Έργα και ημέραι
Ἔργα καὶ ἡμέραι Συγγραφέας: |
Δείτε επίσης: σχετικό λήμμα. Προέλευση κειμένου: Alois Rzach επιμ. (1908). Hesiodi Carmina. Lipsiae: In aedibus B.G. Teubneri |
Μοῦσαι Πιερίηθεν, ἀοιδῇσιν κλείουσαι
δεῦτε, Δί᾽ ἐννέπετε, σφέτερον πατέρ᾽ ὑμνείουσαι·
ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
ῥητοί τ᾽ ἄῤῥητοί τε Διὸς μεγάλοιο ἕκητι.
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, 5
ῥεῖα δ᾽ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
ῥεῖα δέ τ᾽ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ᾽ ἴθυνε θέμιστας
τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην. 10
Οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ᾽ ἐπὶ γαῖαν
εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
ἡ δ᾽ ἐπιμωμητή· διὰ δ᾽ ἄνδιχα θυμὸν ἔχουσιν.
ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης 15
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
τὴν δ᾽ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
γαίης τ᾽ ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
ἥτε καὶ ἀπάλαμόν περ ὅμως ἐπὶ ἔργον ἔγειρεν. 20
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
οἶκόν τ᾽ εὖ θέσθαι, ζηλοῖ δέ τε γείτονα γείτων
εἰς ἄφενος σπεύδοντ᾽· ἀγαθὴ δ᾽ Ἔρις ἥδε βροτοῖσιν.
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, 25
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
μηδέ σ᾽ Ἔρις κακόχαρτος ἀπ᾽ ἔργου θυμὸν ἐρύκοι
νείκε᾽ ὀπιπεύοντ᾽ ἀγορῆς ἐπακουὸν ἐόντα.
ὤρη γάρ τ᾽ ὀλίγη πέλεται νεικέων τ᾽ ἀγορέων τε, 30
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
κτήμασ᾽ ἐπ᾽ ἀλλοτρίοις· σοὶ δ᾽ οὐκέτι δεύτερον ἔσται
ὧδ᾽ ἔρδειν· ἀλλ᾽ αὖθι διακρινώμεθα νεῖκος 35
ἰθείῃσι δίκῃς, αἵ τ᾽ ἐκ Διός εἰσιν ἄρισται.
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ᾽, ἀλλὰ τὰ πολλὰ
ἁρπάζων ἐφόρεις, μέγα κυδαίνων βασιλῆας
δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι·
νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός, 40
οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ.
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
ῥῃδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, 45
ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
ἀλλὰ Ζεὺς ἔκρυψε, χολωσάμενος φρεσὶν ᾗσιν,
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.
τοὔνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πᾴς Ἰαπετοῖο 50
ἔκλεψ᾽ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
ἐν κοίλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, 55
σοί τ᾽ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
τοῖς δ᾽ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
τέρπωνται κατὰ θυμὸν, ἑὸν κακὸν ἀμφαγαπῶντες.
ὣς ἔφατ᾽, ἐκ δ᾽ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
Ἥφαιστον δ᾽ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα 60
γαῖαν ὕδει φύρειν, ἐν δ᾽ ἀνθρώπου θέμεν αὐδὴν
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν,
παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην 65
καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
Ἑρμείην ἤνωγε, διάκτορον Ἀργειφόντην.
ὣς ἔφαθ᾽· οἱ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
αὐτίκα δ᾽ ἐκ γαίης πλάσσε κλυτὸς Ἀμφιγυήεις 70
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
ὅρμους χρυσείους ἔθεσαν χροΐ, ἀμφὶ δὲ τήν γε
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· 75
πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.
ἐν δ᾽ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργειφόντης
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ᾽ ἄρα φωνὴν
θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα 80
Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες
δῶρον ἐδώρησαν, πῆμ᾽ ἀνδράσιν ἀλφηστῇσιν.
αὐτὴρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργειφόντην
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ᾽ Ἐπιμηθεὺς 85
ἐφράσαθ᾽, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ᾽ ἀποπέμπειν
ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
αὐτὰρ ὁ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ᾽, ἐνόησεν.
πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων 90
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τ᾽ ἀργαλέων, αἵ τ᾽ ἀνδράσι Κῆρας ἔδωκαν.
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾽ ἀφελοῦσα
ἐσκέδασ᾽· ἀνθρώποισι δ᾽ ἐμήσατο κήδεα λυγρά. 95
μούνη δ᾽ αὐτόθι Ἐλπὶς ἐν ἀῤῥήκτοισι δόμοισιν
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
ἄλλα δὲ μυρία λυγρὰ κατ᾽ ἀνθρώπους ἀλάληται· 100
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
νοῦσοι δ᾽ ἀνθρώποισιν ἐφ᾽ ἡμέρῃ, αἱ δ᾽ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
οὕτως οὔ τί πη ἔστι Διὸς νόον ἐξαλέασθαι. 105
εἰ δ᾽ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
εὖ καὶ ἐπισταμένως, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ᾽ ἄνθρωποι.
Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες. 110
οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν·
ὥστε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες,
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
τέρποντ᾽ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· 115
θνῇσκον δ᾽ ὥσθ᾽ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
τοῖσιν ἔην· καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δ᾽ ἐθελημοὶ
ἥσυχοι ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
[ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.] 120
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψε,
τοὶ μὲν δαίμονές εἰσι Διὸς μεγάλου διὰ βουλὰς
ἐσθλοί, ἐπιχθόνιοι, φύλακες θνητῶν ἀνθρώπων,
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ᾽ αἶαν, 125
πλουτοδόται· καὶ τοῦτο γέρας βασιλῄον ἔσχον.
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
ἀργύρεον ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες,
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
ἀλλ᾽ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ 130
ἐτρέφετ᾽ ἀτάλλων μέγα νήπιος ᾧ ἐνὶ οἴκῳ.
ἀλλ᾽ ὅτ᾽ ἄρ᾽ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε᾽ ἔχοντες
ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
ἀλλήλων ἀπέχειν, οὐδ᾽ ἀθανάτους θεραπεύειν 135
ἤθελον οὐδ᾽ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψε, 140
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
δεύτεροι, ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
χάλκειον ποίησ᾽, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος 145
ἔργ᾽ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον
ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν·
ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
τῶν δ᾽ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι, 150
χαλκῷ δ᾽ εἰργάζοντο· μέλας δ᾽ οὐκ ἔσκε σίδηρος.
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο
νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
εἷλε μέλας, λαμπρὸν δ᾽ ἔλιπον φάος ἠελίοιο. 155
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ᾽ ἐκάλυψεν,
αὖτις ἔτ᾽ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
ἡμίθεοι, προτέρη γενεὴ κατ᾽ ἀπείρονα γαῖαν. 160
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
τοὺς μὲν ὑφ᾽ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
ὤλεσε μαρναμένους μήλων ἕνεκ᾽ Οἰδιπόδαο,
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ᾽ ἠυκόμοιο. 165
ἔνθ᾽ ἦ τοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
τοῖς δὲ δίχ᾽ ἀνθρώπων βίοτον καὶ ἤθε᾽ ὀπάσσας
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης. 168
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες 170
ἐν μακάρων νήσοισι παρ᾽ Ὠκεανὸν βαθυδίνην·
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
[τηλοῦ ἀπ᾽ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει. 169
τοῦ γὰρ δεσμὸ>ν ἔλυσε πα<τὴρ ἀνδρῶν τε θεῶν τε, 169b
τοῖσιν δ᾽ ἂρ ν>εάτοις τιμὴ<ν καὶ κῦδος ὄπασσεν. 169c
οὐδέ θ᾽ ὁμῶς κλυττόν ἄ>λλο γένος θῆκ᾽ <εὐρύοπα Ζεὺς 169d
ἀνδρῶν, οἳ> γεγάασιν ἐπὶ <χθονὶ πουλυβοτείρῃ.] 169e
μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι 174
ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. 175
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ
παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, 180
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· 185
μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
[χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει.]
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου 190
οὔτ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί, καὶ αἰδὼς
οὐκ ἔσται· βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι 195
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ 200
θνητοῖς ἀνθρώποισι, κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.
