Έκθεσις της Βασιλείου τάξεως
Το παρόν κείμενο παρατίθεται αποσπασματικά ή του λείπουν τμήματα. Μπορείτε να βοηθήσετε τη Βικιθήκη εντoπίζοντας την πηγή του και συμπληρώνοντάς το. |
Ἔκθεσις τῆς Βασιλείου τάξεως Συγγραφέας: βιβλίο α᾽, κεφάλαιο 82 |
Ελληνικό κείμενο (Λειψία, Βιβλιοθήκη Πανεπιστημίου, χγ. Rep. I 17, φφ.147β-148α) επεξεργάστηκε από Ιώανν Ιάκομπ Ραϊσκε (Λειψία, 1751-66; ανατύπωση: Βόννη 1829,1830) και αναφέρεται σύμφωνα με αυτό Ζακ Πολ Μιν, Patrologia graeca, τόμ. 112 (1864), κκ. 73-1416; κολ. 664. |
Βιβλίος Α᾽ : Ἡ τάξις
[Επεξεργασία]Κεφάλαιον πβ᾽ : Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου Λουπερκαλίου
[Επεξεργασία]Εἰσέρχεται πρὸμιᾶς ἡμέρας τοῦ αὐτοῦ ἱπποδρομίου ὁ πραιπόσιτος πρὸς τὸν βασιλέα, ὑπομιμνήσκων αὐτόν, εἰ κελεύει ἀχθῆναι τὸ αὐτὸ ἱπποδρόμιον, καὶ λαβὼν παρὰ τοῦ βασιλέως συγκατάθεσιν πρὸς τὸ ἄγεσθαι αὐτό, ἐξέρχεται, καὶ προσκαλεσάμενος τὸν τῆς καταστάσεως, ἀποστέλλει αὐτὸν πρὸς τοὺς δημάρχους καὶ τὸ πολίτευμα, εἰπεῖν πρὸς αὐτούς, ὡς ὅτι ἄγεται ἱπποδρόμιον. Εἰσέρχεται δὲ καὶ ὁ θεσσάριος, καὶ προστάσσεται παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, ὅπως κρεμάσῃ. Καὶ τῇ ἑξῆς ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου, δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, καὶ διέρχεται διά τε τοῦ Αὐγουστέως καὶ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ ἀνέρχεται ἐν τῷ παλατίῳ τοῦ Καθίσματος, ἤγουν εἰς τὰ παρακυπτικά, ἐκδεχόμενος, μέχρις ἂνσυμφθάσωσιν ἅπαντες. Ὁ δὲ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ, ὡς ὅτι πάντα ἕτοιμά ἐστιν, κἀκεῖνος εἰσέρχεται πρὸς τὸν βασιλέα, καὶ εὐθέως κατέρχεται διὰ τῆς λιθίνης σκάλας πρὸς τὸ ὑπαλλάξαι ἐν τῷ κοιτῶνι αὐτοῦ, εἶθ' οὕτως ἐξερχόμενος λέγει τῷ πραιποσίτῳ· "∆ὸς μεταστάσιμον" κἀκεῖνος λέγει· "Μεταστάσιμον."
Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἐν τῷ ἐκεῖσε μητατωρίῳ καὶ περιβαλλόμενος τὴν χλανίδα αὐτοῦ καὶ στεφθείς, ὡς ἡ συνήθεια ἔχει, ἐξέρχεται, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἐξέρχεται καὶ ἵσταται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ δέχονται αὐτὸν ἐκεῖσε οἵ τε πατρίκιοι καὶ στρατηγοί, καὶ τούτων προσκυνησάντων, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐξελθόντες πάντες οἵ τε πατρίκιοι καὶ στρατηγοί, ἔξω τῆς πύλης ἵστανται μετὰ τῆς συγκλήτου· ὁ δὲ βασιλεὺς ἵσταται ἐν τῇ οὐδῷ τῆς πύλης καὶ πάντων προσκυνησάντων, δίδωσιν ὁ πραιπόσιτος ἀπὸ κελεύσεως νεῦμα τῷ τῆς καταστάσεως καὶ λέγει· "Κελεύσατε."
