Δέξαι αὐτόχειρος ζέον αἷμα,
χολὴν ἐχίδνης, γαλῆν λυσσῶσαν,
τοῦ ἀπαγχθέντος αὐχμῶδες χρέμμα,
δημίου λίπος, προδότου γλῶσσαν.
Δέξαι τὸ ἧπαρ τῆς ἀλκυόνος,
ἱδρῶτα νύμφης, στέαρ ἐμβρύων,
στάχυν, ὃν ἔπτυσε μέλας ὄνος,
οὐρὰν βατράχου καὶ σῆπον βρύον.
[Ἀναθρώσκει ἐκ τοῦ Θυμιατηρίου ῥοδόχρους ἀτμός, καὶ ἁπλοῦται πρὸ τῶν εἰκόνων. Ὁ Παγκράτιος κλίνει τὸ γόνυ καὶ λέγει τὰ ἐξῆς.]
Σοί, Ἴσις, αἶνος ἄφθιτος καὶ δόξα ἐν Ὑψίστοις!
Σύ, ἀρωγὸς τῶν ἀσθενῶν, τῶν ἁμαρτάντων ῥύστις,
ὦ μῆτερ τοῦ Ὀσίριδος
καὶ ἀδελφὴ τῆς Ἴριδος,
πρὸς σὲ ἀνέρπει ὡς καπνὸς τῶν εὐσεβῶν ἡ πίστις.
Σὺ ἄναρχος, πανίσχυρος, ἀτέρμων, πανειδήμων,
σὺ στέφουσα τοὺς Ἄνακτας καὶ σώζουσα τὸν δῆμον,
τὸ σκότος σὺ διάλυσον,
ἱλάσθητι καὶ λάλησον,
ὁδήγησον ἡμᾶς, θεά, εἰς τὸν μοιραῖον οἶμον.
Νῦν πρόσεξον, τὸ θαῦμα τελεσθήσεται.
Ἀκατασχέτως πάλλει ἡ καρδία μου.
Εἰρήνη ἡ θεοσεβὴς καὶ λάτρις τῶν εἰκόνων,
προσέρχεται καὶ προσκυνεῖ τὸν ὑψηλόν σου θρόνον.
[Ἡ Ἴσις φαίνεται μειδιῶσα καὶ ἡρέμα προσνεύουσα, ἐνῷ ἀντηχοῦσι παιᾶνες ζωηρότεροι]
Ὢ θαῦμα, θαῦμα φανερὸν ἐξαίσιον!
Ἐπιχαρίτως ἡ θεὰ προσένευσε.
Ὁποία ὥρα ὄντως πανευφρόσυνος.
Τὸ θαῦμα εἶναι ἀτελές· προσέξατε:
Ὁ Κωνσταντῖνος ἥμαρτε, τὴν αἵρεσιν ἀσπίζει.