Μετάβαση στο περιεχόμενο

Περί φύσεως (Αναξαγόρας)

Από Βικιθήκη
(Ανακατεύθυνση από Περὶ φύσεως (Αναξαγόρας))
Περί φύσεως
Συγγραφέας:



I Simplicius. Physique. 155, 23

[Επεξεργασία]

ὅτι δὲ Ἀ. ἐξ ἑνὸς μίγματος ἂπειρα τῷ πλήθει ὁμοιομερῆ ἀποκρίνεσθαί φησιν πάντων μὲν ἐν παντὶ ἐνόντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν χαρακτηριζομένου, δηλοῖ διὰ τοῦ πρώτου ; τῶν φυσικῶν λέγων ἀπ´ ἀρχῆς ; ὅμοῦ πάντα χρήματα ἦν, ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα ; καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν. καὶ πάντων ὁμοῦ ἐὸντων οὐδὲν ἔδηλον ἦν ὐπὸ σμικρότητος ; πάντα γὰρ ἀήρ τε καὶ αἰθὴρ κατεῖχεν, ἀμφότερα ἄπειρα ἐόντα ; τᾶυτα γὰρ μέγιστα ἔνεστιν ἐν τοῖς σύμπασι καὶ πλήθει καὶ μεγέθει ´

II Simplicius. Physique. 155, 30

[Επεξεργασία]

καὶ μετ’ὀλίγον ° καί γὰρ ἀήρ τε καὶ αἰθὴρ ἀποκρίνονται ἀπὸ τοῦ πολλοῦ τοῦ περιέχοντος, καὶ τό γε περιέχον ἄπειρόν ἐστι τὸ πλῆθος.

III Simplicius. Physique. 164, 16

[Επεξεργασία]

οὔτε γάρ τοῦ σμικροῦ ἐστι τὸ γε ἐλάχιστον, ἀλλ’ ἔλασσον ἀεί ( τὸ γάρ ἐόν οὐκ ἐστι τὸ μὴ οὐκ εἶναι ) ἀλλὰ καὶ τοῦ μεγάλου ἀεί ἐστι μεῖζον, καὶ ἵσον ἐστὶ τῷ σμικρῷ πλῆθος, πρὸς ἑαυτὸ δὲ ἕκαστόν ἐστι καὶ μέγα καὶ σμικρόν.

IV Simplicius. Physique. 34, 28 ; 156, 1 ; 34, 21 ; 157, 9

[Επεξεργασία]

τούτων δὲ οὕτως ἐχόντων χρὴ δοκεῖν ἐνεῖται πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς. καὶ ἀθρώπους τε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυξὴν ἔχει. καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνῳκημένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ἡμῖν, καὶ ἠέλιον τε αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ἡμῖν, καὶ τῆν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνῄστα συνενεγκάμενοι εἰς τὴν οἴκησιν χρῶνται. ταῦτα μὲν οὖν μοι λέλεκται περὶ τῆς ἀποκρίσιος, ὅτι οὐκ ἄν παρ’ἡμῖν μόνον ἀποκριθείη, ἀλλὰ καὶ ἄλλῃ. πρὶν δὲ ἀποκριθῆναι ταῦτα πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔδολος ἦν οὐδεμία· ἀπεκώλυε γὰρ ἡ σύμμιξις πάντων ξρημάτων, τοῦ τε διεροῦ καὶ τοῦ ξηροῦ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ ζοφεροῦ, καὶ γῆς πολλῆς ἐνεούσης καἰ σπερμάτων ἀπείρων πλῆθος οὐδὲν ἐοικότων ἀλλήλοις. οὐδὲ γὰρ τῶν ἄλλαων οὐδὲν ἔοικε τὸ ἕτερον τῷ ἑτέρῳ. τούτων δὲ οὕτως ἐξόντων ἐν τῷ σύπαντι χρὴ δοκεῖν ἐνεῖναι πάντα χρήματα.

