἀπαιδίᾳ νοσεῖν.   620

Τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
αἰῶνα τείνει; Δημότης ἂν εὐτυχὴς   625
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
Εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
πλουτεῖν τε τερπνόν; Οὐ φιλῶ ψόφους κλύειν   630
ἐν χερσὶ σῴζων ὄλβον οὐδ' ἔχειν πόνους·
εἴη γ' ἐμοὶ <μὲν> μέτρια μὴ λυπουμένῳ.

Ἃ δ' ἐνθάδ' εἶχον ἀγάθ' ἄκουσόν μου, πάτερ·
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
ὄχλον τε μέτριον, οὐδέ μ' ἐξέπληξ' ὁδοῦ   635
πονηρὸς οὐδείς· κεῖνο δ' οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
Θεῶν δ' ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
Καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ' ἧκον ξένοι,   640
ὥσθ' ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
Ὃ δ' εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
δίκαιον εἶναί μ' ὁ νόμος ἡ φύσις θ' ἅμα
παρεῖχε τῷ θεῷ. Ταῦτα συννοούμενος
κρείσσω νομίζω τἀνθάδ' ἢ τἀκεῖ, πάτερ.   645
Ἔα δ' ἔμ' αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,
μεγάλοισι χαίρειν σμικρά θ' ἡδέως ἔχειν.

Χορός

Καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ   648
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.

Ξοῦθος

Παῦσαι λόγων τῶνδ', εὐτυχεῖν δ' ἐπίστασο·   650
θέλω γὰρ οὗπέρ σ' ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θ' ἅ σου πρὶν γενέθλι' οὐκ ἐθύσαμεν.
Καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ' ἐφέστιον
δείπνοισι τέρψω, τῆς δ' Ἀθηναίων χθονὸς   655
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντ' ἐμόν.
Καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
Χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
δάμαρτ' ἐᾶν σε σκῆπτρα τἄμ' ἔχειν χθονός.   660
Ἴωνα δ' ὀνομάζω σε τῇ τύχῃ πρέπον,
ὁθούνεκ' ἀδύτων ἐξιόντι μοι θεοῦ
ἴχνος συνῆψας πρῶτος. Ἀλλὰ τῶν φίλων
πλήρωμ' ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
πρόσειπε, μέλλων Δελφίδ' ἐκλιπεῖν πόλιν.   665
Ὑμῖν δὲ σιγᾶν, δμωί̈δες, λέγω τάδε,
ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ' ἐμήν.

Ἴων

Στείχοιμ' ἄν. Ἓν δὲ τῆς τύχης ἄπεστί μοι·   668
εἰ μὴ γὰρ ἥτις μ' ἔτεκεν εὑρήσω, πάτερ,
ἀβίωτον ἡμῖν. Εἰ δ' ἐπεύξασθαι χρεών,   670
ἐκ τῶν Ἀθηνῶν μ' ἡ τεκοῦσ' εἴη γυνή,
ὥς μοι γένηται μητρόθεν παρρησία.
Καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα
δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.   675

Χορός

Ὁρῶ δάκρυα καὶ πενθίμους   676
<ἀλαλαγὰς> στεναγμάτων τ' ἐσβολάς,
ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
πόσιν ἔχοντ' εἰδῇ,
αὐτὴ δ' ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.   680
Τίν', ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
σας ὑμνῳδίαν;
Πόθεν ὁ παῖς ὅδ' ἀμφὶ ναοὺς σέθεν
τρόφιμος ἐξέβα; Γυναικῶν τίνος;
Οὐ γάρ με σαίνει θέσφατα μή τιν' ἔχῃ δόλον.   685
Δειμαίνω συμφοράν,   688
ἐφ' ὅ ποτε βάσεται.
Ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,   690
τὸ δ' ἔτ' εὔφημ' ἔχει,
δόλον τύχαν θ', ὁ παῖς
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
Τίς οὐ τάδε ξυνοίσεται;

Φίλαι, πότερ' ἐμᾷ δεσποίνᾳ   695
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
Πόσιν, ἐν ᾧ τὰ πάντ' ἔχουσ' ἐλπίδων
μέτοχος ἦν, τλάμων, . . .
Νῦν δ' ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δ' εὐτυχεῖ.
Πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δ' . . .   700
Ἀτίετος φίλων.
Μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης . . .
ὄλοιτ', ὄλοιτοπότνιαν ἐξαπαφὼν ἐμάν.
Καὶ θεοῖσιν μὴ τύχοι   705
καλλίφλογα πέλανον ἐπὶ
πυρὶ καθαγνίσας· τὸ δ' ἐμὸν εἴσεται,
<ὅσον ἀμᾶς ἔφυν>
τυραννίδος φίλα.   710
Ἦ δὴ πέλας δείπνων κυρεῖ
παῖς καὶ πατὴρ νέος νέων.   713

Ἰὼ δειράδες Παρνασοῦ πέτρας
ἔχουσαι σκόπελον οὐράνιόν θ' ἕδραν,   715
ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
μή ποτ' εἰς ἐμὰν πόλιν ἵκοιθ' ὁ παῖς,   719
νέαν δ' ἁμέραν ἀπολιπὼν θάνοι.   720
Στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
ξενικὸν ἐσβολὰν . . .
[γαπ ιν τεχτ· ]
ἁΛίσας ὁ πάρος ἀρχαγὸς ὢν
Ἐρεχθεὺς ἄναξ.

Κρέουσα

ὦ πρέσβυ παιδαγώγ' Ἐρεχθέως πατρὸς   725
τοὐμοῦ ποτ' ὄντος, ἡνίκ' ἦν ἔτ' ἐν φάει,
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·   730
ἃ μὴ γένοιτο δ', εἴ τι τυγχάνοι κακόν,
ἐς ὄμματ' εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
ἐγὼ δέ σ', ὥσπερ καὶ σὺ πατέρ' ἐμόν ποτε,
δέσποιν' ὅμως οὖσ' ἀντικηδεύω πατρός.

Πρεσβύτης

Ὦ θύγατερ, ἄξι' ἀξίων γεννητόρων   735
ἤθη φυλάσσεις, κοὐ καταισχύνασ' ἔχεις
τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
Ἕλχ' ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
Αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.   740

Κρέουσα

Ἕπου νυν· ἴχνος δ' ἐκφύλασσ' ὅπου τίθης.

Πρεσβύτης

Ἰδού.
τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.

Κρέουσα

Βάκτρῳ δ' ἐρείδου περιφερῆ στίβον χθονός.

Πρεσβύτης

Ναὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.

Κρέουσα

Ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.   745

Πρεσβύτης

Οὔκουν ἑκών γε· τοῦ δ' ἀπόντος οὐ κρατῶ.

Κρέουσα

Γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος   747
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
βέβηκε παίδων, ὧνπερ οὕνεχ' ἥκομεν;
Σημήνατ'· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,   750
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.

Χορός

Ἰὼ δαῖμον.

Πρεσβύτης

Τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.

Χορός

Ἰὼ τλᾶμον.

Πρεσβύτης

Ἀλλ' ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;   755

Χορός

Εἶἑν· τί δρῶμεν; Θάνατος ὧν κεῖται πέρι . . .

Κρέουσα

Τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;

Χορός

Εἴπωμεν ἢ σιγῶμεν; Ἢ τί δράσομεν;

Κρέουσα

Εἴφ'· ὡς ἔχεις γε συμφοράν τιν' εἰς ἐμέ.

Χορός

[760 ]Εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.
οὐκ ἔστι σοι, δέσποιν', ἐπ' ἀγκάλαις λαβεῖν
τέκν', οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.

Κρέουσα

Ὤμοι, θάνοιμι.

Πρεσβύτης

Θύγατερ.

