Τα εις εαυτόν/7

Από Βικιθήκη
(Ανακατεύθυνση από Τα εις εαυτον/7)
Τὰ εἰς ἑαυτόν
Συγγραφέας:
7


  1. Τί ἐστι κακία; τοῦτ ἔστιν ὃ πολλάκις εἶδες. καὶ ἐπὶ παντὸςδὲ τοῦ συμβαίνοντος πρόχειρον ἔχε ὅτι τοῦτό ἐστιν ὃ πολλάκιςεἶδες. ὅλως ἄνω κάτω τὰ αὐτὰ εὑρήσεις, ὧν μεσταὶ αἱ ἱστορίαιαἱ παλαιαί, αἱ μέσαι, αἱ ὑπόγυιοι˙ ὧν νῦν μεσταὶ αἱ πόλεις καὶοἰκίαι. οὐδὲν καινόν˙ πάντα καὶ συνήθη καὶ ὀλιγοχρόνια.
  2. Ζῇ τὰ δόγματα˙ πῶς γὰρ ἄλλως δύναται νεκρωθῆναι, ἐὰν μὴαἱ κατάλληλοι αὐτοῖς φαντασίαι σβεσθῶσιν, ἃς διηνεκῶςἀναζωπυρεῖν ἐπὶ σοί ἐστιν; δύναμαι περὶ τούτου ὃ δεῖὑπολαμβάνειν˙ εἰ δύναμαι, τί ταράσσομαι; τὰ ἔξω τῆς ἐμῆςδιανοίας οὐδὲν ὅλως πρὸς τὴν ἐμὴν διάνοιαν. τοῦτο μάθε καὶὀρθὸς εἶ. ἀναβιῶναί σοι ἔξεστιν˙ ἴδε πάλιν τὰ πράγματα, ὡςἑώρας˙ ἐν τούτῳ γὰρ τὸ ἀναβιῶναι.
  3. Πομπῆς κενοσπουδία, ἐπὶ σκηνῆς δράματα, ποίμνια, ἀγέλαι,διαδορατισμοί, κυνιδίοις ὀστάριον ἐῤῥιμμένον, ψωμίον εἰς τὰςτῶν ἰχθύων δεξαμενάς, μυρμήκων ταλαιπωρίαι καὶ ἀχθοφορίαι,μυιδίων ἐπτοημένων διαδρομαί, σιγιλλάρια νευροσπαστούμενα.χρὴ οὖν ἐν τούτοις εὐμενῶς μὲν καὶ μὴ καταφρυαττόμενονἑστάναι, παρακολουθεῖν μέντοι, ὅτι τοσούτου ἄξιος ἕκαστόςἐστιν, ὅσου ἄξιά ἐστι ταῦτα περὶ ἃ ἐσπούδακεν.
  4. Δεῖ κατὰ λέξιν παρακολουθεῖν τοῖς λεγομένοις καὶ καθἑκάστην ὁρμὴν τοῖς γινομένοις, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου εὐθὺςὁρᾶν ἐπὶ τίνα σκοπὸν ἡ ἀναφορά, ἐπὶ δὲ τοῦ ἑτέρου παραφυλάσσειντί τὸ σημαινόμενον.
  5. Πότερον ἐξαρκεῖ ἡ διάνοιά μου πρὸς τοῦτο ἢ οὔ; εἰ μὲν ἐξαρκεῖ,χρῶμαι αὐτῇ πρὸς τὸ ἔργον ὡς ὀργάνῳ παρὰ τῆς τῶν ὅλων φύσεωςδοθέντι. εἰ δὲ μὴ ἐξαρκεῖ, ἤτοι παραχωρῶ τοῦ ἔργου τῷ δυναμένῳκρεῖττον ἐπιτελέσαι, ἐὰν ἄλλως τοῦτό μοι καθήκῃ, ἢ πράσσω ὡςδύναμαι, προσπαραλαβὼν τὸν δυνάμενον κατὰ πρόσχρησιν τοῦἐμοῦ ἡγεμονικοῦ ποιῆσαι τὸ εἰς τὴν κοινωνίαν νῦν καίριον καὶχρήσιμον. ὅ τι γὰρ ἂν δἰ ἐμαυτοῦ ἢ σὺν ἄλλῳ ποιῶ, ὧδε μόνονχρὴ συντείνειν, εἰς τὸ κοινῇ χρήσιμον καὶ εὐάρμοστον.
  6. Ὅσοι μὲν πολυύμνητοι γενόμενοι ἤδη λήθῃ παραδέδονται,ὅσοι δὲ τούτους ὑμνήσαντες πάλαι ἐκποδών.
  7. Μὴ αἰσχύνου βοηθούμενος˙ πρόκειται γάρ σοι ἐνεργεῖν τὸἐπιβάλλον ὡς στρατιώτῃ ἐν τειχομαχίᾳ. τί οὖν, ἐὰν σὺ μὲνχωλαίνων ἐπὶ τὴν ἔπαλξιν ἀναβῆναι μόνος μὴ δύνῃ, σὺν ἄλλῳδὲ δυνατὸν ᾖ τοῦτο;
  8. Τὰ μέλλοντα μὴ ταρασσέτω˙ ἥξεις γὰρ ἐπ αὐτά, ἐὰν δεήσῃ,φέρων τὸν αὐτὸν λόγον ᾧ νῦν πρὸς τὰ παρόντα χρᾷ.
