Τα εις εαυτόν/11
Εμφάνιση
(Ανακατεύθυνση από Τα εις εαυτόν 11)
←10 | Τὰ εἰς ἑαυτόν Συγγραφέας: 11 |
12→ |
- Τὰ ἴδια τῆς λογικῆς ψυχῆς˙ ἑαυτὴν ὁρᾷ, ἑαυτὴν διαρθροῖ,ἑαυτὴν ὁποίαν ἂν βούληται ποιεῖ, τὸν καρπὸν ὃν φέρει αὐτὴκαρποῦται (τοὺς γὰρ τῶν φυτῶν καρποὺς καὶ τὸ ἀνάλογον ἐπὶτῶν ζῴων ἄλλοι καρποῦνται), τοῦ ἰδίου τέλους τυγχάνει, ὅπουἂν τὸ τοῦ βίου πέρας ἐπιστῇ, οὐχ ὥσπερ ἐπὶ ὀρχήσεως καὶὑποκρίσεως καὶ τῶν τοιούτων ἀτελὴς γίνεται ἡ ὅλη πρᾶξις, ἐάντι ἐγκόψῃ, ἀλλ ἐπὶ παντὸς μέρους καὶ ὅπου ἂν καταληφθῇ, πλῆρεςκαὶ ἀπροσδεὲς ἑαυτῇ τὸ προτεθὲν ποιεῖ, ὥστε εἰπεῖν˙ ἐγὼ ἀπέχωτὰ ἐμά. ἔτι δὲ περιέρχεται τὸν ὅλον κόσμον καὶ τὸ περὶ αὐτὸνκενὸν καὶ τὸ σχῆμα αὐτοῦ καὶ εἰς τὴν ἀπειρίαν τοῦ αἰῶνοςἐκτείνεται καὶ τὴν περιοδικὴν παλιγγενεσίαν τῶν ὅλων ἐμπεριλαμβάνεικαὶ περινοεῖ καὶ θεωρεῖ ὅτι οὐδὲν νεώτερον ὄψονταιοἱ μεθ ἡμᾶς οὐδὲ περιττότερον εἶδον οἱ πρὸ ἡμῶν, ἀλλὰ τρόποντινὰ ὁ τεσσαρακοντούτης, ἐὰν νοῦν ὁποσονοῦν ἔχῃ, πάντα τὰγεγονότα καὶ τὰ ἐσόμενα ἑώρακε κατὰ τὸ ὁμοειδές. ἴδιον δὲλογικῆς ψυχῆς καὶ τὸ φιλεῖν τοὺς πλησίον καὶ ἀλήθεια καὶ αἰδὼςκαὶ τὸ μηδὲν ἑαυτῆς προτιμᾶν, ὅπερ ἴδιον καὶ νόμου˙ οὕτως ἄῤοὐδὲν διήνεγκε λόγος ὀρθὸς καὶ λόγος δικαιοσύνης.
- Ὠιδῆς ἐπιτερποῦς καὶ ὀρχήσεως καὶ παγκρατίου καταφρονήσεις,ἐὰν τὴν μὲν ἐμμελῆ φωνὴν καταμερίσῃς εἰς ἕκαστον τῶνφθόγγων καὶ καθ ἕνα πύθῃ σεαυτοῦ, εἰ τούτου ἥττων εἶ˙διατραπήσῃ γάρ˙ ἐπὶ δὲ ὀρχήσεως τὸ ἀνάλογον ποιήσας καθἑκάστην κίνησιν ἢ σχέσιν, τὸ δ αὐτὸ καὶ ἐπὶ τοῦ παγκρατίου.ὅλως οὖν, χωρὶς ἀρετῆς καὶ τῶν ἀπ ἀρετῆς, μέμνησο ἐπὶ τὰ κατὰμέρος τρέχειν καὶ τῇ διαιρέσει αὐτῶν εἰς καταφρόνησιν ἰέναι,τὸ δ αὐτὸ καὶ ἐπὶ τὸν βίον ὅλον μεταφέρειν.