Nῦν δ᾽ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
ὧδ᾽ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
ὕψι μάλ᾽ ἐν νεφέεσσι φέρων, ὀνύχεσσι μεμαρπώς·
ἡ δ᾽ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι, 205
μύρετο· τὴν ὅ γ᾽ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·
τῇ δ᾽ εἶς, ᾗ σ᾽ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
δεῖπνον δ᾽, αἴ κ᾽ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
[ἄφρων δ᾽, ὅς κ᾽ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· 210
νίκης τε στέρεται πρός τ᾽ αἴσχεσιν ἄλγεα πάσχει.]
ὣς ἔφατ᾽ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
Ὦ Πέρση, σὺ δ᾽ ἄκουε Δίκης, μηδ᾽ ὕβριν ὄφελλε·
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς
ῥῃδίως φερέμεν δύναται, βαρύθει δέ θ᾽ ὑπ᾽ αὐτῆς 215
ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ᾽ ἑτέρηφι παρελθεῖν
κρείσσων ἐς τὰ δίκαια· Δίκη δ᾽ ὑπὲρ ὕβριος ἴσχει
ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κ᾽ ἄνδρες ἄγωσι 220
δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
ἡ δ᾽ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
οἵ τέ μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν 225
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
τοῖσι τέθηλε πόλις, λαοὶ δ᾽ ἀνθεῦσιν ἐν αὐτῇ·
εἰρήνη δ᾽ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ᾽ αὐτοῖς
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
οὐδέ ποτ᾽ ἰθυδίκῃσι μετ᾽ ἀνδράσι Λιμὸς ὀπηδεῖ 230
οὐδ᾽ Ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
εἰροπόκοι δ᾽ ὄιες μαλλοῖς καταβεβρίθασιν·
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν· 235
θάλλουσιν δ᾽ ἀγαθοῖσι διαμπερές· οὐδ᾽ ἐπὶ νηῶν
νίσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
οἷς δ᾽ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, 240
ὅς τις ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
τοῖσιν δ᾽ οὐρανόθεν μέγ᾽ ἐπήγαγε πῆμα Κρονίων,
λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί·
οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δ᾽ αὖτε 245
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτείνυται αὐτῶν.
Ὦ βασιλῆες, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν 250
ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ᾽ αἶαν. 255
ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
κυδρή τ᾽ αἰδοίη τε θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
καί ῥ᾽ ὁπότ᾽ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
γηρύετ᾽ ἀνθρώπων ἄδικον νόον, ὄφρ᾽ ἀποτείσῃ 260
[δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.]
ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους
δωροφάγοι, σκολιῶν δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
οἷ τ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, 265
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
καί νυ τάδ᾽, αἴ κ᾽ ἐθέλῃσ᾽, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
νῦν δὴ ἐγὼ μήτ᾽ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος 270
εἴην μήτ᾽ ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
[ἀλλὰ τά γ᾽ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.]
Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
καὶ νυ Δίκης ἐπάκουε, βίης δ᾽ ἐπιλήθεο πάμπαν. 275
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ᾽ αὐτοῖς·
ἀνθρώποισι δ᾽ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
γίγνεται· εἰ γάρ τίς κ᾽ ἐθέλῃ τὰ δίκαι᾽ ἀγορεῦσαι 280
γιγνώσκων, τῷ μέν τ᾽ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
ὃς δέ κε μαρτυρίῃσιν ἑκὼν ἐπίορκον ὀμόσσας
ψεύσεται, ἐν δὲ Δίκην βλάψας νήκεστον ἀασθῇ,
τοῦ δέ τ᾽ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. 285
Σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
τὴν μέν τοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι
ῥῃδίως· λείη μὲν ὁδός, μάλα δ᾽ ἐγγύθι ναίει·
τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν 290
καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ᾽ εἰς ἄκρον ἵκηται,
ῥῃδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσει,
φρασσάμενος, τά κ᾽ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·
ἐσθλὸς δ᾽ αὖ καὶ κεῖνος, ὃς εὖ εἰπόντι πίθηται· 295
ὃς δέ κε μήτ᾽ αὐτὸς νοέῃ μήτ᾽ ἄλλου ἀκούων
ἐν θυμῷ βάλληται, ὁ δ᾽ αὖτ᾽ ἀχρῄος ἀνήρ.
