Μετάβαση στο περιεχόμενο

Έφεσις προς Ευβουλίδην

Από Βικιθήκη
(Ανακατεύθυνση από Ἐφεσις προς Ευβουλίδην)


Ἔφεσις πρὸς Εὐβουλίδην
Λόγος




[1] Πολλὰ καὶ ψευδῆ κατηγορηκότος ἡμῶν Εὐβουλίδου, καὶ βλασφημίας οὔτε προσηκούσας οὔτε δικαίας πεποιημένου, πειράσομαι τἀληθῆ καὶ τὰ δίκαια λέγων, ὦ ἄνδρες δικασταί, δεῖξαι καὶ μετὸν τῆς πόλεως ἡμῖν καὶ πεπονθότ᾽ ἐμαυτὸν οὐχὶ προσήκονθ᾽ ὑπὸ τούτου. Δέομαι δ᾽ ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, λογισαμένους τό τε μέγεθος τοῦ παρόντος ἀγῶνος καὶ τὴν αἰσχύνην μεθ᾽ ἧς ὑπάρχει τοῖς ἁλισκομένοις ἀπολωλέναι, ἀκοῦσαι καὶ ἐμοῦ σιωπῇ, μάλιστα μέν, εἰ δυνατόν, μετὰ πλείονος εὐνοίας ἢ τούτου τοῖς γὰρ ἐν κινδύνῳ καθεστηκόσιν εἰκὸς εὐνοϊκωτέρους ὑπάρχειν, εἰ δὲ μή, μετά γε τῆς ἴσης. Συμβαίνει δέ μοι τὸ μὲν καθ᾽ ἡμᾶς,

[2] ὦ ἄνδρες δικασταί, καὶ τὸ προσήκειν μοι τῆς πόλεως, θαρρεῖν καὶ πολλὰς ἔχειν ἐλπίδας καλῶς ἀγωνιεῖσθαι, τὸν καιρὸν δὲ καὶ τὸ παρωξύνθαι τὴν πόλιν πρὸς τὰς ἀποψηφίσεις φοβεῖσθαι· πολλῶν γὰρ ἐξεληλαμένων δικαίως ἐκ πάντων τῶν δήμων, συγκεκοινωνήκαμεν τῆς δόξης ταύτης οἱ κατεστασιασμένοι, καὶ πρὸς τὴν κατ᾽ ἐκείνων αἰτίαν, οὐ πρὸς τὸ καθ᾽ αὑτὸν ἕκαστος ἀγωνιζόμεθα, ὥστ᾽ ἐξ ἀνάγκης μέγαν ἡμῖν εἶναι τὸν φόβον.

[3] Οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, ἃ νομίζω περὶ τούτων αὐτῶν πρῶτον εἶναι δίκαια, ἐρῶ πρὸς ὑμᾶς. Ἐγὼ γὰρ οἴομαι δεῖν ὑμᾶς τοῖς μὲν ἐξελεγχομένοις ξένοις οὖσιν χαλεπαίνειν, εἰ μήτε πείσαντες μήτε δεηθέντες ὑμῶν λάθρᾳ καὶ βίᾳ τῶν ὑμετέρων ἱερῶν καὶ κοινῶν μετεῖχον, τοῖς δ᾽ ἠτυχηκόσι καὶ δεικνύουσι πολίτας ὄντας αὑτοὺς βοηθεῖν καὶ σῴζειν, ἐνθυμουμένους ὅτι πάντων οἰκτρότατον πάθος ἡμῖν ἂν συμβαίη τοῖς ἠδικημένοις, εἰ τῶν λαμβανόντων δίκην ὄντες ἂν δικαίως μεθ᾽ ὑμῶν, ἐν τοῖς διδοῦσι γενοίμεθα καὶ συναδικηθείημεν διὰ τὴν τοῦ πράγματος ὀργήν.

[4] ᾬμην μὲν οὖν ἔγωγ᾽, ὦ ἄνδρες δικασταί, προσήκειν Εὐβουλίδῃ, καὶ πᾶσιν δ᾽ ὅσοι νῦν ἐπὶ ταῖς ἀποψηφίσεσιν κατηγοροῦσιν, ὅσ᾽ ἴσασιν ἀκριβῶς λέγειν καὶ μηδεμίαν προσάγειν ἀκοὴν πρὸς τὸν τοιοῦτον ἀγῶνα. Οὕτω γὰρ τοῦτ᾽ ἄδικον καὶ σφόδρα πάλαι κέκριται, ὥστ᾽ οὐδὲ μαρτυρεῖν ἀκοὴν ἐῶσιν οἱ νόμοι, οὐδ᾽ ἐπὶ τοῖς πάνυ φαύλοις ἐγκλήμασιν, εἰκότως· ὅπου γὰρ εἰδέναι τινὲς ἤδη φήσαντες ψευδεῖς ἐφάνησαν, πῶς ἅ γε μηδ᾽ αὐτὸς οἶδεν ὁ λέγων, προσήκει πιστεύεσθαι

[5] ἀλλὰ μὴν ὅπου γε μηδ᾽ ὑπεύθυνον καθιστάνθ᾽ ἑαυτὸν ἔξεστιν, δι᾽ ὧν ἂν ἀκοῦσαι τις φῇ, βλάπτειν μηδένα, πῶς ἀνυπευθύνῳ γε λέγοντι προσήκει πιστεύειν ὑμᾶς; ἐπειδὴ τοίνυν οὗτος εἰδὼς τοὺς νόμους καὶ μᾶλλον ἢ προσῆκεν, ἀδίκως καὶ πλεονεκτικῶς τὴν κατηγορίαν πεποίηται, ἀναγκαῖον ἐμοὶ περὶ ὧν ἐν τοῖς δημόταις ὑβρίσθην πρῶτον εἰπεῖν.

[6] Ἀξιῶ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέπω τὴν τῶν δημοτῶν ἀποψήφισιν ποιεῖσθαι τεκμήριον ὑμᾶς, ὡς ἄρ᾽ οὐχὶ προσήκει μοι τῆς πόλεως. Εἰ γὰρ πάντ᾽ ἐνομίζετε τὰ δίκαια δυνήσεσθαι τοὺς δημότας διακρῖναι, οὐκ ἂν ἐδώκατε τὴν εἰς ὑμᾶς ἔφεσιν· νῦν δὲ καὶ διὰ φιλονικίαν καὶ διὰ φθόνον καὶ δι᾽ ἔχθραν καὶ δι᾽ ἄλλας προφάσεις ἔσεσθαί τι τοιοῦτον ἡγούμενοι, τὴν εἰς ὑμᾶς τοῖς ἀδικηθεῖσιν ἐποιήσατε καταφυγήν, δι᾽ ἣν καλῶς ποιοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἠδικημένους ἅπαντας σεσῴκατε.

[7] Πρῶτον μὲν οὖν ὃν τρόπον ἐν τοῖς δημόταις συνέβη τὴν διαψήφισιν γενέσθαι, φράσω πρὸς ὑμᾶς· τὸ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα πάντα λέγειν τοῦτ᾽ ἐγὼ ὑπολαμβάνω, ὅσα τις παρὰ τὸ ψήφισμα πέπονθεν ἀδίκως καταστασιασθείς, ἐπιδεῖξαι.

[8] Εὐβουλίδης γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ὑμῶν ἴσασι πολλοί, γραψάμενος ἀσεβείας τὴν ἀδελφὴν τὴν Λακεδαιμονίου τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετέλαβεν. Ὅτι δὴ ἐν ἐκείνῳ τῷ ἀγῶνι τὰ δίκαια, τούτῳ δὲ τἀναντί᾽ ἐμαρτύρησα, διὰ ταύτην τὴν ἔχθραν ἐπιτίθεταί μοι. Καὶ βουλεύων, ὦ ἄνδρες δικασταί, καὶ κύριος ὢν τοῦ θ᾽ ὅρκου καὶ τῶν γραμμάτων ἐξ ὧν ἀνεκάλει τοὺς δημότας, τί ποιεῖ

[9] πρῶτον μέν, ἐπειδὴ συνελέγησαν οἱ δημόται, κατέτριψεν τὴν ἡμέραν δημηγορῶν καὶ ψηφίσματα γράφων. Τοῦτο δ᾽ ἦν οὐκ ἀπὸ τοῦ αὐτομάτου, ἀλλ᾽ ἐπιβουλεύων ἐμοί, ὅπως ὡς ὀψιαίταθ᾽ ἡ διαψήφισις ἡ περὶ ἐμοῦ γένοιτο· καὶ διεπράξατο τοῦτο. Καὶ τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες ἐγενόμεθα τρεῖς καὶ ἑβδομήκοντα, ἠρξάμεθα δὲ τοῦ διαψηφίζεσθαι δείλης ὀψίας, ὥστε συνέβη, ἡνίκα τοὐμὸν ὄνομ᾽ ἐκαλεῖτο, σκότος εἶναι ἤδη·

[10] καὶ γὰρ ἦν περὶ ἑξηκοστόν, καὶ ἐκλήθην ὕστατος ἁπάντων τῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κληθέντων, ἡνίχ᾽ οἱ μὲν πρεσβύτεροι τῶν δημοτῶν ἀπεληλύθεσαν εἰς τοὺς ἀγρούς· τοῦ γὰρ δήμου ἡμῖν, ὦ ἄνδρες δικασταί, πέντε καὶ τριάκοντα στάδια τοῦ ἄστεως ἀπέχοντος καὶ τῶν πλείστων ἐκεῖ οἰκούντων, ἀπεληλύθεσαν οἱ πολλοί· οἱ δὲ κατάλοιποι ἦσαν οὐ πλείους ἢ τριάκοντα. Ἐν δὲ τούτοις ἦσαν ἅπαντες οἱ τούτῳ παρεσκευασμένοι.

[11] Ἐπειδὴ δ᾽ ἐκλήθη τοὐμὸν ὄνομα, ἀναπηδήσας οὗτος ἐβλασφήμει κατ᾽ ἐμοῦ ταχὺ καὶ πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ, ὥσπερ καὶ νῦν, μάρτυρα μὲν ὧν κατηγόρησεν οὐδένα παρασχόμενος οὔτε τῶν δημοτῶν οὔτε τῶν ἄλλων πολιτῶν, παρεκελεύετο δὲ τοῖς δημόταις ἀποψηφίζεσθαι.

[12] Ἀξιοῦντος δέ μου ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν διά τε τὴν ὥραν καὶ τὸ μηδένα μοι παρεῖναι τό τε πρᾶγμ᾽ ἄφνω προσπεπτωκέναι, ἵνα τούτῳ τ᾽ ἐξουσία γένοιθ᾽ ὁπόσα βούλοιτο κατηγορῆσαι καὶ μάρτυρας εἴ τινας ἔχοι παρασχέσθαι, ἐμοί τ᾽ ἐκγένοιτ᾽ ἀπολογήσασθαι ἐν ἅπασι τοῖς δημόταις καὶ τοὺς οἰκείους μάρτυρας παρασχέσθαι· καὶ ὅ τι γνοίησαν περὶ ἐμοῦ, τούτοις ἤθελον ἐμμένειν·

[13] οὗτος ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺς ἐδίδου τοῖς παροῦσι τῶν δημοτῶν, οὔτ᾽ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺς οὔτ᾽ ἔλεγχον οὐδέν᾽ ἀκριβῆ ποιήσας. Οἱ δὲ τούτῳ συνεστῶτες ἀναπηδήσαντες ἐψηφίζοντο. Καὶ ἦν μὲν σκότος, οἱ δὲ λαμβάνοντες δύο καὶ τρεῖς ψήφους ἕκαστος παρὰ τούτου ἐνέβαλλον εἰς τὸν καδίσκον. Σημεῖον δέ· οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείους ἢ τριάκοντ᾽ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείους ἢ ἑξήκοντα, ὥστε πάντας ἡμᾶς ἐκπλαγῆναι.

[14] Καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτ᾽ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τ᾽ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. Συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. Ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφ᾽ αὐτοῖς. Λέγε.Μαρτυρία

[15] Εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, συνέβαινεν τοῖς Ἁλιμουσίοις περὶ ἁπάντων τῶν δημοτῶν διαψηφίσασθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰκὸς ἦν καὶ εἰς ὀψὲ ψηφίζεσθαι, ἵν᾽ ἀπηλλαγμένοι ἦσαν ποιήσαντες τὰ ὑμῖν ἐψηφισμένα. Εἰ δὲ πλείους ἢ εἴκοσιν ὑπόλοιποι ἦσαν τῶν δημοτῶν, περὶ ὧν ἔδει τῇ ὑστεραίᾳ διαψηφίσασθαι, καὶ ὁμοίως ἦν ἀνάγκη συλλέγεσθαι τοὺς δημότας, τί ποτ᾽ ἦν τὸ δυσχερὲς Εὐβουλίδῃ ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν καὶ περὶ ἐμοῦ πρώτου τὴν ψῆφον διδόναι τοῖς δημόταις;

[16] διότι, ὦ ἄνδρες δικασταί, οὐκ ἠγνόει Εὐβουλίδης ὅτι, εἰ λόγος ἀποδοθήσοιτο καὶ παραγένοιντό μοι πάντες οἱ δημόται καὶ ἡ ψῆφος δικαίως δοθείη, οὐδαμοῦ γενήσονται οἱ μετὰ τούτου συνεστηκότες. Ὅθεν δ᾽ οὗτοι συνέστησαν, ταῦτα, ἐπειδὰν περὶ τοῦ γένους εἴπω, τότε, ἂν βούλησθ᾽ ἀκούειν, ἐρῶ.

[17] Νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσκεύασμαι ποιεῖν, ἄνδρες δικασταί δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός, καὶ μάρτυρας τούτων, οὓς ὑμεῖς ἀληθεῖς φήσετ᾽ εἶναι, παρασχέσθαι, τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν· ὑμᾶς δ᾽ ἀκούσαντας τούτων, ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ, σῴζειν, εἰ δὲ μή, πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ. Ἄρξομαι δ᾽ ἐντεῦθεν.

[18] διαβεβλήκασι γάρ μου τὸν πατέρα, ὡς ἐξένιζεν· καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα, Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ, παρα- λελοίπασιν, ὥσπερ δὲ δέον ἡμᾶς δι᾽ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι, τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν.

[19] Ἐγὼ δ᾽ ἐξ αὐτῶν τούτων μάλιστ᾽ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντ᾽ ἐπιδείξειν. Καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθ᾽ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθ᾽ ὅτι οὔτ᾽ ἐν τοῖς δημόταις οὔτ᾽ ἐν τοῖς φράτερσιν οὔτ᾽ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντ᾽ οὐδεὶς πώποτ᾽ ᾐτιάσαθ᾽ ὡς εἴη ξένος. Καί μοι λαβὲ τὰς μαρτυρίας.Μαρτυρίαι

[20] Περὶ μὲν τῆς ἁλώσεως καὶ τῆς σωτηρίας, ἣν συνέβη γενέσθαι τῷ πατρὶ δεῦρο, ἀκηκόατε. Ὡς δ᾽ ὑμέτερος ἦν πολίτης, ὦ ἄνδρες δικασταί τὸ γὰρ ὂν καὶ ἀληθὲς οὕτως ὑπάρχει, μάρτυρας καλῶ τοὺς ζῶντας ὑμῖν τῶν συγγενῶν τῶν πρὸς πατρός. Κάλει δή μοι πρῶτον μὲν Θουκριτίδην καὶ Χαρισιάδην· ὁ γὰρ τούτων πατὴρ Χαρίσιος ἀδελφὸς ἦν τοῦ πάππου τοῦ ἐμοῦ Θουκριτίδου καὶ Λυσαρέτης τῆς ἐμῆς τήθης ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·

[21] ἔπειτα Νικιάδην· καὶ γὰρ ὁ τούτου πατὴρ Λυσανίας ἀδελφὸς ἦν τοῦ Θουκριτίδου καὶ τῆς Λυσαρέτης, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ· ἔπειτα Νικόστρατον· καὶ γὰρ ὁ τούτου πατὴρ Νικιάδης ἀδελφιδοῦς ἦν τῷ πάππῳ τῷ ἐμῷ καὶ τῇ τήθῃ, ἀνεψιὸς δὲ τῷ πατρί. Καί μοι κάλει τούτους πάντας. Σὺ δ᾽ ἐπίλαβε τὸ ὕδωρ.Μάρτυρες

[22] Τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων Ἀθηναῖον εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρ᾽ αὑτοῖς· ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι, κατ᾽ ἐξωλείας ἐπιορκεῖ. Λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας.Μαρτυρίαι

[23] Οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως. Κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας.Μάρτυρες Λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον.Μαρτυρίαι

[24] Τὰ μὲν τοίνυν ὑπὸ τῶν συγγενῶν καὶ φρατέρων καὶ δημοτῶν καὶ γεννητῶν, ὧν προσήκει, μαρτυρούμεν᾽ ἀκηκόατε. Ἐξ ὧν ἔστιν ὑμῖν εἰδέναι, πότερόν ποτ᾽ ἀστὸς ἢ ξένος ἦν ᾧ ταῦθ᾽ ὑπῆρχεν. Καὶ γὰρ εἰ μὲν εἰς ἕν᾽ ἢ δύ᾽ ἀνθρώπους κατεφεύγομεν, εἴχομεν ἄν τιν᾽ ὑποψίαν παρεσκευάσθαι τούτους· εἰ δ᾽ ἐν ἅπασιν, ὅσοισπερ ἕκαστος ὑμῶν, ἐξητασμένος φαίνεται καὶ ζῶν ὁ πατὴρ καὶ νῦν ἐγώ, λέγω φράτερσι, συγγενέσι, δημόταις, γεννήταις, πῶς ἔνεστιν ἢ πῶς δυνατὸν τούτους ἅπαντας μὴ μετ᾽ ἀληθείας ὑπάρχοντας κατεσκευάσθαι

[25] εἰ μὲν τοίνυν εὔπορος ὢν ὁ πατὴρ χρήματα δοὺς τούτοις ἐφαίνετο πείσας συγγενεῖς αὐτοὺς ἑαυτοῦ φάσκειν εἶναι, λόγον εἶχεν ἂν ὑποψίαν τιν᾽ ἔχειν ὡς οὐκ ἦν ἀστός· εἰ δὲ πένης ὢν ἅμα συγγενεῖς τε παρέσχετο τοὺς αὐτοὺς καὶ μεταδιδόντας τῶν ὄντων ἐπεδείκνυε, πῶς οὐκ εὔδηλον ὅτι τῇ ἀληθείᾳ προσῆκε τούτοισ οὐ γὰρ ἂν δήπου, εἴ γε μηδενὶ ἦν οἰκεῖος, χρήματ᾽ αὐτῷ προστιθέντες οὗτοι τοῦ γένους μετεδίδοσαν. Ἀλλ᾽ ἦν, ὡς τό τ᾽ ἔργον ἐδήλωσεν καὶ ὑμῖν μεμαρτύρηται. Ἔτι τοίνυν ἀρχὰς ἔλαχεν καὶ ἦρξεν δοκιμασθείς. Καί μοι λαβὲ τὴν μαρτυρίαν.Μαρτυρία

[26] Οἴεταί τις οὖν ὑμῶν ἐᾶσαί ποτ᾽ ἂν τοὺς δημότας ἐκεῖνον τὸν ξένον καὶ μὴ πολίτην ἄρχειν παρ᾽ αὑτοῖς, ἀλλ᾽ οὐκ ἂν κατηγορεῖν οὐ τοίνυν κατηγόρησεν οὐδὲ εἷς, οὐδ᾽ ᾐτιάσατο. Ἀλλὰ μὴν καὶ διαψηφίσεις ἐξ ἀνάγκης ἐγένοντο τοῖς δημόταις ὀμόσασιν καθ᾽ ἱερῶν, ὅτ᾽ ἀπώλετ᾽ αὐτοῖς τὸ ληξιαρχικὸν γραμματεῖον δημαρχοῦντος Ἀντιφίλου τοῦ πατρὸς τοῦ Εὐβουλίδου, καί τινας ἀπήλασαν αὑτῶν· περὶ ἐκείνου δ᾽ οὐδεὶς οὔτ᾽ εἶπεν οὔτ᾽ ᾐτιάσατο τοιοῦτον οὐδέν.

[27] Καίτοι πᾶσίν ἐστιν ἀνθρώποις τέλος τοῦ βίου θάνατος, καὶ περὶ ὧν μὲν ἄν τις ζῶν αἰτίαν σχῇ, δίκαιον τοὺς παῖδας τὴν ἀειλογίαν παρέχειν· περὶ ὧν δ᾽ ἂν μηδεὶς αὐτὸν ζῶντα καταιτιάσηται, πῶς οὐ δεινὸν εἰ τοὺς παῖδας ὁ βουλόμενος κρινεῖ εἰ μὲν τοίνυν περὶ τούτων μηδεὶς λόγος ἐξητάσθη, δῶμεν τοῦτο λεληθέναι· εἰ δ᾽ ἐδόθη καὶ διεψηφίσαντο καὶ μηδὲν ᾐτιάσατο πώποτε μηδείς, πῶς οὐ δικαίως ἂν ἐγὼ κατ᾽ ἐκεῖνον Ἀθηναῖος εἴην, τὸν τελευτήσαντα πρὶν ἀμφισβητηθῆναι τοῦ γένους αὐτῷ ὡς δὴ ταῦτ᾽ ἀληθῆ λέγω, καλῶ καὶ τούτων μάρτυρας.Μάρτυρες