- Οἵα ἐστὶν ἡ ψυχὴ ἡ ἕτοιμος, ἐὰν ἤδη ἀπολυθῆναι δέῃ τοῦσώματος, [καὶ] ἤτοι σβεσθῆναι ἢ σκεδασθῆναι ἢ συμμεῖναι. τὸδὲ ἕτοιμον τοῦτο ἵνα ἀπὸ ἰδικῆς κρίσεως ἔρχηται, μὴ κατὰ ψιλὴνπαράταξιν ὡς οἱ Χριστιανοί, ἀλλὰ λελογισμένως καὶ σεμνῶς καὶὥστε καὶ ἄλλον πεῖσαι, ἀτραγῴδως.
- Πεποίηκά τι κοινωνικῶς; οὐκοῦν ὠφέλημαι. τοῦτο ἵνα ἀεὶπρόχειρον ἀπαντᾷ καὶ μηδαμοῦ παύου.
- Τίς σου ἡ τέχνη; ἀγαθὸν εἶναι. τοῦτο δὲ πῶς ἄλλως γίνεται ἢἐκ θεωρημάτων, τῶν μὲν περὶ τῆς τοῦ ὅλου φύσεως, τῶν δὲ περὶτῆς ἰδίας τοῦ ἀνθρώπου κατασκευῆς.
- Πρῶτον αἱ τραγῳδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντωνκαὶ ὅτι ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶτῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονοςσκηνῆς˙ ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτιφέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες˙ “ἰὼ Κιθαιρών.” καὶ λέγεται δέτινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως˙ οἷόν ἐστιν ἐκεῖνομάλιστα˙ εἰ δ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ ἐμώ, ἔχει λόγον καὶτοῦτο˙ καὶ πάλιν˙ τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι ‹χρεών›.καί˙ βίον θερίζειν ὥστε κάρπιμον στάχυν˙ καὶ ὅσα τοιαῦτα. μετὰδὲ τὴν τραγῳδίαν ἡ ἀρχαία κωμῳδία παρήχθη, παιδαγωγικὴνπαῤῥησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δἰ αὐτῆς τῆςεὐθυῤῥημοσύνης ὑπομιμνῄσκουσα˙ πρὸς οἷόν τι καὶ Διογένηςταυτὶ παρελάμβανεν. μετὰ ταῦτα τίς ἡ μέση κωμῳδία καὶ λοιπὸνἡ νέα πρὸς τί ποτε παρείληπται, ἣ κατ ὀλίγον ἐπὶ τὴν ἐκ μιμήσεωςφιλοτεχνίαν ὑπεῤῥύη, ἐπίστησον. ὅτι μὲν γὰρ λέγεται καὶ ὑπὸτούτων τινὰ χρήσιμα οὐκ ἀγνοεῖται, ἀλλὰ ἡ ὅλη ἐπιβολὴ τῆςτοιαύτης ποιήσεως καὶ δραματουργίας πρὸς τίνα ποτὲ σκοπὸνἀπέβλεψεν;
- Πῶς ἐναργὲς προσπίπτει τὸ μὴ εἶναι ἄλλην βίου ὑπόθεσιν εἰςτὸ φιλοσοφεῖν οὕτως ἐπιτήδειον ὡς ταύτην, ἐν ᾗ νῦν ὢν τυγχάνεις.
- Κλάδος τοῦ προσεχοῦς κλάδου ἀποκοπεὶς οὐ δύναται μὴ καὶτοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι. οὕτω δὴ καὶ ἄνθρωπος ἑνὸςἀνθρώπου ἀποσχισθεὶς ὅλης τῆς κοινωνίας ἀποπέπτωκεν. κλάδονμὲν οὖν ἄλλος ἀποκόπτει˙ ἄνθρωπος δὲ αὐτὸς ἑαυτὸν τοῦ πλησίονχωρίζει μισήσας καὶ ἀποστραφείς, ἀγνοεῖ δὲ ὅτι καὶ τοῦ ὅλουπολιτεύματος ἅμα ἀποτέτμηκεν ἑαυτόν. πλὴν ἐκεῖνό γε δῶροντοῦ συστησαμένου τὴν κοινωνίαν Διός˙ ἔξεστι γὰρ ἡμῖν πάλινσυμφῦναι τῷ προσεχεῖ καὶ πάλιν τοῦ ὅλου συμπληρωτικοῖςγενέσθαι. πλεονάκις μέντοι γινόμενον τὸ κατὰ τὴν τοιαύτηνδιαίρεσιν δυσένωτον καὶ δυσαποκατάστατον ‹τὸ› ἀποχωροῦνποιεῖ. ὅλως τε οὐχ ὅμοιος ὁ κλάδος ὁ ἀπ ἀρχῆς συμβλαστήσαςκαὶ σύμπνους συμμείνας τῷ μετὰ τὴν ἀποκοπὴν αὖθις ἐγκεντρισθέντι,ὅ τι ποτὲ λέγουσιν οἱ φυτουργοί. Ὁμοθαμνεῖν μέν, μὴὁμοδογματεῖν δέ.