Ἀλλὰ σύ γ᾽ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε Λιμὸς
ἐχθαίρῃ, φιλέῃ δέ σ᾽ ἐυστέφανος Δημήτηρ 300
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
Λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ 305
ἔσθοντες· σοὶ δ᾽ ἔργα φίλ᾽ ἔστω μέτρια κοσμεῖν,
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
ἐξ ἔργων δ᾽ ἄνδρες πολύμηλοί τ᾽ ἀφνειοί τε·
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
[ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς.] 310
ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος.
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
πλουτεῦντα· πλούτῳ δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
δαίμονι δ᾽ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
εἴ κεν ἀπ᾽ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν 315
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, 317
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ. 319
αἰδώς, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησιν· 318
χρήματα δ᾽ οὐχ ἁρπακτά· θεόσδοτα πολλὸν ἀμείνω. 320
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
ἢ ὅ γ᾽ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
γίγνεται, εὖτ᾽ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
ἀνθρώπων, αἰδῶ δέ τ᾽ ἀναιδείη κατοπάζῃ·
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον 325
ἀνέρι τῷ, παῦρον δέ τ᾽ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
ἶσον δ᾽ ὅς θ᾽ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξει,
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
[κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,]
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, 330
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·
τῷ δ᾽ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
ἔργων ἀντ᾽ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ᾽ ἀεσίφρονα θυμόν. 335
κὰδ δύναμιν δ᾽ ἔρδειν ἱέρ᾽ ἀθανάτοισι θεοῖσιν
ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ᾽ ἀγλαὰ μηρία καίειν·
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
ἠμὲν ὅτ᾽ εὐνάζῃ καὶ ὅτ᾽ ἂν φάος ἱερὸν ἔλθῃ,
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, 340
ὄφρ᾽ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
τὸν φιλέοντ᾽ ἐπὶ δαῖτα καλεῖν, τὸν δ᾽ ἐχθρὸν ἐᾶσαι·
τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·
εἰ γάρ τοι καὶ χρῆμ᾽ ἐγχώριον ἄλλο γένηται,
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. 345
πῆμα κακὸς γείτων, ὅσσον τ᾽ ἀγαθὸς μέγ᾽ ὄνειαρ.
ἔμμορέ τοι τιμῆς, ὅς τ᾽ ἔμμορε γείτονος ἐσθλοῦ.
οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽, εἰ μὴ γείτων κακὸς εἴη.
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ᾽ ἀποδοῦναι,
αὐτῷ τῷ μέτρῳ, καὶ λῴον, αἴ κε δύνηαι, 350
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ᾽ ἀάτῃσιν.
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ·
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ᾽ οὔ τις ἔδωκεν. 355
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, — ὅ γε καὶ μέγα δοίη, —
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
καί τε σμικρὸν ἐόν, τό γ᾽ ἐπάχνωσεν φίλον ἦτορ. 360
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτ᾽ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
ὃς δ᾽ ἐπ᾽ ἐόντι φέρει, ὃ δ᾽ ἀλέξεται αἴθοπα λιμόν·
οὐδὲ τό γ᾽ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει·
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. 365
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι· δειλὴ δ᾽ ἐν πυθμένι φειδώ.
μισθὸς δ᾽ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω· 370
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
πίστεις ἄρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ᾽ ὅ γε φηλήτῃσιν. 375
μουνογενὴς δὲ πᾴς εἴη πατρῴον οἶκον
φερβέμεν· ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ᾽ ἐγκαταλείπων.
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
πλείων μὲν πλεόνων μελέτη, μείζων δ᾽ ἐπιθήκη. 380
σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
ὧδ᾽ ἔρδειν, καὶ ἔργον ἐπ᾽ ἔργῳ ἐργάζεσθαι.
Πλῃάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθ᾽ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα 385
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσ᾽, οἵ τ᾽ ἄγκεα βησσήεντα,
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον 390
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
γυμνὸν δ᾽ ἀμάειν, εἴ χ᾽ ὥρια πάντ᾽ ἐθέλῃσθα
ἔργα κομίζεσθαι Δημήτερος, ὥς τοι ἕκαστα
ὥρι᾽ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. 395
ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
οὐδ᾽ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,
ἔργα, τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ᾽ ἀμελῶσιν. 400
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ᾽ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ᾽ ἐτώσια πόλλ᾽ ἀγορεύσεις,
ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός. ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα, 405
[κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,]
χρήματα δ᾽ ἐν οἴκῳ πάντ᾽ ἄρμενα ποιήσασθαι,
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὁ δ᾽ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δ᾽ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφιν· 410
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδ᾽ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος 415
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ 420
ὕλη, φύλλα δ᾽ ἔραζε χέει, πτόρθοιό τε λήγει·
τῆμος ἄρ᾽ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
ἄξονα δ᾽ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο. 425
τρισπίθαμον δ᾽ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
πόλλ᾽ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ᾽ ἂν εὕρῃς,
ἐς οἶκον, κατ᾽ ὄρος διζήμενος ἢ κατ᾽ ἄρουραν,
πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
εὖτ᾽ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας 430
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῇ.
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λῴον οὕτω·
εἴ χ᾽ ἕτερον ἄξαις, ἕτερόν κ᾽ ἐπὶ βουσὶ βάλοιο.
δάφνης δ᾽ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες, 435
δρυὸς ἔλυμα, πρίνου δὲ γύης· βόε δ᾽ ἐνναετήρω
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
οὐκ ἂν τώ γ᾽ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. 440
τοῖς δ᾽ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο,
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
ὃς κ᾽ ἔργου μελετῶν ἰθεῖάν κ᾽ αὔλακ᾽ ἐλαύνοι,
μηκέτι παπταίνων μεθ᾽ ὁμήλικας, ἀλλ᾽ ἐπὶ ἔργῳ
θυμὸν ἔχων· τοῦ δ᾽ οὔ τι νεώτερος ἄλλος ἀμείνων 445
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι·
[κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.]
φράζεσθαι δ᾽, εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,
ἥτ᾽ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην 450
δεικνύει ὀμβρηροῦ· κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω·
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
ῥηίδιον δ᾽ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν· 455
νήπιος, οὐδὲ τὸ οἶδ᾽· ἑκατὸν δέ τε δούρατ᾽ ἀμάξης.
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκῄα θέσθαι.
εὖτ᾽ ἂν δὲ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανήῃ,
δὴ τότ᾽ ἐφορμηθῆναι, ὁμῶς δμῶές τε καὶ αὐτὸς
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ᾽ ὥρην, 460
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει·
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ᾽ ἁγνῇ, 465
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου, ὅτ᾽ ἂν ἄκρον ἐχέτλης
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη 470
σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
ἐκ δ᾽ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα 475
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος·
εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
αὐγάσεαι· σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
ἥμενος ἀμήσεις, ὀλίγον περὶ χειρὸς ἐέργων, 480
ἀντία δεσμεύων, κεκονιμένος, οὐ μάλα χαίρων,
οἴσεις δ᾽ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
ἀργαλέος δ᾽ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
εἰ δέ κεν ὄψ᾽ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· 485
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ᾽ ἀπολήγοι,
μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ᾽ ἀπολείπων·
οὕτω κ᾽ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. 490
ἐν θυμῷ δ᾽ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
μήτ᾽ ἔαρ γιγνόμενον πολιὸν μήθ᾽ ὥριος ὄμβρος.
πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
ἰσχάνει, ἔνθα κ᾽ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι· 495
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
σὺν πενίη, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
πολλὰ δ᾽ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, 500
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
οὐκ αἰεὶ θέρος ἐσσεῖται· ποιεῖσθε καλιάς.
