Μετάβαση στο περιεχόμενο

Ιππείς

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἱππεῖς)


Ἱππεῖς
Κωμῳδία



ΔΗΜΟΣΘΕΝΗΣ
ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.   5

ΝΙΚΙΑΣ
κάκιστα δῆθ' οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ κακόδαιμον πῶς ἔχεις;

ΔΗΜΟΣΘΕΝΗΣ
δεῦρο δὴ πρόσελθ', ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

ΔΗΜΟΣΘΕΝΗΣ ΚΑΙ ΝΙΚΙΑΣ
μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.    10

ΔΗΜΟΣΘΕΝΗΣ
τί κινυρόμεθ' ἅλλως; οὐκ ἐχρῆς ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

ΝΙΚΙΑΣ
τίς οὖν γένοιτ' ἄν;

ΔΗΜΟΣΘΕΝΗΣ
λέγε σύ.

ΝΙΚΙΑΣ
σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι.

ΔΗΜΟΣΘΕΝΗΣ
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

ΝΙΚΙΑΣ
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

ΔΗΜΟΣΘΕΝΗΣ
ἀλλ' εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

ΝΙΚΙΑΣ
ἀλλ' οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε    20
εἴποιμ' ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

ΔΗΜΟΣΘΕΝΗΣ
μὴ 'μοί γε, μὴ 'μοί, μὴ διασκανδικίσῃς·
ἀλλ' εὑρέ τιν' ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

ΝΙΚΙΑΣ
λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

ΔΗΜΟΣΘΕΝΗΣ
καὶ δὴ λέγω μόλωμεν.

ΝΙΚΙΑΣ
ἐξόπισθε νῦν
αὐτὸ φάθι τοῦ μόλωμεν.

ΔΗΜΟΣΘΕΝΗΣ
αὐτό.

ΝΙΚΙΑΣ
πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
τὸ μόλωμεν, εἶτα δ' αὐτό, κᾷτ' ἐπάγων πυκνόν.

ΔΗΜΟΣΘΕΝΗΣ
μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.

ΝΙΚΙΑΣ
ἢν    30
οὐχ ἡδύ;

ΔΗΜΟΣΘΕΝΗΣ
νὴ Δία· πλήν γε περὶ τῷ δέρματι

δέδοικα τουτονὶ τὸν οἰωνόν.

ΝΙΚΙΑΣ
τί δαί;

ΔΗΜΟΣΘΕΝΗΣ
ὁτιὶ τὸ δέρμα δεφομένων ἀπέρχεται.

ΝΙΚΙΑΣ
κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

ΔΗΜΟΣΘΕΝΗΣ
"ποῖον βρέτας;" ἐτεὸν ἡγεῖ γὰρ θεούς;

ΝΙΚΙΑΣ
ἔγωγε.

ΔΗΜΟΣΘΕΝΗΣ
ποίῳ χρώμενος τεκμηρίῳ;    40

ΝΙΚΙΑΣ
ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ'. οὐκ εἰκότως;

ΔΗΜΟΣΘΕΝΗΣ
εὖ προσβιβάζεις μ'. ἀλλ' ἑτέρᾳ πῃ σκεπτέον.
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

ΝΙΚΙΑΣ
οὐ χεῖρον· ἕν δ' αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

ΔΗΜΟΣΘΕΝΗΣ
λέγοιμ' ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ    50
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ' ἐθώπευ' ἐκολάκευ' ἐξηπάτα
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ ῥόφησον ἔντραγ' ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτ' ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ    60
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ' ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ' ἐμοῦ μεμαγμένην,
ἡμᾶς δ' ἀπελαύνει κουκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
ὁ δ' αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς    70
ψευδῆ διαβάλλει· κᾷτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
"ὁρᾶτε τὸν Ὕλαν δι' ἐμὲ μαστιγούμενον;
εἰ μὴ μ' ἀναπείσετ', ἀποθανεῖσθε τήμερον.
ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

ΝΙΚΙΑΣ
κράτιστ' ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

ΔΗΜΟΣΘΕΝΗΣ
ἀλλ' οὐχ οἷόν τε τὸν Παφλαγόν' οὐδὲν λαθεῖν·    80
ἐφορᾷ γὰρ οὗτος πάντ'. ἔχει γὰρ τὸ σκέλος
τὸ μὲν ἐν Πύλῳ, τὸ δ' ἕτερον ἐν τ' ἠκκλησίᾳ.
τοσόνδε δ' αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημ' ἐν Χάοσιν,
τὼ χεῖρ' ἐν Αἰτωλοῖς, ὁ νοῦς δ' ἐν Κλωπιδῶν.

ΝΙΚΙΑΣ
ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

ΝΙΚΙΑΣ
πῶς δῆτα πῶς γένοιτ' ἂν ἀνδρικώτατα;
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
ὁ Θεμιστοκέους γὰρ θάνατος αἱρετώτερος.

ΔΗΜΟΣΘΕΝΗΣ
μὰ Δί' ἀλλ' ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.    90
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

ΝΙΚΙΑΣ
ἰδού γ' ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
πῶς δ' ἂν μεθύων χρηστόν τι βουλεύσαιτ' ἀνήρ;

ΔΗΜΟΣΘΕΝΗΣ
ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
ἀλλ' ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,    100
τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν.

ΝΙΚΙΑΣ
οἴμοι τἰ ποθ' ἡμᾶς ἐργάσει τῷ σῷ ποτῳ;

ΔΗΜΟΣΘΕΝΗΣ
ἀγάθ'· ἀλλ' ἔνεγκ'· ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

ΝΙΚΙΑΣ
ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον.

ΔΗΜΟΣΘΕΝΗΣ
εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

ΝΙΚΙΑΣ
ἐπίπαστα λείξας δημιόπραθ' ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.    110

ΔΗΜΟΣΘΕΝΗΣ
ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν.

ΝΙΚΙΑΣ
λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

ΔΗΜΟΣΘΕΝΗΣ
ἕλχ' ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ', οὐκ ἐμόν.

ΝΙΚΙΑΣ
ταῦτ'. ἀτὰρ τοῦ δαίμονος
δέδοιχ' ὅπως μὴ τεύξομαι κακοδαίμονος.

ΔΗΜΟΣΘΕΝΗΣ
φέρε νυν ἐγὼ μ' αὐτῷ προσαγάγω τὸν χοᾶ.
τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν.

ΝΙΚΙΑΣ
ὡς μεγάλ' ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστ' ἔλαθον αὐτὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μἀλιστ' ἐφύλλατεν.

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ σοφώτατε.
φέρ' αὐτὸν ἵν' ἀναγνῶ· σὺ δ' ἔγχεον πιεῖν
ἀνύσας τι. φέρ' ἴδω τί ἄρ' ἔνεστιν αύτόθι.
ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.

ΝΙΚΙΑΣ
ἰδού. τί φησ' ὁ χρησμός;

ΔΗΜΟΣΘΕΝΗΣ
ἑτέραν ἔγχεον.

ΝΙΚΙΑΣ
ἐν τοῖς λογίοις ἔνεστιν "ἑτέραν ἔγχεον;"

ΔΗΜΟΣΘΕΝΗΣ
δὸς τὸ ποτήριον ταχύ.

ΝΙΚΙΑΣ
πολλῷ γ' ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ μιαρὲ Παφλαγὼν ταῦτ' ἄρ ἐφυλάττου πάλαι,
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;

ΝΙΚΙΑΣ
τιή;

ΔΗΜΟΣΘΕΝΗΣ
ἐνταῦθ' ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

ΝΙΚΙΑΣ
καὶ πῶς;

ΔΗΜΟΣΘΕΝΗΣ
ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

ΝΙΚΙΑΣ
εἷς οὑτοσὶ πώλης. τί τ' ούντεῦθεν; λέγε.