V Simplicius. Physique. 156, 9

[Επεξεργασία]

ὅτι δὲ οὐδὲ γίνεται οὐδὲ φθείρεταί τι τῶν ὁμοιομερῶν, ἀλλ’ ἀεὶ τὰ αὐτά ἐστι, δηλοῖ λέγων· ῾τούτών δὲ οὕτω διακεκριμένων γινώσκειν χρή, ὅτι πάντα οὐδὲν ἐλάσσω ἐστὶν οὐδὲ πλείω ( οὐ γὰρ ἀνυστὸν πάντων πλείω εἶναι ), ἀλλὰ πάντα ἴσα ἀεί’. ταῦτα μὲν οὖν περὶ τοῦ μίγματος καὶ τῶν ὁμοιομερειῶν.

VI Simplicius. Physique. 164, 25

[Επεξεργασία]

ὅτι δὲ οὐδὲ γίνεται οὐδὲ φθείρεταί τι τῶν ὁμοιομερῶν, ἀλλ’ ἀεὶ τὰ αὐτά ἐστι, δηλοῖ λέγων· ῾τούτών δὲ οὕτω διακεκριμένων γινώσκειν χρή, ὅτι πάντα οὐδὲν ἐλάσσω ἐστὶν οὐδὲ πλείω ( οὐ γὰρ ἀνυστὸν πάντων πλείω εἶναι ), ἀλλὰ πάντα ἴσα ἀεί’. ταῦτα μὲν οὖν περὶ τοῦ μίγματος καὶ τῶν ὁμοιομερειῶν. καὶ ἀλλαχοῦ δὲ οὕτως φησί· καὶ ὅτε ἴσαι μοῖραί εἰσι τοῦ τε μεγάλου καὶ τοῦ σμικροῦ πλῆθος, καὶ οὕτως ἄν εἴη ἐν παντὶ πάντα· οὐδὲ χωρὶς ἔστιν εἶναι, ἀλλὰ πάντα παντὸς μοῖραν μετέχει. ὅτε τοὐλάχιστον μὴ ἔστιν εἶναι, οὐκ ἄν δύναιτο χωρισθῆναι, οὐδ’ ἄν ἐφ’ ἑαυτοῦ γενέσθαι, ἀλλ’ ὅπωσπερ ἀρχὴν εἶναι καὶ νῦν πάντα ὁμοῦ. ἐν πᾶσι δὲ πολλὰ ἔνεστι καἰ τῶν ἀποκρινομένων ἴσα πλῆθος ἐν τοῖς μείζοσί τε καὶ ἐλάσσοσι.


VII Simplicius. De caelo 608, 23

[Επεξεργασία]

μήποτε δὲ τὸ ἄπειρον ὡς ἡμῖν ἀπερίληπτον καὶ ἄγνωστον λέγει· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ 'ὥστε τῶν ἀποκρινομένων μὴ εἰδέναι τὸ πλῆθος μήτε 'λόγῳ μήτε ἔργῳ'. ἐπεὶ ὅτι τῷ εἴδει πεπερασμένα ᾤετο, δηλοῖ λέγων πάντα γιγνώσκειν τὸν νοῦν· καίτοι, εἰ ἄπειρα ὄντως ἦν, παντελῶς ἦν ἄγνωστα· ἡ γὰρ γνῶσις ὁρίζει καὶ περατοῖ τὸ γνωσθέν. λέγει δὲ ὅτι 'καὶ τὰ συμμ....ὁποῖα ἦν'

VIII Simplicius. Physique. 175, 11 ; 176, 28

[Επεξεργασία]

οὐ κεχώρισται ἀλλήλων τὰ ἐν τῷ ἑνὶ κόσμῳ οὐδὲ ἀποκέκοπται πελέκει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ.

IX Simplicius. Physique. 35, 13

[Επεξεργασία]

ἄκουσον δὲ οιἆ καὶ μετ’ ὀλίγον φησί τὴν ἀμφοῖν ποιούμενος σύγκρισιν · ... οὕτω τούτων περιχωρούντων τε καὶ ἀποκρινομένων ὑπὸ βίης τε καὶ ταχυτῆτος. Βίην δὲ ἡ ταχυτὴς ποιεῖ. ἡ δὲ ταχυτὴς αὐτῶν οὐδενὶ ἔοικε χρήματι τὴν ταχυτῆτα τῶν νῦν ἐόντων χρημάτων ἐν ἀνθρώποις, ἀλλὰ πάντως πολλαπλασίως ταχύ ἐστι’.

