Μετάβαση στο περιεχόμενο

Επτά επί Θήβας

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἑπτὰ ἐπὶ Θήβας)
Ἑπτὰ ἐπὶ Θήβας
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα, συλλογή πολυμέσων. επιμέλεια Herbert Weir Smyth, Cambridge 1926


ετεοκλης
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, 5
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυῤῥόθοις
οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι 10
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
ὥραν τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε συμπρεπές,
πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
βωμοῖσι, τιμὰς μὴ ᾽ξαλειφθῆναί ποτε· 15
τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
ἐθρέψατ᾽ οἰκητῆρας ἀσπιδηφόρους
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. 20
καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός·
χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, 25
χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων 30
ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
μίμνοντες εὖ θαρσεῖτε, μηδ᾽ ἐπηλύδων
ταρβεῖτ᾽ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. 35
σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

αγγελος
Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, 40
αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων·
ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον 45
ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
μνημεῖά θ᾽ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ 50
λείβοντες· οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν 55
ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος·
ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς 60
χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· 65
κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

ετεοκλης
ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, 70
μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· 75
γένεσθε δ᾽ ἀλκή· ξυνὰ δ᾽ ἐλπίζω λέγειν·
πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

χορος
θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη·

μεθεῖται στρατός· στρατόπεδον λιπὼν
ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· 80
αἰθερία κόνις με πείθει φανεῖσ᾽,
ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
ἔτι δὲ <γᾶς> ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-
τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δ᾽
ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. 85
ἰὼ ἰὼ
ἰὼ θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν
βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
τρεπὴς ἐπὶ πόλιν διώκων [πόδα]. 90
τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει
θεῶν ἢ θεᾶν;
πότερα δῆτ᾽ ἐγὼ <πάτρια> ποτιπέσω
βρέτη δαιμόνων; 95
ἰὼ μάκαρες εὔεδροι,
ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-
λομεν ἀγάστονοι;
ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον; 100
πέπλων καὶ στεφέων πότ᾽ εἰ μὴ νῦν ἀμ-
φὶ λιτάν᾽ ἕξομεν;
κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
τί ῥέξεις; προδώσεις, παλαίχθων
Ἄρης, τὰν τεάν; 105
ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ᾽ ἔπι-
δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.
θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·
ἴδετε παρθένων 110
ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. 115
ἀλλ᾽, ὦ Ζεῦ <> πάτερ παντελές,
πάντως ἄρηξον δαΐων ἅλωσιν.
Ἀργέιοι δὲ πόλισμα Κάδμου 120
κυκλοῦνται· φόβος δ᾽ ἀρῄων ὅπλων
[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων
κινύρονται φόνον χαλινοί.
ἑπτὰ δ᾽ ἀγάνορες πρέποντες στρατοῦ
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις 125
126 * * *
προσίστανται πάλῳ λαχόντες. 127
σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,
ῥυσίπολις γενοῦ,
Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ 130
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον 135
Κάδμου φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ, 140
ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
ἀυτοῦσαι πελαζόμεσθα.
καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ 145
στρατῷ δαΐῳ στόνων ἀντίτας.
σύ τ᾽, ὦ Λατογένει-
α κούρα, τόξον εὐτυκάζου [Ἄρτεμι φίλα].
ἒ ἒ ἒ ἔ,
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· 150
ὦ πότνι᾽ Ἥρα.
ἔλακον ἀξόνων βριθομένων χνόαι.
Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,
δοριτίνακτος αἰθὴρ δ᾽ ἐπιμαίνεται. 155
τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;
ἒ ἒ ἒ ἔ,
ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται· 158 b
ὦ φίλ᾽ Ἄπολλον·
κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, 160
παῖ Διός, ὅθεν
πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
σύ τε, μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως
ἑπτάπυλον ἕδος ἐπιῤῥύου. 165
ἰὼ παναρκεῖς θεοί,
ἰὼ τέλειοι τέλειαί τε γᾶς
τᾶσδε πυργοφύλακες,
πόλιν δορίπονον μὴ προδῶθ᾽
ἑτεροφώνῳ στρατῷ. 170
κλύετε παρθένων κλύετε πανδίκως
χειροτόνους λιτάς.
ἰὼ φίλοι δαίμονες,
λυτήριο ί <τ᾽> ἀμφιβάντες πόλιν, 175
δείξαθ᾽ ὡς φιλοπόλεις,
μέλεσθέ θ᾽ ἱερῶν δημίων,
μελόμενοι δ᾽ ἀρήξατε·
φιλοθύτων δέ τοι πόλεος ὀργίων
μνήστορες ἐστέ μοι. 180