ΔΗΜΟΣΘΕΝΗΣ
μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

ΝΙΚΙΑΣ
δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

ΔΗΜΟΣΘΕΝΗΣ
κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ' ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.

ΝΙΚΙΑΣ
τὸν προβατοπώλην ἦν ἄρ' ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου;

ΔΗΜΟΣΘΕΝΗΣ
νὴ Δί'.

ΝΙΚΙΑΣ
οἴμοι δείλαιος.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;

ΔΗΜΟΣΘΕΝΗΣ
ἔτ' ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

ΝΙΚΙΑΣ
εἴπ', ἀντιβολῶ, τίς ἐστιν;

ΔΗΜΟΣΘΕΝΗΣ
εἴπω;

ΝΙΚΙΑΣ
νὴ Δία.

ΔΗΜΟΣΘΕΝΗΣ
ἀλλαντοπώλης ἔσθ' ὁ τοῦτον ἐξολῶν.

ΝΙΚΙΑΣ
ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

ΔΗΜΟΣΘΕΝΗΣ
ζητῶμεν αὐτόν.

ΝΙΚΙΑΣ
ἀλλ' ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρ' ὦ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί ἔστι; τί με καλεῖτε;

ΔΗΜΟΣΘΕΝΗΣ
δεῦρ' ἔλθ', ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

ΝΙΚΙΑΣ
ἴθι δὴ κάθελ' αὐτοῦ τ' οὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ' ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

ΔΗΜΟΣΘΕΝΗΣ
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἰδού· τί ἔστιν;

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ μακάρι' ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δ' ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί μ' ὦγάθ' οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὁρῶ.

ΔΗΜΟΣΘΕΝΗΣ
τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγώ;

ΔΗΜΟΣΘΕΝΗΣ
σὺ μέντοι· κ' οὐδέπω γε πάνθ' ὁρᾷς.
ἀλλ' ἐπανάβηθι κ' ἀπὶ τ' οὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καθορῶ.

ΔΗΜΟΣΘΕΝΗΣ
τί δαί; τ' ἀμπόρια καὶ τὰς ὁλκάδας;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἔγωγε.

ΔΗΜΟΣΘΕΝΗΣ
πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ' ἐς Καρίαν
τὸν δεξιόν, τὸν δ' ἕτερον ἐς Καρχηδόνα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εὐδαιμονήσω δ' εἰ διαστραφήσομαι;

ΔΗΜΟΣΘΕΝΗΣ
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;

ΔΗΜΟΣΘΕΝΗΣ
δι' αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κ' ἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐκ ἀξιῶ 'γὼ 'μαυτὸν ἰσχύειν μέγα.

ΔΗΜΟΣΘΕΝΗΣ
οἴμοι τί ποτ' ἔσθ' ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κ' ἀγαθῶν;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
μὰ τοὺς θεοὺς
εἰ μὴ 'κ πονηρῶν γ'.

ΔΗΜΟΣΘΕΝΗΣ
ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' ὦγἀθ' οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

ΔΗΜΟΣΘΕΝΗΣ
τουτὶ μόνον σ' ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτ' ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλ' εἰς ἀμαθῆ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασ' ἐν τοῖς λογίοισιν οἱ θεοί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
πῶς δῆτά φησ' ὁ χρησμός;

ΔΗΜΟΣΘΕΝΗΣ
εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
ἀλλ' ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
πῶς οὖν πρὸς ἐμὲ ταῦτ' ἐστίν; ἀναδίδασκέ με.

ΔΗΜΟΣΘΕΝΗΣ
βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ' οὑτοσί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί δ' ἀγκυλοχήλης ἐστίν;

ΔΗΜΟΣΘΕΝΗΣ
αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὁ δράκων δὲ πρὸς τί;

ΔΗΜΟΣΘΕΝΗΣ
τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ' ἀλλᾶς αὖ μακρόν.
εἶθ' αἱματοπώτης ἔσθ' ὅ τ' ἀλλᾶς χω δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὰ μὲν λόγι' αἰκάλλει με· θαυμάζω δ' ὅπως
τὸν δῆμον οἷός τ' ἐπιτροπεύειν εἴμ' ἐγώ.

ΔΗΜΟΣΘΕΝΗΣ
φαυλότατον ἔργον· ταῦθ' ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευ' ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δ' ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χ' ὅπως ἀμυνεῖ τὸν ἄνδρα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.

ΔΗΜΟΣΘΕΝΗΣ
ἀλλ' εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν Οἰ καλοί τε κ' ἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κ' ἀγὼ μετ' αὐτῶν χω θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθ'· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.

ΚΛΕΩΝ
οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ 'πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθ' ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.

ΔΗΜΟΣΘΕΝΗΣ
οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.

ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτι' οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
ἄνδρες ἐγγύς. ἀλλ' ἀμύνου κ' ἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
ἀλλ' ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

ΧΟΡΟΣ ΙΠΠΕΩΝ
παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ' ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κ' ἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ 'κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

ΚΛΕΩΝ
ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κ' ἄδικα,
παραβοηθεῖθ', ὡς ὑπ' ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

ΧΟΡΟΣ
ἐν δίκῃ γ', ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κ' ἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μἢ πέπων,
κ' ἄν τιν' αὐτῶν γνῷς ἀπράγμον' ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτ' ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.

ΚΛΕΩΝ
ξυνεπίκεισθ' ὑμεῖς; ἐγὼ δ' ἄνδρες δι' ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

ΧΟΡΟΣ
ὡς δ' ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ' ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
ἀλλ' ἐὰν ταύτη γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δ' ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.

ΚΛΕΩΝ
ὦ πὀλις καὶ δῆμ' ὑφ' οἵων θηρίων γαστρίζομαι.

ΧΟΡΟΣ
καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πὀλιν καταστρέφει;

ΚΛΕΩΝ
ἀλλ' ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.

ΧΟΡΟΣ
ἀλλ' ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δ' ἀναιδείᾳ παρέλθῃ σ', ἡμέτερος ὁ πυραμοῦς.

ΚΛΕΩΝ
τουτονὶ τὸν ἄνδρ' ἐγὼ 'νδείκνυμι, καὶ φήμ' ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ναὶ Δί' ἐξάγων γε τ' ἀπόρρηθ', ἅμ' ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

ΚΛΕΩΝ
ἀποθανεῖσθον αὐτίκα μάλα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τριπλάσιον κεκράξομαί σου.

ΚΛΕΩΝ
καταβοήσομαι βοῶν σε.

ΚΛΕΩΝ
διαβαλῶ σ' ἐὰν στρατηγῇς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κυνοκοπήσω σου τὸ νῶτον.

ΚΛΕΩΝ
περιελῶ σ' ἀλαζονείαις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὑποτεμοῦμαι τὰς ὁδούς σου.

ΚΛΕΩΝ
βλέψον ἔς μ' ἀσκαρδάμυκτος.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐν ἀγορᾷ κ' ἀγὼ τέθραμμαι.

ΚΛΕΩΝ
διαφορήσω σ' εἴ τι γρύξει.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κοπροφορήσω σ' εἰ λαλήσεις.

ΚΛΕΩΝ
ὁμολογῶ κλέπτειν· σὺ δ' οὐχί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κ' ἀπιορκῶ γε βλεπόντων.

ΚΛΕΩΝ
ἀλλότρια τοίνυν σοφίζει,
καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.

ΧΟΡΟΣ
ὦ μιαρὲ καὶ βδελυρὲ "καὶ κεκράκτα," τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δ' ἐκκλησία, καὶ τέλη
καὶ γραφαὶ καὶ δικαστήρι', ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κ' ἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.

ΚΛΕΩΝ
οἶδ' ἐγὼ τὸ πρᾶγμα τοῦθ' ὅθεν πάλαι καττύεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εἰ δὲ μὴ σύ γ' οἶσθα κάττυμ', οὐδ' ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.