  9. Πάντα ἀλλήλοις ἐπιπέπλεκται καὶ ἡ σύνδεσις ἱερά, καὶ σχεδόντι οὐδὲν ἀλλότριον ἄλλο ἄλλῳ˙ συγκατατέτακται γὰρ καὶ συγκοσμεῖ τὸν αὐτὸν κόσμον. κόσμος τε γὰρ εἷς ἐξ ἁπάντων καὶθεὸς εἷς δἰ ἁπάντων καὶ οὐσία μία καὶ νόμος εἷς, λόγος κοινὸςπάντων τῶν νοερῶν ζῴων, καὶ ἀλήθεια μία, εἴγε καὶ τελειότηςμία τῶν ὁμογενῶν καὶ τοῦ αὐτοῦ λόγου μετεχόντων ζῴων.
  10. Πᾶν τὸ ἔνυλον ἐναφανίζεται τάχιστα τῇ τῶν ὅλων οὐσίᾳ καὶπᾶν αἴτιον εἰς τὸν τῶν ὅλων λόγον τάχιστα ἀναλαμβάνεται καὶπαντὸς μνήμη τάχιστα ἐγκαταχώννυται τῷ αἰῶνι.
  11. Τῷ λογικῷ ζῴῳ ἡ αὐτὴ πρᾶξις κατὰ φύσιν ἐστὶ καὶ κατὰ λόγον.
  12. Ὀρθός, ἢ ὀρθούμενος.
  13. Οἷόν ἐστιν ἐν ἡνωμένοις τὰ μέλη τοῦ σώματος, τοῦτον ἔχειτὸν λόγον ἐν διεστῶσι τὰ λογικά, πρὸς μίαν τινὰ συνεργίανκατεσκευασμένα. μᾶλλον δέ σοι ἡ τούτου νόησις προσπεσεῖται,ἐὰν πρὸς ἑαυτὸν πολλάκις λέγῃς, ὅτι μέλος εἰμὶ τοῦ ἐκ τῶν λογικῶνσυστήματος. ἐὰν δὲ διὰ τοῦ ῥῶ στοιχείου μέρος εἶναι ἑαυτὸνλέγῃς, οὔπω ἀπὸ καρδίας φιλεῖς τοὺς ἀνθρώπους˙ οὔπω σεκαταληκτικῶς εὐφραίνει τὸ εὐεργετεῖν˙ ἔτι ὡς πρέπον αὐτὸ ψιλὸνποιεῖς, οὔπω ὡς ἑαυτὸν εὖ ποιῶν.
  14. Ὂ θέλει, ἔξωθεν προσπιπτέτω τοῖς παθεῖν ἐκ τῆς προσπτώσεωςταύτης δυναμένοις. ἐκεῖνα γάρ, ἐὰν θελήσῃ, μέμψεται τὰ παθόντα,ἐγὼ δέ, ἐὰν μὴ ὑπολάβω ὅτι κακὸν τὸ συμβεβηκός, οὔπωβέβλαμμαι˙ ἔξεστι δέ μοι μὴ ὑπολαβεῖν.
  15. Ὅ τι ἄν τις ποιῇ ἢ λέγῃ, ἐμὲ δεῖ ἀγαθὸν εἶναι, ὡς ἂν εἰ ὁχρυσὸς ἢ ὁ σμάραγδος ἢ ἡ πορφύρα τοῦτο ἀεὶ ἔλεγεν˙ ὅ τι ἄν τιςποιῇ ἢ λέγῃ, ἐμὲ δεῖ σμάραγδον εἶναι καὶ τὸ ἐμαυτοῦ χρῶμαἔχειν.
  16. Τὸ ἡγεμονικὸν αὐτὸ ἑαυτῷ οὐκ ἐνοχλεῖ, οἷον λέγω, οὐ φοβεῖἑαυτὸ .. εἰς ἐπιθυμίαν. εἰ δέ τις ἄλλος αὐτὸ φοβῆσαι ἢ λυπῆσαιδύναται, ποιείτω˙ αὐτὸ γὰρ ἑαυτὸ ὑποληπτικῶς οὐ τρέψει εἰςτοιαύτας τροπάς. τὸ σωμάτιον μὴ πάθῃ τι, αὐτὸ μεριμνάτω, εἰδύναται˙ καὶ λεγέτω, εἴ τι πάσχει, τὸ [δὲ] ψυχάριον τὸ φοβούμενον,τὸ λυπούμενον˙ τὸ ‹δὲ› περὶ τούτων ὅλως ὑπολαμβάνον οὐδὲν μὴπάθῃ˙ οὐ γὰρ ᾄξει αὐτὸ εἰς κρίσιν τοιαύτην. ἀπροσδεές ἐστινὅσον ἐφ ἑαυτῷ τὸ ἡγεμονικόν, ἐὰν μὴ ἑαυτῷ ἔνδειαν ποιῇ˙ κατὰταὐτὰ δὲ καὶ ἀτάραχον καὶ ἀνεμπόδιστον, ἐὰν μὴ ἑαυτὸ ταράσσῃκαὶ ἐμποδίζῃ.