Κἀκεῖθεν δηριγευόμενος ὑπ' αὐτῶν ὁ βασιλεὺς ἀνέρχεται ἐν τῷ Καθίσματι μετὰ μόνων τῶν τοῦ κουβουκλείου ἀρχόντων, καὶ ἡνίκα ἀποκινήσῃ, λαβὼν ὁ τῆς καταστάσεως τὸ ἄκρον τῆς χλανίδος αὐτοῦ, ποιεῖ ῥωσθέλιον καὶ ἐπιδίδωσι τῷ βασιλεῖ ἐν τῇ χειρὶ αὐτοῦ πρὸς τὸ σφραγίσαι τὸν λαόν. Καὶ ἀνελθόντος τοῦ βασιλέως ἐν τῷ Καθίσματι, φωνοῦσιν οἱ δῆμοι, ὡς εἴθισται αὐτοῖς, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἐξέρχεται, καὶ νεύει τοὺς πατρικίους, καὶ ἀνέρχεται ἕκαστος ἐν τῇ αὐτοῦ καθέδρᾳ. Ἰστέον δέ, ὅτι τῇ αὐτῇ ἡμέρᾳ οὐκ εἰσὶν οἱ πατρίκιοι ἐν τῷ Καθίσματι εἰς προσκύνησιν διὰ τὸ εἶναι τὸ ἱππικὸν παγανόν, καὶ τελεῖται πάντα τὰ κατὰ συνήθειαν. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἀπὸ τοῦ τρίτου βαΐου νεύει ὁ ἀκτουάριος ἀπὸ κελεύσεως μετὰ τῆς χειρὸς αὐτοῦ, κρατῶν ἐγχείριον, τὸ πολίτευμα, καὶ ἀποκινεῖ ἐκ τοῦ Διϊππίου διὰ δύο.
Ἐλθόντος δὲ ἕως τὰ κριτάρια, ἄρχονται λέγειν ἀντιφωνικῶς, τὸ μὲν ἓν μέρος· "Ἴδε τὸ ἔαρ τὸ καλὸν πάλιν ἐπανατέλλει" τὸ δὲ ἕτερον μέρος· "φέρον ὑγίειαν καὶ χαρὰν καὶ τὴν εὐημερίαν," καὶ τὰ λοιπά, καθὼς ἡ συνήθεια ἔχει. Καὶ κατελθόντες μέχρι τῶν Πρασίνων καμπτοῦ, ἑνοῦνται ἀμφότεροι, καὶ λέγουσιν πελατικοὺς τρεῖς μέχρι τοῦ Καθίσματος· κατέρχεται δὲ καὶ ὁ ὕπαρχος πόλεως ἀπὸ κελεύσεως, καὶ ἑνοῦται τῷ πολιτεύματι εἰς τὸν Χαλκόν, συνεισερχόμενος αὐτοῖς μέχρι τοῦ στάματος, καὶ ποιοῦσι προσκύνησιν ἅπαντες ἐν τῷ στάματι. Καὶ εἶθ' οὕτως ἵσταται ὁ νεανίσκος ἐν τῷ δεξιῷ μέρει τοῦ ὑπάρχου, εὐφημῶν καὶ λέγων οὕτως· "Ὁ βοηθῶν τοὺς δεσπότας." Ὁ λαός· "Εἷς ὁ Θεός," καὶ τὰ ἑξῆς, καθὼς ἡ συνήθεια ἔχει. Καὶ ἀνέρχονται ἐπὶ τὰς θύρας εὐφημοῦντες τὸν βασιλέα, λέγοντες καὶ τοῦτο· "Ναί, Κύριε, πολλὰ αὐτῶν τὰ ἔτη." Καὶ ἐξέρχονται.
Ὁ δὲ ὕπαρχος λαβὼν νεῦμα ἀπὸ κελεύσεως παρὰ τοῦ ἀκτουαρίου, εὐθέως ἀπὸ τοῦ στάματος νέρχεται, ὅθεν κατῆλθεν καὶ μετὰ ταῦτα τελεῖται τὸ τέταρτον βαΐον. Καὶ ἀναστὰς ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, καὶ πάλιν ἐξέρχεται ἐν τῷ Καθίσματι, ὡς ἡ συνήθεια ἔχει. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἐν τῷ τετάρτῳ βαΐῳ ἀπὸ πέμπτης τάβλας κατέρχονται οἱ δʹ ἡνίοχοι ἐν τῷ τοῦ Πρασίνου καμπτῷ, καὶ τρέχουσιν ἡνιοχοῦντες ἀλλήλους μέχρι τοῦ στάματος, καὶ λαμβάνουσιν τὰ ἔπαθλα, ὡς ἐπὶ πρώτου βαΐου τῆς δειλινῆς. Τοῦτο δὲ τὸ ἐτήσιον γίνεται, ἤγουν τοῦ τρέχειν αὐτοὺς πεζούς, διὰ τὸ συγκλεῖσαι τὰ ἱπποδρόμια τοῦ χρόνου.