ΔΗΜΟΣΘΕΝΗΣ
νὴ Δία κ' ἀμὲ τοῦτ' ἔδρασε τ' αύτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν·
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.

ΧΟΡΟΣ
ἆρα δῆτ' οὐκ ἀρχῆς ἐδήλους ἀναίδειαν,
ἥπερ μόνη προστατεῖ ῥητόρων;
ᾖ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δ' Ἱπποδάμου λείβεται θεώμενος.
ἀλλ' ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
ἀλλ' ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ μὴν ἀκούσαθ' οἷός ἐστιν οὑτοσὶ πολίτης.

ΚΛΕΩΝ
οὐκ αὖ μ' ἐάσεις;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
μὰ Δί' ἐπεὶ κ' ἀγὼ πονηρός εἰμι.

ΧΟΡΟΣ
ἐὰν δὲ μὴ ταύτῃ γ' ὑπείκῃ, λέγ' ὅτι κ' ἀκ πονηρῶν.

ΚΛΕΩΝ
οὐκ αὖ μ' ἐάσεις;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
μὰ Δία.

ΚΛΕΩΝ
ναὶ μὰ Δἰα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
μὰ τὸν Ποσειδῶ.
ἀλλ' αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

ΚΛΕΩΝ
οἴμοι διαρραγήσομαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ μὴν ἐγὼ οὐ παρήσω.

ΧΟΡΟΣ
πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

ΚΛΕΩΝ
τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὁτιὴ λέγειν οἷός τε κ' ἀγὼ καὶ καρυκοποιεῖν.

ΚΛΕΩΝ
ἰδοὺ λέγειν. καλῶς γ' ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
ἀλλ' οἶσθ' ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

ΚΛΕΩΝ
ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν'; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κ' ᾆτ' ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δέ γ' ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κ' ᾆτ' ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

ΧΟΡΟΣ
τὰ μὲν ἄλλα μ' ἤρεσας λέγων· ἓν δ' οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.

ΚΛΕΩΝ
ἀλλ' οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλὰ οχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

ΚΛΕΩΝ
ἐγὼ δ' ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

ΚΛΕΩΝ
ἐγὼ δέ γ' ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.

ΧΟΡΟΣ
νὴ τὸν Ποσειδῶ κ' ἀμέ τ' ἄρ', ἤνπερ γε τοῦτον ἕλκῃς.

ΚΛΕΩΝ
οἷόν σε δήσω <'ν> τῷ ξύλῳ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
διώξομαί σε δειλίας.

ΚΛΕΩΝ
ἡ βύρσα σου θρανεύσεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
δερῶ σε θύλακον πλοπῆς.

ΚΛΕΩΝ
διαπατταλευθήσει χαμαί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
περικόμματ' ἔκ σου σκευάσω.

ΚΛΕΩΝ
τὰς πρηγορεῶνἀ σ' οὐκτεμῶ.

ΔΗΜΟΣΘΕΝΗΣ
καὶ νὴ Δί' ἐμβαλόντες αὐτῷ
πάτταλον μαγειρικῶς
ἐς τὸ στόμ', εἶτα δ' ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
σκεψόμεσθ' εὖ κ' ἀνδρικῶς
κεχηνότος
τὸν πρωκτὸν εἰ χαλαζᾷ.

ΧΟΡΟΣ
ἦν ἄρα πυρός γ' ἕτερα θερμότερα καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμ'
ἦν ἄρ' οὐ φαῦλον ὧδ' . . . ἀλλ' ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
ὡσ ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κ' ᾆτ' ἀνὴρ ἔδοξεν εἶναι, τ' ἀλλότριον ἀμῶν θέρος.
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
ἐν ξύλῳ δήσας ἀφαύει κ' ἀποδόσθαι βούλεται.

ΚΛΕΩΝ
οὐ δέδοιχ' ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

ΧΟΡΟΣ
ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κ' οὐ μεθίστησι
τοῦ χρώματος τοῦ παρεστηκότος.
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
ὦ περὶ πάντ' ἐπὶ ἄνθεσιν ἵζων,
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
ᾄσαιμι γὰρ τότ' ἂν μόνον,
"πῖνε πῖν' ἐπὶ συμφοραῖς."
τὸν Ἰουλίου τ' ἂν οἴομαι γέροντα πυροπίπην
ἡσθέντ' ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

ΚΛΕΩΝ
οὔτοί μ' ὑπερβαλεῖσθ' ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
ἢ μή ποτ' ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.ω

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ 'πὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σ' οἴομαι τούτοισιν, ἢ μάτην γ' ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.

ΚΛΕΩΝ
ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ νὴ Δί' ἄλλα γ' ἐστί μου κόβαλα παιδὸς ὄντος.
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
"σκέψασθε παῖδες· οὐχ ὁρᾶθ'; ὥρα νέα, χελιδών."
οἱ δ' ἔβλεπον, κ' ἀγὼ 'ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

ΧΟΡΟΣ
ὦ δεξιώτατον κρέας σοφῶς γε πρ' οὐνοήσω·
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ ταῦτα δρῶν ἐλάνθανόν γ'· εἰ δ' οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
ὥστ' εἶπ' ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
"οὐκ ἔσθ' ὅπως ὁ παῖς ὅδ' οὐ τὸν δῆμον ἐπιτροπεύσει."

ΧΟΡΟΣ
εὖ γε ξυνέβαλεν αὔτ'· ἀτὰρ δῆλον γ' ἀφ' οὗ ξυνέγνω·
ὁτιὴ 'πιώρκεις θ' ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

ΚΛΕΩΝ
ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ' ἀφήσω
κατὰ κῦμ' ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

ΔΗΜΟΣΘΕΝΗΣ
κ' ἄγω γ', ἐὰν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

ΚΛΕΩΝ
οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
κλέψας Ἀθηναίων.

ΔΗΜΟΣΘΕΝΗΣ
ἄθρει καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
σὲ δ' ἐκ Ποτειδαίας ἔχοντ' εὖ οἶδα δέκα τάλαντα.

ΚΛΕΩΝ
τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

ΧΟΡΟΣ
ἀνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει·
τὸ πνεῦμ' ἔλαττον γίγνεται.

ΚΛΕΩΝ
φεύξει γραφὰς . . .
ἑκατονταλάντους τέτταρας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
σὺ δ' ἀστρατείας γ' εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

ΚΛΕΩΝ
ἐκ τῶν ἀλιτηρίων σέ φημι
γεγονέναι τῶν τῆς θεοῦ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὸν πάππον εἶναί φημί σου
τῶν δορυφόρων--

ΚΛΕΩΝ
ποίων; φράσον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τῶν Βυρσίνης τῆς Ἱππίου.

ΚΛΕΩΝ
κόβαλος εἶ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
πανοῦργος εἶ.

ΧΟΡΟΣ
παῖ' ἀνδρικῶς.

ΚΛΕΩΝ
ἰοὺ ἰού,
τύπτουσί μ' οἱ ξυνωμόται.

ΧΟΡΟΣ
παῖ' αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
καὶ τοῖς κόλοις,
χ' ὅπως κολᾷ τὸν ἄνδρα.
ὦ γεννικώτατον κρέας ψυχήν τ' ἄριστε πάντων,
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως θ' ὑπῆλθες ἐν λόγοισιν.
πῶς ἄν σ' ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;

ΚΛΕΩΝ
ταυτὶ μὰ τὴν Δήμητρά μ' οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματ', ἀλλ' ἠπιστάμην
γομφούμεν' αὐτὰ πάντα καὶ κολλώμενα.

