Συγγραφέας:Στράτων ο εκ Σάρδεων
Εμφάνιση
(Ανακατεύθυνση από Στράτων)
| ←Συγγραφείς: | Στράτων ο εκ Σάρδεων (2ος αιώνας) |
Επιγράμματα στο 12o βιβλίο (XII) στην Παλατινή Ανθολογία (AP): AP XII, Στράτωνος Μούσα Παιδική,
- XII 1 ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος
- XII 178 Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις
- XII 249 Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα
ΧII 1 Στράτωνος
[Επεξεργασία]- ἐκ Διὸς ἀρχώμεσθα, καθὼς εἴρηκεν Ἄρατος: ὑμῖν δ᾽, ὦ Μοῦσαι, σήμερον οὐκ ἐνοχλῶ.
- εἰ γὰρ ἐγὼ παῖδάς τε φιλῶ καὶ παισὶν ὁμιλῶ, τοῦτο τί πρὸς Μούσας τὰς Ἑλικωνιάδας;
XII 178 (του αυτού - Στράτωνος)
[Επεξεργασία]- Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος.
- τοὔνεκ’ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται· δυόμενος γὰρ ὅμως ἥλιός ἐστιν ἔτι.
ΧII 249 Στράτωνος
[Επεξεργασία]Βουποίητε μέλισσα, πόθεν μέλι τοὐμὸν ἰδοῦσα
παιδὸς ἐφ' ὑαλέην ὄψιν ὑπερπέτασαι;
οὐ παύσῃ βομβεῦσα καὶ ἀνθολόγοισι θέλουσα
ποσσὶν ἐφάψασθαι χρωτὸς ἀκηροτάτου;
ἔρρ' ἐπὶ σοὺς μελίπαιδας ὅποι ποτέ, δραπέτι, σίμβλους,
μή σε δάκω· κἠγὼ κέντρον ἔρωτος ἔχω.
|