[28] Ἔτι τοίνυν παίδων αὐτῷ τεττάρων γενομένων ὁμομητρίων ἐμοὶ καὶ τελευτησάντων, ἔθαψε τούτους εἰς τὰ πατρῷα μνήματα, ὧν ὅσοιπέρ εἰσιν τοῦ γένους κοινωνοῦσιν· καὶ τούτων οὐδεὶς οὐκ ἀπεῖπεν πώποτε, οὐκ ἐκώλυσεν, οὐ δίκην ἔλαχεν. Καίτοι τίς ἔστιν ὅστις ἂν εἰς τὰ πατρῷα μνήματα τοὺς μηδὲν ἐν γένει τιθέναι ἐάσαι ὡς τοίνυν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν.Μαρτυρία

[29] Περὶ μὲν τοίνυν τοῦ πατρός, ὡς Ἀθηναῖος ἦν, ταῦτ᾽ ἔχω λέγειν, καὶ μάρτυρας παρέσχημαι τοὺς ὑπ᾽ αὐτῶν τούτων ἐψηφισμένους εἶναι πολίτας, μαρτυροῦντας ἐκεῖνον ἑαυτοῖς ἀνεψιὸν εἶναι. Φαίνεται δὲ βιοὺς ἔτη τόσα καὶ τόσ᾽ ἐνθάδε, καὶ οὐδαμοῦ πώποθ᾽ ὡς ξένος ἐξετασθείς, ἀλλὰ πρὸς τούτους ὄντας συγγενεῖς καταφεύγων, οὗτοι δὲ καὶ προσδεχόμενοι καὶ τῆς οὐσίας μεταδιδόντες ὡς αὑτῶν ἑνί.

[30] Τοῖς χρόνοις τοίνυν οὕτω φαίνεται γεγονὼς ὥστε, εἰ καὶ κατὰ θάτερ᾽ ἀστὸς ἦν, εἶναι πολίτην προσήκειν αὐτόν· γέγονε γὰρ πρὸ Εὐκλείδου. Περὶ δὲ τῆς μητρὸς καὶ γὰρ ταύτην διαβεβλήκασί μου λέξω, καὶ μάρτυρας ὧν ἂν λέγω, καλῶ. Καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον παρὰ τὸ ψήφισμα τὰ περὶ τὴν ἀγορὰν διέβαλλεν ἡμᾶς Εὐβουλίδης, ἀλλὰ καὶ παρὰ τοὺς νόμους, οἳ κελεύουσιν ἔνοχον εἶναι τῇ κακηγορίᾳ τὸν τὴν ἐργασίαν τὴν ἐν τῇ ἀγορᾷ ἢ τῶν πολιτῶν ἢ τῶν πολιτίδων ὀνειδίζοντά τινι.

[31] Ἡμεῖς δ᾽ ὁμολογοῦμεν καὶ ταινίας πωλεῖν καὶ ζῆν οὐχ ὅντινα τρόπον βουλόμεθα. Καὶ εἴ σοί ἐστιν τοῦτο σημεῖον, ὦ Εὐβουλίδη, τοῦ μὴ Ἀθηναίους εἶναι ἡμᾶς, ἐγώ σοι τούτου ὅλως τοὐναντίον ἐπιδείξω, ὅτι οὐκ ἔξεστιν ξένῳ ἐν τῇ ἀγορᾷ ἐργάζεσθαι. Καί μοι λαβὼν ἀνάγνωθι πρῶτον τὸν Σόλωνος νόμον.Νόμος

[32] Λαβὲ δὴ καὶ τὸν Ἀριστοφῶντος· οὕτω γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔδοξεν ἐκεῖνος καλῶς καὶ δημοτικῶς νομοθετῆσαι, ὥστ᾽ ἐψηφίσασθε πάλιν ἀνανεώσασθαι.Νόμος Προσήκει τοίνυν ὑμῖν βοηθοῦσι τοῖς νόμοις μὴ τοὺς ἐργαζομένους ξένους νομίζειν, ἀλλὰ τοὺς συκοφαντοῦντας πονηρούς. Ἐπεί, ὦ Εὐβουλίδη, ἔστι καὶ ἕτερος περὶ τῆς ἀργίας νόμος, ᾧ αὐτὸς ἔνοχος ὢν ἡμᾶς τοὺς ἐργαζομένους διαβάλλεις.

[33] Ἀλλὰ γὰρ τοσαύτη τις ἀτυχία ἐστὶν περὶ ἡμᾶς νῦν, ὥστε τούτῳ μὲν ἔξεστιν ἔξω τοῦ πράγματος βλασφημεῖν καὶ πάντα ποιεῖν, ὅπως μηδενὸς τῶν δικαίων ἐγὼ τύχω· ἐμοὶ δ᾽ ἐπιτιμήσετ᾽ ἴσως, ἐὰν λέγω ὃν τρόπον οὗτος ἐργάζεται περιιὼν ἐν τῇ πόλει, καὶ εἰκότως· ἃ γὰρ ὑμεῖς ἴστε, τί δεῖ λέγειν σκοπεῖτε δή· νομίζω γὰρ ἔγωγε τὸ ἐν τῇ ἀγορᾷ ἡμᾶς ἐργάζεσθαι μέγιστον εἶναι σημεῖον τοῦ ψευδεῖς ἡμῖν αἰτίας τοῦτον ἐπιφέρειν. Ἣν γάρ φησιν ταινιόπωλιν εἶναι καὶ φανερὰν πᾶσιν,

[34] προσῆκεν δήπουθεν εἰδότας αὐτὴν πολλοὺς ἥτις ἐστὶ μαρτυρεῖν, καὶ μὴ μόνον ἀκοήν, ἀλλ᾽ εἰ μὲν ξένη ἦν, τὰ τέλη ἐξετάσαντας τὰ ἐν τῇ ἀγορᾷ, εἰ ξενικὰ ἐτέλει, καὶ ποδαπὴ ἦν ἐπιδεικνύντας· εἰ δὲ δούλη, μάλιστα μὲν τὸν πριάμενον, εἰ δὲ μή, τὸν ἀποδόμενον ἥκειν καταμαρτυροῦντα, εἰ δὲ μή, τῶν ἄλλων τινά, ἢ ὡς ἐδούλευσεν ἢ ὡς ἀφείθη ἐλευθέρα. Νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ὅ τι οὔ. Τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν.

[35] Ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν. Ἡμεῖς δέ, ὅθ᾽ ἡ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι· ὃν δὲ τρόπον καὶ ὧν ἕνεκ᾽ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω. Μηδεὶς δ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ· καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατ᾽ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν. Εἰ δέ γε πλούσιοι ἦμεν, οὔτ᾽ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτ᾽ ἂν ὅλως ἦμεν ἄποροι. Ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει

[36] ἐγὼ μὲν οὐδὲν οἶμαι. Μηδαμῶς, ὦ ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν, μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους· ἀλλ᾽ ἀκούσαντες, ἐὰν ὑμῖν ἐπιδεικνύω τῆς μητρὸς τοὺς οἰκείους οἵους προσήκει εἶναι ἀνθρώποις ἐλευθέροις, ἃ καταιτιᾶται περὶ αὐτῆς, ταύτας τὰς διαβολὰς ἐξομνυμένους, καὶ μαρτυροῦντας αὐτὴν ἀστὴν οὖσαν εἰδέναι, οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι, δικαίαν ἡμῖν θέσθε τὴν ψῆφον.