Μῆνα δὲ Ληναιῶνα, κάκ᾽ ἤματα, βουδόρα πάντα,
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵ τ᾽ ἐπὶ γαῖαν 505
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
ὅς τε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ 510
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη·
θῆρες δὲ φρίσσουσ᾽, οὐρὰς δ᾽ ὑπὸ μέζε᾽ ἔθεντο,
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· 515
καί τε δι᾽ αἶγα ἄησι τανύτριχα· πώεα δ᾽ οὔ τι,
οὕνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
ἲς ἀνέμου Βορέω· τροχαλὸν δὲ γέροντα τίθησιν.
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
ἥ τε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει 520
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίῳ
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου,
ἤματι χειμερίῳ, ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει
ἔν τ᾽ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν· 525
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι,
ἀλλ᾽ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα 530
φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,
οὗ τ᾽ ἐπὶ νῶτα ἔαγε, κάρη δ᾽ εἰς οὖδας ὁρᾶται,
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν. 535
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
στήμονι δ᾽ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
μηδ᾽ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα· 540
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας·
πρωτογόνων δ᾽ ἐρίφων, ὁπότ᾽ ἂν κρύος ὥριον ἔλθῃ,
δέρματα συῤῥάπτειν νεύρῳ βοός, ὄφρ᾽ ἐπὶ νώτῳ
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ᾽ ὕπερθεν 545
πῖλον ἔχειν ἀσκητόν, ἵν᾽ οὔατα μὴ καταδεύῃ.
ψυχρὴ γάρ τ᾽ ἠὼς πέλεται Βορέαο πεσόντος·
ἠῴος δ᾽ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·
ὅσ τε ἀρυσσάμενος ποταμῶν ἄπο αἰεναόντων, 550
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
ἄλλοτε μέν θ᾽ ὕει ποτὶ ἕσπερον, ἄλλοτ᾽ ἄησι
πυκνὰ Θρῃκίου Βορέω νέφεα κλονέοντος.
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
μή ποτέ σ᾽ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, 555
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ᾽ εἵματα δεύσῃ.
ἀλλ᾽ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ᾽ ἀνθρώποις.
τῆμος τὤμισυ βουσίν, ἐπ᾽ ἀνέρι δὲ πλέον εἴη
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίῤῥοθοι εὐφρόναι εἰσίν. 560
[ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰς ὅ κεν αὖτις
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.]
Εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
χειμέρι᾽ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ᾽ ἀστὴρ 565
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος·
τὸν δὲ μέτ᾽ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον. 570
ἀλλ᾽ ὁπότ᾽ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
Πλῃάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων,
ἀλλ᾽ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ᾽ ἠόα κοῖτον
ὥρῃ ἐν ἀμήτου, ὅτε τ᾽ ἠέλιος χρόα κάρφει· 575
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν·
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου 580
ἀνθρώπους, πολλοῖσί τ᾽ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
ἦμος δὲ σκόλυμός τ᾽ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ᾽ ἀοιδὴν
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
τῆμος πιόταταί τ᾽ αἶγες καὶ οἶνος ἄριστος, 585
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ᾽ ἤδη
εἴη πετραίη τε σκιὴ καὶ Βίβλινος οἶνος,
μάζα τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων, 590
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
πρωτογόνων τ᾽ ἐρίφων· ἐπὶ δ᾽ αἴθοπα πινέμεν οἶνον,
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα·
κρήνης τ᾽ αἰενάου καὶ ἀποῤῥύτου, ἥ τ᾽ ἀθόλωτος, 595
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
δμωσὶ δ᾽ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
δινέμεν, εὖτ᾽ ἂν πρῶτα φανῇ σθένος Ὠρίωνος,
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ·
μέτρῳ δ᾽ εὖ κομίσασθαι ἐν ἄγγεσιν. αὐτὰρ ἐπὴν δὴ 600
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
θῆτά τ᾽ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
δίζησθαι κέλομαι· χαλεπὴ δ᾽ ὑπόπορτις ἔριθος·
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
μή ποτέ σ᾽ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ᾽ ἕληται. 605
χόρτον δ᾽ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
εὖτ᾽ ἂν δ᾽ Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
οὐρανόν, Ἀρκτοῦρον δ᾽ ἐσίδῃ ῥοδοδάκτυλος Ἠώς, 610
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
δεῖξαι δ᾽ ἠελίῳ δέκα τ᾽ ἤματα καὶ δέκα νύκτας,
πέντε δὲ συσκιάσαι, ἕκτῳ δ᾽ εἰς ἄγγε᾽ ἀφύσσαι
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
Πληιάδες θ᾽ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος 615
δύνωσιν, τότ᾽ ἔπειτ᾽ ἀρότου μεμνημένος εἶναι
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ·
εὖτ᾽ ἂν Πλῃάδες σθένος ὄβριμον Ὠαρίωνος
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, 620
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
νῆα δ᾽ ἐπ᾽ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
πάντοθεν, ὄφρ᾽ ἴσχωσ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων, 625
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
ὅπλα δ᾽ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
πηδάλιον δ᾽ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι·
αὐτὸς δ᾽ ὡραῖον μίμνειν πλόον, εἰς ὅ κεν ἔλθῃ· 630
καὶ τότε νῆα θοὴν ἅλαδ᾽ ἑλκέμεν, ἐν δέ τε φόρτον
ἄρμενον ἐντύνασθαι, ἵν᾽ οἴκαδε κέρδος ἄρηαι·
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
πλωίζεσκ᾽ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ.