Κρέουσα

Ὦ τάλαιν'
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος
ἀβίοτον, φίλαι.
διοιχόμεσθα.   765

Πρεσβύτης

Τέκνον.

Κρέουσα

Αἰαῖ αἰαῖ·
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-   767
μόνων τῶνδ' ἔσω.

Πρεσβύτης

Μήπω στενάξῃς

Κρέουσα

Ἀλλὰ πάρεισι γόοι.

Πρεσβύτης

Πρὶν ἂν μάθωμεν   770

Κρέουσα

Ἀγγελίαν τίνα μοι;

Πρεσβύτης

Εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.

Χορός

Κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
ἔδωκεν, ἰδίᾳ δ' εὐτυχεῖ ταύτης δίχα.   775

Κρέουσα

Τόδ' ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
ἄχος ἐμοὶ στένειν.

Πρεσβύτης

Πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
τὸν παῖδ' ὃν εἶπας, ἢ γεγῶτ' ἐθέσπισεν;

Χορός

Ἤδη πεφυκότ' ἐκτελῆ νεανίαν   780
δίδωσιν αὐτῷ Λοξίας· παρῆ δ' ἐγώ.

Κρέουσα

Πῶς φῄς; Ἄφατον ἄφατον ἀναύδητον
λόγον ἐμοὶ θροεῖς.

Πρεσβύτης

Κἄμοιγε. πῶς δ' ὁ χρησμὸς ἐκπεραίνεται,   785
σαφέστερόν μοι φράζε, χὥστις ἔσθ' ὁ παῖς.

Χορός

Ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
πρώτῳ πόσις σός, παῖδ' ἔδωκ' αὐτῷ θεός.

Κρέουσα

Ὀττοτοττοτοῖ· τὸν δ' ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
ἄρα βίοτον; Ἐρημίᾳ δ' ὀρφανοὺς   790
δόμους οἰκήσω.

Πρεσβύτης

Τίς οὖν ἐχρήσθη; Τῷ συνῆψ' ἴχνος ποδὸς
πόσις ταλαίνης; Πῶς δὲ ποῦ νιν εἰσιδών;

Χορός

Οἶσθ', ὦ φίλη δέσποινα, τὸν νεανίαν
ὃς τόνδ' ἔσαιρε ναόν; Οὗτος ἔσθ' ὁ παῖς.   795

Κρέουσα

Ἀν' ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.   799

Πρεσβύτης

Ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;   800
Οἶσθ', ἢ σιωπῇ τοῦτ' ἀκύρωτον μένει;

Χορός

Ἴων', ἐπείπερ πρῶτος ἤντησεν πατρί.

Πρεσβύτης

Μητρὸς δ' ὁποίας ἐστὶν

Χορός

Οὐκ ἔχω φράσαι.
Φροῦδος δ' ἵν' εἰδῇς πάντα τἀπ' ἐμοῦ, γέρον
παιδὸς προθύσων ξένια καὶ γενέθλια   805
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.

Πρεσβύτης

Δέσποινα, προδεδόμεσθα σὺν γάρ σοι νοσῶ   808
τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
ὑβριζόμεσθα δωμάτων τ' Ἐρεχθέως   810
ἐκβαλλόμεσθα. Καὶ σὸν οὐ στυγῶν πόσιν
λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος   815
λάθρα πέφηνεν· ὡς λάθρα δ', ἐγὼ φράσω.
Ἐπεί σ' ἄτεκνον ᾔσθετ', οὐκ ἔστεργέ σοι
ὅμοιος εἶναι τῆς τύχης τ' ἴσον φέρειν,
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
τὸν παῖδ' ἔφυσεν, ἐξενωμένον δέ τῳ   820
Δελφῶν δίδωσιν ἐκτρέφειν. Ὃ δ' ἐν θεοῦ
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
Νεανίαν δ' ὡς ᾔσθετ' ἐκτεθραμμένον,
ἐλθεῖν σ' ἔπεισε δεῦρ' ἀπαιδίας χάριν.
Κᾆθ' ὁ θεὸς οὐκ ἐψεύσαθ', ὅδε δ' ἐψεύσατο   825
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδ'· ἁλοὺς μὲν ἀνέφερ' ἐς τὸν δαίμονα,
ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
τυραννίδ' αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
Καινὸν δὲ τοὔνομ' ἀνὰ χρόνον πεπλασμένον   830
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.

Χορός

Οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,   832
οἳ συντιθέντες τἄδικ' εἶτα μηχαναῖς
κοσμοῦσι. Φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.   835

Πρεσβύτης

Καὶ τῶνδ' ἁπάντων ἔσχατον πείσῃ κακόν·
ἀμήτορ', ἀναρίθμητον, ἐκ δούλης τινὸς
γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
Ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ' εὐγενοῦς
μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,   840
ἐσῴκισ' οἴκους· εἰ δὲ σοὶ τόδ' ἦν πικρόν,
τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
Ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·
ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν   845
καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
Εἰ γάρ γ' ὑφήσεις τοῦδ', ἀπαλλάξῃ βίου.
Δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,
ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.
Ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,   850
καὶ συμφονεύειν παῖδ' ἐπεισελθὼν δόμους
οὗ δαῖθ' ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.
Ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
τοὔνομα· τὰ δ' ἄλλα πάντα τῶν ἐλευθέρων   855
οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.

Χορός

Κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
κοινουμένη τήνδ' ἢ θανεῖν ἢ ζῆν καλῶς.

Κρέουσα

Ὦ ψυχά, πῶς σιγάσω;   859
Πῶς δὲ σκοτίας ἀναφήνω   860
εὐνάς, αἰδοῦς δ' ἀπολειφθῶ;
Τί γὰρ ἐμπόδιον κώλυμ' ἔτι μοι;
Πρὸς τίν' ἀγῶνας τιθέμεσθ' ἀρετῆς;
Οὐ πόσις ἡμῶν προδότης γέγονεν,
στέρομαι δ' οἴκων, στέρομαι παίδων,   865
φροῦδαι δ' ἐλπίδες, ἃς διαθέσθαι
χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
σιγῶσα γάμους,
σιγῶσα τόκους πολυκλαύτους;
Ἀλλ' οὐ τὸ Διὸς πολύαστρον ἕδος   870
καὶ τὴν ἐπ' ἐμοῖς σκοπέλοισι θεὰν
λίμνης τ' ἐνύδρου Τριτωνιάδος
πότνιαν ἀκτάν,
οὐκέτι κρύψω λέχος, ὡς στέρνων
ἀπονησαμένη ῥᾴων ἔσομαι.   875
Στάζουσι κόραι δακρύοισιν ἐμαί,
ψυχὴ δ' ἀλγεῖ κακοβουλευθεῖσ'
ἔκ τ' ἀνθρώπων ἔκ τ' ἀθανάτων,
οὓς ἀποδείξω
λέκτρων προδότας ἀχαρίστους.   880

Ὦ τᾶς ἑπταφθόγγου μέλπων
κιθάρας ἐνοπάν, ἅτ' ἀγραύλοις
κέρασιν ἐν ἀψύχοις ἀχεῖ
μουσᾶν ὕμνους εὐαχήτους,
σοὶ μομφάν, ὦ Λατοῦς παῖ,   885
πρὸς τάνδ' αὐγὰν αὐδάσω.
Ἦλθές μοι χρυσῷ χαίταν
μαρμαίρων, εὖτ' ἐς κόλπους
κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
ἀνθίζειν χρυσανταυγῆ·   890
λευκοῖς δ' ἐμφὺς καρποῖσιν
χειρῶν εἰς ἄντρου κοίτας
κραυγὰν Ὦ μᾶτέρ μ' αὐδῶσαν
θεὸς ὁμευνέτας
ἆγες ἀναιδείᾳ   895
Κύπριδι χάριν πράσσων.
Τίκτω δ' ἁ δύστανός σοι
κοῦρον, τὸν φρίκᾳ ματρὸς
εἰς εὐνὰν βάλλω τὰν σάν,
ἵνα με λέχεσι μελέαν μελέοις   900
ἐζεύξω τὰν δύστανον.
Οἴμοι μοι· καὶ νῦν ἔρρει
πτανοῖς ἁρπασθεὶς θοίνα
παῖς μοι καὶ σός, τλάμων·
σὺ δὲ κιθάρᾳ κλάζεις   905
παιᾶνας μέλπων.