ετεοκλης
ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,

ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν 185
αὔειν, λακάζειν, σωφρόνων μισήματα;
μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. 190
καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
θεῖσαι διεῤῥοθήσατ᾽ ἄψυχον κάκην·
τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἔνδοθεν πορθούμεθα.
τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. 195
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.
μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, 200
τἄξωθεν· ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.
ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

χορος
ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, 205
ἱππικῶν τ᾽ ἀπύαν πηδαλίων διὰ στόμα
πυριγενετᾶν χαλινῶν.

ετεοκλης
τί οὖν; ὁ ναύτης ἆρα μὴ ᾽ς πρῷραν φυγὼν

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; 210

χορος
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-

χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
ὅτ᾽ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·
δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
ἵν᾽ ὑπερέχοιεν ἀλκάν. 215

ετεοκλης
πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

οὐκοῦν τάδ᾽ ἔσται πρὸς θεῶν· ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

χορος
μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν

ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ 220
ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽
ἁπτόμενον πυρὶ δαΐῳ.

ετεοκλης
μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
μήτηρ, γυνὴ σωτῆρος· ὧδ᾽ ἔχει λόγος. 225

χορος
ἔστι· θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα·

πολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον
κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων
κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.

ετεοκλης
ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια 230

θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

χορος
διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,

δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.
τίς τάδε νέμεσις στυγεῖ; 235

ετεοκλης
οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.

χορος
ποτίφατον κλύουσα πάταγον ἀνάμιγα

ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, 240
τίμιον ἕδος, ἱκόμαν.

ετεοκλης
μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

χορος
καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. 245


ετεοκλης
μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.


χορος
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.


ετεοκλης
οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.


χορος
δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.


ετεοκλης
οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; 250


χορος
ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.


ετεοκλης
οὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσῃ τάδε;


χορος
θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.


ετεοκλης
αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.


χορος
ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. 255


ετεοκλης
ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.


χορος
μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.


ετεοκλης
παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;


χορος
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.


ετεοκλης
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. 260


χορος
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.


ετεοκλης
σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.


χορος
σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.


ετεοκλης
τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, 265
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
κἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολέμιον φόβον. 270
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, 275
[ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι]
θύσειν τροπαῖα, δαΐων δ᾽ ἐσθήματα,
στέψω λάφυρα δουρίπληχθ᾽ ἁγνοῖς δόμοις.
[στέψω πρὸ ναῶν, πολεμίων δ᾽ ἐσθήματα.]
τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, 280
μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
ἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, 285
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυῤῥόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