- Οἱ ἐνιστάμενοι προιόντι σοι κατὰ τὸν ὀρθὸν λόγον ὥσπερ ἀπὸτῆς ὑγιοῦς πράξεως ἀποτρέψαι σε οὐ δυνήσονται, οὕτως μηδὲτῆς πρὸς αὐτοὺς εὐμενείας ἐκκρουέτωσαν, ἀλλὰ φύλασσε σεαυτὸνἐπ ἀμφοτέρων ὁμοίως, μὴ μόνον ἐπὶ τῆς εὐσταθοῦς κρίσεως καὶπράξεως, ἀλλὰ καὶ ἐπὶ τῆς πρὸς τοὺς κωλύειν ἐπιχειροῦντας ἢἄλλως δυσχεραίνοντας πρᾳότητος. καὶ γὰρ τοῦτο ἀσθενές, τὸχαλεπαίνειν αὐτοῖς, ὥσπερ τὸ ἀποστῆναι τῆς πράξεως καὶἐνδοῦναι καταπλαγέντα˙ ἀμφότεροι γὰρ ἐπίσης λιποτάκται, ὁ μὲνὑποτρέσας, ὁ δὲ ἀλλοτριωθεὶς πρὸς τὸν φύσει συγγενῆ καὶ φίλον.
- Οὐκ ἔστι χείρων οὐδεμία φύσις τέχνης˙ καὶ γὰρ αἱ τέχναι τὰςφύσεις μιμοῦνται. εἰ δὲ τοῦτο, ἡ πασῶν τῶν ἄλλων τελεωτάτηκαὶ περιληπτικωτάτη φύσις οὐκ ἂν ἀπολείποιτο τῆς τεχνικῆςεὐμηχανίας. πᾶσαι δέ γε τέχναι τῶν κρειττόνων ἕνεκεν τὰ χείρωποιοῦσιν˙ οὐκοῦν καὶ ἡ κοινὴ φύσις. καὶ δὴ ἔνθεν μὲν γένεσιςδικαιοσύνης, ἀπὸ δὲ ταύτης αἱ λοιπαὶ ἀρεταὶ ὑφίστανται˙ οὐγὰρ τηρηθήσεται τὸ δίκαιον, ἐὰν ἤτοι διαφερώμεθα πρὸς τὰ μέσαἢ εὐεξαπάτητοι καὶ προπτωτικοὶ καὶ μεταπτωτικοὶ ὦμεν.
- [Εἰ μὲν] Οὐκ ἔρχεται ἐπὶ σὲ τὰ πράγματα ὧν αἱ διώξεις καὶφυγαὶ θορυβοῦσί σε, ἀλλὰ τρόπον τινὰ αὐτὸς ἐπ ἐκεῖνα ἔρχῃ˙ τὸγοῦν κρῖμα τὸ περὶ αὐτῶν ἡσυχαζέτω κἀκεῖνα μενεῖ ἀτρεμοῦντακαὶ οὔτε διώκων οὔτε φεύγων ὀφθήσῃ.
- Σφαῖρα ψυχῆς αὐτοειδής, ὅταν μήτε ἐκτείνηται ἐπί τι μήτεἔσω συντρέχῃ μήτε σπείρηται μήτε συνιζάνῃ, ἀλλὰ φωτὶ λάμπηταιᾧ τὴν ἀλήθειαν ὁρᾷ τὴν πάντων καὶ τὴν ἐν αὑτῇ.
