X. ὉΜΗΡΟΥ.
The Hurdles and Quarter of a Mile.
Εἰς Νότιον λειμῶνα θεασόμενοι ποτὲ Ῥακοὺς
ἦλθον Ἐτωναῖοι μετὰ δώδεκα· πρῶτος ἐν αὐτοῖς
Γρηίος ᾖν Γρένφιλλος, ὃς ἦν Βωτῶν Καπταῖνος,
θαυμαστὸς καππῷ, καὶ μὴν πολὺ φέρτερος ἄλλων.
τὸν περιέστησαν σὺν τοῖς κάνεσσι Σύελλοι,
ἄρχοντες δήμου, κηπορδερέσοντες ὅμιλον.
ἐνταῦθ' ἦν Σμιθεῦς, βωλισηήρων μὲν ἄριστος,
βέλτιστος τ' ἀνδρῶν δηβατου. ́ντων ἐνὶ Ποππῷ.
αὐτὰρ Κολλεγέρων ἧρχον Σμιθεῦς τε μέγιστογ,
καὶ μετὰ τόδε Μακαυλεῖος Βρίανος Στέφανός τε,
καὶ Βυῤῥοῦς, ἥρως τ' Οὐέλλσλιος, Ὁρκίνιός τε,
και Σπριγγρείκος ὃν καλέουσιν Κολλεγέροι Σπῦγχ.
τῶνδ' ἄρ' ἀπ' Ἠφανίοιο δόμων σὺ Χίττιος ἦρχες,
καὶ Κροφτὸς φιλέρετμος Ἰωσήφ τ' Ἀνδηρσώμης.
Δοδδαιῶν ἦρχον μετὰ δαιδαλέοισι κυλῶρσι,
Δουγλασίοιο βίη καὶ Κυρζονέης Ὠράτωρ.
καὶ παρὰ Κητσλάνοιο παρῆν Σανδαῖμαν ἐνῶρμος,
Καλφέρτος το μακρὸς βηαῖνδος ἀπ' Αἴνγερος αὐλῶν.
τῶν Καμηρονίων ἦρχον Στυδδεῖς κρικετῆροι,
Ἐλλιότης τῶν Μιχηλῶν σὺν Πῆρσι ποδώκει.
Ἄρχιος Ἀλαιῶν ἦρχεν Παρχῆρος· ὁμοῦ δ' Ὗς
Ρ̓ιδλεῖος σὺν Βαιλειῷ μετὰ Γρεῖον ἕποντο
Δαλτόνιδες. Μιλλεῖς σὺν Γλαῦκι δόμους Ἰακώβου
Ἀρτούρου λίπον, οἷς καὶ Πονσονβαῖος ἕταιρος.