χορος
μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ·

γείτονες δὲ καρδίας
μέριμναι ζωπυροῦσι τάρβος 290
τὸν ἀμφιτειχῆ λεών,
δράκοντας ὥς τις τέκνων
ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
πάντρομος πελειάς.
τοὶ μὲν γὰρ ποτὶ πύργους 295
πανδαμεὶ πανομιλεὶ
στείχουσιν. τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
χερμάδ᾽ ὀκριόεσσαν. 300
παντὶ τρόπῳ, Διογενεῖς
θεοί, πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
τᾶσδ᾽ ἄρειον, ἐχθροῖς 305
ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον, εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσει-
δᾶν ὁ γαιάοχος 310
Τηθύος τε παῖδες.
πρὸς τάδ᾽, ὦ πολιοῦχοι
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
κῆρα, ῥίψοπλον ἄταν, 315
ἐμβαλόντες ἄροισθε
κῦδος τοῖσδε πολίταις.
καὶ πόλεως ῥύτορες <ἔστ᾽>
εὔεδροί τε στάθητ᾽
ὀξυγόοις λιταῖσιν. 320
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν
Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
δουλίαν ψαφαρᾷ σποδῷ
ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως, 325
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
ἒ ἔ, νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων. βοᾷ
δ᾽ ἐκκενουμένα πόλις, 330
λαΐδος ὀλλυμένας μιξοθρόου·
βαρείας τοι τύχας προταρβῶ.
κλαυτὸν δ᾽ ἀρτιτρόποις ὠμοδρόποις
νομίμων προπάροιθεν διαμεῖψαι
δωμάτων στυγερὰν ὁδόν· 335
τί; τὸν φθίμενον γὰρ προλέγω
βέλτερα τῶνδε πράσσειν·
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἒ ἔ, δυστυχῆ τε πράσσει.
ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- 340
ει, τὰ δὲ πυρφορεῖ· καπνῷ
[δὲ] χραίνεται πόλισμ᾽ ἅπαν·
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, προτὶ [πτόλιν] 345
δ᾽ ὁρκάνα
πυργῶτις· πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ
<ἀμφὶ> δορὶ κλίνεται·
βλαχαὶ δ᾽ αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς βρέμονται. 350
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. 355
τἀκ τῶνδ᾽ εἰκάσαι λόγος πάρα.
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
ἀλγύνει κυρήσας· πικρὸν δ᾽
ὄμμα θαλαμηπόλων·
πολλὰ δ᾽ ἀκριτόφυρτος 360
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες νέαι·
τλάμον᾽ εὐνὰν αἰχμάλωτον
ἀνδρὸς εὐτυχοῦντος ὣς 365
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίῤῥοθον.

ημιχοριον α
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, 370
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

ημιχοριον β
καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος

εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.

αγγελος
λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, 375

ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος 380
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω 385
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον·
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. 390
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν 395
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

ετεοκλης
κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,

οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος 400
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, 405
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. 410
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος· ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ·
Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται 415
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

χορος
τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
πρόμαχος ὄρνυται· τρέμω δ᾽ αἱματη-
φόρους μόρους ὑπὲρ φίλων 420
ὀλομένων ἰδέσθαι.

αγγελος
τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, 425
πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη·
θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς 430
μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν."
τοιῷδε φωτὶ πέμπε--τίς ξυστήσεται, 435
τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

ετεοκλης
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται κατήγορος·
Καπανεὺς δ᾽ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, 440
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ᾽ ἔπη·
πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον 445
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
φερέγγυον φρούρημα, προστατηρίας
Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. 450
λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

χορος
ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
θ᾽ ἑδωλίων ὑπερκόπῳ 455
δορί ποτ᾽ ἐκλαπάξαι.

αγγελος
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις

λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,
πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. 460
ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
ἐσχημάτισται δ᾽ ἀσπὶς οὐ σμικρὸν τρόπον· 465
ἀνὴρ [δ᾽·] ὁπλίτης κλίμακος προσαμβάσεις
στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον 470
πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

ετεοκλης
πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·

καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν 474α
γένους, 474β
ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων 475
βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος
ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. 480

χορος
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ

πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
ὡς δ᾽ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
μαινομένᾳ φρενί, τώς νιν
Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. 485

αγγελος
τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. 490
ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος 495
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. 500

ετεοκλης
πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων 505
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων 510
θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
τοιάδε μέντοι προσφίλεια δαιμόνων· 515
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας, 519
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος 518
σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών. 520

χορος
πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
δαροβίοισι θεοῖσιν,
πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. 525

αγγελος
οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

πέμπταισι προσταχθέντα Βοῤῥαίαις πύλαις,
τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος·
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, 530
ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός· τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. 535
ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.
οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις·
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
σάκει, κυκλωτῷ σώματος προβλήματι, 540
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, 545
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ᾽ ἀνὴρ
μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.

ετεοκλης
εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, 550

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· 555
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος·
ἣ ᾽ξωθεν εἴσω τῷ φέροντι μέμψεται, 560
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ.

χορος
ἱκνεῖται λόγος διὰ στηθέων,

τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,
μεγάλα μεγαληγόρων κλυούσᾳ 565
ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
θεοὶ τοῦδ᾽ ὀλέσειαν ἐν γᾷ.