- Καταφρονήσει μού τις; ὄψεται. ἐγὼ δὲ ὄψομαι ἵνα μή τικαταφρονήσεως ἄξιον πράσσων ἢ λέγων εὑρίσκωμαι. μισήσει;ὄψεται. ἀλλὰ ἐγὼ εὐμενὴς καὶ εὔνους παντὶ καὶ τούτῳ αὐτῷἕτοιμος τὸ παρορώμενον δεῖξαι, οὐκ ὀνειδιστικῶς οὐδὲ ὡςκατεπιδεικνύμενος ὅτι ἀνέχομαι, ἀλλὰ γνησίως καὶ χρηστῶς, οἷοςὁ Φωκίων ἐκεῖνος, εἴ γε μὴ προσεποιεῖτο. τὰ ἔσω γὰρ δεῖ τοιαῦταεἶναι καὶ ὑπὸ τῶν θεῶν βλέπεσθαι ἄνθρωπον πρὸς μηδὲνἀγανακτικῶς διατιθέμενον μηδὲ δεινοπαθοῦντα. τί γάρ σοι κακόν,εἰ αὐτὸς νῦν ποιεῖς τὸ τῇ φύσει σου οἰκεῖον καὶ δέχῃ τὸ νῦν τῇτῶν ὅλων φύσει εὔκαιρον, ἄνθρωπος τεταμένος πρὸς τὸ γίνεσθαιδἰ ὅτου δὴ τὸ κοινῇ συμφέρον;
- Ἀλλήλων καταφρονοῦντες ἀλλήλοις ἀρεσκεύονται καὶἀλλήλων ὑπερέχειν θέλοντες ἀλλήλοις ὑποκατακλίνονται.
- Ὡς σαπρὸς καὶ κίβδηλος ὁ λέγων˙ ἐγὼ προῄρημαι ἁπλῶς σοιπροσφέρεσθαι. τί ποιεῖς, ἄνθρωπε; τοῦτο οὐ δεῖ προλέγειν. αὐτὸφανήσεται˙ ἐπὶ τοῦ μετώπου γεγράφθαι ὀφείλει˙ εὐθὺς ἡ φωνὴτοιοῦτον ἠχεῖν, εὐθὺς ἐν τοῖς ὄμμασιν ἐξέχειν, ὡς τῶν ἐραστῶνἐν τῷ βλέμματι πάντα εὐθὺς γνωρίζει ὁ ἐρώμενος. τοιοῦτον ὅλωςδεῖ τὸν ἁπλοῦν καὶ ἀγαθὸν εἶναι, οἷον γράσωνα, ἵνα ὁ παραστὰςἅμα τῷ προσελθεῖν, θέλει οὐ θέλει, αἴσθηται. ἐπιτήδευσις δὲἁπλότητος σκάλμη ἐστίν. οὐδέν ἐστιν αἴσχιον λυκοφιλίας˙πάντων μάλιστα τοῦτο φεῦγε. ὁ ἀγαθὸς καὶ ἁπλοῦς καὶ εὐμενὴςἐν τοῖς ὄμμασιν ἔχει ταῦτα καὶ οὐ λανθάνει.
- Κάλλιστα διαζῆν, δύναμις αὕτη ἐν τῇ ψυχῇ, ἐὰν πρὸς τὰἀδιάφορά τις ἀδιαφορῇ. ἀδιαφορήσει δέ, ἐὰν ἕκαστον αὐτῶνθεωρῇ διῃρημένως καὶ ὁλικῶς καὶ μεμνημένος ὅτι οὐδὲν αὐτῶνὑπόληψιν περὶ αὐτοῦ ἡμῖν ἐμποιεῖ οὐδὲ ἔρχεται ἐφ ἡμᾶς, ἀλλὰτὰ μὲν ἀτρεμεῖ, ἡμεῖς δέ ἐσμεν οἱ τὰς περὶ αὐτῶν κρίσεις γεννῶντεςκαὶ οἷον γράφοντες ἐν ἑαυτοῖς, ἐξὸν μὲν μὴ γράφειν, ἐξὸν δέ, κἄνπου λάθῃ, εὐθὺς ἐξαλεῖψαι˙ ὅτι ὀλίγου χρόνου ἔσται ἡ τοιαύτηπροσοχὴ καὶ λοιπὸν πεπαύσεται ὁ βίος. τί μέντοι δύσκολον ἔχειταῦτα; εἰ μὲν γὰρ κατὰ φύσιν ἐστί, χαῖρε αὐτοῖς καὶ ῥᾴδια ἔσταισοι˙ εἰ δὲ παρὰ φύσιν, ζήτει τί ἐστί σοι κατὰ τὴν σὴν φύσιν καὶἐπὶ τοῦτο σπεῦδε κἂν ἄδοξον ᾖ˙ παντὶ γὰρ συγγνώμη τὸ ἴδιονἀγαθὸν ζητοῦντι.