X Shol.In Gregor. XXXVI, 911

[Επεξεργασία]

ὁ δὲ Ἀ. παλαιὸν εὑρων δόγμα ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῇ γίνεται, γένεσιν μὲν ἀνῄρει, διάκρισιν δὲ εἰσῆγεν ἀτὶ γενέσεως. ἐλήρει γὰρ ἀλλήλοις μὲν μεμῖχθαι πάντα, διακρίνεσθαι δὲ αὐξανόμενα. Καὶ γὰρ ἐν τῇ αὐτῇ γονῇ καὶ τρίχας εἶναι καὶ φλέβας καὶ ἀρτηρίας καὶ νεῦρα καὶ ὀστᾶ καὶ τυγχάνειν μὲν ἀφανῆ διὰ μικρομέρειαν, αὐξανόμενα δὲ κατὰ μικρὸν διακρίνεσθαι. ῾πῶς γὰρ ἄν, φησίν, ἐκ μὴ τριχὸς γένοιτο θρὶξ καὶ σὰρξ ἐκ μὴ σαρκός ; ᾿ οὐ μόνον δὲ τῶν σωμάτων ἀλλὰ καὶ τῶν χρωμάτων ταῦτα κατηγόρει. καὶ γὰρ ἐνεῖναι τῷ λευκῷ τὸ μέλαν καὶ τὸ λευκὸν τῷ μέλανι. τὸ αὐτὸ δὲ ἐπι τῶν πὁπῶν ἐτιθει, τῷ βαρεῖ τὸ κοῦφον σύμμικτον εἶναι δοξάζων καὶ τοῦτο αὖθις ἐκείνῳ.

XI Simplicius. Physique. 164,22

[Επεξεργασία]

λέγει δὲ σαφῶς, ὅτι ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ, ἔστιν οἶσι δὲ καὶ νοῦς ἔνι’.

XII Simplicius. Physique. 164,24 ; 156,13 ; Vgl.16,32.

[Επεξεργασία]

τὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει, νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμεικται οὐδενὶ χρήματι, ἀλλὰ μόνος αὐτὸς ἐπ’ἐωυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ’ἑαυτοῦ ἦν, ἀλλά τεῳ ἐμέμεικτο ἄλλῳ, μετεῖχεν ἄν ἁπάντων χρημάτων, εἰ ἐμέμεικτο τεῳ · ἐν παντὶ γὰρ παντὸς μοῖρα ἔνεστιν, ὥσπερ ἐν τοῖς πρόσθεν μοι λέλεκται · καὶ ἄν ἐκώλυεν αὐτὸν τὰ συμμεμειγμένα, ὥστε μηδενὸς χρήματος κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ’ἑαυτοῦ. ἔστι γὰρ λεπτότατόν τε πάντων ξρημάτων καὶ καθαρώτατον, καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει μέγιστον · καὶ ὅσα γε ψυχὴν ἔχει καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησεν, ὥστε περιχωρησαι τὴν ἀρχήν. καὶ πρῶτον ἀπό του σμικροῦ ἤρξατο περιχωρεῖν, ἐπὶ δὲ πλέον περιχωρεῖ, καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγόμενά τε καὶ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν, ἅσσα νῦν μὴ ἔστι, καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς, καὶ τὴν περιχώρησιν ταύτην, ἥν νῦν περιχωρέει τὰ τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ και ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὐτὴ ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρὸν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιος ἐστι και ὁ μείζων καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδὲν ἐστι ὅμοιον οὐδενί, ἀλλ’ὅτων πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἕν ἕκαστόν ἐστι καὶ ἦν.

XIII Simplicius. Physique 300,27 ; Aristote Physique B2.

[Επεξεργασία]

Ἀναξαγόρου δέ, φησὶν ἀλέξανδρος, οὐκ ἐμνημόνευσε καίτοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς τιθέντος, ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῷ ἐν τῇ γνέσει'. ἀλλ'ὅτι μὲν προσχρῆται, δῆλον, εἴπερ τὴν γένεσιν οὐδεν ἄλλο ἢ ἔκκρισιν εἶναί φησι, τὴν δὲ ἔκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι, τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀναξαγόρας. καὶ ἐπεὶ ἢρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινουμένου παντὸς ἀπεκρίνετο, καὶ ὅσον ἐκίνησεν ὁ νοῦς, πᾶν τοῦτο διεκρίθη · κινουμένων δὲ καὶ διακρινομένων ἡ περιχώρησις πολλῷ μᾶλλον ἐποίει διακρίνεσθαι.