Ἰστέον δὲ καὶ τοῦτο, ὅτι διὰ τὸ εἶναι τὸ ἱπποδρόμιον παγανόν, οὐκ ἀνέρχονται οἱ μεγάλοι δομέστικοι εἰς τοὺς δήμους, ὁ δὲ βασιλεὺς μετὰ τὸ δοῦναι τὰ ἔπαθλα ἀνίσταται, καὶ ἀπέρχεται εἰς τὸ παλάτιον.
Περὶ τοῦ ἀκτολογία τῶν δήμων εἰς τὸ μακελλαρικὸν ἱπποδρομίον
[Επεξεργασία]Ἀπὸ τοῦ τετάρτου βαΐου κατέρχονται οἱ τῶν δύο μερῶν δημόται ἀπὸ τῶν οἰκείων δήμων, καὶ ἵστανται ἔμπροσθεν τοῦ συμπόνου, καὶ τῆς πολιτικῆς ἱσταμένης εἰς τὰ σημεῖα, ὀψικεύοντες οἱ δημόται τὴν πολιτικήν, λέγουσιν τὸν χορευτικὸν ἦχ. αʹ. Λέγουσιν οἱ κράκται καὶ ἀποκρίνεται ὁ λαός· "Ἴδε τὸ ἔαρ τὸ γλυκὺ πάλιν ἐπανατέλλει, χαράν, ὑγίειαν καὶ ζωὴν καὶ τὴν εὐημερίαν, ἀνδραγαθίαν ἐκ Θεοῦ τοῖς βασιλεῦσι Ῥωμαίων, καὶ νίκην θεοδώρητον κατὰ τῶν πολεμίων." Καὶ ὅτε ἔλθωσιν εἰς τὸν καμπτὸν τοῦ Πρασίνου καὶ κάμψωσιν, λέγουσιν τὸν πελατικὸν ἦχ. βαρύς· "Ἀναθάλλουσα ἡ πόλις σου, ὁ δεῖνα, αὐτοκράτωρ, ἐπεύχεται κατὰ χρέως· τὴν γὰρ πραότητά σου ὁρῶσα, ἄλλον Δαβίδ σε ὀνομάζει. Τὸν τῆς πίστεως κήρυκα σοφώτατον, Παῦλον ἀπόστολον τὸν ἐνθωρακισάμενον Χριστόν, βλέπει ἀποστρέφοντα τῶν ἀλλοφύλων τὰ βέλη, διὰ τοῦτο ἰσχύεις καὶ βασιλεύεις, ὡς χρισθεὶς παρὰ Κυρίου."
Καὶ ὅτε ἔλθωσιν εἰς τὸ Π, ἔμπροσθεν τῶν βασιλέων ἵστανται, καὶ λέγουσιν οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά."
Οἱ κράκται· Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι."
Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι."
Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου." Ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι."
Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα, Αὐγοῦσται τῶν Ῥωμαίων." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι."
Οἱ κράκται· "Πολλοί σου χρόνοι. Τὰ τρία τῷ ὑπάρχῳ." Ὁ λαός· "Πολλοί σου χρόνοι."
Οἱ κράκται· "Κύριε σῶσον τοὺς δεσπότας Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Κύριε, σῶσον ὀρθόδοξον κράτος." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Κύριε, σῶσον τὴν νακαίνησιν τῶν ἐτησίων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Κύριε, σῶσον τὸ πλοῦτος τῶν ὑπηκόων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Ἀλλ' ὁ πάντων Ποιητὴς καὶ Δεσπότης τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον."
Οἱ κράκται· "Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον" καὶ ἐπεύχονται πάντες καὶ λέγουσιν πολυχρόνιον ποίημα.