- Πόθεν ἐλήλυθεν ἕκαστον καὶ ἐκ τίνων ἕκαστον ὑποκειμένωνκαὶ εἰς τί μεταβάλλει καὶ οἷον ἔσται μεταβαλὸν καὶ ὡς οὐδὲνκακὸν πείσεται.
- [Καὶ] Πρῶτον, τίς ἡ πρὸς αὐτούς μοι σχέσις καὶ ὅτι ἀλλήλωνἕνεκεν γεγόναμεν καὶ καθ ἕτερον λόγον προστησόμενος αὐτῶνγέγονα ὡς κριὸς ποίμνης ἢ ταῦρος ἀγέλης. ἄνωθεν δὲ ἔπιθι ἀπὸτοῦ˙ εἰ μὴ ἄτομοι, φύσις ἡ τὰ ὅλα διοικοῦσα˙ εἰ τοῦτο, τὰ χείρονατῶν κρειττόνων ἕνεκεν, ταῦτα δὲ ἀλλήλων.Δεύτερον δέ, ὁποῖοί τινές εἰσιν ἐπὶ τῆς τραπέζης, ἐν τῷ κλιναρίῳ,τἆλλα˙ μάλιστα δέ, οἵας ἀνάγκας δογμάτων κειμένας ἔχουσι˙καὶ αὐτὰ δὲ ταῦτα, μεθ οἵου τύφου ποιοῦσιν.Τρίτον, ὅτι, εἰ μὲν ὀρθῶς ταῦτα ποιοῦσιν, οὐ δεῖ δυσχεραίνειν˙εἰ δ οὐκ ὀρθῶς, δηλονότι ἄκοντες καὶ ἀγνοοῦντες˙ - πᾶσα γὰρψυχὴ ἄκουσα στέρεται, ὥσπερ τοῦ ἀληθοῦς, οὕτως καὶ τοῦ κατἀξίαν ἑκάστῳ προσφέρεσθαι - ἄχθονται γοῦν ἀκούοντες ἄδικοικαὶ ἀγνώμονες καὶ πλεονέκται καὶ καθάπαξ ἁμαρτητικοὶ περὶτοὺς πλησίον.Τέταρτον, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις καὶ ἄλλος τοιοῦτοςεἶ˙ καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχῃ, ἀλλὰ τήν γε ἕξινἐποιστικὴν ἔχεις, εἰ καὶ διὰ δειλίαν ἢ δοξοκοπίαν ἢ τοιοῦτό τικακὸν ἀπέχῃ τῶν ὁμοίων ἁμαρτημάτων.Πέμπτον, ὅτι οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας˙ πολλὰ γὰρ κατοἰκονομίαν γίνεται καὶ ὅλως πολλὰ δεῖ πρότερον μαθεῖν, ἵνα τιςπερὶ ἀλλοτρίας πράξεως καταληπτικῶς τι ἀποφήνηται.Ἕκτον, ὅτι, ὅταν λίαν ἀγανακτῇς ἢ καὶ δυσπαθῇς, ἀκαριαῖοςὁ ἀνθρώπινος βίος καὶ μετ ὀλίγον πάντες ἐξετάθημεν.Ἕβδομον, ὅτι οὐχ αἱ πράξεις αὐτῶν ἐνοχλοῦσιν ἡμῖν˙ ἐκεῖναιγάρ εἰσιν ἐν τοῖς ἐκείνων ἡγεμονικοῖς˙ ἀλλὰ αἱ ἡμέτεραιὑπολήψεις. ἆρον γοῦν καὶ θέλησον ἀφεῖναι τὴν ὡς περὶ δεινοῦκρίσιν καὶ ἀπῆλθεν ἡ ὀργή. πῶς οὖν ἀρεῖς; λογισάμενος ὅτι οὐκαἰσχρόν˙ ἐὰν γὰρ μὴ μόνον ᾖ τὸ αἰσχρὸν κακόν, ἀνάγκη καὶ σὲπολλὰ ἁμαρτάνειν καὶ λῃστὴν καὶ παντοῖον γίνεσθαι.Ὄγδοον, ὅσῳ χαλεπώτερα ἐπιφέρουσιν αἱ ὀργαὶ καὶ λῦπαι αἱἐπὶ τοῖς τοιούτοις, ἤπερ αὐτά ἐστιν ἐφ οἷς ὀργιζόμεθα καὶλυπούμεθα.