  17. Εὐδαιμονία ἐστὶ δαίμων ἀγαθὸς ἢ ‹δαιμόνιον› ἀγαθόν. τί οὖνὧδε ποιεῖς, ὦ φαντασία; ἀπέρχου, τοὺς θεούς σοι, ὡς ἦλθες˙ οὐγὰρ χρῄζω σου. ἐλήλυθας δὲ κατὰ τὸ ἀρχαῖον ἔθος. οὐκὀργίζομαί σοι˙ μόνον ἄπιθι.
  18. Φοβεῖταί τις μεταβολήν; τί γὰρ δύναται χωρὶς μεταβολῆςγενέσθαι; τί δὲ φίλτερον ἢ οἰκειότερον τῇ τῶν ὅλων φύσει; σὺ δὲαὐτὸς λούσασθαι δύνασαι, ἐὰν μὴ τὰ ξύλα μεταβάλῃ; τραφῆναιδὲ δύνασαι, ἐὰν μὴ τὰ ἐδώδιμα μεταβάλῃ; ἄλλο δέ τι τῶν χρησίμωνδύναται συντελεσθῆναι χωρὶς μεταβολῆς; οὐχ ὁρᾷς οὖν ὅτι καὶαὐτὸ τὸ σὲ μεταβαλεῖν ὅμοιόν ἐστι καὶ ὁμοίως ἀναγκαῖον τῇτῶν ὅλων φύσει;
  19. Διὰ τῆς τῶν ὅλων οὐσίας ὡς διὰ χειμάῤῥου διεκπορεύεταιπάντα τὰ σώματα, τῷ ὅλῳ συμφυῆ καὶ συνεργὰ ὡς τὰ ἡμέτεραμέλη ἀλλήλοις. πόσους ἤδη ὁ αἰὼν Χρυσίππους, πόσους Σωκράτεις,πόσους Ἐπικτήτους καταπέπωκεν. τὸ δ αὐτὸ καὶ ἐπὶπαντὸς οὑτινοσοῦν σοι ἀνθρώπου τε καὶ πράγματος προσπιπτέτω.
  20. Ἐμὲ ἓν μόνον περισπᾷ, μή τι αὐτὸς ποιήσω, ὃ ἡ κατασκευὴτοῦ ἀνθρώπου οὐ θέλει ἢ ὡς οὐ θέλει ἢ ὃ νῦν οὐ θέλει.
  21. Ἐγγὺς μὲν ἡ σὴ περὶ πάντων λήθη, ἐγγὺς δὲ ἡ πάντων περὶ σοῦλήθη.
  22. Ἴδιον ἀνθρώπου φιλεῖν καὶ τοὺς πταίοντας. τοῦτο δὲ γίνεται,ἐὰν συμπροσπίπτῃ σοι, ὅτι καὶ συγγενεῖς καὶ δἰ ἄγνοιαν καὶἄκοντες ἁμαρτάνουσι καὶ ὡς μετ ὀλίγον ἀμφότεροι τεθνήξεσθε,καὶ πρὸ πάντων, ὅτι οὐκ ἔβλαψέ σε˙ οὐ γὰρ τὸ ἡγεμονικόν σουχεῖρον ἐποίησεν ἢ πρόσθεν ἦν.
  23. Ἡ τῶν ὅλων φύσις ἐκ τῆς ὅλης οὐσίας ὡς κηροῦ νῦν μὲνἱππάριον ἔπλασε, συγχέασα δὲ τοῦτο εἰς δενδρύφιον συνεχρήσατοτῇ ὕλῃ αὐτοῦ˙ εἶτα εἰς ἀνθρωπάριον˙ εἶτα εἰς ἄλλο τι˙ ἕκαστονδὲ τούτων πρὸς ὀλίγιστον ὑπέστη. δεινὸν δὲ οὐδὲν τὸ διαλυθῆναιτῷ κιβωτίῳ, ὥσπερ οὐδὲ τὸ συμπαγῆναι.
  24. Τὸ ἐπίκοτον τοῦ προσώπου λίαν παρὰ φύσιν, ὅταν ‹δὲ› †πολλάκις ᾖ, ἐναποθνῄσκει ‹τὸ› πρόσχημα ἢ τὸ τελευταῖονἀπεσβέσθη, ὥστε ὅλως ἐξαφθῆναι μὴ δύνασθαι .. αὐτῷ γε τούτῳπαρακολουθεῖν πειρῶ, ὅτι παρὰ τὸν λόγον. εἰ γὰρ καὶ ἡσυναίσθησις τοῦ ἁμαρτάνειν οἰχήσεται, τίς ἔτι τοῦ ζῆν αἰτία;
  25. Πάντα ὅσα ὁρᾷς ὅσον οὔπω μεταβαλεῖ ἡ τὰ ὅλα διοικοῦσαφύσις καὶ ἄλλα ἐκ τῆς οὐσίας αὐτῶν ποιήσει καὶ πάλιν ἄλλα ἐκτῆς ἐκείνων οὐσίας, ἵνα ἀεὶ νεαρὸς ᾖ ὁ κόσμος.