αγγελος
ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,

ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος 570
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·
τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. 575
καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,
καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα·
"ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, 580
καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ 585
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον."
τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὐκήλως ἔχων 590
πάγχαλκον ηὔδα· σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.
οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας 595
πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

ετεοκλης
φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· 600
ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν 605
ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ᾽δάμη.
οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, 610
μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις 615
οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, 620
ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,
ποδῶκες ὄμμα, χεῖρα δ᾽ οὐ βραδύνεται
παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. 625

χορος
κλύοντες θεοὶ δικαίας λιτὰς

ἁμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,
δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς> γᾶς
ἐπιμόλους· πύργων δ᾽ ἔκτοθεν
βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. 630

αγγελος
τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις

λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, 635
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν 640
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
ἄγει γυνή τις σωφρόνως ἡγουμένη. 645
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει "κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς."
τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
[σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·] 650
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

ετεοκλης
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος· 655
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
εἴ νιν κατάξει χρυσότευκτα γράμματα 660
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν·
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, 665
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προσεῖδε καὶ κατηξιώσατο·
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
ἦ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος 670
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος 675
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

χορος
μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ

ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ·
ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. 680
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

ετεοκλης
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ

ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς. 685

χορος
τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-

θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ᾽
ἔκβαλ᾽ ἔρωτος ἀρχάν.

ετεοκλης
ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,

ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν 690
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

χορος
ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-

νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.

ετεοκλης
φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαιν᾽ ἀρὰ 695

ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

χορος
ἀλλὰ σὺ μὴ ᾽ποτρύνου· κακὸς οὐ κεκλή-

σῃ βίον εὖ κυρήσας· μελάναιγις [δ᾽·] οὐκ
εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν 700
θεοὶ θυσίαν δέχωνται;

ετεοκλης
θεοῖς μὲν ἤδη πως παρημελήμεθα,

χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται·
τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;

χορος
νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων 705

λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι· νῦν δ᾽ ἔτι ζεῖ.

ετεοκλης
ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·

ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων 710
ὄψεις, πατρῴων χρημάτων δατήριοι.

χορος
πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.


ετεοκλης
λέγοιτ᾽ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.


χορος
μὴ ᾽λθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.


ετεοκλης
τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. 715


χορος
νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.


ετεοκλης
οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.


χορος
ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;


ετεοκλης
θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.


χορος
πέφρικα τὰν ὠλεσίοικον 720

θεόν, οὐ θεοῖς ὁμοίαν,
παναλαθῆ κακόμαντιν
πατρὸς εὐκταίαν Ἐρινὺν
τελέσαι τὰς περιθύμους
κατάρας Οἰδιπόδα βλαψίφρονος· 725
παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.
ξένος δὲ κλήρους ἐπινωμᾷ,
Χάλυβος Σκυθᾶν ἄποικος,
κτεάνων χρηματοδαίτας
πικρός, ὠμόφρων σίδαρος, 730
χθόνα ναίειν διαπήλας,
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
ἐπεὶ δ᾽ ἂν αὐτοκτόνως
αὐτοδάικτοι θάνωσι, 735
καὶ γαΐα κόνις πίῃ
μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λούσειεν; ὦ
πόνοι δόμων νέοι παλαι- 740
οῖσι συμμιγεῖς κακοῖς.
παλαιγενῆ γὰρ λέγω
παρβασίαν ὠκύποινον·
αἰῶνα δ᾽ ἐς τρίτον μένει·
Ἀπόλλωνος εὖτε Λάιος 745
βίᾳ, τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνᾴσκοντα γέν-
νας ἄτερ σῴζειν πόλιν,
κρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν 750
ἐγείνατο μὲν μόρον αὑτῷ,
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνὰν
σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,
ῥίζαν αἱματόεσσαν 755
ἔτλα· παράνοια συνᾶγε
νυμφίους φρενώλεις.
κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει·
τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει
τρίχαλον, ὃ καὶ περὶ πρύμ- 760
ναν πόλεως καχλάζει.
μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου
τείνει, πύργος ἐν εὔρει.
δέδοικα δὲ σὺν βασιλεῦσι
μὴ πόλις δαμασθῇ. 765
τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
βαρεῖαι καταλλαγαί· τὰ δ᾽ ὀλοὰ
πελόμεν᾽ οὐ παρέρχεται.
πρόπρυμνα δ᾽ ἐκβολὰν φέρει
ἀνδρῶν ἀλφηστᾶν 770
ὄλβος ἄγαν παχυνθείς.
τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν
θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ
πολύβατός τ᾽ ἀγὼν βροτῶν,
ὅσον τότ᾽ Οἰδίπουν τίον, 775
τὰν ἁρπαξάνδραν
κῆρ᾽ ἀφελόντα χώρας;
ἐπεὶ δ᾽ ἀρτίφρων
ἐγένετο μέλεος ἀθλίων
γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν 780
μαινομένᾳ κραδίᾳ
δίδυμα κάκ᾽ ἐτέλεσεν·
πατροφόνῳ χερὶ τῶν
κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·
τέκνοις δ᾽ ἀγρίας 785
ἐφῆκεν ἐπικότους τροφᾶς,
αἰαῖ, πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμῳ
διὰ χερί ποτε λαχεῖν
κτήματα· νῦν δὲ τρέω 790
μὴ τελέσῃ καμψίπους Ἐρινύς.

αγγελος
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.

πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου 795
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις·
καλῶς ἔχει τὰ πλεῖστ᾽, ἐν ἓξ πυλώμασι·
τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης 800
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

χορος
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;


αγγελος
πόλις σέσωσται· βασιλέες δ᾽ ὁμόσποροι--


χορος
τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. 805


αγγελος
φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι --


χορος
οἲ ᾽γὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.


αγγελος
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένοι--


χορος
ἐκεῖθι κεῖσθον ; βαρέα δ᾽ οὖν ὅμως φράσον.


αγγελος
ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. 810


χορος
οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα ;

οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, 815
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
πατρὸς κατ᾽ εὐχὰς δυσπότμως φορούμενοι.
[πόλις σέσωσται· βασιλέοιν δ᾽ ὁμοσπόροιν 820
πέπωκεν αἷμά γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]
ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
τούσδε ῥύεσθε,
πότερον χαίρω κἀπολολύξω 825
πόλεως ἀσινεῖ < > σωτῆρι * *,
ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχους; 830
οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν
καὶ πολυνεικεῖς 832α
ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ. 832β
ὦ μέλαινα καὶ τελεία 833α
γένεος Οἰδίπου τ᾽ ἀρά, 833β
κακόν με καρδίαν τι περιπίτνει κρύος.
ἔτευξα τύμβῳ μέλος 835
Θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυσμόρως
θανόντας· ἦ δύσορνις ἅ-
δε ξυναυλία δορός.
ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν 840
πατρόθεν εὐκταία φάτις·
βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα δ᾽ ἀμφὶ πτόλιν·
θέσφατ᾽ οὐκ ἀμβλύνεται.
ἰὼ πολύστονοι, τόδ᾽ ἠρ- 845
γάσασθ᾽ ἄπιστον· ἦλθε δ᾽ αἰ-
ακτὰ πήματ᾽ οὐ λόγῳ.
τάδ᾽ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖ μέριμναι, <> διδυμάνορα
κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- 850
λεια τάδε πάθη. τί φῶ;
τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων
δόμων ἐφέστιοι;
ἀλλὰ γόων, ὦ φίλαι, κατ᾽ οὖρον
ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν 855
πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται
τὰν ἄστολον μελάγκροκον [ναύστολον] θεωρίδα,
τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
πάνδοκον εἰς ἀφανῆ τε χέρσον. 860
ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον. 865
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος
ἰαχεῖν Ἀίδα τ᾽
ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν. 870
ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ᾽κ φρενὸς ὀρθῶς με λιγαίνειν.
ἰὼ ἰὼ δύσφρονες, 875
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους πατρῴους ἑλόν-
τες μέλεοι σὺν αἰχμᾷ.
μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους
εὕροντο δόμων ἐπὶ λύμῃ. 880
ἰὼ ἰὼ δωμάτων
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλ-
λαχθε σὺν σιδάρῳ. 885
κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
δι᾽ εὐωνύμων τετυμμένοι,
τετυμμένοι δῆθ᾽,
ὁμοσπλάγχνων τε πλευρωμάτων 890
891 * * *
αἰαῖ δαιμόνιοι, 892
αἰαῖ δ᾽ ἀντιφόνων
θανάτων ἀραί.
διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ 895
σώμασιν πεπλαγμένους, [ἐννέπω]
ἀναυδάτῳ μένει
ἀραίῳ τ᾽ ἐκ πατρὸς
<οὐ> διχόφρονι πότμῳ.
διήκει δὲ καὶ πόλιν στόνος, 900
στένουσι πύργοι,
στένει πέδον φίλανδρον· μένει
κτέανα δ᾽ ἐπιγόνοις,
δι᾽ ὧν αἰνομόροις,
δι᾽ ὧν νεῖκος ἔβα 905
[καὶ] θανάτου τέλος.
ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι
κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν.
διαλλακτῆρι δ᾽ οὐκ
ἀμεμφεία φίλοις,
οὐδ᾽ ἐπίχαρις Ἄρης. 910
σιδαρόπλακτοι μὲν ὧδ᾽ ἔχουσιν,
σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
τάχ᾽ ἄν τις εἴποι, τίνες;
τάφων πατρῴων λαχαί.
ὅδ᾽ ἁμῶν μάλ᾽ ἀχέτας τοὺς 915
προπέμπει δαϊκτὴρ γόος αὐ-
τόστονος, αὐτοπήμων,
δαϊόφρων [δ᾽·], οὐ φιλογαθής, ἐτύμως
δακρυχέων ἐκ φρενός, ἃ
κλαιομένας μου μινύθει 920
τοῖνδε δυοῖν ἀνάκτοιν.
πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν
ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
ξένων τε πάντων στίχας
πολυφθόρους ἐν δαΐ. 925
δυσδαίμων σφιν ἁ τεκοῦσα
πρὸ πασᾶν γυναικῶν ὁπόσαι
τεκνογόνοι κέκληνται.
παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ- 930
τασαν ὑπ᾽ ἀλλαλοφόνοις
χερσὶν ὁμοσπόροισιν.
ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
διατομαῖς οὐ φίλοις,
ἔριδι μαινομένᾳ, 935
νείκεος ἐν τελευτᾷ.
πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ
ζόα φονορύτῳ
μέμεικται· κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.
πικρὸς λυτὴρ νεικέων ὁ πόντιος 940
ξεῖνος ἐκ πυρὸς συθεὶς
θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
αν τιθεὶς ἀλαθῆ.
ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι 945
διοδότων ἀχθέων·
ὑπὸ δὲ σώματι γᾶς
πλοῦτος ἄβυσσος ἔσται.
ἰὼ πολλοῖς ἐπανθίσαντες
πόνοισι γενεάν· 950
τελευταῖαι δ᾽ ἐπηλάλαξαν
Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
παντρόπῳ φυγᾷ γένους.
ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις,
ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- 955
σας ἔληξε δαίμων.

αντιγονη
παισθεὶς ἔπαισας.


ισμηνη
σὺ δ᾽ ἔθανες κατακτανών.


αντιγονη
δορὶ δ᾽ ἔκανες--


ισμηνη
δορὶ δ᾽ ἔθανες--


αντιγονη
μελεοπόνος. 960


ισμηνη
μελεοπαθής.


αντιγονη
ἴτω γόος.


ισμηνη
ἴτω δάκρυ.


αντιγονη
πρόκεισαι --


ισμηνη
κατακτάς. 965


αντιγονη
ἠέ. 966α


ισμηνη
ἠέ. 966β


αντιγονη
μαίνεται γόοισι φρήν.


ισμηνη
ἐντὸς δὲ καρδία στένει.


αντιγονη
ἰὼ ἰὼ πάνδυρτε σύ.


ισμηνη
σὺ δ᾽ αὖτε καὶ πανάθλιε. 970


αντιγονη
πρὸς φίλου [γ᾽·] ἔφθισο.


ισμηνη
καὶ φίλον ἔκτανες.


αντιγονη
διπλᾶ λέγειν--


ισμηνη
διπλᾶ δ᾽ ὁρᾶν--


αντιγονη
ἄχθεα τῶνδε τάδ᾽ ἐγγύθεν. 975


ισμηνη
πέλας ἀδελφέ᾽ ἀδελφεῶν.


χορος
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ᾽ Οἰδίπου σκιά,
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

αντιγονη
ἠέ. 980


ισμηνη
ἠέ. 980β


αντιγονη
δυσθέατα πήματα --


ισμηνη
ἔδειξεν ἐκ φυγᾶς ἐμοί.


αντιγονη
οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν.


ισμηνη
σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν.


αντιγονη
ὤλεσε δῆτ᾽ <ἄγαν>. 985


ισμηνη
καὶ τὸν ἐνόσφισεν.


αντιγονη
τάλαν γένος.


ισμηνη
τάλαν πάθος.


αντιγονη
δύστονα κήδε᾽ ὁμαίμονα.


ισμηνη
δίυγρα τριπάλτων πημάτων. 990


χορος
ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ᾽ Οἰδίπου σκιά,
μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

αντιγονη
σὺ τοί νιν οἶσθα διαπερῶν--


ισμηνη
σὺ δ᾽ οὐδὲν ὕστερος μαθών-- 995


αντιγονη
ἐπεὶ κατῆλθες ἐς πόλιν,


ισμηνη
δορός γε τῷδ᾽ ἀντηρέτας.


αντιγονη
ὀλοὰ λέγειν.


ισμηνη
ὀλοὰ δ᾽ ὁρᾶν.


αντιγονη
ἰὼ πόνος-- 1000


ισμηνη
ἰὼ κακά--


αντιγονη
δώμασι καὶ χθονί.


ισμηνη
πρὸ πάντων δ᾽ ἐμοί.


αντιγονη
καὶ τὸ πρόσω γ᾽ ἐμοί.


ισμηνη
ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ. 1005


αντιγονη
ἰὼ πάντων πολυστονώτατοι.


ισμηνη
ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.


αντιγονη
ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;


ισμηνη
ἰώ, ὅπου <᾽στι> τιμιώτατον.


αντιγονη
ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον. 1010


κηρυξ
δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ

δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·
Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ χθονὸς
θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει 1015
ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ
τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν·
τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, 1020
ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός,
εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
τῷ τοῦδ᾽·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. 1025
οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ
ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα
μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. 1030
τοιαῦτ᾽ ἔδοξε τῷδε Καδμείων τέλει.

αντιγονη
ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·

ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι 1035
ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει.
δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν
ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. 1040
τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
λύκοι σπάσονται· μὴ δοκησάτω τινί.
τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. 1045
καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν·
θάρσει, παρέσται μηχανὴ δραστήριος.

κηρυξ
αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.


αντιγονη
αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.


κηρυξ
τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. 1050


αντιγονη
τράχυν᾽· ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.


κηρυξ
ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;


αντιγονη
ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.


κηρυξ
οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.


αντιγονη
παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. 1055


κηρυξ
ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν.


αντιγονη
ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.

κηρυξ
ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.


χορος
φεῦ φεῦ.

ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς 1060
Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα
γένος ὠλέσατε πρυμνόθεν οὕτως,
τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
πῶς τολμήσω μήτε σὲ κλαίειν
μήτε προπέμπειν ἐπὶ τύμβον · 1065
ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
δεῖμα πολιτῶν.
σύ γε μὴν πολλῶν πενθητήρων
τεύξει· κεῖνος δ᾽ ὁ τάλας ἄγοος
μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς 1070
εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;

ημιχοριον α
δράτω <τι> πόλις καὶ μὴ δράτω

τοὺς κλαίοντας Πολυνείκη.
ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
αἵδε προπομποί. καὶ γὰρ γενεᾷ 1075
κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως
ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια.

ημιχοριον β
ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις

καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν 1080
ὅδε Καδμείων ἤρυξε πόλιν
μὴ ᾽νατραπῆναι μηδ᾽ ἀλλοδαπῷ
κύματι φωτῶν
κατακλυσθῆναι τὰ μάλιστα.