ΧΟΡΟΣ
οἴμοι σὺ δ' οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὔκουν μ' ἐν Ἄργει γ' οἷα πράττεις λανθάνει.
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
ἰδίᾳ δ' ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
καὶ ταῦτ ἐφ' οἷσίν ἐστι συμφυσώμενα
ἐγ' ᾦδ'· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

ΧΟΡΟΣ
εὖ γ' εὖ γε, χάλκ' εὐ ἀντὶ τῶν κολλωμένων.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ' ἐκεῖθεν αὖ,
καὶ ταῦτά μ' οὔτ' ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτ' οὐκ Ἀθηναίοις φράσω.

ΚΛΕΩΝ
ἐγὼ μὲν οὖν αὐτίκα μάλ' ἐς βουλὴν ἰὼν
ὑμῶν ἁμάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
καὶ πάνθ' ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνθτε,
καὶ τ' ἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

ΧΟΡΟΣ
ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' εἶμι· πρῶτον δ' ὡς ἔχω τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

ΔΗΜΟΣΘΕΝΗΣ
ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵν' ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

ΔΗΜΟΣΘΕΝΗΣ
ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί δαί;

ΔΗΜΟΣΘΕΝΗΣ
ἵν' ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
καὶ σπεῦδε ταχέως.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ταῦτα δρῶ.

ΔΗΜΟΣΘΕΝΗΣ
μέμνησό νυν
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χ' ὅπως τὰ κάλλ' αἰ ἀποφαγὼν ἥξεις πάλιν.

ΧΟΡΟΣ
ἄλλ' ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
ἔλθοις στεφάνοις κατάπαστος.
ὑμεῖς δ' ἡμῖν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη Μούσης
πειραθέντες καθ' ἑαυτούς.

ΧΟΡΟΣ
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ' ἄξιός ἐσθ' ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν προσιόντας
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ' ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἀνὴρ
οὐχ ὑπ' ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δ' ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ' ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ' ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δ' οὐκ ἦν ἐν ξυμποσιῳ πλὴν "Δωροῖ συκοπέδιλε,"
καὶ "τέκτονες εὐπαλάμων ὕμνων"· οὕτως ἤνθησεν ἐκεῖνος.
νυνὶ δ' ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ' οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ' ἐνόντος
τῶν θ' ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ' ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
καὶ μὴ ληρεῖν ἀλλὰ θεάσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὐμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
κ' οὗτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενεσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κ' ᾆτ' ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κ' ᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κ' οὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ' ἐφ' ἕνδεκα κώπαις

θόρυβον χρηστὸν ληναΐτην,
ἵν' ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ.

ἵππι' ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις,
μειρακίων θ' ἅμιλλα λαμπρυνομένων ἐν ἄρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρ' ἔλθ' ἐς χορὸν ὦ χρυσοτρίαν ὦ
δελφίων μεδέων Σουνιάρατε,
ὦ Γεραίστιε παῖ Κρόνου,
Φαρμίωνί τε φίλτατ' ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
πρὸς τὸ παρεστός.

εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδ' ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτ' αὐτῶν τοῦς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλ' ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτ' ἀπεψήσαντ' ἄν, εἶτ' ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ' ἂν εἷς·
τῶν πρὸ τοῦ σίτησιν ᾔτησ' ἐρόμενος Κλεαίνετον·
νῦν δ' ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ' ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτ' εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθ' ἡμῖν κομῶσι μηδ' ἀπεστλεγγισμένοις.

ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπασῶν
πολέμῳ τε καὶ ποιηταῖς
δυνάμει θ' ὑπερφερούσης
μεδέουσα χώρας,
δεῦρ' ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τ' ἐχθροῖσι μεθ' ἡμῶν στασιάζει.
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
τέχνῃ πορίσαι σε νίκην
εἴπερ ποτὲ καὶ νῦν.

ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ' ἐπαινέσαι.
ἄξιοι δ' εἴσ' εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθ' ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τ' ἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ' ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, "ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;"
ἐξεπήδων τ' ἐς Κόρινθον· εἶτα δ' οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κ' ἀκ βυθοῦ θηρώμενοι·
ὥστ' ἔφη Θεώρος εἰπεῖν καρκίνον Κορίνθιον,
"δεινά γ' ὦ Πόσειδων εἰ μήτ' ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτ' ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας."

ὦ φίλτατ' ἀνδρῶν καὶ νεανικώτατε.
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ' ἠγωνίσω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί δ' ἄλλο γ' εἰ μὴ Νικόβουλος ἐγενόμην;

ΧΟΡΟΣ
νῦν ἄρ' ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δ' ἀμείνον ἔτι τῶν λόγων
ἐργασάμεν', εἴθ' ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ
κ' ἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστ' ἀκοῦσαι. πρὸς τάδ' ὦ βέλτιστε
θαρρήσας λέγ', ὡς, ἅπαντες
ἡδόμεσθά σοι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ μὴν ἀκοῦσαί γ' ἄξιον τῶν πραγμάτων.
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθέδ' ἱέμην·
ὁ δ' ἄρ' ἔνδον ἐλασίβροντ' ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς "ἐρείδων" καὶ ξυνωμότας λέγων
πιθανώταθ'· ἡ βουλὴ δ' ἅπασ' ἀκροωμένη
ἐγένεθ' ὑπ' αὐτοῦ ψευδατραφάξυος πλέα,
κ' ἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ' ἀνέσπασεν.
κ' ἄγωγ' ὅτε δὴ γ' νων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
"ἄγε δὴ Σκίταλοι καὶ Φένακες", ἦν δ' ἐγώ,
"Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τ' ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ' ἀναιδῆ". ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
κ' ἀγὼ προσέκυσα· κ' ᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδ' ἐξήραξα κ' ἀναχανὼν μέγα
ἀνέκραγον· "ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτ' ἀφύας εἶδον ἀξιωτέρας".
τῶν δ' εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτ' ἐστεφάνουν μ' εὐαγγέλια· κ' ἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τ' οὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δ' ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθ' ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· "ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ".
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κ' ἄγωγ' ὅτε δὴ γ' νων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
τῇ δ' Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ' ἑκατὸν τ' οὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ' ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτ' ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κ' ᾆθ' εἷλκον αὐτὸν οἱ πρυτάνεις χ' οἱ τοξόται.
οἱ δ' ἐθορύβουν περὶ τῶν αφύων ἑστηκότες·
ὁ δ' ἠντεβόλει γ' αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
"ἵν' ἅτθ' ὁ κῆρυξ οὐκ Λακεδαίμονος λέγει
πύθησθ', ἀφῖκται γὰρ περὶ σπονδῶν", λέγων.
οἱ δ' ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
"νυνὶ περὶ σπονδῶν; ἐπειδή γ' ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρ' ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω".
ἐκεκράγεσάν τε τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίανν' ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτ' εἰ ὅσ' ἦν ἐν τ' ἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κ' ἀχαριζόμην.
οἱ δ' ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δ' ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θ' αἱμύλοις.
ἀλλ' ὅπως ἀγωνιεῖ φρόντιζε
τ' ἀπίλοιπ' ἄριστα·
συμμάχους δ' ἡμᾶς ἔχων εὔνους
ἐπίστασαι πάλαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.

ΚΛΕΩΝ
ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.

ΚΛΕΩΝ
οὔτοι μὰ τὴν Δήμητρ', ἐὰν μή σ' ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἣν μὴ κ' φάγῃς; ἐγὼ δέ γ', ἢν μή σ' ἐκπίω
κ' ἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.

ΚΛΕΩΝ
ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σ' ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.

ΚΛΕΩΝ
ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστ' ἄν; ἐπὶ βαλλαντίῳ;

ΚΛΕΩΝ
ἐξαρπάσομαί σου τοῖς ὄνυξι τ' ἄντερα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀπονυχιῶ σου τ' ἀν πρυτανείῳ σιτία.

ΚΛΕΩΝ
ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κ' ἀγὼ δέ σ' ἕλξω καὶ διαβαλῶ πλείονα.