  26. Ὅταν τις ἁμάρτῃ τι εἰς σέ, εὐθὺς ἐνθυμοῦ τί ἀγαθὸν ἢ κακὸνὑπολαβὼν ἥμαρτεν. τοῦτο γὰρ ἰδὼν ἐλεήσεις αὐτὸν καὶ οὔτεθαυμάσεις οὔτε ὀργισθήσῃ. ἤτοι γὰρ καὶ αὐτὸς τὸ αὐτὸ ἐκείνῳἀγαθὸν ἔτι ὑπολαμβάνεις ἢ ἄλλο ὁμοειδές˙ δεῖ οὖν συγγινώσκειν.εἰ δὲ μηκέτι ὑπολαμβάνεις τὰ τοιαῦτα ἀγαθὰ καὶ κακά, ῥᾷονεὐμενὴς ἔσῃ τῷ παρορῶντι.
  27. Μὴ τὰ ἀπόντα ἐννοεῖν ὡς ἤδη ὄντα, ἀλλὰ τῶν παρόντων τὰδεξιώτατα ἐκλογίζεσθαι καὶ τούτων χάριν ὑπομιμνῄσκεσθαι πῶςἂν ἐπεζητεῖτο, εἰ μὴ παρῆν. ἅμα μέντοι φυλάσσου, μὴ διὰ τοῦοὕτως ἀσμενίζειν αὐτοῖς ἐθίσῃς ἐκτιμᾶν αὐτά, ὥστε, ἐάν ποτεμὴ παρῇ, ταραχθήσεσθαι.
  28. Εἰς ἑαυτὸν συνειλοῦ˙ φύσιν ἔχει τὸ λογικὸν ἡγεμονικὸν ἑαυτῷἀρκεῖσθαι δικαιοπραγοῦντι καὶ παῤ αὐτὸ τοῦτο γαλήνην ἔχοντι.
  29. Ἐξάλειψον τὴν φαντασίαν. στῆσον τὴν νευροσπαστίαν.περίγραψον τὸ ἐνεστὼς τοῦ χρόνου. γνώρισον τὸ συμβαῖνον ἢσοὶ ἢ ἄλλῳ. δίελε καὶ μέρισον τὸ ὑποκείμενον εἰς τὸ αἰτιῶδεςκαὶ ὑλικόν. ἐννόησον τὴν ἐσχάτην ὥραν. τὸ ἐκείνῳ ἁμαρτηθὲνἐκεῖ κατάλιπε ὅπου ἡ ἁμαρτία ὑπέστη.
  30. Συμπαρεκτείνειν τὴν νόησιν τοῖς λεγομένοις. εἰσδύεσθαι τὸννοῦν εἰς τὰ γινόμενα καὶ ‹τὸν› ποιοῦντα.
  31. Φαίδρυνον σεαυτὸν ἁπλότητι καὶ αἰδοῖ καὶ τῇ πρὸς τὸ ἀνὰμέσον ἀρετῆς καὶ κακίας ἀδιαφορίᾳ. φίλησον τὸ ἀνθρώπινονγένος. ἀκολούθησον θεῷ. ἐκεῖνος μέν φησιν ὅτι “πάντα νομιστί,ἐτεῇ δὲ μόνα τὰ στοιχεῖ”, ἀρκεῖ δὲ μεμνῆσθαι ὅτι τὰ πάντανομιστὶ ἔχει˙ ἤδη λίαν ὀλίγα.
  32. Περὶ θανάτου˙ ἢ σκεδασμός, εἰ ἄτομοι˙ εἰ δ ἕνωσις, ἤτοι σβέσιςἢ μετάστασις.
  33. Περὶ πόνου˙ τὸ μὲν ἀφόρητον ἐξάγει, τὸ δὲ χρονίζον φορητόν˙καὶ ἡ διάνοια τὴν ἑαυτῆς γαλήνην κατὰ ἀπόληψιν διατηρεῖ καὶοὐ χεῖρον τὸ ἡγεμονικὸν γέγονε, τὰ δὲ κακούμενα μέρη ὑπὸ τοῦπόνου, εἴ τι δύναται, περὶ αὐτοῦ ἀποφηνάσθω.
  34. Περὶ δόξης˙ ἴδε τὰς διανοίας αὐτῶν, οἷαι καὶ οἷα μὲν φεύγουσι,οἷα δὲ διώκουσι. καὶ ὅτι, ὡς αἱ θῖνες ἄλλαι ἐπ ἄλλαιςἐπιφορούμεναι κρύπτουσι τὰς προτέρας, οὕτως ἐν τῷ βίῳ τὰπρότερα ὑπὸ τῶν ἐπενεχθέντων τάχιστα ἐκαλύφθη.
  35. “Ὣι οὖν ὑπάρχει διάνοια μεγαλοπρεπὴς καὶ θεωρία παντὸςμὲν χρόνου, πάσης δὲ οὐσίας, ἆρα οἴει τούτῳ μέγα τι δοκεῖν εἶναι τὸν ἀνθρώπινον βίον; ἀδύνατον, ἦ δ ὅς. οὐκοῦν καὶ θάνατον οὐ δεινόν τι ἡγήσεται ὁ τοιοῦτος; ἥκιστά γε.”