Ὠή,
τὸν Λατοῦς αὐδῶ <σ'>,
ὅστ' ὀμφὰν κληροῖς
πρὸς χρυσέους θάκους
καὶ γαίας μεσσήρεις ἕδρας,   910
εἰς οὖς αὐδὰν καρύξω·
Ἰὼ κακὸς εὐνάτωρ,
ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
χάριν οὐ προλαβὼν
παῖδ' εἰς οἴκους οἰκίζεις·   915
ὁ δ' ἐμὸς γενέτας καὶ σός γ', ἀμαθής,
οἰωνοῖς ἔρρει συλαθείς,
σπάργανα ματέρος ἐξαλλάξας.
Μισεῖ σ' ἁ Δᾶλος καὶ δάφνας
ἔρνεα φοίνικα παρ' ἁβροκόμαν,   920
ἔνθα λοχεύματα σέμν' ἐλοχεύσατο
Λατὼ Δίοισί σε καρποῖς.

Χορός

Οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
κακῶν, ἐφ' οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.

Πρεσβύτης

Ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι   925
πρόσωπον, ἔξω δ' ἐγενόμην γνώμης ἐμῆς.
Κακῶν γὰρ ἄρτι κῦμ' ὑπεξαντλῶν φρενί,
πρύμνηθεν αἴρει μ' ἄλλο σῶν λόγων ὕπο,
Οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.   930
τί φῄς; Τίνα λόγον Λοξίου κατηγορεῖς;
Ποῖον τεκεῖν φῂς παῖδα; Ποῦ θεῖναι πόλεως
θηρσὶν φίλον τύμβευμ'; Ἄνελθέ μοι πάλιν.

Κρέουσα

Αἰσχύνομαι μέν σ', ὦ γέρον, λέξω δ' ὅμως.

Πρεσβύτης

Ὡς συστενάζειν γ' οἶδα γενναίως φίλοις.   935

Κρέουσα

Ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας
πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;

Πρεσβύτης

Οἶδ', ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.

Κρέουσα

Ἐνταῦθ' ἀγῶνα δεινὸν ἠγωνίσμεθα.

Πρεσβύτης

Τίν'; Ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.   940

Κρέουσα

Φοίβῳ ξυνῆψ' ἄκουσα δύστηνον γάμον.

Πρεσβύτης

Ὦ θύγατερ, ἆρ' ἦν ταῦθ' ἅ γ' ᾐσθόμην ἐγώ;

Κρέουσα

Οὐκ οἶδ'· ἀληθῆ δ' εἰ λέγεις φαίημεν ἄν.

Πρεσβύτης

Νόσον κρυφαίαν ἡνίκ' ἔστενες λάθρα;

Κρέουσα

Τότ' ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.   945

Πρεσβύτης

Κᾆτ' ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;

Κρέουσα

Ἔτεκον ἀνάσχου ταῦτ' ἐμοῦ κλύων, γέρον.

Πρεσβύτης

Ποῦ; Τίς λοχεύει σ'; Ἢ μόνη μοχθεῖς τάδε;

Κρέουσα

Μόνη κατ' ἄντρον οὗπερ ἐζεύχθην γάμοις.

Πρεσβύτης

Ὁ παῖς δὲ ποῦ 'στιν; Ἵνα σὺ μηκέτ' ᾖς ἄπαις.   950

Κρέουσα

Τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.

Πρεσβύτης

Τέθνηκ'; Ἀπόλλων δ' ὁ κακὸς οὐδὲν ἤρκεσεν;

Κρέουσα

Οὐκ ἤρκεσ'· Ἅιδου δ' ἐν δόμοις παιδεύεται.

Πρεσβύτης

Τίς γάρ νιν ἐξέθηκεν; Οὐ γὰρ δὴ σύ γε.

Κρέουσα

Ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.   955

Πρεσβύτης

Οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;

Κρέουσα

Αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.

Πρεσβύτης

Καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;

Κρέουσα

Πῶς δ' οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ' ἔπη

Πρεσβύτης

Φεῦ·   960
τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.

Κρέουσα

Εἰ παῖδά γ' εἶδες χεῖρας ἐκτείνοντά μοι.

Πρεσβύτης

μαστὸν διώκοντ' ἦ πρὸς ἀγκάλαις πεσεῖν;

Κρέουσα

Ἐνταῦθ', ἵν' οὐκ ὢν ἄδικ' ἔπασχεν ἐξ ἐμοῦ.

Πρεσβύτης

Σοὶ δ' ἐς τί δόξ' ἐσῆλθεν ἐκβαλεῖν τέκνον;

Κρέουσα

Ὡς τὸν θεὸν σῴζοντα τόν γ' αὑτοῦ γόνον.   965

Πρεσβύτης

Οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.

Κρέουσα

Τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;

Πρεσβύτης

Σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.

Κρέουσα

Τὰ θνητὰ τοιαῦτ'· οὐδὲν ἐν ταὐτῷ μένει.

Πρεσβύτης

Μή νυν ἔτ' οἴκτων, θύγατερ, ἀντεχώμεθα.   970

Κρέουσα

Τί γάρ με χρὴ δρᾶν; Ἀπορία τὸ δυστυχεῖν.

Πρεσβύτης

Τὸν πρῶτον ἀδικήσαντά σ' ἀποτίνου θεόν.

Κρέουσα

Καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσ' ὑπερδράμω;

Πρεσβύτης

Πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.

Κρέουσα

Δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.   975

Πρεσβύτης

Τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.

Κρέουσα

Οἰδούμεθ' εὐνὰς τὰς τόθ' ἡνίκ' ἐσθλὸς ἦν.

Πρεσβύτης

Νῦν δ' ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.

Κρέουσα

Πῶς; Εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γ' ἄν.

Πρεσβύτης

Ξιφηφόρους σοὺς ὁπλίσασ' ὀπάονας.   980

Κρέουσα

Στείχοιμ' ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;

Πρεσβύτης

Ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.

Κρέουσα

Ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.

Πρεσβύτης

Ὢμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.

Κρέουσα

Καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.   985

Πρεσβύτης

Ἀμφοῖν ἂν εἴην τοῖνδ' ὑπηρέτης ἐγώ.

Κρέουσα

Ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;

Πρεσβύτης

Οἶδ', ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.

Κρέουσα

Ἐνταῦθα Γοργόν' ἔτεκε Γῆ, δεινὸν τέρας.

Πρεσβύτης

Ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;   990

Κρέουσα

Ναί· καί νιν ἔκτειν' ἡ Διὸς Παλλὰς θεά.

Πρεσβύτης

Ποῖόν τι μορφῆς σχῆμ' ἔχουσαν ἀγρίας;

Κρέουσα

Θώρακ' ἐχίδνης περιβόλοις ὡπλισμένον.

Πρεσβύτης

Ἆρ' οὗτός ἐσθ' ὁ μῦθος ὃν κλύω πάλαι;

Κρέουσα

Ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.   995

Πρεσβύτης

Ἣν αἰγίδ' ὀνομάζουσι, Παλλάδος στολήν;

Κρέουσα

Τόδ' ἔσχεν ὄνομα θεῶν ὅτ' ᾖξεν ἐς δόρυ.