[37] ἐμοὶ γὰρ ἦν πάππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, Δαμόστρατος Μελιτεύς. Τούτῳ γίγνονται τέτταρες παῖδες, ἐκ μὲν ἧς τὸ πρῶτον ἔσχεν γυναικὸς θυγάτηρ καὶ υἱὸς ᾧ ὄνομ᾽ Ἀμυθέων, ἐκ δὲ τῆς ὕστερον, Χαιρεστράτης, ἡ μήτηρ ἡ ἐμὴ καὶ Τιμοκράτης. Τούτοις δὲ γίγνονται παῖδες, τῷ μὲν Ἀμυθέωνι Δαμόστρατος, τοῦ πάππου τοὔνομ᾽ ἔχων, καὶ Καλλίστρατος καὶ Δεξίθεος. Καὶ ὁ μὲν Ἀμυθέων ὁ τῆς μητρὸς ἀδελφὸς τῶν ἐν Σικελίᾳ στρατευσαμένων καὶ τελευτησάντων ἐστίν, καὶ τέθαπται ἐν τοῖς δημοσίοις μνήμασιν· καὶ ταῦτα μαρτυρήσεται.

[38] Τῇ δ᾽ ἀδελφῇ αὐτοῦ συνοικησάσῃ Διοδώρῳ Ἁλαιεῖ υἱὸς γίγνεται Κτησίβιος. Καὶ οὗτος μὲν ἐτελεύτησεν ἐν Ἀβύδῳ μετὰ Θρασυβούλου στρατευόμενος, ζῇ δὲ τούτων ὁ Δαμόστρατος ὁ τοῦ Ἀμυθέωνος, τῆς μητρὸς ἀδελφιδοῦς τῆς ἐμῆς. Τῆς δὲ Χαιρεστράτης τῆς ἐμῆς τήθης τὴν ἀδελφὴν λαμβάνει Ἀπολλόδωρος Πλωθεύς· τούτων γίγνεται Ὀλύμπιχος, τοῦ δ᾽ Ὀλυμπίχου Ἀπολλόδωρος, καὶ οὗτος ζῇ. Καί μοι κάλει αὐτούς.Μάρτυρες

[39] Τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων· τὸν δὲ καὶ ὁμομήτριον καὶ κατ᾽ ἀμφότερ᾽ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ. Τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δ᾽ Εὐξιθέου τρεῖς υἱεῖς· οὗτοι πάντες ζῶσιν. Καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν.Μάρτυρες

[40] Λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά.Μαρτυρίαι Τὰ μὲν τοίνυν τοῦ γένους τοῦ τῆς μητρὸς οὕτως ὑμῖν ἐπιδεικνύω, καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀστήν. Τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρες δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτης ὁμομήτριος καὶ ὁμοπάτριος ὢν ἀδελφὸς ἔδωκεν, θυγάτηρ, εἶτ᾽ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐγώ. Ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθ᾽ ὑμᾶς ἀκοῦσαι δεῖ· καὶ γὰρ ἃ περὶ τὸν Κλεινίαν αἰτιᾶται καὶ τὸ τιτθεῦσαι τὴν μητέρα καὶ ταῦτα πάντ᾽ ἐγὼ σαφῶς ὑμῖν διηγήσομαι.

[41] Ὁ Πρωτόμαχος πένης ἦν· ἐπικλήρου δὲ κληρονομήσας εὐπόρου, τὴν μητέρα βουληθεὶς ἐκδοῦναι πείθει λαβεῖν αὐτὴν Θούκριτον τὸν πατέρα τὸν ἐμόν, ὄνθ᾽ ἑαυτοῦ γνώριμον, καὶ ἐγγυᾶται ὁ πατὴρ τὴν μητέρα τὴν ἐμὴν παρὰ τοῦ ἀδελφοῦ αὐτῆς Τιμοκράτους Μελιτέως, παρόντων τῶν τε θείων ἀμφοτέρων τῶν ἑαυτοῦ καὶ ἄλλων μαρτύρων· καὶ τούτων ὅσοι ζῶσι, μαρτυρήσουσιν ὑμῖν.

[42] Μετὰ δὲ ταῦτα χρόνῳ ὕστερον παιδίων αὐτῇ δυοῖν ἤδη γεγενημένων, καὶ τοῦ μὲν πατρὸς στρατευομένου καὶ ἀποδημοῦντος μετὰ Θρασυβούλου, αὐτὴ δ᾽ οὖσ᾽ ἐν ἀπορίαις ἠναγκάσθη τὸν Κλεινίαν τὸν τοῦ Κλειδίκου τιτθεῦσαι, τῷ μὲν εἰς ἔμ᾽ ἥκοντι κινδύνῳ νῦν μὰ τὸν Δι᾽ οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα ἀπὸ γὰρ ταύτης τῆς τιτθείας ἅπασ᾽ ἡ περὶ ἡμᾶς γέγονεν βλασφημία, τῇ μέντοι ὑπαρχούσῃ πενίᾳ ἴσως καὶ ἀναγκαῖα καὶ ἁρμόττοντα ποιοῦσα.

[43] Φαίνεται τοίνυν οὐχ ὁ ἐμὸς πατὴρ πρῶτος, ὦ ἄνδρες Ἀθηναῖοι, λαβὼν τὴν ἐμὴν μητέρα, ἀλλ᾽ ὁ Πρωτόμαχος, καὶ παῖδας ποιησάμενος καὶ θυγατέρ᾽ ἐκδούς· ὃς καὶ τετελευτηκὼς ὅμως μαρτυρεῖ τοῖς ἔργοις ἀστήν τ᾽ αὐτὴν καὶ πολῖτιν εἶναι. Ὡς οὖν ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι πρῶτον μὲν τοὺς τοῦ Πρωτομάχου υἱεῖς, ἔπειτα τοὺς ἐγγυωμένῳ παρόντας τῷ πατρὶ καὶ τῶν φρατέρων τοὺς οἰκείους, οἷς τὴν γαμηλίαν εἰσήνεγκεν ὑπὲρ τῆς μητρὸς ὁ πατήρ, εἶτ᾽ Εὔνικον Χολαργέα τὸν τὴν ἀδελφὴν λαβόντα τὴν ἐμὴν παρὰ τοῦ Πρωτομάχου, εἶτα τὸν υἱὸν τῆς ἀδελφῆς. Κάλει τούτους.Μάρτυρες

[44] Πῶς οὖν οὐκ ἂν οἰκτρότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἐγὼ πεπονθὼς εἴην, εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν, μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται, ἐμὲ ψηφίσαισθ᾽ εἶναι ξένον λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν· οἳ ἴσασιν δήπου τίς οὖσά ποθ᾽ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν. Οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν, εὔορκον αὐτοῖς μαρτυρεῖν, ἀλλ᾽ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα, τιτθὴν δὲ τούτου νομιζομένην.

[45] Καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή, τὴν ἀλήθειαν οὐ φεύγω· οὐ γὰρ εἰ πένητες ἦμεν, ἠδικήκαμεν, ἀλλ᾽ εἰ μὴ πολῖται· οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών, ἀλλ᾽ ὑπὲρ γένους. Πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν, ἐφ᾽ οἷς ἐλεοῖντ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιότερον ἢ προσαπολλύοιντο. Ὡς γὰρ ἐγὼ ἀκούω, πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατ᾽ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες, πολλαὶ δ᾽ ἐκ πενήτων πλούσιαι νῦν. Ἀλλ᾽ αὐτίχ᾽ ὑπὲρ τούτων. Νῦν δὲ τοὺς μάρτυρας κάλει.Μάρτυρες

[46] Οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμ᾽ ἀστὸς καὶ τὰ πρὸς πατρός, τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες, τὰ δ᾽ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός. Λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν, τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον, ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με, κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους, εἶναι πολίτην· οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντ᾽ ἐπιδείξω μάρτυρας παρεχόμενος, ὡς εἰσήχθην εἰς τοὺς φράτερας, ὡς ἐνεγράφην εἰς τοὺς δημότας, ὡς ὑπ᾽ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ, ὡς ἦρχον ἀρχὰς δοκιμασθείς. Καί μοι κάλει αὐτούς.Μάρτυρες

[47] Οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἔλαχον ἱερεύς, ὥσπερ προὐκρίθην, δεῖν ἄν με καὶ αὐτὸν θύειν ὑπὲρ τούτων καὶ τοῦτον μετ᾽ ἐμοῦ συνθύειν, νῦν δὲ τοὺς αὐτοὺς τούτους ἐμὲ μεθ᾽ αὑτῶν μηδὲ συνθύειν ἐᾶν φαίνομαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν ἄλλον χρόνον ἅπαντα παρὰ πᾶσιν τοῖς νῦν κατηγοροῦσι πολίτης ὡμολογημένος·

[48] οὐ γὰρ ἂν δήπου τόν γε ξένον καὶ μέτοικον, ὡς νῦν φησιν Εὐβουλίδης, οὔτ᾽ ἀρχὰς ἄρχειν οὔθ᾽ ἱερωσύνην κληροῦσθαι μεθ᾽ ἑαυτοῦ προκριθέντ᾽ εἴασεν· καὶ γὰρ οὗτος ἦν τῶν κληρουμένων καὶ προκριθέντων. Οὐδέ γ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, παλαιὸς ὢν ἐχθρὸς ἐμοὶ τοῦτον τὸν καιρὸν περιέμενεν, ὃν οὐδεὶς ᾔδει γενησόμενον, εἴπερ τι συνῄδει τοιοῦτον.

[49] Ἀλλ᾽ οὐ συνῄδει· διόπερ τὸν μὲν ἄλλον ἅπαντα χρόνον δημοτευόμενος μετ᾽ ἐμοῦ καὶ κληρούμενος οὐδὲν ἑώρα τούτων, ἐπειδὴ δ᾽ ἡ πόλις πᾶσα τοῖς ἀσελγῶς εἰσπεπηδηκόσιν εἰς τοὺς δήμους ὀργιζομένη παρώξυντο, τηνικαῦτα μοι ἐπεβούλευσεν. Ἦν δ᾽ ἐκεῖνος μὲν ὁ καιρὸς τοῦ συνειδότος αὑτῷ τἀληθῆ λέγειν, ὁ δὲ νυνὶ παρὼν ἐχθροῦ καὶ συκοφαντεῖν βουλομένου.

[50] Ἐγὼ δ᾽, ὦ ἄνδρες δικασταί καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς θορυβήσῃ, μηδ᾽ ἐφ᾽ ᾧ μέλλω λέγειν ἀχθεσθῇ, ἐμαυτὸν Ἀθηναῖον ὑπείληφ᾽ ὥσπερ ὑμῶν ἕκαστος ἑαυτόν, μητέρ᾽ ἐξ ἀρχῆς νομίζων ἥνπερ εἰς ὑμᾶς ἀποφαίνω, καὶ οὐχ ἑτέρας μὲν ὢν ταύτης δὲ προσποιούμενος· πατέρα πάλιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον.

[51] Καίτοι εἰ τοῖς ἐξελεγχομένοις ὧν μέν εἰσιν ἀποκρυπτομένοις, ὧν δ᾽ οὐκ εἰσὶν προσποιουμένοις, δίκαιον ὑπάρχειν παρ᾽ ὑμῖν τοῦτο σημεῖον ὡς εἰσὶ ξένοι, ἐμοὶ δήπου τοὐναντίον ὡς εἰμὶ πολίτης. Οὐ γὰρ ἂν ξένην καὶ ξένον τοὺς ἐμαυτοῦ γονέας ἐπιγραψάμενος μετέχειν ἠξίουν τῆς πόλεως· ἀλλ᾽ εἴ τι τοιοῦτον συνῄδειν, ἐζήτησ᾽ ἂν ὧν φήσω γονέων εἶναι. Ἀλλ᾽ οὐ συνῄδειν, διόπερ μένων ἐπὶ τοῖς οὖσιν δικαίως γονεῦσιν ἐμαυτῷ τῆς πόλεως μετέχειν ἀξιῶ.

[52] ἔτι τοίνυν ὀρφανὸς κατελείφθην, καὶ φασίν μ᾽ εὔπορον εἶναι καὶ τῶν μαρτύρων ἐνίους ὠφελουμένους μοι μαρτυρεῖν συγγενεῖς εἶναι. Καὶ ἅμα μὲν κατ᾽ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ δι᾽ εὐπορίαν φασὶ πάντα μ᾽ ὠνεῖσθαι.

[53] Ὥστε πότερα χρὴ αὐτοῖς πιστεύειν ἐξῆν δὲ δήπου τούτοις, εἰ νόθος ἢ ξένος ἦν ἐγώ, κληρονόμοις εἶναι τῶν ἐμῶν πάντων. Εἶθ᾽ οὗτοι μικρὰ λαμβάνειν καὶ κινδυνεύειν ἐν ψευδομαρτυρίοις καὶ ἐπιορκεῖν μᾶλλον αἱροῦνται ἢ πάντ᾽ ἔχειν, καὶ ταῦτ᾽ ἀσφαλῶς, καὶ μηδεμιᾶς ἐξωλείας ὑπόχους ἑαυτοὺς ποιεῖν οὐκ ἔστι ταῦτα, ἀλλ᾽ οἶμαι συγγενεῖς ὄντες τὰ δίκαια ποιοῦσι, βοηθοῦντες αὑτῶν ἑνί.

[54] Καὶ ταῦτ᾽ οὐχὶ νῦν πεπεισμένοι ποιοῦσιν, ἀλλὰ παιδίον ὄντα μ᾽ εὐθέως ἦγον εἰς τοὺς φράτερας, εἰς Ἀπόλλωνος πατρῴου ἦγον, εἰς τἄλλ᾽ ἱερά. Καίτοι οὐ δήπου παῖς ὢν ἐγὼ ταῦτ᾽ ἔπειθον αὐτοὺς ἀργύριον διδούς. Ἀλλὰ μὴν ὁ πατὴρ αὐτὸς ζῶν ὀμόσας τὸν νόμιμον τοῖς φράτερσιν ὅρκον εἰσήγαγέν με, ἀστὸν ἐξ ἀστῆς ἐγγυητῆς αὑτῷ γεγενημένον εἰδώς, καὶ ταῦτα μεμαρτύρηται.

[55] Εἶτ᾽ ἐγὼ ξένος; ποῦ μετοίκιον καταθείς; ἢ τίς τῶν ἐμῶν πώποτε ποῦ πρὸς ἄλλους δημότας ἐλθών, καὶ οὐ δυνηθεὶς ἐκείνους πεῖσαι δεῦρ᾽ ἐμαυτὸν ἐνέγραψα ποῦ τί ποιήσας ὧν ὅσοι μὴ καθαρῶς ἦσαν πολῖται πεποιηκότες φαίνονται οὐδαμοῦ, ἀλλ᾽ ἁπλῶς, ἐν οἷς ὁ πάππος ὁ τοῦ πατρός, ὁ ἐμός, ὁ πατήρ, ἐνταῦθα καὶ αὐτὸς φαίνομαι δημοτευόμενος. Καὶ νῦν πῶς ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν μετὸν τῆς πόλεως αὑτῷ

[56] ἐνθυμείσθω γὰρ ἕκαστος ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἑαυτῷ προσήκοντας τίν᾽ ἄλλον ἂν δύναιτ᾽ ἐπιδεῖξαι τρόπον ἢ τὸν αὐτὸν ἐμοί, μαρτυροῦντας, ὀμνύοντας, πάλαι τοὺς αὐτοὺς ἀπὸ τῆς ἀρχῆς ὄντας διὰ ταῦτα τοίνυν ἐγὼ πιστεύων ἐμαυτῷ κατέφυγον εἰς ὑμᾶς. Ὁρῶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον τῶν ἀποψηφισαμένων Ἁλιμουσίων ἐμοῦ κυριώτερ᾽ ὄντα τὰ δικαστήρια, ἀλλὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου, δικαίως· κατὰ γὰρ πάνθ᾽ αἱ παρ᾽ ὑμῖν εἰσι κρίσεις δικαιόταται.

[57] ἐνθυμεῖσθε τοίνυν κἀκεῖνο, ὅσοι τῶν μεγάλων δήμων ἐστέ, ὡς οὐδέν᾽ ἀπεστερεῖτ᾽ οὔτε κατηγορίας οὔτ᾽ ἀπολογίας. Καὶ πόλλ᾽ ἀγαθὰ γένοιτο πᾶσιν ὑμῖν τοῖς δικαίως τούτῳ τῷ πράγματι χρησαμένοις, ὅτι καὶ τῶν ἀναβαλέσθαι δεομένων οὐκ ἀφῄρησθε τὸ παρασκευάσασθαι· ᾧ καὶ τοὺς συκοφαντοῦντας καὶ δι᾽ ἔχθραν ἐπιβουλεύοντας ἐξηλέγχετε.

[58] καὶ ὑμᾶς μὲν ἄξιον ἐπαινεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς δὲ καλῷ καὶ δικαίῳ πράγματι μὴ καλῶς χρησαμένους ψέγειν. Ἐν οὐδενὶ τοίνυν εὑρήσετε τῶν δήμων δεινότερα γεγενημένα τῶν παρ᾽ ἡμῖν. Οὗτοι γὰρ ἀδελφῶν ὁμομητρίων καὶ ὁμοπατρίων τῶν μέν εἰσιν ἀπεψηφισμένοι, τῶν δ᾽ οὔ, καὶ πρεσβυτέρων ἀνθρώπων ἀπόρων, ὧν τοὺς υἱεῖς ἐγκαταλελοίπασιν· καὶ τούτων ἂν βούλησθε, μάρτυρας παρέξομαι.

[59] ὃ δὲ πάντων δεινότατον οἱ συνεστηκότες πεποιήκασιν καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς ὑπολάβῃ δυσκόλως, ἐὰν τοὺς ἠδικηκότας ἐμαυτὸν πονηροὺς ὄντας ἐπιδεικνύω· νομίζω γὰρ ὑμῖν τὴν τούτων πονηρίαν δεικνὺς εἰς αὐτὸ τὸ πρᾶγμα λέγειν τὸ γενόμενόν μοι· οὗτοι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, βουλομένους τινὰς ἀνθρώπους ξένους πολίτας γενέσθαι, Ἀναξιμένην καὶ Νικόστρατον, κοινῇ διανειμάμενοι πέντε δραχμὰς ἕκαστος προσεδέξαντο. Καὶ ταῦτ᾽ οὐκ ἂν ἐξομόσαιτ᾽ Εὐβουλίδης οὐδ᾽ οἱ μετ᾽ αὐτοῦ μὴ οὐκ εἰδέναι. Καὶ νῦν τούτων οὐκ ἀπεψηφίσαντο. Τί οὖν οὐκ ἂν οἴεσθε τούτους ἰδίᾳ ποιῆσαι, οἳ κοινῇ ταῦτ᾽ ἐτόλμων

[60] πολλούς, ὦ ἄνδρες δικασταί, οἱ μετ᾽ Εὐβουλίδου συνεστῶτες καὶ ἀπ- ολωλέκασιν καὶ σεσῴκασιν ἕνεκ᾽ ἀργυρίου. Ἐπεὶ καὶ τὸ πρότερον ἐρῶ δ᾽ εἰς αὐτὸ τὸ πρᾶγμ᾽, ὦ ἄνδρες Ἀθηναῖοι δημαρχῶν ὁ Εὐβουλίδου πατήρ, ὥσπερ εἶπον, Ἀντίφιλος, τεχνάζει βουλόμενος παρά τινων λαβεῖν ἀργύριον, καὶ ἔφη τὸ κοινὸν γραμματεῖον ἀπολωλέναι, ὥστ᾽ ἔπεισε διαψηφίσασθαι τοὺς Ἁλιμουσίους περὶ αὑτῶν, καὶ κατηγορῶν δέκα τῶν δημοτῶν ἐξέβαλεν, οὓς ἅπαντας πλὴν ἑνὸς κατεδέξατο τὸ δικαστήριον. Καὶ ταῦτα πάντες ἴσασιν οἱ πρεσβύτεροι.

[61] πολλοῦ γ᾽ ἔδεόν τινας ἐγκαταλιπεῖν τῶν μὴ Ἀθηναίων, ὅπου καὶ τοὺς ὄντας πολίτας συνιστάμενοι ἐξέβαλον, οὓς τὸ δικαστήριον κατεδέξατο. Καὶ ὢν ἐχθρὸς τῷ ἐμῷ πατρὶ τότ᾽ οὐ μόνον οὐ κατηγόρησεν, ἀλλ᾽ οὐδὲ τὴν ψῆφον ἤνεγκεν ὡς οὐκ ἦν Ἀθηναῖος. Τῷ τοῦτο δῆλον ὅτι ἁπάσαις ἔδοξεν δημότης εἶναι. Καὶ τί δεῖ περὶ τῶν πατέρων λέγειν ἀλλ᾽ Εὐβουλίδης αὐτὸς οὑτοσί, ἡνίκ᾽ ἐνεγράφην ἐγὼ καὶ ὀμόσαντες οἱ δημόται δικαίως πάντες περὶ ἐμοῦ τὴν ψῆφον ἔφερον, οὔτε κατηγόρησεν οὔτ᾽ ἐναντίαν τὴν ψῆφον ἤνεγκεν· καὶ γὰρ ἐνταῦθα πάλιν ἐμὲ πάντες ἐψηφίσαντο δημότην. Καὶ εἴ φασίν με τοῦτο ψεύδεσθαι, ἐπὶ τοῦ ἐμοῦ ὕδατος ὅστις βούλεται τούτων τἀναντία μαρτυρησάτω.

[62] Εἰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο δοκοῦσιν οὗτοι λέγειν μάλιστ᾽ ἰσχυρόν, ὡς ἀπεψηφίσαντό μου νῦν οἱ δημόται, ἐγὼ τετράκις ἐπιδεικνύω πρότερον, ὅθ᾽ ὁσίως ἄνευ συστάσεως ἐψηφίσαντο, καὶ ἐμὲ καὶ τὸν πατέρα δημότας αὑτῶν εἶναι ψηφισαμένους, πρῶτον μέν γε τοῦ πατρὸς δοκιμασθέντος, εἶτ᾽ ἐμοῦ, εἶτ᾽ ἐν τῇ προτέρᾳ διαψηφίσει, ὅτ᾽ ἠφάνισαν οὗτοι τὸ γραμματεῖον· τὸ δὲ τελευταῖον προκρίναντες ἐμὲ ἐψηφίσαντ᾽ ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ. Καὶ ταῦτα πάντα μεμαρτύρηται.

[63] εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, δι᾽ ἣν ὠργίζοντό μοί τινες, ἐν ᾗ διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερ᾽ ἃ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλ᾽ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτ᾽ εἶναι. Ἐπεὶ καὶ τοῦτ᾽ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν· ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκ᾽ οὔτ᾽ ἔχθρας·

[64] καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα εἰρήσεται γάρ, ἃ ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ, καὶ τὸ ψήφισμ᾽ ἐκκολάψαντες ὃ ἐμοὶ ἐψηφίσανθ᾽ οἱ δημόται, συνώμνυον οὗτοι ἐπ᾽ ἐμὲ οἱ ὑπ᾽ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες. Καὶ εἰς τοσοῦτ᾽ ἀναιδείας ἐληλύθασιν, ὥστ᾽ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι. Καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν, ὦ ἄνδρες δικασταί, ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι, καὶ ἃ ἐμοὶ φιλοτιμίαν ἔφερεν, ταῦτ᾽ ἀφανίζειν

[65] τὸ δὲ πάντων δεινότατον οὐ δήπου γε φήσαιεν ἂν ἐμὲ κατασκευάσαι. Οὐ γὰρ ἔφθη μοι συμβᾶσ᾽ ἡ ἀτυχία καὶ εὐθύς, ὥσπερ φυγάδος ἤδη μου ὄντος καὶ ἀπολωλότος, τούτων τινὲς ἐπὶ τὸ οἰκίδιον ἐλθόντες τὸ ἐν ἀγρῷ νύκτωρ ἐπεχείρησαν διαφορῆσαι τὰ ἔνδοθεν· οὕτω σφόδρ᾽ ὑμῶν καὶ τῶν νόμων κατεφρόνησαν. Καὶ ταῦτα τοὺς εἰδότας, ἐὰν βούλησθε, καλοῦμεν.

[66] πολλὰ δ᾽ ἔχων καὶ ἄλλ᾽ ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶν διαπεπραγμένα καὶ ἅ εἰσιν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι, ἐπειδὴ δ᾽ ἔξω τοῦ πράγματος νομίζετ᾽ εἶναι, ἐάσω. Ἀναμνήσθητε δ᾽ ἐκείνων καὶ θεάσασθε, ὡς πολλὰ καὶ δίκαι᾽ ἔχων πρὸς ὑμᾶς ἥκω. Ὥσπερ γὰρ τοὺς θεσμοθέτας ἀνακρίνετε, ἐγὼ τὸν αὐτὸν τρόπον ἐμαυτὸν ὑμῖν ἀνακρινῶ.

[67] ὦ ἄνθρωπε, τίς ἦν σοι πατήρ ἐμοί Θούκριτος. οἰκεῖοί τινες εἶναι μαρτυροῦσιν αὐτῷ πάνυ γε, πρῶτον μέν γε τέτταρες ἀνεψιοί, εἶτ᾽ ἀνεψιαδοῦς, εἶθ᾽ οἱ τὰς ἀνεψιὰς λαβόντες αὐτῷ, εἶτα φράτερες, εἶτ᾽ Ἀπόλλωνος πατρῴου καὶ Διὸς ἑρκείου γεννῆται, εἶθ᾽ οἷς ἠρία ταὐτά, εἶθ᾽ οἱ δημόται πολλάκις αὐτὸν δεδοκιμάσθαι καὶ ἀρχὰς ἄρξαι, καὶ αὐτοὶ διεψηφισμένοι φαίνονται. Τὰ μὲν τοίνυν περὶ τοῦ πατρὸς πῶς ἂν ὑμῖν δικαιότερον ἢ καθαρώτερον ἐπιδείξαιμι καλῶ δ᾽ ὑμῖν τοὺς οἰκείους, εἰ βούλεσθε. Τὰ δὲ περὶ τῆς μητρὸς ἀκούσατε.

[68] Ἐμοὶ γάρ ἐστιν μήτηρ Νικαρέτη Δαμοστράτου θυγάτηρ Μελιτέως. Ταύτης τίνες οἰκεῖοι μαρτυροῦσιν πρῶτον μὲν ἀδελφιδοῦς, εἶτα τοῦ ἑτέρου ἀδελφιδοῦ δύ᾽ υἱοί, εἶτ᾽ ἀνεψιαδοῦς, εἶθ᾽ οἱ Πρωτομάχου υἱεῖς τοῦ λαβόντος τὴν ἐμὴν μητέρα πρότερον, εἶθ᾽ ὁ τὴν ἀδελφὴν τὴν ἐμὴν τὴν ἐκ τοῦ Πρωτομάχου γήμας Εὔνικος Χολαργεύς, εἶθ᾽ υἱὸς τῆς ἀδελφῆς.

[69] Ἀλλὰ μὴν καὶ φράτερες τῶν οἰκείων αὐτῆς καὶ δημόται ταῦτα μεμαρτυρήκασι. Τίνος οὖν ἂν προσδέοισθε καὶ γὰρ ὅτι κατὰ τοὺς νόμους ὁ πατὴρ ἔγημεν καὶ γαμηλίαν τοῖς φράτερσιν εἰσήνεγκεν μεμαρτύρηται. Πρὸς δὲ τούτοις καὶ ἐμαυτὸν ἐπέδειξα πάντων μετειληφόθ᾽ ὅσων προσήκει τοὺς ἐλευθέρους. Ὥστε πανταχῇ δικαίως καὶ προσηκόντως ἡμῖν ἂν προσθέμενοι τὴν ψῆφον εὐορκοίητε.

[70] Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, τοὺς ἐννέα ἄρχοντας ἀνακρίνετε, εἰ γονέας εὖ ποιοῦσιν. Ἐγὼ δὲ τοῦ μὲν πατρὸς ὀρφανὸς κατελείφθην, τὴν δὲ μητέρ᾽ ἱκετεύω ὑμᾶς καὶ ἀντιβολῶ διὰ τοῦτον τὸν ἀγῶν᾽ ἀπόδοτέ μοι θάψαι εἰς τὰ πατρῷα μνήματα καὶ μή με κωλύσητε, μηδ᾽ ἄπολιν ποιήσητε, μηδὲ τῶν οἰκείων ἀποστερήσητε τοσούτων ὄντων τὸ πλῆθος, καὶ ὅλως ἀπολέσητε. Πρότερον γὰρ ἢ προλιπεῖν τούτους, εἰ μὴ δυνατὸν ὑπ᾽ αὐτῶν εἴη σωθῆναι, ἀποκτείναιμ᾽ ἂν ἐμαυτόν, ὥστ᾽ ἐν τῇ πατρίδι γ᾽ ὑπὸ τούτων ταφῆναι.