  36. “Βασιλικὸν εὖ μὲν πράττειν, κακῶς δὲ ἀκούειν.”
  37. Αἰσχρόν ἐστι τὸ μὲν πρόσωπον ὑπήκοον εἶναι καὶ σχηματίζεσθαι καὶ κατακοσμεῖσθαι, ὡς κελεύει ἡ διάνοια, αὐτὴν δ ὑφἑαυτῆς μὴ σχηματίζεσθαι καὶ κατακοσμεῖσθαι.
  38. Τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών˙ μέλει γὰρ αὐτοῖς οὐδέν.
  39. Ἀθανάτοις τε θεοῖσι καὶ ἡμῖν χάρματα δοίης.
  40. Βίον θερίζειν ὥστε κάρπιμον στάχυν καὶ τὸν μὲν εἶναι, τὸν δὲμή.
  41. Εἰ δ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ ἐμώ, ἔχει λόγον καὶ τοῦτο.
  42. Τὸ γὰρ εὖ μετ ἐμοῦ καὶ τὸ δίκαιον.
  43. Μὴ συνεπιθρηνεῖν, μη‹δὲ› ‹συ›σφύζειν ‹χρεών.›
  44. “Ἐγὼ δὲ τούτῳ δίκαιον ἂν λόγον ἀντείποιμι, ὅτι οὐ καλῶςλέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆνἢ τεθνάναι ἄνδρα, ὅτου τι καὶ σμικρὸν ὄφελός ‹ἐστιν›, ἀλλ οὐκἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικαπράττει καὶ ἀνδρὸς ἀγαθοῦ ‹ἔργα› ἢ κακοῦ.”
  45. “Οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ˙ οǷ ἄν τιςαὑτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπ ἄρχοντος ταχθῇ,ἐνταῦθα ‹δεῖ›, ὡς ἐμοὶ δοκεῖ[ν], μένοντα κινδυνεύειν, μηδὲνὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.”
  46. “Ἀλλ, ὦ μακάριε, ὅρα μὴ ἄλλο τι τὸ γενναῖον καὶ τὸ ἀγαθὸν‹ᾖ› ἢ τὸ σῴζειν τε καὶ σῴζεσθαι˙ μὴ γὰρ τοῦτο μέν, τὸ ζῆνὁποσονδὴ χρόνον, τόν γε ὡς ἀληθῶς ἄνδρα ἐατέον ἐστὶ καὶ οὐφιλοψυχητέον, ἀλλ ἐπιτρέψαντα περὶ τούτων τῷ θεῷ καὶπιστεύσαντα ταῖς γυναιξίν, ὅτι τὴν εἱμαρμένην οὐδ ἂν εἷς ἐκφύγοι,τὸ ἐπὶ τούτῳ σκεπτέον τίνα ἂν τρόπον τοῦτον ὃν μέλλει χρόνονβιῶναι ὡς ἄριστα βιῴη.”
  47. Περισκοπεῖν ἄστρων δρόμους ὥσπερ συμπεριθέοντα καὶ τὰςτῶν στοιχείων εἰς ἄλληλα μεταβολὰς συνεχῶς ἐννοεῖν˙ ἀποκαθαίρουσιγὰρ αἱ τούτων φαντασίαι τὸν ῥύπον τοῦ χαμαὶ βίου.
  48. Καὶ δὴ περὶ ἀνθρώπων τοὺς λόγους ποιούμενον ἐπισκοπεῖν[δεῖ] καὶ τὰ ἐπίγεια ὥσπερ ποθὲν ἄνωθεν κάτω˙ ἀγέλας,στρατεύματα, γεώργια, γάμους, διαλύσεις, γενέσεις, θανάτους,δικαστηρίων θόρυβον, ἐρήμους χώρας, βαρβάρων ἔθνη ποικίλα,ἑορτάς, θρήνους, ἀγοράς, τὸ παμμιγὲς καὶ τὸ ἐκ τῶν ἐναντίωνσυγκοσμούμενον.
  49. Τὰ προγεγονότα ἀναθεωρεῖν, τὰς τοσαύτας τῶν ἡγεμονιῶνμεταβολάς. ἔξεστι καὶ τὰ ἐσόμενα προεφορᾶν˙ ὁμοειδῆ γὰρπάντως ἔσται καὶ οὐχ οἷόν τε ἐκβῆναι τοῦ ῥυθμοῦ τῶν νῦνγινομένων˙ ὅθεν καὶ ἴσον τὸ τεσσαράκοντα ἔτεσιν ἱστορῆσαιτὸν ἀνθρώπινον βίον τῷ ἐπὶ ἔτη μύρια˙ τί γὰρ πλέον ὄψει;
  50. Καὶ τὰ μὲν ἐκ γαίας φύντ εἰς γαῖαν, τὰ δ ἀπ αἰθερίου βλαστόνταγονῆς εἰς αἰθέριον πάλιν ἦλθε πόλον.
  51. Η τοῦτο˙ διάλυσις τῶν ἐν ταῖς ἀτόμοις ἀντεμπλοκῶν καὶτοιοῦτός τις σκορπισμὸς τῶν ἀπαθῶν στοιχείων.