ΚΛΕΩΝ
ἀλλ' ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δ' ἐκείνου καταγελῶ γ' ὅσον θέλω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

ΚΛΕΩΝ
ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κ' ᾆθ' ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δ' ἐκείνου τριπλάσιον κατέσπακας.

ΚΛΕΩΝ
καὶ νὴ Δί' ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
χ' ὡ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

ΚΛΕΩΝ
οὐκ ὦγάθ' ἐν βουλῇ με δόξεις καθυβρίσαι.
ἴωμεν ἐς τὸν δῆμον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐδὲν κωλύει·
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

ΚΛΕΩΝ
ὦ Δῆμε δεῦρ' ἔξελθε.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
νὴ Δί' ὦ πάτερ
ἔξελθε δῆτ᾿.

ΚΛΕΩΝ
ὦ Δημίδιον <ὦ> φίλτατον
ἔξελθ', ἵν' εἰδῇς οἷς περιυβρίζομαι.

ΔΗΜΟΣ
τίνες οἱ βοῶντες; οὐκ ἄπιτ' ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
τίς ὦ Παφλαγὼν ἀδικεῖ σε;

ΚΛΕΩΝ
διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

ΔΗΜΟΣ
τιή;

ΚΛΕΩΝ
ὁτιὴ φιλῶ σ' ὦ Δῆμ' ἐραστής τ' εἰμὶ σός.

ΔΗΜΟΣ
σὺ δ' εἶ τίς ἐτεόν;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σ' εὖ ποιεῖν,
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κ' ἀγαθοί.
ἀλλ' οὐχ οἷοί τ' ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κ' ἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

ΚΛΕΩΝ
εὖ γὰρ ποιῶ τὸν δῆμον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εἰπέ νυν τί δρῶν;

ΚΛΕΩΝ
ὅ τι; "τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου",
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ περιπατῶν γ' ἀπ' ἐργαστηρίου
ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.

ΚΛΕΩΝ
καὶ μὴν ποιήσας αὐτίκα μάλ' ἐκκλησίαν
ὦ Δῆμ' ἵν' εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ 'ν τῇ πυκνί.

ΔΗΜΟΣ
οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλ' ἐς τὸ πρόσθε. χρὴ παρεῖν' ἐς τὴν πύκνα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἴμοι κακοδαίμων ὡς ἀπόλωλ'. ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δ' ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

ΧΟΡΟΣ
νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
ὅτοισι τόνδ' ὑπερβαλεῖ. ποικίλος γὰρ ἀνὴρ
κ' ἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
πρὸς ταῦθ' ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

ΚΛΕΩΝ
τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κ' ἄγωγ' ὦ Δῆμ', εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κ' εἰ μὴ τούτοισι πέποιθας,
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.

ΚΛΕΩΝ
καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
ὃς πρῶτα μὲν ἡνίκ' ἐβούλευον σοὺ χρήματα πλεῖστ' ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ' ἄγχων τοὺς δὲ μεταιτῶν,
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τοῦτο μὲν ὦ Δῆμ' οὐδὲν σεμνόν· κ' ἀγὼ γὰρ τοῦτό σε δράσω.
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
ὡς δ' οὐχὶ φιλεῖ σ' οὐδ' ἔστ' εὔνους, τοῦτ' αὐτό σε πρῶτα διδάξω,
ἀλλ' ἢ διὰ τοῦτ' αὔθ' ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ' ἐπαναίρου,
κ' ᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.

ΔΗΜΟΣ
ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
τοῦτό γέ τοί σου τ' οὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

ΚΛΕΩΝ
ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

ΚΛΕΩΝ
καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ' ἐν ταῖς φιδάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ' ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

ΚΛΕΩΝ
ἵνα γ' Ἑλλήνων ἄρξῃ πάντων, ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτ' ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
ἢν ἀναμείνῃ· πάντως δ' αὐτὸν θρέψω γ' ὢ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐχ ἵνα γ' ἄρξῃ μὰ Δί' Ἀρκαδίας προνοούμενος, ἀλλ' ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλ' ὑπ' ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
ἢν δέ ποτ' εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
εἶθ' ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
ἃ σὺ γιγνώσκων τόνδ' ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.

ΚΛΕΩΝ
οὔκουν δεινὸν ταυτὶ σε λέγειν δῆτ' ἔστ' ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὦ πόλις Ἄργους κλύεθ' οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τ' οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δ' Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
κ' ἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ' Ἀχιλλείων ἀπομάττει.

ΚΛΕΩΝ
οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ' ἐστίν μ' ὑπὸ τούτου,
ὁτιή σε φιλῶ;

ΔΗΜΟΣ
π' αὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς.

ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων
καταβροχθίζει, κ' ἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
ΚΛΕΩΝ
οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ'
αἱρήσω γ' ὢ τρεῖς μυριάδας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; καὶ σ' ἐπιδείξω
νὴ τὴν Δήμητρ', ἢ μὴ ζῴην,
δωροδοκήσαντ' ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα.

ΧΟΡΟΣ
ὦ πᾶσιν ἀνθρώροις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ' ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τ' ἀν τῇ πόλει τῶν ξυμμάχων τ' ἄρξεις ἔχων τρίαιναν,
ᾖ πολλὰ χρήματ' ἐργάσει σείων τε καὶ ταράττων.
καὶ μὴ μεθῇς τὸν ἄνδρ', ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.

ΚΛΕΩΝ
οὐκ ὦγαθοὶ ταῦτ' ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστ' εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἀπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
ἕως ἂν ᾖ ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
οὐ γὰρ σ' ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
ἀλλ' ἐστὶ τοῦτ' ὦ Δῆμε μηχάνημ', ἵν' ἢν σὺ βούλῃ
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ' γένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δ' εἰς ἕν ἐστι συγκεκυφός,
ὤστ' εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

ΔΗΜΟΣ
οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

ΚΛΕΩΝω
ὦ δαιμόνιε μὴ τοῦ λεγόντος ἴσθι, μηδ' οἰηθῇς
ἐμοῦ ποθ' εὑρήσειν φίλον βελτίον'· ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καὶ μ' οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ' εὐθέως κέκραγα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
ἐὰν δ' ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
ἓν δ' εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν φάσκων φιλεῖν;

ΔΗΜΟΣ
οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἔγνωκας οὖν δῆτ' αὐτὸν οἷός ἐστιν; ἀλλ' ἐγὼ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

ΔΗΜΟΣ
κρίνω σ' ὅσων ἐγ' ᾦδα περὶ τὸν δῆμον ἄνδρ' ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

ΚΛΕΩΝ
οὐ δεινὸν οὖν δῆτ' ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς βινουμένους; κ' οὐκ ἔσθ' ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
τονδὶ δ' ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
οὐπώποτ' ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος· ἀλλ' ἐγώ σοι τουτονὶ δίδωμι.

ΔΗΜΟΣ
τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ' ἐπενόησεν.
καίτοι σοφὸν κ' ἀκεῖν ὁ Πειραιεύς· ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετ' ἐξεύρημα τοῦ χιτῶνος.

ΚΛΕΩΝ
οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὔκ, ἀλλ' ὅπερ πίνων ἀνὴρ πέπονθ' ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

ΚΛΕΩΝ
ἀλλ' οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί· σὺ δ' οἴμωζ' ὦ πόνηρ'.

ΔΗΜΟΣ
ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ τοῦτό <γ'> ἐπίτηδές σε περιήμπεσχ', ἵνα σ' ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ' ἐκεῖνον
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;

ΔΗΜΟΣ
οἶδα μέντοι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ' ἄξιον γενέσθαι,
ἵν' ἐσθίοιτ' ὠνούμενοι, κ' ἄπειτ' ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

ΔΗΜΟΣ
νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ' εἶπ' ἀνὴρ Κόπρειος.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ γὰρ τόθ' ὑμεῖς βδεόμενοι δήπου 'γένεσθε πυρροί;

ΔΗΜΟΣ
καὶ νὴ Δί' ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

ΚΛΕΩΝ
οἵοισί μ' ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἡ γὰρ θεός μ' ἐκέλευσε νικῆσαί σ' ἀλαζονείαις.

ΚΛΕΩΝ
ἀλλ' οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τ' ἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

ΚΛΕΩΝ
ἐγὼ δὲ τὰς πολιάς γέ σ' οὐκλέγων νέον ποιήσω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἰδοὺ δέχου κέρκον λαγῶ τ' ὠφθαλμιδίω περιψῆν.

ΚΛΕΩΝ
ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐμοῦ μὲν οὖν.

ΚΛΕΩΝ
ἐμοῦ μὲν οὖν.
ἐγώ σε ποιήσω τριηραρχεῖν
<ἀναλίσκοντα τῶν
σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ',
εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θ' ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.

ΧΟΡΟΣ
ἀνὴρ παφλάζει, παῦε παῦ',
ὑπερζέων· ὑφελκτέον
τῶν δᾳδίων ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.

ΚΛΕΩΝ
δώσεις ἐμοὶ καλὴν δίκην
ἰπούμενος ταῖς ἐσφοραῖς.
ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
σπεύσω σ' ὅπως ἂν ἐγγραφῇς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δ' ἀπειλήσω μὲν οὐδέν,
εὔχομαι δέ σοι ταδί·
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σίζον· σὲ δὲ
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἢν κατεργάσῃ,
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος ἐλθών· ἔπειτα
πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
καὶ σὺ τὸ τάλαντον λαβεῖν
βουλόμενος ἐσθίων
ἐναποπνιγείης.

ΧΟΡΟΣ
εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

ΔΗΜΟΣ
κ' ἀμοὶ δοκεῖ· καὶ τ' ἄλλα γ' εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τ' οὐβουλοῦ.
σὺ δ' ὦ Παφλαγὼν φάσκων φιλεῖν μ' ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις.

ΚΛΕΩΝ
ἔχε· τοσοῦτον δ' ἴσθ' ὅτι,
εἰ μή μ' ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.

ΔΗΜΟΣ
οὐκ ἔσθ' ὅπως ὁ δακτύλιός ἐσθ' οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλ' ἢ οὐ καθορῶ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
φέρ' ἴδω τί σοι σημεῖον ἦν;

ΔΗΜΟΣ
δημοῦ βοείου θρῖον ἐξωπτημένον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ τοῦτ' ἔνεστιν.

ΔΗΜΟΣ
οὐ τὸ θρῖον; ἀλλὰ τί;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

ΔΗΜΟΣ
αἰβοῖ τάλας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί ἔστιν;

ΔΗΜΟΣ
ἀπόφερ' ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
παρ' ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

ΚΛΕΩΝ
μὴ δῆτά πώ γ' ὦ δέσποτ', ἀντιβολῶ σ' ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ τῶν ἐμῶν νυν.

ΚΛΕΩΝ
ἀλλ' ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κ' ἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

ΚΛΕΩΝ
ἀλλ' οἵ γ' ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
χώρας ἀπάσης ἐστεφανωμένον ῥόδοις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὑμοὶ δέ γ' αὖ λέγουσιν ὡς ἁλουργίδα
ἔχων κατάπαστον καὶ στεφάνην ἐφ' ἄρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.

ΧΟΡΟΣ
καὶ μὴν ἔνεγκ' αὐτοὺς ἰών, ἵν' οὑτοσὶ
αὐτῶν ἀκούσῃ.

ΔΗΜΟΣ
πάνυ γε. καὶ σύ νυν φέρε.

ΚΛΕΩΝ
ἰδού.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἰδοὺ νὴ τὸν Δί'· οὐδὲν κωλύει.

ΧΟΡΟΣ
ἥδιστον φάος ἡμέρας
ἔσται τοῖσι παροῦσι καὶ
τοῖσι δεῦρ' ἀφικνουμένοις,
ἢν Κλέων ἀπόληται.
καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσ' ἀντιλεγόντων,
ὡς εἰ μὴ 'γένεθ' οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
σκεύη δύο χρησίμω,
δοῖδυξ οὐδὲ τορύνη.

ΧΟΡΟΣ
ἀλλὰ καὶ τόδ' ἔγωγε θαυμάζω
τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
θαμὰ τὴν λύραν,
ἄλλην δ' οὐκ ἐθέλειν μαθεῖν·
κ' ᾆτα τὸν κιθαριστὴν
ὀργισθέντ' ἀπάγειν κελεύειν,
ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν
ἢν μὴ Δωροδοκιστί.

ΚΛΕΩΝ
ἰδοὺ θέασαι, κ' οὐχ ἅπαντες ἐκφέρω.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἴμ' ὡς χεσείω, κ' οὐχ ἅπαντας ἐκφέρω.

ΔΗΜΟΣ
ταυτὶ τί ἔστι;

ΚΛΕΩΝ
λόγια.

ΔΗΜΟΣ
πάντ';

ΚΛΕΩΝ
ἐθαύμασας;
καὶ νὴ Δί' ἔτι γέ μ' οὔστι κιβωτὸς πλέα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐμοὶ δ' ὑπερῷον καὶ ξυνοικία δύο.

ΔΗΜΟΣ
φέρ' ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

ΚΛΕΩΝ
οὑμοὶ μὲν εἰσι Βάκιδος.

ΔΗΜΟΣ
οἱ δὲ σοὶ τίνος;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εἰσὶν δὲ περὶ τοῦ;

ΚΛΕΩΝ
περὶ Ἀθηνῶν, περὶ Πύλου,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

ΔΗΜΟΣ
οἱ σοὶ δὲ περὶ τοῦ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
περὶ τῶν πετρούντων τ' ἄλφιτ' ἐν ἀγορᾷ κακῶς,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

ΔΗΜΟΣ
ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ 'κεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.

ΚΛΕΩΝ
ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σ' ἐκέλευσ' ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κ' ἂν μἢ δρᾷ ταῦτ' ἀπολεῖται.
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.

ΔΗΜΟΣ
ταυτὶ μὰ τὴν Δήμητρ' ἐγὼ οὐκ οἶδ' ὅ τι λέγει.
τί γάρ ἐστ' Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

ΚΛΕΩΝ
ἐγὼ μέν εἰμ' ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δ' εἶπε σῴζεσθαί μ' ὁ Φοῖβος τὸν κύνα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ τοῦτό φησ' ὁ χρησμός, ἀλλ' ὁ κύων ὁδὶ
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστ' ὀρθῶς περὶ τούτου τοῦ κυνός.

ΔΗΜΟΣ
λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μ' ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῴ σαίνων σ' ὁπόταν δειπνῇς ἐπιτηρῶν
ἐξέδεταί σου τ' οὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν τ' ἐς τ' οὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

ΔΗΜΟΣ
νὴ τὸν Ποσειδῶ πολύ γ' ἄμεινον ὦ Γλάνι.

ΚΛΕΩΝ
ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
ἔστι γυνή, τέξει δὲ λέονθ' ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτ' οἶσθ' ὅ τι λέγει;

ΔΗΜΟΣ
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

ΚΛΕΩΝ
ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

ΔΗΜΟΣ
καὶ πῶς μ' ἐλελήθης Ἀντιλέων γεγενημένος;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
ἐν ᾧ σε σῴζειν τόνδ' ἐκέλευσ' ὁ Λοξίας.

ΔΗΜΟΣ
πῶς δῆτα τοῦτ' ἔφραζεν ὁ θεός;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τουτονὶ
δῆσαί σ' ἐκέλευ' ἐν πεντεσυρίγγῳ ξύλῳ.

ΔΗΜΟΣ
ταυτὶ τελεῖσθαι τὰ λόγι' ἤδη μοι δοκεῖ.

ΚΛΕΩΝ
μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλ' ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε τί τοῦθ' ἡγεῖ μέγα τ' οὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεὶ κεν ἀνὴρ ἀναθείη·
ἀλλ' οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.

ΚΛΕΩΝ
ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
ἔστι Πύλος πρὸ Πυλοιο--

ΔΗΜΟΣ
τί τοῦτο λέγει, πρὸ Πύλοιο;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὰσ πυέλους φησὶν καταλήψεσθ' ἐν βαλανείῳ.

ΔΗΜΟΣ
ἐγὼ δ' ἄλουτος τήμερον γενήσομαι;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλ' οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

ΔΗΜΟΣ
προσέχω· σὺ δ' ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθ' ὅ τι ἐστὶν τοῦτο;

ΔΗΜΟΣ
Φιλόστρατος ἡ κυναλώπηξ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ' ὁ Λοξίας.

ΔΗΜΟΣ
πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χ' ὢ κύων ταχύ.

ΔΗΜΟΣ
πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

ΔΗΜΟΣ
εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ ποριῶ, καὶ τοῦτον τοῦτον ἡμερῶν τριῶν.
ἀλλ' ἔτι τόνδ' ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

ΔΗΜΟΣ
ποίαν Κυλλήλην;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὴν τούτου χεῖρ' ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησ', "ἔμβαλε μυλλῇ".

ΚΛΕΩΝ
οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρ' ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χ' ὅτι γ' ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

ΚΛΕΩΝ
ἀλλ' ἐγὼ εἶδον ὄναρ, καί μ' οὐδόκει ἡ θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
νὴ Δία καὶ γὰρ ἐγώ· καί μ' οὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ 'πικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.

ΔΗΜΟΣ
ἰοὺ ἰού.
οὐκ ἦν ἄρ' οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κ' ἀναπαιδεύειν πάλιν.

ΚΛΕΩΝ
μήπω γ', ἱκετεύω σ', ἀλλ' ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς προιῶ σοι καὶ βίον καθ' ἡμέραν.

ΔΗΜΟΣ
οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

ΚΛΕΩΝ
ἀλλ' ἄλφιτ' ἤδη σοι ποριῶ 'σκευασμένα.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τ' οὔψον ὀπτόν· μηδὲν ἄλλ' εἰ μὴ 'σθιε.

ΔΗΜΟΣ
ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ'· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

ΚΛΕΩΝ
τρέχοιμ' ἂν εἴσω πρότερος.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ δῆτ' ἀλλ' ἐγώ.

ΧΟΡΟΣ
ὦ Δῆμε καλήν γ' ἔχεις
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
δεδίασί σ' ὥσπερ
ἄνδρα τύραννον.
ἀλλ' εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαίρεις
κ' ἀξαπατώμενος,
πρὸς τόν τε λέγοντ' ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ.

ΔΗΜΟΣ
νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μ' οὐ φρονεῖν
νομίζετ'· ἐγὼ δ' ἑκὼν
ταῦτ' ἠλιθιάζω.
αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθ' ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δ', ὅταν ᾖ πλέως,
ἄρας ἐπάταξα.

ΧΟΡΟΣ
χ' οὕτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστ'
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
εἰ τούσδ' ἐπίτηδες ὥσπερ
δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κ' ᾆθ' ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
θύσας ἐπιδειπνεῖς.

ΔΗΜΟΣ
σκέψασθε δέ μ', εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κ' ἄμ' ἐξαπατύλλειν.
τηρῶ γὰρ ἑκάστοτ' αὐτοὺς
οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας· ἔπειτ' ἀναγκάζω
πάλιν ἐξεμεῖν
ἅττ' ἂν κεκλόφωσί μου,
κημὸν καταμηλῶν.

ΚΛΕΩΝ
ἄπαγ' ἐς μακαρίαν ἐκποδών.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
σύ γ' ὦ φθόρε.

ΚΛΕΩΝ
ὦ Δῆμ' ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σ' εὐεργετεῖν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.

ΔΗΜΟΣ
ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἶσθ' οὖν ὃ δρᾶσον;

ΔΗΜΟΣ
εἰ δὲ μή, φράσεις γε σύ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
ἵνα σ' εὖ ποιῶμεν ἐξ ἴσου.

ΔΗΜΟΣ
δρᾶν ταῦτα χρή.
ἄπιτον.
Κλέων καὶ Ἀλλαντοπώλης
ἰδού.
θέοιτ' ἄν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὑποθεῖν οὐκ ἐῶ.

ΔΗΜΟΣ
ἀλλ' ἢ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δί' ἢ 'γὼ θρύψομαι.

ΚΛΕΩΝ
ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' οὐ τράπεζαν, ἀλλ' ἐγὼ προτεραίτερος.

ΚΛΕΩΝ
ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τ' ἠλεφαντίνῃ.

ΔΗΜΟΣ
ὡς μέγαν ἄρ' εἶχες ὦ πότνια τὸν δάκτυλον.

ΚΛΕΩΝ
ἐγὼ δ' ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δ' αὔθ' ἡ Παλλὰς ἡ Πυλαιμάχος.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὦ Δῆμ' ἐναργῶς ἡ θεός σ' ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

ΔΗΜΟΣ
οἴει γὰρ οἰκεῖσθ' ἂν ἔτι τήνδε τὴν πόλιν,
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

ΚΛΕΩΝ
τουτὶ τέμαχός σ' οὔδωκεν ἡ Φοβεσιστράτη.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἡ δ' Ὀβριμοπάτρα γ' ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

ΔΗΜΟΣ
καλῶς γ' ἐποίησε τοῦ πέπλου μεμνημένη.

ΚΛΕΩΝ
ἡ Γοργολόφα σ' ἐλέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐπίτηδες αὔτ' ἔπεμψέ σοι
ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

ΔΗΜΟΣ
ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

ΚΛΕΩΝ
λαβέ νυν πλακοῦντος πίονος παρ' ἐμοῦ τόμον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
παρ' ἐμοῦ δ' ὅλον γε τὸν πλακοῦντα τουτονί.

ΚΛΕΩΝ
ἀλλ' οὐ λαγῷ ἕξεις ὁπόθεν δῷς, ἀλλ' ἐγώ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

ΚΛΕΩΝ
ὁρᾷς τάδ' ὦ κακόδαιμον;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὀλίγον μοι μέλει·
ἐκεινοιὶ γὰρ ὡς ἔμ' ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

ΚΛΕΩΝ
ποῦ ποῦ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τί δέ σοι τοῦτ'; οὐκ ἐάστεις τοὺς ξένους;
ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ' ἅ σοι φέρω;

ΚΛΕΩΝ
οἴμοι τάλας ἀδίκως γε τ' ἄμ' ὑφήρπασας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

ΔΗΜΟΣ
εἴπ', ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ' ἐμόν.

ΚΛΕΩΝ
ἐγὼ δ' ἐκινδύνευσ', ἐγὼ δ' ὤπτησά γε.

ΔΗΜΟΣ
ἄπιθ'· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.

ΚΛΕΩΝ
τί οὐ διακρίνεις Δῆμ' ὁπότερος ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

ΔΗΜΟΣ
τῷ δῆτ' ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ' ἔνι,
καὶ τὴν Παφλαγόνος· κ' ἀμέλει κρινεῖς καλῶς.