Πρεσβύτης

Τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;

Κρέουσα

Ἐριχθόνιον οἶσθ', ἢ ; Τί δ' οὐ μέλλεις, γέρον;

Πρεσβύτης

Ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;   1000

Κρέουσα

Τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ

Πρεσβύτης

Τί χρῆμα; Μέλλον γάρ τι προσφέρεις ἔπος.

Κρέουσα

Δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.

Πρεσβύτης

Ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;

Κρέουσα

Τὸν μὲν θανάσιμον, τὸν δ' ἀκεσφόρον νόσων.   1005

Πρεσβύτης

Ἐν τῷ καθάψασ' ἀμφὶ παιδὶ σώματος;

Κρέουσα

Χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσ' ἐμῷ πατρί.

Πρεσβύτης

Κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;

Κρέουσα

Ναί· κἀπὶ καρπῷ γ' αὔτ' ἐγὼ χερὸς φέρω.

Πρεσβύτης

Πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;   1010

Κρέουσα

Κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ

Πρεσβύτης

Τί τῷδε χρῆσθαι; Δύνασιν ἐκφέρει τίνα;

Κρέουσα

Νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.

Πρεσβύτης

Ὁ δεύτερος δ' ἀριθμὸς ὧν λέγεις τί δρᾷ;

Κρέουσα

Κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.   1015

Πρεσβύτης

Ἐς ἓν δὲ κραθέντ' αὐτὸν ἢ χωρὶς φορεῖς;

Κρέουσα

Χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.

Πρεσβύτης

Ὦ φιλτάτη παῖ, πάντ' ἔχεις ὅσων σε δεῖ.

Κρέουσα

Τούτῳ θανεῖται παῖς· σὺ δ' ὁ κτείνων ἔσῃ.

Πρεσβύτης

Ποῦ καὶ τί δράσας; Σὸν λέγειν, τολμᾶν δ' ἐμόν.   1020

Κρέουσα

Ἐν ταῖς Ἀθήναις, δῶμ' ὅταν τοὐμὸν μόλῃ.

Πρεσβύτης

Οὐκ εὖ τόδ' εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.

Κρέουσα

Πῶς; Ἆρ' ὑπείδου τοῦθ' ὃ κἄμ' ἐσέρχεται;

Πρεσβύτης

Σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.

Κρέουσα

Ὁρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.   1025

Πρεσβύτης

Αὐτοῦ νυν αὐτὸν κτεῖν', ἵν' ἀρνήσῃ φόνους.

Κρέουσα

Προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.

Πρεσβύτης

Καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.

Κρέουσα

Οἶσθ' οὖν ὃ δρᾶσον; Χειρὸς ἐξ ἐμῆς λαβὼν   1029
χρύσωμ' Ἀθάνας τόδε, παλαιὸν ὄργανον,   1030
ἐλθὼν ἵν' ἡμῖν βουθυτεῖ λάθρα πόσις,
δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ
ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν   1035
τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
Κἄνπερ διέλθῃ λαιμόν, οὔποθ' ἵξεται
κλεινὰς Ἀθήνας, κατθανὼν δ' αὐτοῦ μενεῖ.

Πρεσβύτης

Σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
ἡμεῖς δ' ἐφ' ᾧ τετάγμεθ' ἐκπονήσομεν.   1040
Ἄγ', ὦ γεραιὲ πούς, νεανίας γενοῦ
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
Ἐχθρὸν δ' ἐπ' ἄνδρα στεῖχε δεσποτῶν μέτα,
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
Τὴν δ' εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν   1045
τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.

Χορός

Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν   1048
νυκτιπόλων ἐφόδων ἀνάσσεις
καὶ μεθαμερίων, ὅδωσον   1050
δυσθανάτων κρατήρων πλη-
ρώματ' ἐφ' οἷσι πέμπει
πότνια πότνι' ἐμὰ χθονίας
Γοργοῦς λαιμοτόμων ἀπὸ
σταλαγμῶν   1055
τῷ τῶν Ἐρεχθεϊδᾶν
δόμων ἐφαπτομένῳ·
μηδέ ποτ' ἄλλος ἄλλων ἀπ' οἴ-
κων πόλεως ἀνάσσοι
πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.   1060

Εἰ δ' ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
ᾇ νῦν ἐλπὶς ἐφαίνετ', ἢ θη-
κτὸν ξίφος ἢ δαίμων ἐξά-
ψει βρόχον ἀμφὶ δειρήν,   1065
πάθεσι πάθεα δ' ἐξανύτουσ'
εἰς ἄλλας βιότου κάτει-
σι μορφάς.
Οὐ γὰρ δόμων γ' ἑτέρους
ἄρχοντας ἀλλοδαποὺς   1070
ζῶσά ποτ' ὄμμασι ἐν φαεν-
ναῖς ἀνέχοιτ' ἂν αὐγαῖς
ἁ τῶν εὐπατριδᾶν γεγῶσ' οἴκων.

Αἰσχύνομαι τὸν πολύυ-
μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς   1075
λαμπάδα θεωρὸν εἰκάδων
ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
χορεύει δὲ σελάνα   1080
καὶ πεντήκοντα κόραι
Νηρέος, αἱ κατὰ πόντον
ἀενάων τε ποταμῶν
δίνας, χορευόμεναι
τὰν χρυσοστέφανον κόραν   1085
καὶ ματέρα σεμνάν·
ἵν' ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
ὁ Φοίβειος ἀλάτας.

Ὁρᾶθ' ὅσοι δυσκελάδοι-   1090
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθ' ὕμνοις
ἁμέτερα λέχεα καὶ γάμους
Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
εὐσεβίᾳ κρατοῦμεν
ἄδικον ἄροτον ἀνδρῶν.   1095
Παλίμφαμος ἀοιδὰ
καὶ μοῦσ' εἰς ἄνδρας ἴτω
δυσκέλαδος ἀμφὶ λέκτρων.
Δείκνυσι γὰρ ὁ Διὸς ἐκ
παίδων ἀμνημοσύναν,   1100
οὐ κοινὰν τεκέων τύχαν
οἴκοισι φυτεύσας
δεσποίνᾳ· πρὸς δ' Ἀφροδί-
ταν ἄλλαν θέμενος χάριν
νόθου παιδὸς ἔκυρσεν.   1105

Θεράπων

Κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,   1106
δέσποιναν εὕρω; Πανταχῇ γὰρ ἄστεως
ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.

Χορός

Τί δ' ἔστιν, ὦ ξύνδουλε; Τίς προθυμία
ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;   1110

Θεράπων

Θηρώμεθ'· ἀρχαὶ δ' ἁπιχώριοι χθονὸς
ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.

Χορός

Οἴμοι, τί λέξεις; Οὔτι που λελήμμεθα   1113
κρυφαῖον ἐς παῖδ' ἐκπορίζουσαι φόνον;

Θεράπων

Ἔγνως; Μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.   1115

Χορός

Ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;

Θεράπων

Τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.

Χορός

Πῶς; Ἀντιάζω σ' ἱκέτις ἐξειπεῖν τάδε.
Πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,   1120
ἥδιον ἂν θάνοιμεν, εἴθ' ὁρᾶν φάος.

Θεράπων

Ἐπεὶ θεοῦ μαντεῖον ᾤχετ' ἐκλιπὼν   1122
πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
πρὸς δεῖπνα θυσίας θ' ἃς θεοῖς ὡπλίζετο,
Ξοῦθος μὲν ᾤχετ' ἔνθα πῦρ πηδᾷ θεοῦ   1125
βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
δεύσειε δισσὰς παιδὸς ἀντ' ὀπτηρίων,
λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων
σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
Θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον   1130
μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.