ὅς ποτε καὶ τεῖδ᾽ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, 635
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·
νάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ᾽ ἐσθλῇ. 640
τύνη δ᾽, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
νῆ᾽ ὀλίγην αἰνεῖν, μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαι·
μείζων μὲν φόρτος, μεῖζον δ᾽ ἐπὶ κέρδει κέρδος
ἔσσεται, εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. 645
εὖτ᾽ ἂν ἐπ᾽ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν·
οὐ γάρ πώ ποτε νηί γ᾽ ἐπέπλων εὐρέα πόντον, 650
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ᾽ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
[ἔνθα δ᾽ ἐγὼν ἐπ᾽ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
Χαλκίδα τ᾽ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ 655
ἄεθλ᾽ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδ᾽ ὠτώεντα.
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσ᾽ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· 660
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
Μοῦσαι γάρ μ᾽ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.]
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα 665
καυάξαις οὔτ᾽ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων· 670
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τ᾽ ἐς πάντα τίθεσθαι,
σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, 675
ὅς τ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
ἦμος δὴ τὸ πρῶτον, ὅσον τ᾽ ἐπιβᾶσα κορώνη
ἴχνος ἐποίησεν, τόσσον πέταλ᾽ ἀνδρὶ φανήῃ 680
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ᾽ ἄμβατός ἐστι θάλασσα·
εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
αἴνημ᾽· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
ἄνθρωποι ῥέζουσιν ᾀδρείῃσι νόοιο· 685
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά σ᾽ ἄνωγα
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
μηδ᾽ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι· 690
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι,
[δεινὸν δ᾽, εἴ κ᾽ ἐπ᾽ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη.]
μέτρα φυλάσσεσθαι· καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.
Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, 695
μήτε τριηκόντων ἐτέων μάλα πόλλ᾽ ἀπολείπων
μήτ᾽ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος.
ἡ δὲ γυνὴ τέτορ᾽ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν, ὥς κ᾽ ἤθεα κεδνὰ διδάξῃς.
τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, 700
πάντα μάλ᾽ ἀμφὶς ἰδών, μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον
τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης· ἥ τ᾽ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. 705
[εὖ δ᾽ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.]
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γ᾽ ἄρχῃ
ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, 710
δὶς τόσα τείνυσθαι μεμνημένος· εἰ δὲ σέ γ᾽ αὖτις
ἡγῆτ᾽ ἐς φιλότητα, δίκην δ᾽ ἐθέλῃσι παρασχεῖν,
δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
μηδὲ πολύξεινον μηδ᾽ ἄξεινον καλέεσθαι, 715
μηδὲ κακῶν ἕταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα.
μηδέ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης· 720
εἰ δὲ κακὸν εἴποις, τάχα κ᾽ αὐτὸς μεῖζον ἀκούσαις.
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι·
ἐκ κοινοῦ πλείστη δὲ χάρις δαπάνη τ᾽ ὀλιγίστη.