Ἔνατον, ὅτι τὸ εὐμενὲς ἀνίκητον, ἐὰν γνήσιον ᾖ καὶ μὴ σεσηρὸςμηδὲ ὑπόκρισις. τί γάρ σοι ποιήσει ὁ ὑβριστικώτατος, ἐὰν διατελῇςεὐμενὴς αὐτῷ καί, εἰ οὕτως ἔτυχε, πρᾴως παραινῇς καὶμεταδιδάσκῃς εὐσχολῶν παῤ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὅτεκακοποιεῖν σε ἐπιχειρεῖ˙ “μή, τέκνον˙ πρὸς ἄλλο πεφύκαμεν˙ ἐγὼμὲν οὐ μὴ βλαβῶ, σὺ δὲ βλάπτῃ, τέκνον.” καὶ δεικνύναι εὐαφῶςκαὶ ὁλικῶς ὅτι τοῦτο οὕτως ἔχει, ὅτι οὐδὲ μέλισσαι αὐτὸ ποιοῦσινοὐδ ὅσα συναγελαστικὰ πέφυκε. δεῖ δὲ μήτε εἰρωνικῶς αὐτὸποιεῖν μήτε ὀνειδιστικῶς, ἀλλὰ φιλοστόργως καὶ ἀδήκτως τῇ ψυχῇκαὶ μὴ ὡς ἐν σχολῇ μηδὲ ἵνα ἄλλος παραστὰς θαυμάσῃ, ἀλλ ᾗτοι πρὸς μόνον καὶ ἐὰν ἄλλοι τινὲς περιεστήκωσι.Τούτων τῶν ἐννέα κεφαλαίων μέμνησο ὡς παρὰ τῶν Μουσῶνδῶρα εἰληφὼς καὶ ἄρξαι ποτὲ ἄνθρωπος εἶναι, ἕως ζῇς. φυλακτέονδὲ ἐπίσης τῷ ὀργίζεσθαι αὐτοῖς τὸ κολακεύειν αὐτούς˙ ἀμφότεραγὰρ ἀκοινώνητα καὶ πρὸς βλάβην φέρει. πρόχειρον δὲ ἐν ταῖςὀργαῖς ὅτι οὐχὶ τὸ θυμοῦσθαι ἀνδρικόν, ἀλλὰ τὸ πρᾷον καὶἥμερον ὥσπερ ἀνθρωπικώτερον, οὕτως καὶ ἀῤῥενικώτερον, καὶἰσχύος καὶ νεύρων καὶ ἀνδρείας τούτῳ μέτεστιν, οὐχὶ τῷἀγανακτοῦντι καὶ δυσαρεστοῦντι˙ ὅσῳ γὰρ ἀπαθείᾳ τοῦτοοἰκειότερον, τοσούτῳ καὶ δυνάμει, ὥσπερ τε ἡ λύπη ἀσθενοῦς,οὕτως καὶ ἡ ὀργή˙ ἀμφότεροι γὰρ τέτρωνται καὶ ἐνδεδώκασιν.Εἰ δὲ βούλει, καὶ δέκατον παρὰ τοῦ Μουσηγέτου δῶρον λάβε,ὅτι τὸ ἀξιοῦν μὴ ἁμαρτάνειν τοὺς φαύλους μανικόν˙ ἀδυνάτουγὰρ ἐφίεται. τὸ δὲ συγχωρεῖν ‹εἰς› ἄλλους μὲν εἶναι τοιούτους,ἀξιοῦν δὲ μὴ εἰς σὲ ἁμαρτάνειν, ἄγνωμον καὶ τυραννικόν.
- Τέσσαρας μάλιστα τροπὰς τοῦ ἡγεμονικοῦ παραφυλακτέονδιηνεκῶς καὶ ἐπειδὰν φωράσῃς ἀπαλειπτέον, ἐπιλέγοντα ἐφἑκάστου οὕτως˙ τοῦτο τὸ φάντασμα οὐκ ἀναγκαῖον˙ τοῦτο λυτικὸνκοινωνίας˙ τοῦτο οὐκ ἀπὸ σαυτοῦ μέλλεις λέγειν˙ τὸ γὰρ μὴ ἀφἑαυτοῦ λέγειν ἐν τοῖς ἀτοπωτάτοις νόμιζε. τέταρτον δέ ἐστι καθὃ σεαυτῷ ὀνειδιεῖς, ὅτι τοῦτο ἡττωμένου ἐστὶ καὶ ὑποκατακλινομένουτοῦ ἐν σοὶ θειοτέρου μέρους τῇ ἀτιμοτέρᾳ καὶ θνητῇμοίρᾳ, τῇ τοῦ σώματος καὶ ταῖς τούτου παχείαις ἡδοναῖς.