Λαβὼν δὲ μόσχους ᾤχεθ'· ὁ δὲ νεανίας
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
ὀρθοστάταις ἱδρύεθ', ἡλίου βολὰς
καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς   1135
ἀκτῖνας, οὔτ' αὖ πρὸς τελευτώσας βίον,
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
μέτρημ' ἔχουσαν τοὐν μέσῳ γε μυρίων
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.   1140
Λαβὼν δ' ὑφάσμαθ' ἱερὰ θησαυρῶν πάρα
κατεσκίαζε, θαύματ' ἀνθρώποις ὁρᾶν.
Πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
Ἀμαζόνων σκυλεύματ' ἤνεγκεν θεῷ.   1145
Ἐνῆν δ' ὑφανταὶ γράμμασιν τοιαίδ' ὑφαί,
Οὐρανὸς ἀθροίζων ἄστρ' ἐν αἰθέρος κύκλῳ.
Ἵππους μὲν ἤλαυν' ἐς τελευταίαν φλόγα
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς   1150
ὄχημ' ἔπαλλεν, ἄστρα δ' ὡμάρτει θεᾷ·
Πλειὰς μὲν ᾔει μεσοπόρου δι' αἰθέρος
ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
Ἄρκτος στρέφουσ' οὐραῖα χρυσήρη πόλῳ·
κύκλος δὲ πανσέληνος ἠκόντιζ' ἄνω   1155
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
Ἕως διώκουσ' ἄστρα. Τοίχοισιν δ' ἔπι
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,   1160
καὶ μιξόθηρας φῶτας, ἱππείας τ' ἄγρας
ἐλάφων, λεόντων τ' ἀγρίων θηράματα.
Κατ' εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
σπείραισιν εἱλίσσοντ', Ἀθηναίων τινὸς
ἀνάθημα· χρυσέους τ' ἐν μέσῳ συσσιτίῳ   1165
κρατῆρας ἔστησ'. Ἐν δ' ἄκροισι βὰς ποσὶ
κῆρυξ ἀνεῖπε τὸν θέλοντ' ἐγχωρίων
ἐς δαῖτα χωρεῖν. Ὡς δ' ἐπληρώθη στέγη,
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
ψυχὴν ἐπλήρουν. Ὡς δ' ἀνεῖσαν ἡδονήν,   1170
παρελθὼν πρέσβυς ἐς μέσον πέδον
ἔστη, γέλων δ' ἔθηκε συνδείπνοις πολύν,
πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
σμύρνης ἱδρῶτα, χρυσέων τ' ἐκπωμάτων   1175
ἦρχ', αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.

Ἐπεὶ δ' ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
κοινόν, γέρων ἔλεξ'· Ἀφαρπάζειν χρεὼν
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ' ἐσφέρειν,
ὡς θᾶσσον ἔλθωσ' οἵδ' ἐς ἡδονὰς φρενῶν.   1180
Ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
ὅ φασι δοῦναι φάρμακον δραστήριον   1185
δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
κοὐδεὶς τάδ' ᾔδειν. Ἐν χεροῖν ἔχοντι δὲ
σπονδὰς μετ' ἄλλων παιδὶ τῷ πεφηνότι
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·
ὁ δ', ὡς ἐν ἱερῷ μάντεσίν τ' ἐσθλοῖς τραφείς,   1190
οἰωνὸν ἔθετο, κἀκέλευσ' ἄλλον νέον
κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
δίδωσι γαίᾳ, πᾶσί τ' ἐκσπένδειν λέγει.
Σιγὴ δ' ὑπῆλθεν. Ἐκ δ' ἐπίμπλαμεν δρόσου
κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.   1195
Κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
κῶμος πελειῶν Λοξίου γὰρ ἐν δόμοις
ἄτρεστα ναίουσ' ὡς δ' ἀπέσπεισαν μέθυ,
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
καθῆκαν, εἷλκον δ' εὐπτέρους ἐς αὐχένας.   1200

Καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
ἣ δ' ἕζετ' ἔνθ' ὁ καινὸς ἔσπεισεν γόνος,
ποτοῦ τ' ἐγεύσατ', εὐθὺς εὔπτερον δέμας
ἔσεισε κἀβάκχευσεν, ἐκ δ' ἔκλαγξ' ὄπα
ἀξύνετον αἰάζουσ'· ἐθάμβησεν δὲ πᾶς   1205
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
Θνῄσκει δ' ἀπασπαίρουσα, φοινικοσκελεῖς
χηλὰς παρεῖσα. Γυμνὰ δ' ἐκ πέπλων μέλη
ὑπὲρ τραπέζης ἧχ' ὁ μαντευτὸς γόνος,
βοᾷ δέ· Τίς μ' ἔμελλεν ἀνθρώπων κτενεῖν;   1210
Σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
Εὐθὺς δ' ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
ἐπ' αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθ' ἕλοι.
ὤφθη δὲ καὶ κατεῖπ' ἀναγκασθεὶς μόγις   1215
τόλμας Κρεούσης πώματός τε μηχανάς.
Θεῖ δ' εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
ὁ πυθόχρηστος Λοξίου νεανίας,
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,   1220
ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
Δελφῶν δ' ἄνακτες ὥρισαν πετρορριφῆ
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τ' ἀνακτόροις
φόνον τιθεῖσαν. Πᾶσα δὲ ζητεῖ πόλις   1225
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
παίδων γὰρ ἐλθοῦσ' εἰς ἔρον Φοίβου πάρα,
τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.

Χορός

Οὐκ ἔστ' οὐκ ἔστιν θανάτου   1229
παρατροπὰ μελέᾳ μοι·   1230
φανερὰ γὰρ φανερὰ τάδ' ἤδη,
σπονδᾶς ἐκ Διονύσου,
βοτρύων θοᾶς ἐχίδνας
σταγόσι μειγνυμένας φόνῳ
φανερὰ θύματα νερτέρων,   1235
συμφοραὶ μὲν ἐμῷ βίῳ,
λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
τίνα φυγὰν πτερόεσσαν ἢ
χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
θανάτου λεύσιμον ἄταν   1240
ἀποφεύγουσα, τεθρίππων
ὠκιστᾶν χαλᾶν ἐπιβᾶσ',
ἢ πρύμνας ἐπὶ ναῶν;

Οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
θεὸς ἐκκλέπτει.   1245
τί ποτ', ὦ μελέα δέσποινα, μένει
ψυχῇ σε παθεῖν; Ἆρα θέλουσαι
δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
πεισόμεθ', ὥσπερ τὸ δίκαιον;

Κρέουσα

Πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,   1250
Πυθίᾳ ψήφῳ κρατηθεῖσ', ἔκδοτος δὲ γίγνομαι.

Χορός

Ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν' εἶ τύχης.

Κρέουσα

Ποῖ φύγω δῆτ'; Ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
μὴ θανεῖν, κλοπῇ δ' ἀφῖγμαι διαφυγοῦσα πολεμίους.

Χορός

Ποῖ δ' ἂν ἄλλοσ' ἢ 'πὶ βωμόν;   1255

Κρέουσα

Καὶ τί μοι πλέον τόδε;

Χορός

Ἱκέτιν οὐ θέμις φονεύειν.

Κρέουσα

Τῷ νόμῳ δέ γ' ὄλλυμαι.

Χορός

Χειρία γ' ἁλοῦσα.

Κρέουσα

Καὶ μὴν οἵδ' ἀγωνισταὶ πικροὶ
δεῦρ' ἐπείγονται ξιφήρεις.