  52. Καὶ σίτοισι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸνὥστε μὴ θανεῖν. θεόθεν δὲ πνέοντ οὖρον ἀνάγκη τλῆναι καμάτοιςἀνοδύρτοις.
  53. “Καββαλικώτερος”, ἀλλ οὐχὶ κοινωνικώτερος οὐδὲ αἰδημονέστεροςοὐδὲ εὐτακτότερος ἐπὶ τοῖς συμβαίνουσιν οὐδὲ εὐμενέστεροςπρὸς τὰ τῶν πλησίον παροράματα.
  54. Ὅπου ἔργον ἐπιτελεῖσθαι δύναται κατὰ τὸν κοινὸν θεοῖς καὶἀνθρώποις λόγον, ἐκεῖ οὐδὲν δεινόν˙ ὅπου γὰρ ὠφελείας τυχεῖνἔξεστι διὰ τῆς εὐοδούσης καὶ κατὰ τὴν κατασκευὴν προιούσηςἐνεργείας, ἐκεῖ οὐδεμίαν βλάβην ὑφορατέον.
  55. Πανταχοῦ καὶ διηνεκῶς ἐπὶ σοί ἐστι καὶ τῇ παρούσῃ συμβάσειθεοσεβῶς εὐαρεστεῖν καὶ τοῖς παροῦσιν ἀνθρώποις κατὰ δικαιοσύνηνπροσφέρεσθαι καὶ τῇ ‹παρ›ούσῃ φαντασίᾳ ἐμφιλοτεχνεῖν,ἵνα μή τι ἀκατάληπτον παρεισρυῇ.
  56. Μὴ περιβλέπου ἀλλότρια ἡγεμονικά, ἀλλ ἐκεῖ βλέπε κατ εὐθὺἐπὶ τί σε ἡ φύσις ὁδηγεῖ, ἥ τε τοῦ ὅλου διὰ τῶν συμβαινόντωνσοι καὶ ἡ σὴ διὰ τῶν πρακτέων ὑπὸ σοῦ˙ πρακτέον δὲ ἑκάστῳ τὸἑξῆς τῇ κατασκευῇ˙ κατεσκεύασται δὲ τὰ μὲν λοιπὰ τῶν λογικῶνἕνεκεν, ὥσπερ καὶ ἐπὶ παντὸς ἄλλου τὰ χείρω τῶν κρειττόνωνἕνεκεν, τὰ δὲ λογικὰ ἀλλήλων ἕνεκεν. τὸ μὲν οὖν προηγούμενονἐν τῇ τοῦ ἀνθρώπου κατασκευῇ τὸ κοινωνικόν ἐστι, δεύτερον δὲτὸ ἀνένδοτον πρὸς τὰς σωματικὰς πείσεις˙ λογικῆς γὰρ καὶ νοερᾶςκινήσεως ἴδιον περιορίζειν ἑαυτὴν καὶ μήποτε ἡττᾶσθαι μήτεαἰσθητικῆς μήτε ὁρμητικῆς κινήσεως˙ ζῳώδεις γὰρ ἑκάτεραι, ἡδὲ νοερὰ ἐθέλει πρωτιστεύειν καὶ μὴ κατακρατεῖσθαι ὑπ ἐκείνων.δικαίως γε˙ πέφυκε γὰρ χρηστικὴ πᾶσιν ἐκείνοις. τρίτον ἐν τῇλογικῇ κατασκευῇ τὸ ἀπρόπτωτον καὶ ἀνεξαπάτητον. τούτωνοὖν ἐχόμενον τὸ ἡγεμονικὸν εὐθεῖαν περαινέτω καὶ ἔχει τὰἑαυτοῦ.
  57. Ὡς ἀποτεθνηκότα ἤδη καὶ μέχρι νῦν ‹μὴ› βεβιωκότα, τὸ λοιπὸνἐκ τοῦ περιόντος ζῆσαι κατὰ τὴν φύσιν.
  58. Μόνως φιλεῖν τὸ ἑαυτῷ συμβαῖνον καὶ συγκλωθόμενον˙ τί γὰρἁρμοδιώτερον;
  59. Ἐφ ἑκάστου συμβάματος ἐκείνους πρὸ ὀμμάτων ἔχειν, οἷς τὰαὐτὰ συνέβαινεν, ἔπειτα ἤχθοντο, ἐξενίζοντο, ἐμέμφοντο˙ νῦνοὖν ἐκεῖνοι ποῦ; οὐδαμοῦ. τί οὖν; καὶ σὺ θέλεις ὁμοίως; οὐχὶ δὲτὰς μὲν ἀλλοτρίας τροπὰς καταλιπεῖν τοῖς τρέπουσι καὶ τρεπομένοις,αὐτὸς δὲ περὶ τὸ πῶς χρῆσθαι αὐτοῖς ὅλος γίνεσθαι; χρήσῃγὰρ καλῶς καὶ ὕλη σοι ἔσται˙ μόνον πρόσεχε, καὶ θέλε σεαυτῷκαλὸς εἶναι ἐπὶ παντός, οǷ πράσσεις, καὶ μέμνησο ἀμφοτέρων,ὅτι καὶ διάφορον ‹ὃ πράσσεις καὶ ἀδιάφορον› ἐφ οǷ ἡ πρᾶξις.
  60. Ἔνδον σκάπτε, ἔνδον ἡ πηγὴ τοῦ ἀγαθοῦ καὶ ἀεὶ ἀναβλύεινδυναμένη, ἐὰν ἀεὶ σκάπτῃς.
  61. Δεῖ καὶ τὸ σῶμα πεπηγέναι καὶ μὴ διεῤῥῖφθαι μήτε ἐν κινήσειμήτε ἐν σχέσει. οἷον γάρ τι ἐπὶ τοῦ προσώπου παρέχεται ἡ διάνοιασυνετὸν αὐτὸ καὶ εὔσχημον συντηροῦσα, τοιοῦτο καὶ ἐπὶ ὅλουτοῦ σώματος ἀπαιτητέον. πάντα δὲ ταῦτα σὺν τῷ ἀνεπιτηδεύτῳφυλακτέα.
  62. Ἡ βιωτικὴ τῇ παλαιστικῇ ὁμοιοτέρα ἤπερ τῇ ὀρχηστικῇ κατὰτὸ πρὸς τὰ ἐμπίπτοντα καὶ οὐ προεγνωσμένα ἕτοιμος καὶ ἀπτὼςἑστάναι.
  63. Συνεχῶς ἐφιστάναι, τίνες εἰσὶν οǷτοι, ὑφ ὧν μαρτυρεῖσθαιθέλεις, καὶ τίνα ἡγεμονικὰ ἔχουσιν˙ οὔτε γὰρ μέμψῃ τοῖς ἀκουσίωςπταίουσιν οὔτε ἐπιμαρτυρήσεως δεήσῃ, ἐμβλέπων εἰς τὰς πηγὰςτῆς ὑπολήψεως καὶ ὁρμῆς αὐτῶν.
  64. “Πᾶσα ψυχή, φησίν, ἄκουσα στέρεται ἀληθείας˙” οὕτως οὖνκαὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ εὐμενείας καὶ παντὸς τοῦτοιούτου. ἀναγκαιότατον δὲ τὸ διηνεκῶς τούτου μεμνῆσθαι˙ἔσῃ γὰρ πρὸς πάντας πρᾳότερος.
  65. Ἐπὶ μὲν παντὸς πόνου πρόχειρον ἔστω ὅτι οὐκ αἰσχρὸν οὐδὲτὴν διάνοιαν τὴν κυβερνῶσαν χείρω ποιεῖ˙ οὔτε γὰρ καθὸ λογικήἐστιν οὔτε καθὸ κοινωνικὴ διαφθείρει αὐτήν. ἐπὶ μέντοι τῶνπλείστων πόνων καὶ τὸ τοῦ Ἐπικούρου σοι βοηθείτω, ὅτι οὔτεἀφόρητον οὔτε αἰώνιον, ἐὰν τῶν ὅρων μνημονεύῃς καὶ μὴπροσδοξάζῃς. κἀκείνου δὲ μέμνησο, ὅτι πολλὰ πόνῳ τὰ αὐτὰὄντα λανθάνει, δυσχεραινόμενα˙ οἷον τὸ νυστάζειν καὶ τὸκαυματίζεσθαι καὶ τὸ ἀνορεκτεῖν˙ ὅταν οὖν τινι τούτωνδυσαρεστῇς, λέγε σεαυτῷ, ὅτι πόνῳ ἐνδίδως.
  66. Ὅρα μήποτε τοιοῦτον πάθῃς πρὸς τοὺς ἀπανθρώπους, οἷονοἱ ‹ἀπ›άνθρωποι πρὸς τοὺς ἀνθρώπους.
  67. Πόθεν ἴσμεν, εἰ μὴ Τηλαύγης Σωκράτους τὴν διάθεσιν κρείττωνἦν; οὐ γὰρ ἀρκεῖ, εἰ Σωκράτης ἐνδοξότερον ἀπέθανε καὶἐντρεχέστερον τοῖς σοφισταῖς διελέγετο καὶ καρτερικώτερον ἐντῷ πάγῳ διενυκτέρευε καὶ τὸν Σαλαμίνιον κελευσθεὶς ἄγεινγεννικώτερον ἔδοξεν ἀντιβῆναι καὶ “ἐν ταῖς ὁδοῖς ἐβρενθύετ”,περὶ οǷ καὶ μάλιστ ἄν τις ἐπιστήσειεν, εἴπερ ἀληθὲς ἦν˙ ἀλλἐκεῖνο δεῖ σκοπεῖν, ποίαν τινὰ τὴν ψυχὴν εἶχε Σωκράτης καὶ εἰἐδύνατο ἀρκεῖσθαι τῷ δίκαιος εἶναι τὰ πρὸς ἀνθρώπους καὶ ὅσιοςτὰ πρὸς θεούς, μήτε εἰκῇ πρὸς τὴν κακίαν ἀγανακτῶν μήτε μὴνδουλεύων τινὸς ἀγνοίᾳ, μήτε τῶν ἀπονεμομένων ἐκ τοῦ ὅλου ὡςξένον τι δεχόμενος ἢ ὡς ἀφόρητον ὑπομένων, μήτε τοῖς τοῦσαρκιδίου πάθεσιν ἐμπαρέχων συμπαθῆ τὸν νοῦν.
  68. Ἡ φύσις οὐχ οὕτως συνεκέρασέ ‹σε› τῷ συγκρίματι, ὡς μὴἐφεῖσθαι περιορίζειν ἑαυτὸν καὶ τὰ ἑαυτοῦ ὑφ ἑαυτῷ ποιεῖσθαι.τούτου μέμνησο ἀεὶ καὶ ἔτι ἐκείνου, ὅτι ἐν ὀλιγίστοις κεῖται τὸεὐδαιμόνως βιῶσαι˙ καὶ μή, ὅτι ἀπήλπισας διαλεκτικὸς καὶφυσικὸς ἔσεσθαι, διὰ τοῦτο ἀπογνῷς καὶ ἐλεύθερος καὶ αἰδήμωνκαὶ κοινωνικὸς καὶ εὐπειθὴς θεῷ. λίαν γὰρ ἐνδέχεται θεῖον ἄνδραγενέσθαι καὶ ὑπὸ μηδενὸς γνωρισθῆναι.
  69. Ἀβιάστως διαζῆσαι ἐν πλείστῃ θυμηδίᾳ, κἂν πάντες καταβοῶσινἅτινα βούλονται, κἂν τὰ θηρία διασπᾷ τὰ μελύδρια τοῦπεριτεθραμμένου τούτου φυράματος. τί γὰρ κωλύει ἐν πᾶσιτούτοις τὴν διάνοιαν σῴζειν ἑαυτὴν ἐν γαλήνῃ καὶ κρίσει [τῇ]περὶ τῶν περιεστηκότων ἀληθεῖ καὶ χρήσει τῶν ὑποβεβλημένωνἑτοίμῃ, ὥστε τὴν μὲν κρίσιν λέγειν τῷ προσπίπτοντι˙ “τοῦτοὑπάρχεις κατ οὐσίαν, κἂν κατὰ δόξαν ἀλλοῖον φαίνῃ˙” τὴν δὲχρῆσιν λέγειν τῷ ὑποπίπτοντι˙ “σὲ ἐζήτουν˙ ἀεὶ γάρ μοι τὸ παρὸνὕλη ἀρετῆς λογικῆς καὶ πολιτικῆς καὶ τὸ σύνολον τέχνης ἀνθρώπουἢ θεοῦ˙” πᾶν γὰρ τὸ συμβαῖνον θεῷ ἢ ἀνθρώπῳἐξοικειοῦται καὶ οὔτε καινὸν οὔτε δυσμεταχείριστον, ἀλλὰγνώριμον καὶ εὐεργές.
  70. Τοῦτο ἔχει ἡ τελειότης τοῦ ἤθους, τὸ πᾶσαν ἡμέραν ὡςτελευταίαν διεξάγειν καὶ μήτε σφύζειν μήτε ναρκᾶν μήτεὑποκρίνεσθαι.
  71. Οἱ θεοί, ἀθάνατοι ὄντες, οὐ δυσχεραίνουσιν ὅτι ἐν τοσούτῳαἰῶνι δεήσει αὐτοὺς πάντως ἀεὶ τοιούτων ὄντων καὶ τοσούτωνφαύλων ἀνέχεσθαι˙ προσέτι δὲ καὶ κήδονται αὐτῶν παντοίως.σὺ δέ, ὅσον οὐδέπω λήγειν μέλλων, ἀπαυδᾷς, καὶ ταῦτα εἷς ὢντῶν φαύλων;
  72. Γελοῖόν ἐστι τὴν μὲν ἰδίαν κακίαν μὴ φεύγειν, ὃ καὶ δυνατόνἐστι, τὴν δὲ τῶν ἄλλων φεύγειν, ὅπερ ἀδύνατον.
  73. Ὂ ἂν ἡ λογικὴ καὶ πολιτικὴ δύναμις εὑρίσκῃ μήτε νοερὸνμήτε κοινωνικόν, εὐλόγως καταδεέστερον ἑαυτῆς κρίνει.
  74. Ὅταν σὺ εὖ πεποιηκὼς ᾖς καὶ ἄλλος εὖ πεπονθώς, τί ἔτι ζητεῖςτρίτον παρὰ ταῦτα, ὥσπερ οἱ μωροί, τὸ καὶ δόξαι εὖ πεποιηκέναιἢ τὸ ἀμοιβῆς τυχεῖν;
  75. Οὐδεὶς κάμνει ὠφελούμενος, ὠφέλεια δὲ πρᾶξις κατὰ φύσιν˙μὴ οὖν κάμνε ὠφελούμενος, ἐν ᾧ ὠφελεῖς.
  76. Ἡ τοῦ ὅλου φύσις ἐπὶ τὴν κοσμοποιίαν ὥρμησε˙ νῦν δὲ ἤτοιπᾶν τὸ γινόμενον κατ ἐπακολούθησιν γίνεται ἢ ἀλόγιστα καὶ τὰκυριώτατά ἐστιν ἐφ ἃ ποιεῖται ἰδίαν ὁρμὴν τὸ τοῦ κόσμουἡγεμονικόν. εἰς πολλά σε γαληνότερον ποιήσει τοῦτομνημονευόμενον.