- Τὸ μὲν πνευματικόν σου καὶ τὸ πυρῶδες πᾶν, ὅσον ἐγκέκραται,καίτοι φύσει ἀνωφερῆ ὄντα, ὅμως πειθόμενα τῇ τῶν ὅλων διατάξειπαρακρατεῖται ἐνταῦθα ἐπὶ τοῦ συγκρίματος. καὶ τὸ γεῶδες δὲτὸ ἐν σοὶ πᾶν καὶ τὸ ὑγρόν, καίτοι κατωφερῆ ὄντα, ὅμως ἐγήγερταικαὶ ἕστηκε τὴν οὐχ ἑαυτῶν φυσικὴν στάσιν. οὕτως ἄρα καὶ τὰστοιχεῖα ὑπακούει τοῖς ὅλοις, ἐπειδάν που καταταχθῇ, βίᾳσυμμένοντα μέχρις ἂν ἐκεῖθεν πάλιν τὸ ἐνδόσιμον τῆς διαλύσεωςσημήνῃ. οὐ δεινὸν οὖν μόνον τὸ νοερόν σου μέρος ἀπειθὲς εἶναικαὶ ἀγανακτεῖν τῇ ἑαυτοῦ χώρᾳ; καίτοι οὐδέν γε βίαιον τούτῳἐπιτάσσεται, ἀλλὰ μόνα ὅσα κατὰ φύσιν ἐστὶν αὐτῷ˙ οὐ μέντοιἀνέχεται, ἀλλὰ τὴν ἐναντίαν φέρεται. ἡ γὰρ ἐπὶ τὰ ἀδικήματακαὶ τὰ ἀκολαστήματα καὶ τὰς ὀργὰς καὶ τὰς λύπας καὶ τοὺςφόβους κίνησις οὐδὲν ἄλλο ἐστὶν ἢ ἀφισταμένου τῆς φύσεως.καὶ ὅταν δέ τινι τῶν συμβαινόντων δυσχεραίνῃ τὸ ἡγεμονικόν,καταλείπει καὶ τότε τὴν ἑαυτοῦ χώραν˙ πρὸς ὁσιότητα γὰρ καὶθεοσέβειαν κατεσκεύασται οὐχ ἧττον ἢ πρὸς δικαιοσύνην. καὶγὰρ ταῦτα ἐν εἴδει ἐστὶ τῆς εὐκοινωνησίας, μᾶλλον δὲ πρεσβύτερατῶν δικαιοπραγημάτων.
- “Ὣι μὴ εἷς καὶ ὁ αὐτός ἐστιν ἀεὶ τοῦ βίου σκοπός, οǷτος εἷςκαὶ ὁ αὐτὸς δἰ ὅλου τοῦ βίου εἶναι οὐ δύναται.” οὐκ ἀρκεῖ τὸεἰρημένον, ἐὰν μὴ κἀκεῖνο προσθῇς, ὁποῖον εἶναι δεῖ τοῦτον τὸνσκοπόν. ὥσπερ γὰρ οὐχ ἡ πάντων τῶν ὁπωσοῦν τοῖς πλείοσιδοκούντων ἀγαθῶν ὑπόληψις ὁμοία ἐστίν, ἀλλ ἡ τῶν τοιῶνδέτινων, τουτέστι τῶν κοινῶν, οὕτω καὶ τὸν σκοπὸν δεῖ τὸνκοινωνικὸν καὶ πολιτικὸν ὑποστήσασθαι. ὁ γὰρ εἰς τοῦτον πάσαςτὰς ἰδίας ὁρμὰς ἀπευθύνων πάσας τὰς πράξεις ὁμοίας ἀποδώσεικαὶ κατὰ τοῦτο ἀεὶ ὁ αὐτὸς ἔσται.
- Τὸν μῦν τὸν ὀρεινὸν καὶ τὸν κατοικίδιον καὶ τὴν πτοίαν τούτουκαὶ διασόβησιν.