Χορός

Ἵζε νυν πυρᾶς ἔπι.
κἂν θάνῃς γὰρ ἐνθάδ' οὖσα, τοῖς ἀποκτείνασί σε
προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.   1260

Ἴων

Ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,   1261
οἵαν ἔχιδναν τήνδ' ἔφυσας ἢ πυρὸς
δράκοντ' ἀναβλέποντα φοινίαν φλόγα,
ᾗ τόλμα πᾶσ' ἔνεστιν, οὐδ' ἥσσων ἔφυ
Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.   1265
Λάζυσθ', ἵν' αὐτῆς τοὺς ἀκηράτους πλόκους
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
Ἐσθλοῦ δ' ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.   1270
Ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ' ἔφυς·
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
Ἀλλ' οὔτε βωμὸς οὔτ' Ἀπόλλωνος δόμος   1275
σώσει σ'· ὁ δ' οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
ἄπεστιν αὐτῆς, τοὔνομ' οὐκ ἄπεστί πω.
Ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,   1280
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.

Κρέουσα

Ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
ὑπέρ τ' ἐμαυτῆς τοῦ θεοῦ θ' ἵν' ἕσταμεν.

Ἴων

Τί δ' ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;

Κρέουσα

Ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμ' ἔχειν.   1285

Ἴων

Κἄπειτ' ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;

Κρέουσα

Ἀλλ' οὐκέτ' ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.

Ἴων

Ἀλλ' ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.

Κρέουσα

Οὐκοῦν τότ' ἦσθα· νῦν δ' ἐγώ, σὺ δ' οὐκέτι.

Ἴων

Οὐκ εὐσεβεῖς γε· τἀμὰ δ' εὐσεβῆ τότ' ἦν.   1290

Κρέουσα

Ἔκτεινά σ' ὄντα πολέμιον δόμοις ἐμοῖς.

Ἴων

Οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.

Κρέουσα

Μάλιστα· κἀπίμπρης γ' Ἐρεχθέως δόμους.

Ἴων

Ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;

Κρέουσα

Ἔμελλες οἰκεῖν τἄμ', ἐμοῦ βίᾳ λαβών.   1295

Ἴων

Πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.

Κρέουσα

Τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;

Ἴων

Ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.

Κρέουσα

Ἐπίκουρος οἰκήτωρ γ' ἂν οὐκ εἴη χθονός.

Ἴων

Κἄπειτα τοῦ μέλλειν μ' ἀπέκτεινες φόβῳ;   1300

Κρέουσα

Ὡς μὴ θάνοιμί γ', εἰ σὺ μὴ μέλλων τύχοις.

Ἴων

Φθονεῖς ἄπαις οὖσ', εἰ πατὴρ ἐξηῦρέ με.

Κρέουσα

Σὺ τῶν ἀτέκνων δῆτ' ἀναρπάσεις δόμους;

Ἴων

Ἡμῖν δέ γ' ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;

Κρέουσα

Ὅσ' ἀσπὶς ἔγχος θ'· ἥδε σοι παμπησία.   1305

Ἴων

Ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.

Κρέουσα

Τὴν σὴν ὅπου σοι μητέρ' ἐστὶ νουθέτει.

Ἴων

Σὺ δ' οὐχ ὑφέξεις ζημίαν, κτείνουσ' ἐμέ;

Κρέουσα

Ἥν γ' ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.

Ἴων

Τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;   1310

Κρέουσα

Λυπήσομέν τιν', ὧν λελυπήμεσθ' ὕπο.

Ἴων

Φεῦ.
Δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
ἔθηκεν ὁ θεὸς οὐδ' ἀπὸ γνώμης σοφῆς·
τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν,
ἀλλ' ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν   1315
θεῶν πονηρὰν χεῖρα· τοῖσι δ' ἐνδίκοις
ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτ', ἐχρῆν·
καὶ μὴ 'πὶ ταὐτὸ τοῦτ' ἰόντ' ἔχειν ἴσον
τόν τ' ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα.

Προφῆτις

Ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον   1320
λιποῦσα θριγκοῦ τοῦδ' ὑπερβάλλω πόδα
Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.

Ἴων

Χαῖρ', ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.

Προφῆτις

Ἀλλ' οὖν λεγώμεθ'· ἡ φάτις δ' οὔ μοι πικρά.   1325

Ἴων

Ἤκουσας ὥς μ' ἔκτεινεν ἥδε μηχαναῖς;

Προφῆτις

Ἤκουσα· καὶ σὺ δ' ὠμὸς ὢν ἁμαρτάνεις.

Ἴων

Οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;

Προφῆτις

Προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.

Ἴων

Ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.   1330

Προφῆτις

Μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν

Ἴων

Τί δή με δρᾶσαι νουθετούμενον χρεών;

Προφῆτις

Καθαρὸς Ἀθήνας ἔλθ' ὑπ' οἰωνῶν καλῶν.

Ἴων

Καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.

Προφῆτις

Μὴ σύ γε· παρ' ἡμῶν δ' ἔκλαβ' οὓς ἔχω λόγους.   1335

Ἴων

Λέγοις ἄν· εὔνους δ' οὖσ' ἐρεῖς ὅσ' ἂν λέγῃς.

Προφῆτις

Ὁρᾷς τόδ' ἄγγος χερὸς ὑπ' ἀγκάλαις ἐμαῖς;

Ἴων

Ὁρῶ παλαιὰν ἀντίπηγ' ἐν στέμμασιν.

Προφῆτις

Ἐν τῇδέ σ' ἔλαβον νεόγονον βρέφος ποτέ.

Ἴων

Τί φῄς; Ὁ μῦθος εἰσενήνεκται νέος.   1340

Προφῆτις

Σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν.

Ἴων

Πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσ' ἡμᾶς πάλαι;

Προφῆτις

Ὁ θεός σ' ἐβούλετ' ἐν δόμοις ἔχειν λάτριν.

Ἴων

Νῦν δ' οὐχὶ χρῄζει; Τῷ τόδε γνῶναί με χρή;

Προφῆτις

Πατέρα κατειπὼν τῆσδέ σ' ἐκπέμπει χθονός.   1345

Ἴων

Σὺ δ' ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;

Προφῆτις

ἐνθύμιόν μοι τότε τίθησι Λοξίας

Ἴων

Τί χρῆμα δρᾶσαι; Λέγε, πέραινε σοὺς λόγους.

Προφῆτις

Σῶσαι τόδ' εὕρημ' ἐς τὸν ὄντα νῦν χρόνον.

Ἴων

Ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην;   1350

Προφῆτις

Ἐνθάδε κέκρυπται σπάργαν' οἷς ἐνῆσθα σύ.

Ἴων

Μητρὸς τάδ' ἡμῖν ἐκφέρεις ζητήματα;

Προφῆτις

Ἐπεί γ' ὁ δαίμων βούλεται· πάροιθε δ' οὔ.

Ἴων

Ὦ μακαρίων μοι φασμάτων ἥδ' ἡμέρα.

Προφῆτις

Λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.   1355

Ἴων

Πᾶσάν γ' ἐπελθὼν Ἀσιάδ' Εὐρώπης θ' ὅρους.

Προφῆτις

Γνώσῃ τάδ' αὐτός. Τοῦ θεοῦ δ' ἕκατί σε
ἔθρεψά τ', ὦ παῖ, καὶ τάδ' ἀποδίδωμί σοι,
ἃ κεῖνος ἀκέλευστόν μ' ἐβουλήθη λαβεῖν
σῶσαί θ'· ὅτου δ' ἐβούλεθ' οὕνεκ', οὐκ ἔχω λέγειν.   1360
ᾜδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
ἔχοντας ἡμᾶς, οὐδ' ἵν' ἦν κεκρυμμένα.
Καὶ χαῖρ'· ἴσον γάρ σ' ὡς τεκοῦσ' ἀσπάζομαι.
Ἄρξαι δ' ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε   1365
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
ἔπειτα δ' εἴ τις Ἑλλάς. Ἐξ ἡμῶν δ' ἔχεις
ἅπαντα Φοίβου θ', ὃς μετέσχε τῆς τύχης.

Ἴων

Φεῦ φεῦ· κατ' ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,   1369
ἐκεῖσε τὸν νοῦν δούς, ὅθ' ἡ τεκοῦσά με   1370
κρυφαῖα νυμφευθεῖσ' ἀπημπόλα λάθρα
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλ' ἀνώνυμος
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
Τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις   1375
μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
Τλήμων δὲ χἡ τεκοῦσά μ'· ὡς ταὐτὸν πάθος
πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
Καὶ νῦν λαβὼν τήνδ' ἀντίπηγ' οἴσω θεῷ   1380
ἀνάθημ', ἵν' εὕρω μηδὲν ὧν οὐ βούλομαι.
Εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
εὑρεῖν κάκιον μητέρ' ἢ σιγῶντ' ἐᾶν.
Ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς
καίτοι τί πάσχω; Τοῦ θεοῦ προθυμίᾳ   1385
πολεμῶ, τὰ μητρὸς σύμβολ' ὃς σέσωκέ μοι.
Ἀνοικτέον τάδ' ἐστὶ καὶ τολμητέον·
τὰ γὰρ πεπρωμέν' οὐχ ὑπερβαίην ποτ' ἄν.

Ὦ στέμμαθ' ἱερά, τί ποτέ μοι κεκεύθατε,
καὶ σύνδεθ', οἷσι τἄμ' ἐφρουρήθη φίλα;   1390
ἰδοὺ περίπτυγμ' ἀντίπηγος εὐκύκλου
ὡς οὐ γεγήρακ' ἔκ τινος θεηλάτου,
εὐρώς τ' ἄπεστι πλεγμάτων· ὁ δ' ἐν μέσῳ
χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.

Κρέουσα

Τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;   1395

Ἴων

σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι

Κρέουσα

Οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει.   1397
Ὁρῶ γὰρ ἄγγος οὗ 'ξέθηκ' ἐγώ ποτε
σέ γ', ὦ τέκνον μοι, βρέφος ἔτ' ὄντα νήπιον,
Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.   1400
Λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.

Ἴων

Λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο
βωμοῦ λιποῦσα ξόανα· δεῖτε δ' ὠλένας.

Κρέουσα

Σφάζοντες οὐ λήγοιτ' ἄν· ὡς ἀνθέξομαι
καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.   1405

Ἴων

Τάδ' οὐχὶ δεινά; Ῥυσιάζομαι λόγῳ.

Κρέουσα

Οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.

Ἴων

Ἐγὼ φίλος σός; Κᾆτά μ' ἔκτεινες λάθρα;

Κρέουσα

Παῖς γ', εἰ τόδ' ἐστὶ τοῖς τεκοῦσι φίλτατον.

Ἴων

Παῦσαι πλέκουσα. Λήψομαί σ' ἐγὼ καλῶς.   1410

Κρέουσα

Ἐς τοῦθ' ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.

Ἴων

Κενὸν τόδ' ἄγγος ἢ στέγει πλήρωμά τι;

Κρέουσα

Σά γ' ἔνδυθ', οἷσί σ' ἐξέθηκ' ἐγώ ποτε.

Ἴων

Καὶ τοὔνομ' αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;

Κρέουσα

Κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.   1415

Ἴων

Λέγ'· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.

Κρέουσα

Σκέψασθ'· ὃ παῖς ποτ' οὖσ' ὕφασμ' ὕφην' ἐγὼ

Ἴων

Ποῖόν τι; Πολλὰ παρθένων ὑφάσματα.

Κρέουσα

Οὐ τέλεον, οἷον δ' ἐκδίδαγμα κερκίδος.

Ἴων

Μορφὴν ἔχον τίν'; Ὥς με μὴ ταύτῃ λάβῃς.   1420

Κρέουσα

Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.

Ἴων

Ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;

Κρέουσα

Κεκρασπέδωται δ' ὄφεσιν αἰγίδος τρόπον.

Ἴων

Ἰδού·
τόδ' ἔσθ' ὕφασμα, θέσφαθ' ὡς εὑρίσκομεν.

Κρέουσα

Ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.   1425

Ἴων

Ἔστιν τι πρὸς τῷδ', ἢ μόνῳ τῷδ' εὐτυχεῖς;

Κρέουσα

Δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
δώρημ' Ἀθάνας, ἣ τέκν' ἐντρέφειν λέγει
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.

Ἴων

Τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;   1430

Κρέουσα

Δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.

Ἴων

Ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.

Κρέουσα

Στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
ἣν πρῶτ' Ἀθάνα σκόπελον εἰσηνέγκατο,
ὅς, εἴπερ ἔστιν, οὔποτ' ἐκλείπει χλόην,   1435
θάλλει δ', ἐλαίας ἐξ ἀκηράτου γεγώς.

Ἴων

Ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σ' ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.

Κρέουσα

Ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου
συγγνώσεται γὰρ ὁ θεός ἐν χεροῖν σ' ἔχω,   1440
ἄελπτον εὕρημ', ὃν κατὰ γᾶς ἐνέρων
χθόνιον μετὰ Περσεφόνας τ' ἐδόκουν ναίειν.

Ἴων

Ἀλλ', ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.

Κρέουσα

Ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,   1445
τίν' αὐδὰν ἀύσω,
βοάσω; Πόθεν μοι
συνέκυρσ' ἀδόκητος ἡδονά; Πόθεν
ἐλάβομεν χαράν;

Ἴων

ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,   1450
μῆτερ, παρέστη τῶνδ', ὅπως σός εἰμ' ἐγώ.

Κρέουσα

Ἔτι φόβῳ τρέμω.

Ἴων

Μῶν οὐκ ἔχειν μ' ἔχουσα;

Κρέουσα

Τὰς γὰρ ἐλπίδας
ἀπέβαλον πρόσω.
Ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
βρέφος ἐς ἀγκάλας;
Τίν' ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;   1455

Ἴων

Θεῖον τόδ'· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.

Κρέουσα

Τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·
νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω   1460
μακαριωτάτας τυχοῦσ' ἡδονᾶς.

Ἴων

Τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.

Κρέουσα

Ἄπαιδες οὐκέτ' ἐσμὲν οὐδ' ἄτεκνοι·   1463
δῶμ' ἑστιοῦται, γᾶ δ' ἔχει τυράννους·
ἀνηβᾷ δ' Ἐρεχθεύς,   1465
ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
ἀελίου δ' ἀναβλέπει λαμπάσιν.

Ἴων

Μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
τῆς ἡδονῆς τῆσδ' ἧς ἔδωχ' ὑμῖν ἐγώ.

Κρέουσα

Ὦ τέκνον,   1470
τί φῄς; Οἷον οἷον ἀνελέγχομαι.

Ἴων

Πῶς εἶπας;

Κρέουσα

Ἄλλοθεν γέγονας, ἄλλοθεν.

Ἴων

Ὤμοι· νόθον με παρθένευμ' ἔτικτε σόν;

Κρέουσα

Οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
ὑμέναιος ἐμός,   1475
τέκνον, ἔτικτε σὸν κάρα.

Ἴων

Αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;

Κρέουσα

Ἴστω Γοργοφόνα

Ἴων

Τί τοῦτ' ἔλεξας;

Κρέουσα

Ἃ σκοπέλοις ἐπ' ἐμοῖς
τὸν ἐλαιοφυῆ πάγον   1480
θάσσει

Ἴων

Λέγεις μοι δόλια κοὐ σαφῆ τάδε.

Κρέουσα

Παρ' ἀηδόνιον πέτραν
Φοίβῳ

Ἴων

Τί Φοῖβον αὐδᾷς;

Κρέουσα

Κρυπτόμενον λέχος ηὐνάσθην . . .

Ἴων

Λέγ'· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.   1485

Κρέουσα

Δεκάτῳ δέ σε μηνὸς ἐν
κύκλῳ κρύφιον ὠδῖν' ἔτεκον Φοίβῳ.