μηδέ ποτ᾽ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
χερσὶν ἀνίπτοισιν μηδ᾽ ἄλλοις ἀθανάτοισιν· 725
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ᾽ ἀράς.
μηδ᾽ ἄντ᾽ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ᾽ ἀνιόντα,
μήτ᾽ ἐν ὁδῷ μήτ᾽ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
μηδ᾽ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· 730
ἑζόμενος δ᾽ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
μηδ᾽ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ᾽ ἀλέασθαι.
μηδ᾽ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα 735
σπερμαίνειν γενεήν, ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός.
μηδέ ποτ᾽ αἰενάων ποταμῶν καλλίῤῥοον ὕδωρ
ποσσὶ περᾶν, πρίν γ᾽ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ·
ὃς ποταμὸν διαβῇ κακότητ᾽ ἰδὲ χεῖρας ἄνιπτος, 740
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
μηδ᾽ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
πινόντων· ὀλοὴ γὰρ ἐπ᾽ αὐτῷ μοῖρα τέτυκται. 745
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιῤῥέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
μηδ᾽ ἐπ᾽ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, 750
παῖδα δυωδεκαταῖον, ὅ τ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ᾽ ἐπὶ καὶ τῷ
ποινή. μηδ᾽ ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας 755
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτ᾽ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι·
μηδ᾽ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λῴόν ἐστιν.
ὧδ᾽ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην· 760
φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
ῥεῖα μάλ᾽, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ᾽ ἀποθέσθαι.
φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν 765
πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην
ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι. 767
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, 769
εὖτ᾽ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. 768
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ, 770
— τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ, —
ὀγδοάτη δ᾽ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς
ἔξοχ᾽ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
ἑνδεκάτη δὲ δυωδεκάτη τ᾽, ἄμφω γε μὲν ἐσθλαί,
ἠμὲν ὄις πείκειν ἠδ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι· 775
ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων·
τῇ γάρ τοι νῇ νήματ᾽ ἀερσιπότητος ἀράχνης
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
τῇ δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
μηνὸς δ᾽ ἱσταμένου τρεισκαιδεκάτην ἀλέασθαι 780
σπέρματος ἄρξασθαι· φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.
ἕκτη δ᾽ ἡ μέσση μάλ᾽ ἀσύμφορός ἐστι φυτοῖσιν,
ἀνδρογόνος δ᾽ ἀγαθή· κούρῃ δ᾽ οὐ σύμφορός ἐστιν,
οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.
οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι 785
ἄρμενος, ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων
σηκόν τ᾽ ἀμφιβαλεῖν ποιμνῄον ἤπιον ἦμαρ·
ἐσθλὴ δ᾽ ἀνδρογόνος· φιλέοι δ᾽ ὅ γε κέρτομα βάζειν
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.
μηνὸς δ᾽ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον 790
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
εἰκάδι δ᾽ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 795
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ
τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε
ἄλγε᾽ ἃ θυμβορεῖ· μάλα γὰρ τετελεσμένον ἦμαρ.
ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν 800
οἰωνοὺς κρίνας, οἳ ἐπ᾽ ἔργματι τούτῳ ἄριστοι.
πέμπτας δ᾽ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.
μέσσῃ δ᾽ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν 805
εὖ μάλ᾽ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμῄα δοῦρα
νῄά τε ξύλα πολλά, τά τ᾽ ἄρμενα νηυσὶ πέλονται.
τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λῴον ἦμαρ, 810
πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν·
ἐσθλὴ μὲν γάρ θ᾽ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
ἀνέρι τ᾽ ἠδὲ γυναικί, καὶ οὔ ποτε πάγκακον ἦμαρ.
παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
[ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι 815
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,]
νῆα πολυκλῄδα θοὴν εἰς οἴνοπα πόντον
εἰρύμεναι· παῦροι δέ τ᾽ ἀληθέα κικλῄσκουσιν.
τετράδι δ᾽ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ
μέσση· παῦροι δ᾽ αὖτε μετ᾽ εἰκάδα μηνὸς ἀρίστην 820
ἠοῦς γιγνομένης· ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ,
αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. 825
τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.