ΔΗΜΟΣ
φέρ' ἴδω τί οὖν ἔνεστιν;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐχ ὁρᾷς κενὴν
ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

ΔΗΜΟΣ
αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς <τάδ';>

ΔΗΜΟΣ
οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
ἐμοὶ δ' ἔδωκεν ἀποτεμὼν τυννουτονί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τοιαῦτα μέντοι καὶ πρότερόν σ' ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δ' ἑαυτῷ παρετίθει τὰ μείζοντα.

ΔΗΜΟΣ
ὦ μιαρὲ κλέπτων δή με ταῦτ' ἐξηπάτας;
ἐγὼ δέ τυ ἐστεφάνιξα κ' ἀδωρησάμαν.

ΚΛΕΩΝ
ἐγὼ δ' ἔκλεπτον ἐπ' ἀγαθῷ γε τῇ πόλει.

ΔΗΜΟΣ
κατάθου ταχέως τὸν στέφανον, ἵν' ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κατάθου ταχέως μαστιγία.

ΚΛΕΩΝ
οὐ δῆτ', ἐπεὶ μοι χρησμός ἐστι Πυθικὸς
φράζων ὑφ' οὗ "δεήσει μ'" ἡττᾶσθαι μόνου.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τ' οὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

ΚΛΕΩΝ
καὶ μήν σ' ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

ΚΛΕΩΝ
πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

ΚΛΕΩΝ
ὦ Φοῖβ' Ἄπολλον Λύκιε τί ποτέ μ' ἐργάσει;
τέχνην δὲ τίνα ποτ' εἶχες ἐξανδρούμενος;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἠλλαντοπώ λουν καί τι καὶ βινεσκόμην.

ΚΛΕΩΝ
οἴμοι κακοδαίμων· οὐκέτ' οὐδέν εἰμ' ἐγώ.
λεπτή τις ἐλπίς ἐστ' ἐφ' ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν άγορᾷ
ἠλλαντοπώ λεις ἐτεὸν ἢ 'πὶ ταῖς πύλαις;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

ΚΛΕΩΝ
οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετ' εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε χαίρων ἄπιθι, κ' εἴ σ' ἄκων ἐγὼ
λείπω· σὲ δ' ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

ΧΟΡΟΣ
ὦ χαῖρε καλλίνικε καὶ μέμνησ' ὅτι
ἀνὴρ γεγένησαι δι' ἐμέ· καὶ σ' αἰτῶ βραχύ,
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

ΔΗΜΟΣ
ἐμοὶ δέ γ' ὅ τι σοι τ' οὔνομ' εἴπ'.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
Ἀγοράκριτος·
ἐν τ' ἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

ΔΗΜΟΣ
Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ μὴν ἐγώ σ' ὦ Δῆμε θεραπεύσω καλῶς,
ὥσθ' ὁμολεῖν σε μηδέν' ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

ΧΟΡΟΣ
τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοισιν
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, "μηδὲν ἐς" Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
καὶ γὰρ οὗτος ὦ φίλ' Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.

λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ' ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ' ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δ' Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμου.
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
Ἀριφράδης πονηρός, ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἔστι δ' οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ' ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.ω
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὺν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτ' ἐκ τ' αὐτοῦ μεθ' ἡμῶν πίεται ποτηρίου.

ἦ πολλάκις ἐννυχίαισι
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχ' ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
φασὶ <μὲν> γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ' ἀντιβολεῖν ἂν ὅμως·
"ἴθ' ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ".

φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
καὶ μίαν λέξαι τιν' αὐτῶν ἥτις ἦν γεραιτέρα·
"οὐδὲ πυνθάνεσθε ταῦτ' ὦ παρθένοι τ' ἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τιν' ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον"·
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κ' οὐκ ἐληλύθει·
"ἀποτρόπ' αἰ οὐ δῆτ' ἐμοῦ γ' ἄρξει ποτ', ἀλλὰ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσ' ἐνταῦθα καταγηράσομαι"·
"οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ' ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κ' ἀγὼ καὶ ξύλων ἐπηγνύμην.
ἢν δ' ἀρέσκῃ ταῦτ' Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
ἐς τὸ Θησεῖον πλεούσαις ἢ 'πὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας".

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δ' εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

ΧΟΡΟΣ
ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
τίν' ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ' ὅτῳ κνισῶμεν ἀγυιάς;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

ΧΟΡΟΣ
καὶ ποῦ 'στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

ΧΟΡΟΣ
πῶς ἂν ἴδοιμεν; ποίαν <τιν'> ἔχει σκευήν; ποῖος γεγένηται;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
ἀλλ' ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν' ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

ΧΟΡΟΣ
ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ὅδ' ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

ΧΟΡΟΣ
χαῖρ' ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ 'ν Μαραθῶνι τροπαίου.

ΔΗΜΟΣ
ὦ φίλτατ' ἀνδρῶν ἐλθὲ δεῦρ' Ἀγοράκριτε.
ὅσα με δέδρακας ἀγάθ' ἀφεψήσας.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἐγώ;
ἀλλ' ὦ μέλ' οὐκ οἷος ἦσθ' αὐτὸς πάρος,
οὐδ' οἷ' ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

ΔΗΜΟΣ
τί δ' ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
πρῶτον μέν, ὁπότ' εἴποι τις ἐν τ' ἠκκλησίᾳ,
"ὦ Δῆμ' ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος",
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κ' ἀκερουτίας.

ΔΗΜΟΣ
ἐγώ;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
εἶτ' ἐξαπατήσας σ' ἀντὶ τούτων ᾤχετο.

ΔΗΜΟΣ
τί φῄς;
ταυτί μ' ἔδρων, ἐγὼ δὲ τοῦτ' οὐκ ᾐσθόμην;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τὰ δ' ὦτά γ' ἂν σου νὴ Δί ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

ΔΗΜΟΣ
οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
καὶ νὴ Δί' εἴ γε δύο λεγοίτην ῥήτορε,
ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ' ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθ', ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

ΔΗΜΟΣ
αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἀλλ' οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλ' οἵ σε ταῦτ' ἐξηπάτων. νυνδὶ φράσον·
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
"οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταφγνώσεσθε ταύτην τὴν δίκην"·
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

ΔΗΜΟΣ
ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δ' ἄλλα, φέρ' ἴδω, πῶς πολιτεύσει φράσον.

ΔΗΜΟΣ
πρῶτον μὲν ὁπόσι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω 'ντελῆ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
πολλοῖς γ' ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.

ΔΗΜΟΣ
ἔπειθ' ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλ' ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
τοῦτ' ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

ΔΗΜΟΣ
οὐδ' ἀγοράσει γ' ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

ΔΗΜΟΣ
τὰ μειράκια ταυτὶ λέγω τ' ἀν τῷ μύρῳ,
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
"σοφός γ' Φαίαξ δεξιῶς τ' οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τ' ἄριστα τοῦ θορυβητικοῦ".    1380

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

ΔΗΜΟΣ
μὰ Δί' ἀλλ' ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
ἔχε νυν ἐπὶ τούτοις τουτονὶ ὀκλαδίαν,
καὶ παῖδ' ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κ' ἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

ΔΗΜΟΣ
μακάριος ἐς τ' ἀρχαῖα δὴ καθίσταμαι.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
φήσεις γ', ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρ' ἴθ' αἱ Σπονδαὶ ταχύ.

ΔΗΜΟΣ
ὦ Ζεῦ πολυτίμηθ' ὡς καλαί· πρὸς τῶν θεῶν,    1390
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτέον;

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμ' ἐς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα.

ΔΗΜΟΣ
τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτ' ἔδρασεν, εἴφ' ὅ τι ποιήσεις κακόν.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ
οὐδὲν μέγ' ἀλλ' ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,    1400
κ' ἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

ΔΗΜΟΣ
εὖ γ' ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σ' ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
ἐς τὴν ἕδραν θ', ἵν ἐκεῖνος ἦν ὁ φαρμακός.    1405
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κ' ἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵν' ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ' οἱ ξένοι.