Ἴων

Ὦ φίλτατ' εἰποῦσ', εἰ λέγεις ἐτήτυμα.

Κρέουσα

Παρθένια δ' ἐμᾶς <λάθρα> ματέρος   1489
σπάργαν' ἀμφίβολά σοι τάδ' ἐνῆψα, κερ-   1490
κίδος ἐμᾶς πλάνους.
Γάλακτι δ' οὐκ ἐπέσχον, οὐδὲ μαστῷ
τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,
ἀνὰ δ' ἄντρον ἔρημον οἰωνῶν
γαμφηλαῖς φόνευμα θοίναμά τ' εἰς   1495
Ἅιδαν ἐκβάλλῃ.

Ἴων

Ὦ δεινὰ τλᾶσα μῆτερ.

Κρέουσα

Ἐν φόβῳ, τέκνον,
καταδεθεῖσα σὰν
ἀπέβαλον ψυχάν·
ἔκτεινά σ' ἄκουσ'.   1500

Ἴων

Ἐξ ἐμοῦ τ' οὐχ ὅσι' ἔθνῃσκες.

Κρέουσα

Ἰώ· δειναὶ μὲν τότε τύχαι,   1502
δεινὰ δὲ καὶ τάδ'· ἑλισσόμεσθ' ἐκεῖθεν
ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,   1505
μεθίσταται δὲ πνεύματα.
μενέτω· τὰ πάροιθεν ἅλις κακά·   1508

Χορός

Μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ   1510
ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.

Ἴων

Ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν   1512
καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς,
Τύχη, παρ' οἵαν ἤλθομεν στάθμην βίου
μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.   1515
Φεῦ·
ἆρ' ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
ἔνεστι πάντα τάδε καθ' ἡμέραν μαθεῖν;
Φίλον μὲν οὖν σ' εὕρημα, μῆτερ, ηὕρομεν,
καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε·
τὰ δ' ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.   1520
Δεῦρ' ἔλθ'· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
Ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσ' ἃ παρθένοις
ἐγγίγνεται νοσήματ' ἐς κρυπτοὺς γάμους,
ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,   1525
καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσ' οὐκ ἐκ θεοῦ;

Κρέουσα

Μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,   1530
ἀλλ' ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.

Ἴων

Πῶς οὖν τὸν αὑτοῦ παῖδ' ἔδωκ' ἄλλῳ πατρὶ
Ξούθου τέ φησι παῖδά μ' ἐκπεφυκέναι;

Κρέουσα

Πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ   1535
δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.

Ἴων

Ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.

Κρέουσα

Ἄκουε δή νυν ἅμ' ἐσῆλθεν, ὦ τέκνον·   1539
εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ   1540
δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος,
οὐκ ἔσχες ἄν ποτ' οὔτε παγκλήρους δόμους
οὔτ' ὄνομα πατρός. Πῶς γάρ, οὗ γ' ἐγὼ γάμους
ἔκρυπτον αὐτὴ καί σ' ἀπέκτεινον λάθρα;
Ὃ δ' ὠφελῶν σε προστίθησ' ἄλλῳ πατρί.   1545

Ἴων

Οὐχ ὧδε φαύλως αὔτ' ἐγὼ μετέρχομαι,
ἀλλ' ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
εἴτ' εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
Ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς
ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;   1550
Φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
ὁρῶμεν εἰ μὴ καιρός ἐσθ' ἡμᾶς ὁρᾶν.

Ἀθήνα

Μὴ φεύγετ'· οὐ γὰρ πολεμίαν με φεύγετε,   1553
ἀλλ' ἔν τ' Ἀθήναις κἀνθάδ' οὖσαν εὐμενῆ.
Ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς   1555
Παλλάς, δρόμῳ σπεύσασ' Ἀπόλλωνος πάρα,
ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι·
ὡς ἥδε τίκτει σ' ἐξ Ἀπόλλωνος πατρός,   1560
δίδωσι δ' οἷς ἔδωκεν, οὐ φύσασί σε,
ἀλλ' ὡς νομίζῃ 'ς οἶκον εὐγενέστατον.
Ἐπεὶ δ' ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.   1565
Ἔμελλε δ' αὐτὰ διασιωπήσας ἄναξ
ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν,
σέ θ' ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
Ἀλλ' ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
ἐφ' οἷσιν ἔζευξ' ἅρματ', εἰσακούσατον.   1570

Λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
ἵδρυσον. Ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
δίκαιος ἄρχειν τῆς γ' ἐμῆς ὅδε χθονός,
ἔσται τ' ἀν' Ἑλλάδ' εὐκλεής. Οἱ τοῦδε γὰρ   1575
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσ' ἐμόν.
Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος
ὍΠλητες Ἀργαδῆς τ', ἐμῆς τ' ἀπ' αἰγίδος   1580
ἔμφυλον ἕξουσ' Αἰγικορῆς. Οἱ τῶνδε δ' αὖ
παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ
δίδωσιν· ἀντίπορθμα δ' ἠπείροιν δυοῖν   1585
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
Εὐρωπίας τε· τοῦδε δ' ὀνόματος χάριν
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται   1590
πόλις κατ' αἶαν Πελοπίαν· ὁ δεύτερος
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
τύραννος ἔσται, κἀπισημανθήσεται
κείνου κεκλῆσθαι λαὸς ὄνομ' ἐπώνυμος.
Καλῶς δ' Ἀπόλλων πάντ' ἔπραξε· πρῶτα μὲν   1595
ἄνοσον λοχεύει σ', ὥστε μὴ γνῶναι φίλους·
ἐπεὶ δ' ἔτικτες τόνδε παῖδα κἀπέθου
ἐν σπαργάνοισιν, ἁρπάσαντ' ἐς ἀγκάλας
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
ἔθρεψέ τ' οὐδ' εἴασεν ἐκπνεῦσαι βίον.   1600
Νῦν οὖν σιώπα, παῖς ὅδ' ὡς πέφυκε σός,
ἵν' ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
σύ τ' αὖ τὰ σαυτῆς ἀγάθ' ἔχουσ' ἴῃς, γύναι.
Καὶ χαίρετ'· ἐκ γὰρ τῆσδ' ἀναψυχῆς πόνων
εὐδαίμον' ὑμῖν πότμον ἐξαγγέλλομαι.   1605

Ἴων

Ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ   1606
σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δ' εἶναι πατρὸς
Λοξίου καὶ τῆσδε. Καὶ πρὶν τοῦτο δ' οὐκ ἄπιστον ἦν.

Κρέουσα

Τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
οὕνεχ' οὗ ποτ' ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.   1610
Αἵδε δ' εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
δυσμενῆ πάροιθεν ὄντα. Νῦν δὲ καὶ ῥόπτρων χέρας
ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.

Ἀθήνα

ᾜνεσ' οὕνεκ' εὐλογεῖς θεὸν μεταβαλοῦσ'· ἀεὶ γὰρ οὖν   1614
χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ' οὐκ ἀσθενῆ.   1615

Κρέουσα

Ὦ τέκνον, στείχωμεν οἴκους.

Ἀθήνα

Στείχεθ', ἕψομαι δ' ἐγώ.

Κρέουσα

Ἀξία γ' ἡμῶν ὁδουρός.

Ἀθήνα

Καὶ φιλοῦσά γε πτόλιν.

Κρέουσα

Ἐς θρόνους δ' ἵζου παλαιούς.

Ἴων

Ἄξιον τὸ κτῆμά μοι.

Χορός

Ὦ Διὸς Λητοῦς τ' Ἄπολλον, χαῖρ'· ὅτῳ δ' ἐλαύνεται
συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·   1620
ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
οἱ κακοὶ δ', ὥσπερ πεφύκασ', οὔποτ' εὖ πράξειαν ἄν.