- ‹Ὁ› Σωκράτης καὶ τὰ τῶν πολλῶν δόγματα Λαμίας ἐκάλει,παιδίων δείματα.
- ‹Οἱ› Λακεδαιμόνιοι τοῖς μὲν ξένοις ἐν ταῖς θεωρίαις ὑπὸ τῇσκιᾷ τὰ βάθρα ἐτίθεσαν, αὐτοὶ δὲ οǷ ἔτυχεν, ἐκαθέζοντο.
- Τῷ Περδίκκᾳ ὁ Σωκράτης περὶ τοῦ μὴ ἔρχεσθαι παῤ αὐτόν˙“ἵνα, ἔφη, μὴ τῷ κακίστῳ ὀλέθρῳ ἀπόλωμα”, τουτέστι, μὴ εὖπαθὼν οὐ δυνηθῶ ἀντευποιῆσαι.
- Ἐν τοῖς τῶν Ἐπικουρείων γράμμασι παράγγελμα ἔκειτο συνεχῶςὑπομιμνῄσκεσθαι τῶν παλαιῶν τινος τῶν ἀρετῇ χρησαμένων.
- Οἱ Πυθαγόρειοι˙ ἕωθεν εἰς τὸν οὐρανὸν ἀφορᾶν, ἵν ὑπομιμνῃσκώμεθα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὸ ἑαυτῶν ἔργονδιανυόντων καὶ τῆς τάξεως καὶ τῆς καθαρότητος καὶ τῆςγυμνότητος˙ οὐδὲν γὰρ προκάλυμμα ἄστρου.
- Οἷος ὁ Σωκράτης τὸ κῴδιον ὑπεζωσμένος, ὅτε ἡ Ξανθίππηλαβοῦσα τὸ ἱμάτιον ἔξω προῆλθεν˙ καὶ ἃ εἶπεν ὁ Σωκράτης τοῖςἑταίροις αἰδεσθεῖσι καὶ ἀναχωρήσασιν, ὅτε αὐτὸν εἶδον οὕτωςἐσταλμένον.
- Ἐν τῷ γράφειν καὶ ἀναγινώσκειν οὐ πρότερον ἄρξεις πρὶνἀρχθῇς. τοῦτο πολλῷ μᾶλλον ἐν τῷ βίῳ.
- Δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.
- Ἐμὸν δ ἐγέλασσε φίλον κῆρ.
- Μέμψονται δ ἀρετὴν χαλεποῖς βάζοντες ἔπεσσιν.
- Σῦκον χειμῶνος ζητεῖν μαινομένου˙ τοιοῦτος ὁ [τὸ] παιδίονζητῶν, ὅτε οὐκέτι δίδοται.
- Καταφιλοῦντα τὸ παιδίον δεῖν, ἔλεγεν ὁ Ἐπίκτητος, ἔνδονἐπιφθέγγεσθαι˙ “αὔριον ἴσως ἀποθανῇ.” - “δύσφημα ταῦτα.” -“οὐδὲν δύσφημον”, ἔφη, “φυσικοῦ τινος ἔργου σημαντικόν˙ ἢκαὶ τὸ τοὺς στάχυας θερισθῆναι δύσφημον.”
- Ὄμφαξ, σταφυλή, σταφίς, πάντα μεταβολαί, οὐκ εἰς τὸ μὴ ὄν,ἀλλὰ εἰς τὸ νῦν μὴ ὄν.
- Λῃστὴς προαιρέσεως οὐ γίνεται˙ τὸ τοῦ Ἐπικτήτου.
- “Τέχνην”, ἔφη, “δεῖ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷπερὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθὑπεξαιρέσεως ‹ὦσιν,› ἵνα κοινωνικαί, ἵνα κατ ἀξίαν, καὶ ὀρέξεωςμὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφἡμῖν χρῆσθαι.”
- “Οὐ περὶ τοῦ τυχόντος οὖν”, ἔφη, “ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶτοῦ μαίνεσθαι ἢ μή.”
- Ὁ Σωκράτης ἔλεγεν˙ “τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων;”“λογικῶν.” “τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;” “ὑγιῶν.” “τί οὖνοὐ ζητεῖτε;” “ὅτι ἔχομεν.” “τί οὖν μάχεσθε καὶ διαφέρεσθε;”