XIV Simplicius. Physique 167,5.

[Επεξεργασία]

ὅτι δὲ διττήν τινα διακόσμησιν ὑποτίθεται, τὴν μὲν νοεράν, τὴν δὲ εἰσθητὴν ἀπ' ἐκείνης [γεγονυῖαν], δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων, δῆλον δὲ καὶ ἐκ τῶνδε · ὁ δὲ νοῦς, ὅς ἀεί ἐστι, τὸ κάρτα καὶ νῦν ἐστιν ἵνα καὶ τὰ ἄλλα πάντα, ἐν τῷ πολλῷ περιέχοντι καὶ ἐν τοῖς προσκριθεῖσι καὶ ἐν τοῖς ἀποκεκριμένοις.

XV Simplicius. Physique 179,3

[Επεξεργασία]

τὸ μὲν πυκνὸν καὶ διερὸν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν ἐνθάδε συνεχώρησεν, ἔνθα νῦν [ ἡ γῆ ], τὸ δὲ ἀπαιὸν καὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ αἰθέρος.

XVI Simplicius Physique 179,6.

[Επεξεργασία]

ἀπὸ τουτέων ἀποκρινομένων συμπήγυται γῆ · ἐκ μὲν γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ, οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος.

XVII Simplicius. Physique. 163,18.

[Επεξεργασία]

σᾶφῶς δὲ Ἀ ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι συγκρίνεσθαι καὶ διακρίνεσθαι λέγει γράφων οὕτως · τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες · οὐδεν γάρ χρῆμα γίνεται οὐδὲ ἀπόλλυται, ἀλλ’ ἀπὸ ἐόντων χρημάτων συμμίσγεται τε καὶ διακρίνεται. καὶ οὕτως ἂν ὀρθῶς λαοῖεν τό τε γίνεσθαι συμμίσγεσθαι καὶ τὸ ἀπόλλυσθαι διακρίνεται.

XVIII Plutarque. De facie in orbis luna

[Επεξεργασία]

ὁ μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρὸν, εὐδοκίμησεν.

XIX Scholi. Hom. BT.

[Επεξεργασία]

Ἀναξαγὸρας δέ φησιν · Ἶριν δὲ καλέομεν τὸ ἐν ταῖς νεφέλαῖς ἀντιλάμπον τῷ ἡλίῳ. χειμῶνος οὖν ἐστι σύμβολον · τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον.

XX Galen. in Hippocr. de aëre aqu. loc.

[Επεξεργασία]

Le texte n'est pas disponible.

XXI Sextus Empiricus. VII. 90.

[Επεξεργασία]

ὁ μὲν φυσικώτατος Ἀναξαγόρας ὡς ἀσθενεῖς διαβάλλων τὰς αἰσθήσεις ὑπ’ ἀφαυρότητος αὐτῶν, φησὶν, οὐ δυνατοί ἐσμεν κρίνειν τἀληθές, τίθησί τε πίστιν αὐτῶν τῆς ἀπιστίας τὴν παρὰ μικρὸν τῶν χρωμάτων ἐξαλλαγὴν. εἰ γὰρ δύο λάβοιμεν χρώματα, μέλαν καὶ λευκὸν, εἶτα ἐκ θατέρου εἰς θάτερον κατὰ σταγὸντα παρεκχέοιμεν, οὐ δυνήσεται ἡ ὄψις διακρίνειν τὰς παρὰ μικρὸν μεταβολάς, καίπερ πρὸς τὴν φύσιν ὑποκειμένας.

XXIa Sextus Empiricus. VII. 140.

Διότιμος δὲ τρία κατ’ αὐτὸν ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα. ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα, ὥς φησιν Ἀναξαγόρας, ὅν ἐν τούτῳ Δημόκριτος ἐπαινεῖ κτλ.

XXIb Plutarque De fort.

ἀλλ’ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμὲν, ἐμπειρίαι δὲ καὶ μνήμῃ καὶ σοφίᾳ και τέχνῃ κατὰ Ἀναξαγόραν σφῶν τε αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες.

XXII Athénée. epit. B.

[Επεξεργασία]

Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκὸν.