Μετάβαση στο περιεχόμενο

Περί αναπνοής

Από Βικιθήκη
(Ανακατεύθυνση από Περὶ αναπνοῆς)
Περὶ ἀναπνοῆς
Συγγραφέας:


Περὶ γὰρ ἀναπνοῆς ὀλίγοι μέν τινες τῶν πρότερον φυσικῶν εἰρήκασιν· τίνος μέντοι χάριν ὑπάρχει τοῖς ζῴοις͵ οἱ μὲν οὐδὲν ἀπεφήναντο͵ οἱ δὲ εἰρήκασι μέν͵ οὐ καλῶς δ΄ εἰρήκασιν ἀλλ΄ ἀπειροτέρως τῶν συμβαινόντων. ἔτι δὲ πάντα τὰ ζῷά φασιν ἀναπνεῖν· τοῦτο δ΄ οὐκ ἔστιν ἀληθές. ὥστ΄ ἀναγκαῖον περὶ τούτων πρῶτον ἐπελθεῖν͵ ὅπως μὴ δοκῶμεν ἀπόντων κενὴν κατηγορεῖν. ὅτι μὲν οὖν ὅσα πνεύμονα ἔχει τῶν ζῴων ἀναπνεῖ πάντα͵ φανερόν. ἀλλὰ καὶ τούτων αὐτῶν ὅσα μὲν ἄναιμον ἔχει τὸν πνεύμονα καὶ σομφὸν ἧττον δέονται τῆς ἀναπνοῆς· διὸ πολὺν χρόνον ἐν τοῖς ὕδασι δύνανται διαμένειν παρὰ τὴν τοῦ σώματος ἰσχύν. τὸν δὲ πνεύμονα σομφὸν ἔχει πάντα τὰ ᾠοτοκοῦντα͵ οἷον τὸ τῶν βατράχων γένος. ἔτι δὲ αἱ ἑμύδες τε καὶ χελῶναι πολὺν χρόνον μένουσιν ἐν τοῖς ὑγροῖς· ὁ γὰρ πνεύμων ὀλίγην ἔχει θερμότητα (ὀλίγαιμον γὰρ ἔχουσιν αὐτόν)· ἐμφυσώμενος οὖν αὐτὸς τῇ κινήσει καταψύχει καὶ ποιεῖ διαμένειν πολὺν χρόνον. ἐὰν μέντοι βιάζηταί τις λίαν κατέχων πολὺν χρόνον͵ ἀποπνίγονται πάντα· οὐδὲν γὰρ τῶν τοιούτων δέχεται τὸ ὕδωρ ὥσπερ οἱ ἰχθύες. τὰ δ΄ ἔναιμον ἔχοντα πνεύμονα πάντα μᾶλλον δεῖται τῆς ἀναπνοῆς διὰ τὸ πλῆθος τῆς θερμότητος· τῶν δ΄ ἄλλων ὅσα μὴ ἔχει πνεύμονα οὐθὲν ἀναπνεῖ.


Δημόκριτος μὲν οὖν ὁ Ἀβδηρίτης καί τινες ἄλλοι τῶν περὶ τῆς ἀναπνοῆς εἰρηκότων οὐδὲν περὶ τῶν ἄλλων διωρίκασι ζῴων͵ ἐοίκασι μέντοι λέγειν ὡς πάντων ἀναπνεόντων· Ἀναξαγόρας δὲ καὶ Διογένης͵ πάντα φάσκοντες ἀναπνεῖν͵ περὶ τῶν ἰχθύων καὶ τῶν ὀστρέων λέγουσι τίνα τρόπον ἀναπνέουσιν͵ καί φησιν Ἀναξαγόρας μέν͵ ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν [471a] βραγχίων͵ τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα ἕλκοντας ἀναπνεῖν τοὺς ἰχθῦς· οὐ γὰρ εἶναι κενὸν οὐδέν· Διογένης δ΄ ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων͵ ἐκ τοῦ περὶ τὸ στόμα περιεστῶτος ὕδατος ἕλκειν τῷ κενῷ τῷ ἐν τῷ στόματι τὸν ἀέρα͵ ὡς ἐνόντος ἐν τῷ ὕδατι ἀέρος. ταῦτα δ΄ ἐστὶν ἀδύνατα. πρῶτον μὲν γὰρ τὸ ἥμισυ τοῦ πράγματος ἀφαιροῦσι͵ διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον. ἀναπνοὴ γὰρ καλεῖται͵ ταύτης δὲ τὸ μέν ἐστιν εἰσπνοή͵ τὸ δ΄ ἐκπνοή͵ περὶ ἧς οὐθὲν λέγουσι͵ τίνα τρόπον ἐκπνέουσι τὰ τοιαῦτα τῶν ζῴων. οὐδ΄ ἐνδέχεται αὐτοῖς εἰπεῖν· ὅταν γὰρ ἀναπνεύσωσι͵ ταύτῃ ᾗ ἀνέπνευσαν πάλιν δεῖ ἐκπνεῖν͵ καὶ τοῦτο ποιεῖν ἀεὶ παραλλάξ͵ ὥστε συμβαίνει ἅμα δέχεσθαι τὸ ὕδωρ κατὰ τὸ στόμα καὶ ἐκπνεῖν. ἀνάγκη δ΄ ἀπαντῶντα ἐμποδίζειν θάτερον θατέρῳ. εἶτα ὅταν ἀφῶσι τὸ ὕδωρ͵ τότε ἐκπνέουσι κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια͵ ὥστε συμβαίνει ἅμα ἐκπνεῖν καὶ ἀναπνεῖν· τότε γάρ φασιν αὐτὸ ἀναπνεῖν. ἅμα δ΄ ἀναπνεῖν καὶ ἐκπνεῖν ἀδύνατον. ὥστ΄ εἰ ἀνάγκη τὰ ἀναπνέοντα ἐκπνεῖν καὶ εἰσπνεῖν͵ ἐκπνεῖν δὲ μὴ ἐνδέχεται μηδὲν αὐτῶν͵ φανερὸν ὡς οὐδ΄ ἀναπνεῖ αὐτῶν οὐδέν.


Ἔτι δὲ τὸ φάναι τὸν ἀέρα ἕλκειν ἐκ τοῦ στόματος ἢ ἐκ τοῦ ὕδατος διὰ τοῦ στόματος ἀδύνατον· οὐ γὰρ ἔχουσιν ἀρτηρίαν διὰ τὸ πνεύμονα μὴ ἔχειν͵ ἀλλ΄ εὐθὺς ἡ κοιλία πρὸς τῷ στόματί ἐστιν͵ ὥστ΄ ἀναγκαῖον τῇ κοιλίᾳ ἕλκειν. τοῦτο δὲ κἂν τἆλλα ἐποίει ζῷα· νῦν δὲ οὐ ποιοῦσιν. κἂν ἐκεῖνα δ΄ ἔξω τοῦ ὑγροῦ ὄντα ἐπιδήλως ἂν αὐτὸ ἐποίει· φαίνεται δ΄ οὐ ποιοῦντ΄ αὐτό. ἔτι πάντων τῶν ἀναπνεόντων καὶ ἑλκόντων τὸ πνεῦμα ὁρῶμεν γινομένην τινὰ κίνησιν τοῦ μορίου τοῦ ἕλκοντος͵ ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαῖνον· οὐθὲν γὰρ φαίνονται κινοῦντες τῶν περὶ τὴν κοιλίαν ἀλλ΄ ἢ τὰ βράγχια μόνον͵ καὶ ἐν τῷ ὑγρῷ καὶ εἰς τὸ ξηρὸν ἐμπεσόντες͵ ὅταν ἀσπαρίζωσιν. ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα [471b] τὰ ἀναπνέοντα͵ γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως͵ οἷον ἐάν τις βιάζηται χελώνας ἢ βατράχους ἤ τι ἄλλο τῶν τοιούτων γενῶν· ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαίνει πειρωμένοις πάντα τρόπον͵ ὡς οὐκ ἐχόντων πνεῦμα θύραθεν οὐθέν. ὅν τε τρόπον λέγουσι γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς͵ ἐνδέχεται καὶ τοῖς ἀνθρώποις οὖσιν ἐν τῷ ὑγρῷ συμβαίνειν· εἰ γὰρ καὶ οἱ ἰχθύες ἕλκουσιν ἐκ τοῦ πέριξ ὕδατος τῷ στόματι͵ διὰ τί τοῦτο οὐκ ἂν ποιοῖμεν καὶ οἱ ἄνθρωποι καὶ τἆλλα ζῷα; καὶ τὸν ἐκ τοῦ στόματος δ΄ ἂν ἕλκοιεν ὁμοίως τοῖς ἰχθύσιν. ὥστ΄ εἴπερ κἀκεῖνα ἦν δυνατά͵ καὶ ταῦτ΄ ἂν ἦν· ἐπεὶ δ΄ οὐκ ἔστι͵ δῆλον ὡς οὐδ΄ ἐπ΄ ἐκείνων ἐστίν. πρὸς δὲ τούτοις διὰ τίν΄ αἰτίαν ἐν τῷ ἀέρι ἀποθνήσκουσι καὶ φαίνονται ἀσπαρίζοντα ὥσπερ τὰ πνιγόμενα͵ εἴπερ ἀναπνέουσιν; οὐ γὰρ δὴ τροφῆς γε ἐνδείᾳ τοῦτο πάσχουσιν. ἣν γὰρ λέγει Διογένης αἰτίαν͵ εὐήθης· φησὶ γὰρ ὅτι τὸν ἀέρα πολὺν ἕλκουσι λίαν ἐν τῷ ἀέρι͵ ἐν δὲ τῷ ὕδατι μέτριον͵ καὶ διὰ τοῦτ΄ ἀποθνήσκειν. καὶ γὰρ ἐπὶ τῶν πεζῶν ἔδει δυνατὸν εἶναι τοῦτο συμβαίνειν· νῦν δ΄ οὐδὲν τῷ σφόδρα ἀναπνεῦσαι ἀποπνίγεται πεζὸν ζῷον. ἔτι δ΄ εἰ πάντα ἀναπνεῖ͵ δῆλον ὅτι καὶ τὰ ἔντομα τῶν ζῴων ἀναπνεῖ· φαίνεται δ΄ αὐτῶν πολλὰ διατεμνόμενα ζῆν͵ οὐ μόνον εἰς δύο μέρη ἀλλὰ καὶ εἰς πλείω͵ οἷον αἱ καλούμεναι σκολόπενδραι· ἃ πῶς ἢ τίνι ἐνδέχεται ἀναπνεῖν; αἴτιον δὲ μάλιστα τοῦ μὴ λέγεσθαι περὶ αὐτῶν καλῶς τό τε τῶν μορίων ἀπείρους εἶναι τῶν ἐντός͵ καὶ τὸ μὴ λαμβάνειν ἕνεκά τινος τὴν φύσιν πάντα ποιεῖν· ζητοῦντες γὰρ τίνος ἕνεκα ἡ ἀναπνοὴ τοῖς ζῴοις ὑπάρχει͵ καὶ ἐπὶ τῶν μορίων τοῦτ΄ ἐπισκοποῦντες͵ οἷον ἐπὶ βραγχίων καὶ πνεύμονος͵ εὗρον ἂν θᾶττον τὴν αἰτίαν.


Δημόκριτος δ΄ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει͵ φάσκων κωλύειν ἐκθλίβεσθαι τὴν [472a] ψυχήν· οὐ μέντοι ὡς τούτου γ΄ ἕνεκα ποιήσασαν τοῦτο τὴν φύσιν οὐθὲν εἴρηκεν· ὅλως γὰρ ὥσπερ καὶ οἱ ἄλλοι φυσι κοί͵ καὶ οὗτος οὐθὲν ἅπτεται τῆς τοιαύτης αἰτίας. λέγει δ΄ ὡς ἡ ψυχὴ καὶ τὸ θερμὸν ταὐτόν͵ τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν. ἐκκρινομένων οὖν αὐτῶν ὑπὸ τοῦ περιέχοντος ἐκθλίβοντος͵ βοήθειαν γίνεσθαι τὴν ἀναπνοήν φησιν. ἐν γὰρ τῷ ἀέρι πολὺν ἀριθμὸν εἶναι τῶν τοιούτων ἃ καλεῖ ἐκεῖνος νοῦν καὶ ψυχήν· ἀναπνέοντος οὖν καὶ εἰσιόντος τοῦ ἀέρος συνεισιόντα ταῦτα καὶ ἀνείργοντα τὴν θλίψιν κωλύειν τὴν ἐνοῦσαν ἐν τοῖς ζῴοις διιέναι ψυχήν͵ καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν εἶναι τὸ ζῆν καὶ ἀποθνήσκειν· ὅταν γὰρ κρατῇ τὸ περιέχον συνθλῖβον͵ καὶ μηκέτι τὸ θύραθεν εἰσιὸν δύνηται ἀνείργειν͵ μὴ δυναμένου ἀναπνεῖν͵ τότε συμβαίνειν τὸν θάνατον τοῖς ζῴοις· εἶναι γὰρ τὸν θάνατον τὴν τῶν τοιούτων σχημάτων ἐκ τοῦ σώματος ἔξοδον ἐκ τῆς τοῦ περιέχοντος ἐκθλίψεως. τὴν δ΄ αἰτίαν διὰ τί ποτε πᾶσι μὲν ἀναγκαῖον ἀποθανεῖν͵ οὐ μέντοι ὅτε ἔτυχεν ἀλλὰ κατὰ φύσιν μὲν γήρᾳ͵ βίᾳ δὲ παρὰ φύσιν͵ οὐθὲν δεδήλωκεν (καίτοι ἐχρῆν͵ ἐπεὶ ὁτὲ μὲν φαίνεται τοῦτο γινόμενον͵ ὁτὲ δ΄ οὐ φαίνεται)͵ πότερον τὸ αἴτιον ἔξωθέν ἐστιν ἢ ἐντός. οὐ λέγει δὲ οὐδὲ περὶ τῆς ἀρχῆς τοῦ ἀναπνεῖν τί τὸ αἴτιον͵ πότερον ἔσωθεν ἢ ἔξωθεν· οὐ γὰρ δὴ ὁ θύραθεν νοῦς τηρεῖ τὴν βοήθειαν͵ ἀλλ΄ ἔσωθεν ἡ ἀρχὴ τῆς ἀναπνοῆς γίνεται καὶ τῆς κινήσεως͵ οὐχ ὡς βιαζομένου τοῦ περιέχοντος. ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν. ἃ μὲν οὖν εἴρηκε καὶ ὥς͵ σχεδὸν ταῦτ΄ ἐστίν. εἰ δὲ δεῖ νομίζειν ἀληθῆ εἶναι τὰ πρότερον λεχθέντα καὶ μὴ πάντα τὰ ζῷα ἀναπνεῖν͵ οὐ περὶ παντὸς θανάτου τὴν αἰτίαν ὑποληπτέον εἰρῆσθαι ταύτην͵ ἀλλὰ μόνον ἐπὶ τῶν ἀναπνεόντων. οὐ μὴν οὐδ΄ ἐπὶ τούτων καλῶς· δῆλον δ΄ ἐκ τῶν συμβαινόντων καὶ τῶν τοιούτων ὧν ἔχομεν πάντες πεῖραν. ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς ἀναπνοῆς μᾶλλον δεόμεθα καὶ πυκνότερον ἀναπνέομεν πάντες· ὅταν δὲ τὸ πέριξ ᾖ ψυχρὸν καὶ συνάγῃ καὶ συμπηγνύῃ τὸ σῶμα͵ κατέχειν συμβαίνει τὸ πνεῦμα. καίτοι τότ΄ ἐχρῆν τὸ θύραθεν εἰσιὸν [472b] κωλύειν τὴν σύνθλιψιν. νῦν δὲ γίνεται τοὐναντίον· ὅταν γὰρ πολὺ λίαν ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνεόντων͵ τότε δέονται τῆς ἀναπνοῆς· ἀναγκαῖον δ΄ εἰσπνεύσαντας ἀναπνεῖν. ἀλεάζοντες δὲ πολλάκις ἀναπνέουσιν͵ ὡς ἀναψύξεως χάριν ἀναπνέοντες ὅτε τὸ λεγόμενον ποιεῖ πῦρ ἐπὶ πῦρ.


Ἡ δ΄ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικε τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία͵ πότερον τὸν αὐτὸν ἢ δι΄ ἄλλην τινὰ αἰτίαν (εἰ μὲν γὰρ μόνοις τὸ τῆς ἀναπνοῆς ὑπάρχει τοῖς πεζοῖς͵ λεκτέον τὴν αἰτίαν τοῦ μόνοις· εἰ δὲ καὶ τοῖς ἄλλοις͵ ὁ δὲ τρόπος ἄλλος͵ καὶ περὶ τούτου διοριστέον͵ εἴπερ δυνατὸν ἀναπνεῖν πᾶσιν)· ἔτι δὲ καὶ πλασματώδης ὁ τρόπος τῆς αἰτίας. ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος͵ τὸν περιέχοντα ὠθούμενον ἀέρα φερόμενον ἐμπίπτειν εἰς τὸν αὐτὸν τόπον φησὶ διὰ μανῶν οὐσῶν τῶν σαρκῶν͵ ὅθεν τὸ ἐντὸς ἐξῄει θερμόν͵ διὰ τὸ μηδὲν εἶναι κενὸν ἀντιπεριισταμένων ἀλλήλοις· θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον͵ καὶ περιωθεῖν εἴσω διὰ τοῦ στόματος τὸν ἀέρα τὸν ἐκπίπτοντα θερμόν· καὶ τοῦτο δὴ διατελεῖν ἀεὶ ποιοῦντας͵ ἀναπνέοντάς τε καὶ ἐκπνέοντας. συμβαίνει δὲ τοῖς οὕτως οἰομένοις πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς. ἔστι δὲ τοὐναντίον· σημεῖον δέ· γίνεται μὲν γὰρ ἀλλήλοις ταῦτα παρ΄ ἄλληλα͵ τε λευτῶντες δὲ ἐκπνέουσιν͵ ὥστ΄ ἀναγκαῖον εἶναι τὴν ἀρχὴν εἰσπνοήν. ἔτι δὲ τὸ τίνος ἕνεκα ταῦθ΄ ὑπάρχει τοῖς ζῴοις (λέγω δὲ τὸ ἀναπνεῖν καὶ τὸ ἐκπνεῖν) οὐθὲν εἰρήκασιν οἱ τοῦ τον τὸν τρόπον λέγοντες͵ ἀλλ΄ ὡς περὶ συμπτώματός τινος ἀποφαίνονται μόνον. καίτοι γε κύρια ταῦθ΄ ὁρῶμεν τοῦ ζῆν καὶ τελευτᾶν· ὅταν γὰρ ἀναπνεῖν μὴ δύνωνται͵ τότε συμβαίνει γίνεσθαι τὴν φθορὰν τοῖς ἀναπνέουσιν. ἔτι δὲ ἄτοπον τὸ τὴν μὲν τοῦ θερμοῦ διὰ τοῦ στόματος ἔξοδον καὶ πάλιν εἴσοδον μὴ λανθάνειν ἡμᾶς͵ τὴν δ΄ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον λανθάνειν. ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι. φαίνεται γὰρ τοὐναντίον· τὸ μὲν γὰρ ἐκπνεόμενον εἶναι θερμόν͵ τὸ δ΄ εἰσπνεόμενον ψυχρόν. ὅταν δὲ θερμὸν ᾖ͵ ἀσθμαίνοντες [473a] ἀναπνέουσιν· διὰ γὰρ τὸ μὴ καταψύχειν ἱκανῶς τὸ εἰσιὸν πολλάκις τὸ πνεῦμα συμβαίνει σπᾶν.


Ἀλλὰ μὴν οὐδὲ τροφῆς γε χάριν ὑποληπτέον γίνεσθαι τὴν ἀναπνοήν͵ ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός͵ καὶ ἀναπνέοντος μὲν ὥσπερ ἐπὶ πῦρ ὑπέκκαυμα ὑποβάλλεσθαι͵ τραφέντος δὲ τοῦ πυρὸς γίγνεσθαι τὴν ἐκπνοήν. ταὐτὰ γὰρ ἐροῦμεν πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον ἅπερ καὶ πρὸς τοὺς ἔμπροσθεν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων ἐχρῆν τοῦτο συμβαίνειν ἢ τὸ ἀνάλογον τούτῳ· πάντα γὰρ ἔχει θερμότητα ζωτικήν. ἔπειτα καὶ τὸ γίγνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν͵ πλασματῶδες ὄν; μᾶλλον γὰρ ἐκ τῆς τροφῆς τοῦτο γιγνόμενον ὁρῶμεν. συμβαίνει τε κατὰ ταὐτὸ δέχεσθαι τὴν τροφὴν καὶ τὸ περίττωμα ἀφιέναι· τοῦτο δ΄ ἐπὶ τῶν ἄλλων οὐχ ὁρῶμεν γινόμενον.


Λέγει δὲ περὶ ἀναπνοῆς καὶ Ἐμπεδοκλῆς͵ οὐ μέντοι τίνος γ΄ ἕνεκα͵ οὐδὲ περὶ πάντων τῶν ζῴων οὐδὲν ποιεῖ δῆλον͵ εἴτε ἀναπνέουσιν εἴτε μή. καὶ περὶ τῆς διὰ τῶν μυκτήρων ἀναπνοῆς λέγων οἴεται καὶ περὶ τῆς κυρίας λέγειν ἀναπνοῆς. ἔστι γὰρ καὶ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν ἀναπνοὴ καὶ ἡ διὰ τῶν μυκτήρων· αὐτοῖς δὲ χωρὶς ἐκείνης οὐκ ἔστιν ἀναπνεῦσαι τοῖς μυκτῆρσιν. καὶ τῆς μὲν διὰ τῶν μυκτήρων γινομένης ἀναπνοῆς στερισκόμενα τὰ ζῷα οὐδὲν πάσχουσι͵ τῆς δὲ κατὰ τὴν ἀρτηρίαν ἀποθνήσκουσιν. καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα͵ ἔστι δ΄ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον. εἴρηται δὲ περὶ αὐτῶν ἐν ἑτέροις [473b] σαφέστερον. γίγνεσθαι δέ φησι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν διὰ τὸ φλέβας εἶναί τινας ἐν αἷς ἔνεστι μὲν αἷμα͵ οὐ μέντοι πλήρεις εἰσὶν αἵματος͵ ἔχουσι δὲ πόρους εἰς τὸν ἔξω ἀέρα͵ τῶν μὲν τοῦ σώματος μορίων ἐλάττους͵ τῶν δὲ τοῦ ἀέρος μείζους· διὸ τοῦ αἵματος πεφυκότος κινεῖσθαι ἄνω καὶ κάτω͵ κάτω μὲν φερομένου εἰσρεῖν τὸν ἀέρα καὶ γίγνεσθαι ἀναπνοήν͵ ἄνω δ΄ ἰόντος ἐκπίπτειν θύραζε καὶ γίνεσθαι τὴν ἐκπνοήν͵ παρεικάζων τὸ συμβαῖνον ταῖς κλεψύδραις. ὧδε δ΄ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται͵ καί σφιν ἐπὶ στομίοις πυκιναῖς τέτρηνται ἄλοξιν ῥινῶν ἔσχατα τέρθρα διαμπερές͵ ὥστε φόνον μέν κεύθειν͵ αἰθέρι δ΄ εὐπορίην διόδοισι τετμῆσθαι. ἔνθεν ἔπειθ΄ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα͵ αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ͵ εὖτε δ΄ ἀναθρῴσκῃ͵ πάλιν ἐκπνέει͵ ὥσπερ ὅταν παῖς κλεψύδρῃ παίζῃσι διειπετέος χαλκοῖο εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ΄ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο͵ οὐδεὶς ἄγγοσδ΄ ὄμβρος ἐσέρχεται͵ ἀλλά μιν εἴργει ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά͵ εἰσόκ΄ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. ὡς δ΄ αὔτως͵ ὅθ΄ ὕδωρ μὲν ἔχῃ κάτα βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο͵ αἰθὴρ δ΄ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκῃ ἀμφὶ πύλας ἠθμοῖο δυσηχέος ἄκρα κρατύνων͵ [474a] εἰσόκε χειρὶ μεθῇ͵ τότε δ΄ αὖ πάλιν͵ ἔμπαλιν ἢ πρίν͵ πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. ὡς δ΄ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε͵ αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον͵ εὖτε δ΄ ἀναθρῴσκῃ͵ πάλιν ἐκπνέει ἶσον ὀπίσσω. λέγει μὲν οὖν ταῦτα περὶ τοῦ ἀναπνεῖν. ἀναπνεῖ δ΄͵ ὥσπερ εἴπομεν͵ τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας͵ διά τε τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων. ὥστ΄ εἰ μὲν περὶ ταύτης λέγει τῆς ἀναπνοῆς͵ ἀναγκαῖον ζητεῖν πῶς ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ τοὐναντίον συμβαῖνον. ἄραντες μὲν γὰρ τὸν τόπον͵ καθάπερ τὰς φύσας ἐν τοῖς χαλκείοις͵ ἀναπνέουσιν (αἴρειν δὲ τὸ θερμὸν εὔλογον͵ ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν)· συνιζάνοντες δὲ καὶ καταπλήττοντες͵ ὥσπερ ἐκεῖ τὰς φύσας͵ ἐκπνέουσιν. πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν͵ οἱ δ΄ ἀναπνέοντες κατὰ ταὐτόν. εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης͵ πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος͵ ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν παρὰ τὸν γαργαρεῶνα͵ ᾗ τὸ ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ͵ συντετρημένων τῶν μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος͵ τὸ δὲ διὰ τοῦ στόματος͵ ὁμοίως εἰσιόν τε καὶ ἐξιόν. τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ τοσαύτας ἔχει δυσχερείας.


Ἐπεὶ δὲ εἴρηται πρότερον ὅτι τὸ ζῆν καὶ ἡ τῆς ψυχῆς ἕξις μετὰ θερμότητός τινός ἐστιν (οὐδὲ γὰρ ἡ πέψις͵ δι΄ ἧς ἡ τροφὴ γίνεται τοῖς ζῴοις͵ οὔτ΄ ἄνευ ψυχῆς οὔτ΄ ἄνευ θερμότητός ἐστιν· πυρὶ γὰρ ἐργάζεται πάντα)͵ διόπερ ἐν ᾧ πρώτῳ τόπῳ τοῦ σώματος καὶ ἐν ᾧ πρώτῳ τοῦ τόπου τούτου μορίῳ τὴν ἀρχὴν ἀναγκαῖον εἶναι τὴν τοιαύτην͵ ἐνταῦθα καὶ τὴν πρώτην θρεπτικὴν ψυχὴν ἀναγκαῖον ὑπάρχειν͵ [474b] οὗτος δ΄ ἐστὶν ὁ μέσος τόπος τοῦ δεχομένου τὴν τροφὴν καὶ καθ΄ ὃν ἀφίησι τὸ περίττωμα͵ τοῖς μὲν οὖν ἀναίμοις ἀνώνυμον͵ τοῖς δ΄ ἐναίμοις ἡ καρδία τοῦτο τὸ μόριόν ἐστιν. ἡ τροφὴ μὲν γὰρ ἐξ ἧς ἤδη γίνεται τὰ μόρια τοῖς ζῴοις ἡ τοῦ αἵμα τος φύσις ἐστίν. τοῦ δ΄ αἵματος καὶ τῶν φλεβῶν τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖον εἶναι· θατέρου γὰρ ἕνεκα θάτερόν ἐστιν͵ ὡς ἀγγεῖον καὶ δεκτικόν. ἀρχὴ δὲ τῶν φλεβῶν ἡ καρδία τοῖς ἐναίμοις· οὐ γὰρ διὰ ταύτης͵ ἀλλ΄ ἐκ ταύτης ἠρτημέναι πᾶσαι τυγχάνουσιν· δῆλον δ΄ ἡμῖν τοῦτο ἐκ τῶν ἀνατομῶν. τὰς μὲν οὖν ἄλλας δυνάμεις τῆς ψυχῆς ἀδύνατον ὑπάρχειν ἄνευ τῆς θρεπτικῆς (δι΄ ἣν δ΄ αἰτίαν͵ εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς)͵ ταύτην δ΄ ἄνευ τοῦ φυσικοῦ πυρός· ἐν τούτῳ γὰρ ἡ φύσις ἐμπεπύρευκεν αὐτήν. φθορὰ δὲ πυρός͵ ὥσπερ εἴρηται πρότερον͵ σβέσις καὶ μάρανσις͵ σβέσις μὲν ἡ ὑπὸ τῶν ἐναντίων (διόπερ ἀθρόον τε ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος καὶ θᾶττον σβέννυται διασπώμενον· αὕτη μὲν οὖν ἡ φθορὰ βίαιος ὁμοίως ἐπὶ τῶν ἐμψύχων καὶ τῶν ἀψύχων ἐστίν· καὶ γὰρ ὀργάνοις διαιρουμένου τοῦ ζῴου͵ καὶ πηγνυμένου διὰ ψύχους ὑπερβολήν͵ ἀποθνήσκουσιν)͵ ἡ δὲ μάρανσις διὰ πλῆθος θερμότητος· καὶ γὰρ ἂν ὑπερβάλλῃ τὸ πέριξ θερμόν͵ καὶ τροφὴν ἐὰν μὴ λαμβάνῃ͵ φθείρεται τὸ πυρούμενον͵ οὐ ψυχόμενον ἀλλὰ μαραινόμενον. ὥστ΄ ἀνάγκη γίγνεσθαι κατάψυξιν͵ εἰ μέλλει τεύξεσθαι σωτηρίας· τοῦτο γὰρ βοηθεῖ πρὸς ταύτην τὴν φθοράν.


Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα͵ τὰ δ΄ ἐν τῇ γῇ ποιεῖται τὴν διατριβήν͵ τούτων τοῖς μὲν μικροῖς πάμπαν καὶ τοῖς ἀναίμοις ἡ γινομένη ἐκ τοῦ περιέχοντος ἢ ὕδατος ἢ ἀέρος ψύξις ἱκανὴ πρὸς τὴν βοήθειαν τῆς φθορᾶς ταύτης· μικρὸν γὰρ ἔχοντα τὸ θερμὸν μικρᾶς δέονται τῆς βοηθείας. διὸ καὶ βραχύβια σχεδὸν πάντα τὰ τοιαῦτ΄ ἐστίν· ἐπ΄ ἀμφότερα γὰρ μικρὰ ὄντα μικρᾶς τυγχάνει ῥοπῆς. ὅσα δὲ μακρο βιώτερα [475a] τῶν ἐντόμων (ἄναιμα γάρ ἐστι πάντα τὰ ἔντομα)͵ τούτοις ὑπὸ τὸ διάζωμα διέσχισται͵ ὅπως διὰ λεπτοτέρου ὄντος τοῦ ὑμένος ψύχηται· μᾶλλον γὰρ ὄντα θερμὰ πλείονος δεῖται τῆς καταψύξεως͵ οἷον αἱ μέλιτται (τῶν γὰρ μελιττῶν ἔνιαι ζῶσι καὶ ἑπτὰ ἔτη) καὶ τἆλλα δὲ ὅσα βομβεῖ͵ οἷον σφῆκες καὶ μηλολόνθαι καὶ τέττιγες. καὶ γὰρ τὸν ψόφον ποιοῦσι πνεύματι͵ οἷον ἀσθμαίνοντα· ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι͵ τῷ ἐμφύτῳ πνεύματι αἰρομένῳ καὶ συνίζοντι͵ συμβαίνει πρὸς τὸν ὑμένα γίνεσθαι τρίψιν· κινοῦσι γὰρ τὸν τόπον τοῦτον͵ ὥσπερ τὰ ἀναπνέοντα ἔξωθεν τῷ πνεύμονι καὶ οἱ ἰχθύες τοῖς βραγχίοις. παραπλήσιον γὰρ συμβαίνει κἂν εἴ τίς τινα τῶν ἀναπνεόντων πνίγοι͵ τὸ στόμα κατασχών· καὶ γὰρ ταῦτα ποιήσει τῷ πνεύμονι τὴν ἄρσιν ταύτην· ἀλλὰ τούτοις μὲν οὐχ ἱκανὴν ἡ τοιαύτη ποιεῖ κίνησις κατάψυξιν͵ ἐκείνοις δ΄ ἱκανήν. καὶ τῇ τρίψει τῇ πρὸς τὸν ὑμένα ποιοῦσι τὸν βόμβον͵ ὥσπερ λέγομεν͵ οἷον διὰ τῶν καλάμων τῶν τετρυπημένων τὰ παιδία͵ ὅταν ἐπιθῶσιν ὑμένα λεπτόν. διὰ γὰρ τοῦτο καὶ τῶν τεττίγων οἱ ᾄδοντες ᾄδουσιν· θερμότεροι γάρ εἰσι͵ καὶ ἔσχισται αὐτοῖς ὑπὸ τὸ ὑπόζωμα· τοῖς δὲ μὴ ᾄδουσι τοῦτ΄ ἐστὶν ἄσχιστον. καὶ τῶν ἀναίμων δὲ καὶ πνεύμονα ἐχόντων͵ ὀλίγαιμον δ΄ ἐχόντων καὶ σομφόν͵ ἔνια διὰ τοῦτο πολὺν χρόνον δύνανται ἀπνευστὶ ζῆν͵ ὅτι ὁ πνεύμων ἄρσιν ἔχει πολλήν͵ ὀλίγον ἔχων τὸ αἷμα καὶ τὸ ὑγρόν· ἡ γὰρ οἰκεία κίνησις ἐπὶ πολὺν χρόνον διαρκεῖ καταψύχουσα. τέλος δ΄ οὐ δύναται͵ ἀλλ΄ ἀποπνίγεται μὴ ἀναπνεύσαντα͵ καθάπερ εἴρηται καὶ πρότερον· τῆς γὰρ μαράνσεως ἡ διὰ τὸ μὴ ψύχεσθαι φθορὰ καλεῖται πνίξις͵ καὶ τὰ οὕτω φθειρόμενα ἀποπνίγεσθαί φαμεν. ὅτι δ΄ οὐκ ἀναπνεῖ τὰ ἔντομα τῶν ζῴων͵ εἴρηται μὲν καὶ πρότερον͵ φανερὸν δὲ καὶ ἐπὶ τῶν μικρῶν ἐστι ζῴων͵ οἷον μυιῶν καὶ μελιττῶν· ἐν γὰρ τοῖς ὑγροῖς πολὺν [475b] χρόνον ἀνανήχεται͵ ἂν μὴ λίαν ᾖ θερμὸν ἢ ψυχρόν· καίτοι τὰ μικρὰν ἔχοντα δύναμιν πυκνότερον ζητεῖ ἀναπνεῖν. ἀλλὰ φθείρεται ταῦτα καὶ λέγεται ἀποπνίγεσθαι πληρουμένης τῆς κοιλίας καὶ φθειρομένου τοῦ ἐν τῷ ὑποζώματι θερμοῦ· διὸ καὶ ἐν τῇ τέφρᾳ χρονισθέντα ἀνίσταται. καὶ τῶν ἐν τῷ ὑγρῷ δὲ ζώντων ὅσα ἄναιμα πλείω χρόνον ζῇ ἐν τῷ ἀέρι τῶν ἐναίμων καὶ δεχομένων τὴν θάλατταν͵ οἷον τῶν ἰχθύων· διὰ γὰρ τὸ ὀλίγον ἔχειν τὸ θερμὸν ὁ ἀὴρ ἱκανός ἐστιν ἐπὶ πολὺν χρόνον καταψύχειν͵ οἷον τοῖς τε μαλακοστράκοις καὶ τοῖς πολύποσιν (οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν [διὰ] τὸ ὀλιγόθερμα εἶναι)· ἐπεὶ καὶ τῶν ἰχθύων [οἱ] πολλοὶ ζῶσιν ἐν τῇ γῇ͵ ἀκινητίζοντες μέντοι͵ καὶ εὑρίσκονται ὀρυττόμενοι. ὅσα γὰρ ἢ μηδ΄ ὅλως ἔχει πνεύμονα ἢ ἄναιμον͵ ἐλαττονάκις δεῖται καταψύξεως.


Περὶ μὲν οὖν τῶν ἀναίμων͵ ὅτι τοῖς μὲν ὁ περιέχων ἀὴρ τοῖς δὲ τὸ ὑγρὸν βοηθεῖ πρὸς τὴν ζωήν͵ εἴρηται· τοῖς δ΄ ἐναίμοις καὶ τοῖς ἔχουσι καρδίαν͵ ὅσα μὲν ἔχει πνεύμονα πάντα δέχεται τὸν ἀέρα καὶ τὴν κατάψυξιν ποιεῖται διὰ τοῦ ἀναπνεῖν καὶ ἐκπνεῖν. ἔχει δὲ πνεύμονα τά τε ζῳοτοκοῦντα ἐν αὑτοῖς καὶ μὴ θύραζε μόνον (τὰ γὰρ σελάχη ζῳοτοκεῖ μέν͵ ἀλλ΄ οὐκ ἐν αὑτοῖς) καὶ τῶν ᾠοτοκούν των τά τε πτερυγωτά͵ οἷον ὄρνιθες͵ καὶ τὰ φολιδωτά͵ οἷον χελῶναι καὶ σαῦραι καὶ ὄφεις. ἐκεῖνα μὲν οὖν ἔναιμον͵ τούτων δὲ τὰ πλεῖστα τὸν πνεύμονα ἔχει σομφόν· διὸ καὶ τῇ ἀναπνοῇ χρῆται μανότερον͵ ὥσπερ εἴρηται καὶ πρότερον. χρῆται δὲ πάντα͵ καὶ ὅσα διατρίβει καὶ ποιεῖται τὸν βίον ἐν τοῖς ὕδασιν͵ οἷον τὸ τῶν ὕδρων γένος καὶ βατράχων καὶ κροκοδείλων καὶ ἑμύδων καὶ χελῶναι αἵ τε θαλάττιαι καὶ αἱ χερσαῖαι καὶ φῶκαι· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα καὶ τίκτει ἐν τῷ ξηρῷ καὶ καθεύδει ἢ ἐν τῷ ξηρῷ͵ ἢ ἐν τῷ ὑγρῷ ὑπερέχοντα τὸ στόμα διὰ τὴν [476a] ἀναπνοήν. ὅσα δὲ βράγχια ἔχει πάντα καταψύχεται δεχόμενα τὸ ὕδωρ· ἔχει δὲ βράγχια τὸ τῶν καλουμένων σελαχῶν γένος καὶ τῶν ἄλλων ἀπόδων. ἄποδες δ΄ οἱ ἰχθύες πάντες· καὶ γὰρ ἃ ἔχει͵ καθ΄ ὁμοιότητα τῶν πτερύγων λέγεται. τῶν δὲ πόδας ἐχόντων ἓν ἔχει βράγχια μόνον τῶν τεθεωρημένων͵ ὁ καλούμενος κορδύλος. ἅμα δὲ πνεύμονα καὶ βράγχια οὐδὲν ὦπταί πω ἔχον. αἴτιον δ΄ ὅτι ὁ μὲν πνεύμων τῆς ὑπὸ τοῦ πνεύματος καταψύξεως ἕνεκέν ἐστιν (ἔοικε δὲ καὶ τοὔνομα εἰληφέναι ὁ πνεύμων διὰ τὴν τοῦ πνεύματος ὑποδοχήν)͵ τὰ δὲ βράγχια πρὸς τὴν ἀπὸ τοῦ ὕδατος κατάψυξιν. ἓν δ΄ ἐφ΄ ἓν χρήσιμον ὄργανον͵ καὶ μία κατάψυξις ἱκανὴ πᾶσιν͵ ὥστ΄ ἐπεὶ μάτην οὐδὲν ὁρῶμεν ποιοῦσαν τὴν φύσιν͵ δυοῖν δ΄ ὄντοιν θάτερον ἂν ἦν μάτην͵ διὰ τοῦτο τὰ μὲν ἔχει βράγχια τὰ δὲ πνεύμονα͵ ἄμφω δ΄ οὐδέν.


Ἐπεὶ δὲ πρὸς μὲν τὸ εἶναι τροφῆς δεῖται τῶν ζῴων ἕκαστον͵ πρὸς δὲ τὴν σωτηρίαν τῆς καταψύξεως͵ τῷ αὐτῷ ὀργάνῳ χρῆται πρὸς ἄμφω ταῦτα ἡ φύσις͵ καθάπερ ἐνίοις τῇ γλώττῃ πρός τε τοὺς χυμοὺς καὶ πρὸς τὴν ἐρμηνείαν͵ οὕτω τοῖς ἔχουσι τὸν πνεύμονα τῷ καλουμένῳ στόματι πρός τε τὴν τῆς τροφῆς ἐργασίαν καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἀναπνοήν. τοῖς δὲ μὴ ἔχουσι πνεύμονα μηδ΄ ἀναπνέουσι τὸ μὲν στόμα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς͵ πρὸς δὲ τὴν κατάψυξιν τοῖς δεομένοις καταψύξεως ἡ τῶν βραγχίων ὑπάρχει φύσις. πῶς μὲν οὖν ἡ τῶν εἰρημένων ὀργάνων δύναμις ποιεῖ τὴν κατάψυξιν͵ ὕστερον ἐροῦμεν· πρὸς δὲ τὸ τὴν τροφὴν μὴ διακωλύειν παραπλησίως τοῖς τ΄ ἀναπνέουσι συμβαίνει καὶ τοῖς δεχομένοις τὸ ὑγρόν· οὔτε γὰρ ἀναπνέοντες ἅμα καταδέχονται τὴν τροφήν (εἰ δὲ μή͵ συμβαίνει πνίγεσθαι παρεισιούσης τῆς τροφῆς ἢ τῆς ξηρᾶς ἢ τῆς ὑγρᾶς ἐπὶ τὸν πνεύμονα διὰ τῆς ἀρτηρίας· προτέρα γὰρ κεῖται ἡ ἀρτηρία τοῦ οἰσοφάγου͵ δι΄ οὗ ἡ τροφὴ πορεύεται εἰς τὴν καλουμένην κοιλίαν· τοῖς μὲν οὖν τετράποσι καὶ ἐναίμοις ἔχει ἡ ἀρτηρία οἷον πῶμα τὴν ἐπιγλωττίδα· τοῖς δ΄ ὄρνισι καὶ [476b] τῶν τετραπόδων τοῖς ᾠοτόκοις οὐκ ἔπεστιν͵ ἀλλὰ τῇ συναγωγῇ τὸ αὐτὸ ποιοῦσιν· δεχόμενα γὰρ τὴν τροφὴν τὰ μὲν συνάγει͵ τὰ δ΄ ἐπιτίθησι τὴν ἐπιγλωττίδα· προελθούσης δὲ τὰ μὲν ἐπαίρει͵ τὰ δὲ διοίγει καὶ καταδέχεται τὸ πνεῦμα πρὸς τὴν κατάψυξιν)· τά τ΄ ἔχοντα βράγχια͵ ἀφέντα διὰ τούτων τὸ ὑγρόν͵ διὰ τοῦ στόματος καταδέχεται τὴν τροφήν· ἀρτηρίαν μὲν γὰρ οὐκ ἔχουσιν͵ ὥστε ταύτῃ μὲν οὐθὲν ἂν βλάπτοιντο ὑπὸ τῆς τοῦ ὑγροῦ παρεμπτώσεως͵ ἀλλ΄ εἰς τὴν κοιλίαν εἰσιόντος· διὸ ταχεῖαν ποιεῖται τὴν ἄφεσιν καὶ τὴν λῆψιν τῆς τροφῆς͵ καὶ τοὺς ὀδόντας ὀξεῖς ἔχουσι͵ καὶ καρχαρόδοντες σχεδὸν πάντες εἰσίν· οὐ γὰρ ἐνδέχεται λεαίνειν τὴν τροφήν.


Περὶ δὲ τὰ κητώδη τῶν ἐνύδρων ἀπορήσειεν ἄν τις͵ ἔχει δὲ κἀκεῖνα κατὰ λόγον͵ οἷον περί τε τοὺς δελφῖνας καὶ τὰς φαλαίνας͵ καὶ τῶν ἄλλων ὅσα ἔχει τὸν καλούμενον αὐλόν. ταῦτα γὰρ ἄποδα μέν ἐστιν͵ ἔχοντα δὲ πνεύμονα δέχεται τὴν θάλατταν. αἴτιον δὲ τούτου τὸ νῦν εἰρημένον· οὐ γὰρ καταψύξεως ἕνεκεν δέχεται τὸ ὑγρόν. τοῦτο μὲν γὰρ γίνεται αὐτοῖς ἀναπνέουσιν· ἔχουσι γὰρ πνεύμονα. διὸ καὶ καθεύδουσιν ὑπερέχοντα τὸ στόμα͵ καὶ ῥέγχουσιν οἵ γε δελφῖνες. ἔτι δὲ κἂν ληφθῶσιν ἐν τοῖς δικτύοις͵ ταχὺ ἀποπνίγονται διὰ τὸ μὴ ἀναπνεῖν· διὸ καὶ ἐπιπολάζοντα φαίνεται τὰ τοιαῦτα ἐπὶ τῆς θαλάττης διὰ τὴν ἀναπνοήν. ἀλλ΄ ἐπειδὴ ἀναγκαῖον ποιεῖσθαι τὴν τροφὴν ἐν ὑγρῷ͵ ἀναγκαῖον δεχόμενα τὸ ὑγρὸν ἀφιέναι͵ καὶ διὰ τοῦτ΄ ἔχουσι πάντα τὸν αὐλόν· δεξάμενα γὰρ τὸ ὕδωρ͵ ὥσπερ οἱ ἰχθύες κατὰ τὰ βράγχια͵ ταῦτα κατὰ τὸν αὐλὸν ἀνασπᾷ τὸ ὕδωρ. σημεῖον δὲ καὶ ἡ θέσις τοῦ αὐλοῦ· πρὸς οὐθὲν γὰρ περαίνει τῶν ἐναίμων͵ ἀλλὰ πρὸ τοῦ ἐγκεφάλου τὴν θέσιν ἔχει [καὶ ἀφίησι τὸ ὕδωρ]. διὰ ταὐτὸ δὲ τοῦτο δέχεται καὶ τὰ μαλάκια τὸ ὕδωρ καὶ τὰ μαλακόστρακα͵ λέγω δ΄ οἷον τοὺς καλουμένους καράβους καὶ τοὺς καρκίνους. καταψύξεως μὲν γὰρ αὐτῶν οὐδὲν τυγχάνει δεόμενον· ὀλιγόθερμον γάρ ἐστι καὶ ἄναιμον ἕκαστον αὐτῶν͵ ὥσθ΄ ἱκανῶς καταψύχεται ὑπὸ [477a] τοῦ περιέχοντος ὑγροῦ͵ ἀλλὰ διὰ τὴν τροφὴν ἀφίησι τὸ ὕδωρ͵ ὅπως μὴ ἅμα δεχομένοις εἰσρέῃ τὸ ὑγρόν. τὰ μὲν οὖν μαλακόστρακα͵ οἷον οἵ τε καρκίνοι καὶ οἱ κάραβοι͵ παρὰ τὰ δασέα ἀφιᾶσι τὸ ὕδωρ διὰ τῶν ἐπιπτυγμάτων͵ σηπίαι δὲ καὶ πολύποδες διὰ τοῦ κοίλου τοῦ ὑπὲρ τῆς καλουμένης κεφαλῆς. γέγραπται δὲ περὶ αὐτῶν δι΄ ἀκριβείας μᾶλλον ἐν ταῖς περὶ τῶν ζῴων ἱστορίαις. περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν͵ εἴρηται ὅτι συμβαίνει διὰ κατάψυξιν καὶ διὰ τὸ δεῖν δέχεσθαι τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ τὰ τὴν φύσιν ὄντα τῶν ζῴων ἔνυδρα.


Περὶ δὲ τῆς καταψύξεως͵ τίνα γίνεται τρόπον τοῖς τ΄ ἀναπνέουσι καὶ τοῖς ἔχουσι βράγχια͵ μετὰ ταῦτα λεκτέον. ὅτι μὲν οὖν ἀναπνέουσιν ὅσα πνεύμονα τῶν ζῴων ἔχουσι͵ πρότερον εἴρηται. διὰ τί δὲ τοῦτο τὸ μόριον ἔχουσιν ἔνια͵ καὶ διὰ τί τὰ ἔχοντα δεῖται τῆς ἀναπνοῆς͵ αἴτιον τοῦ μὲν ἔχειν ὅτι τὰ τιμιώτερα τῶν ζῴων πλείονος τετύχηκε θερμότητος· ἅμα γὰρ ἀνάγκη καὶ ψυχῆς τετυχηκέναι τιμιωτέρας· τιμιώτερα γὰρ ταῦτα τῆς φύσεως τῆς τῶν ψυχρῶν. διὸ καὶ τὰ μάλιστα ἔναιμον ἔχοντα τὸν πνεύμονα καὶ θερμὸν μείζονά τε τοῖς μεγέθεσι͵ καὶ τό γε καθαρωτάτῳ καὶ πλείστῳ κεχρημένον αἵματι τῶν ζῴων ὀρθότατόν ἐστιν͵ ὁ ἄνθρωπος͵ καὶ τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει μόνον διὰ τὸ τοιοῦτον ἔχειν τοῦτο τὸ μόριον. ὥστε τῆς οὐσίας καὶ τούτῳ καὶ τοῖς ἄλλοις θετέον αἴτιον αὐτὸ καθάπερ ὁτιοῦν ἄλλο τῶν μορίων. ἔχει μὲν οὖν ἕνεκα τούτου. τὴν δ΄ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν καὶ τὰ τοιαῦτα δεῖ νομίζειν συνιστάναι ζῷα καθάπερ καὶ μὴ τοιαῦτα πολλὰ συνέστηκεν· τὰ μὲν γὰρ ἐκ γῆς πλείονος συνέστηκεν͵ οἷον τὸ τῶν φυτῶν γένος͵ τὰ δ΄ ἐξ ὕδατος͵ οἷον τὸ τῶν ἐνύδρων· τῶν δὲ πτηνῶν καὶ πεζῶν τὰ μὲν ἐξ ἀέρος τὰ δ΄ ἐκ πυρός. ἕκαστα δ΄ ἐν τοῖς οἰκείοις τόποις ἔχει τὴν τάξιν αὐτῶν.


Ἐμπεδοκλῆς δ΄ οὐ καλῶς τοῦτ΄ εἴρηκε͵ φάσκων τὰ [477b] θερμότατα καὶ πῦρ ἔχοντα πλεῖστον τῶν ζῴων ἔνυδρα εἶναι͵ φεύγοντα τὴν ὑπερβολὴν τῆς ἐν τῇ φύσει θερμότητος͵ ὅπως ἐπειδὴ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ ἐλλείπει͵ κατὰ τὸν τόπον ἀνασῴζηται͵ ἐναντίον ὄντα· θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος. ὅλως μὲν οὖν ἄτοπον πῶς ἐνδέχεται γενόμενον ἕκαστον αὐτῶν ἐν τῷ ξηρῷ μεταβάλλειν τὸν τόπον εἰς τὸ ὑγρόν (σχεδὸν γὰρ καὶ ἄποδα τὰ πλεῖστα αὐτῶν ἐστιν)· ὁ δὲ τὴν ἐξ ἀρχῆς αὐτῶν σύστασιν λέγων γενέσθαι μὲν ἐν τῷ ξηρῷ φησι͵ φεύγοντα δ΄ ἐλθεῖν εἰς τὸ ὕδωρ. ἔτι δ΄ οὐδὲ φαίνεται θερμότερα ὄντα τῶν πεζῶν· τὰ μὲν γὰρ ἄναιμα πάμπαν͵ τὰ δ΄ ὀλίγαιμα αὐτῶν ἐστιν. ἀλλὰ ποῖα μὲν δεῖ λέγειν θερμὰ καὶ ψυχρά͵ καθ΄ αὑτὰ τὴν ἐπίσκεψιν εἴληφεν· περὶ δ΄ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς͵ τῇ μὲν ἔχει τὸ ζητούμενον λόγον͵ οὐ μὴν ὅ γέ φησιν ἐκεῖνος ἀληθές. τῶν μὲν γὰρ ἕξεων τοὺς τὰς ὑπερβολὰς ἔχοντας οἱ ἐναντίοι τόποι καὶ ὧραι σῴζουσιν͵ ἡ δὲ φύσις ἐν τοῖς οἰκείοις σῴζεται μάλιστα τό ποις. οὐ γὰρ ταὐτὸν ἥ θ΄ ὕλη τῶν ζῴων ἐξ ἧς ἐστιν ἕκαστον͵ καὶ αἱ ἕξεις καὶ διαθέσεις αὐτῆς. λέγω δ΄ οἷον εἴ τι ἐκ κηροῦ συστήσειεν ἡ φύσις͵ οὐκ ἂν ἐν θερμῷ θεῖσα διέσωσεν͵ οὐδ΄ εἴ τι ἐκ κρυστάλλου· ἐφθάρη γὰρ ἂν ταχὺ διὰ τοὐναντίον· τήκει γὰρ τὸ θερμὸν τὸ ὑπὸ τοῦ ἐναντίου συστάν. οὐδ΄ εἴ τι ἐξ ἁλὸς ἢ νίτρου συνέστησεν͵ οὐκ ἂν εἰς ὑγρὸν φέρουσα κατέθηκεν· φθείρει γὰρ τὰ ὑπὸ ξηροῦ συστάντα τὸ ὑγρόν. εἰ οὖν ὕλη πᾶσι τοῖς σώμασι τὸ ὑγρὸν καὶ τὸ ξηρόν͵ εὐλόγως τὰ μὲν ἐξ ὑγροῦ [καὶ ψυχροῦ] συστάντα ἐν ὑγροῖς ἐστι [καὶ εἰ ψυχρά͵ ἔσται ἐν ψυχρῷ]͵ τὰ δ΄ ἐκ ξηροῦ ἐν ξηρῷ. διὰ τοῦτο τὰ δένδρα οὐκ ἐν ὕδατι φύεται͵ ἀλλ΄ ἐν γῇ. καίτοι τοῦ αὐτοῦ λόγου ἐστὶν εἰς τὸ ὕδωρ͵ διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα͵ ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος· οὐ γὰρ διὰ τὸ ψυχρὸν ἂν ἦλθεν εἰς αὐτό͵ ἀλλ΄ ὅτι ὑγρόν. αἱ μὲν οὖν φύσεις τῆς ὕλης͵ ἐν οἵῳπερ τόπῳ εἰσί͵ τοιαῦται οὖσαι τυγχάνουσιν͵ αἱ μὲν ἐν ὕδατι ὑγραί͵ αἱ δ΄ ἐν τῇ γῇ ξηραί͵ αἱ δ΄ ἐν τῷ ἀέρι [478a] θερμαί· αἱ μέντοι ἕξεις αἱ μὲν ὑπερβάλλουσαι θερμότητι ἐν ψυχρῷ͵ αἱ δὲ τῇ ψυχρότητι ἐν θερμῷ τιθέμεναι σῴζονται μᾶλλον· ἐπανισοῖ γὰρ εἰς τὸ μέτριον ὁ τόπος τὴν τῆς ἕξεως ὑπερβολήν. τοῦτο μὲν οὖν δεῖ ζητεῖν ἐν τοῖς οἰκείοις τόποις ἑκάστης ὕλης καὶ κατὰ τὰς μεταβολὰς τῆς κοινῆς ὥρας· τὰς μὲν γὰρ ἕξεις ἐνδέχεται τοῖς τόποις ἐναντίας εἶναι͵ τὴν δ΄ ὕλην ἀδύνατον. ὅτι μὲν οὖν οὐ διὰ θερμότητα τῆς φύσεως τὰ μὲν ἔνυδρα τὰ δὲ πεζὰ τῶν ζῴων ἐστί͵ καθάπερ Ἐμπεδοκλῆς φησιν͵ τοσαῦτ΄ εἰρήσθω͵ καὶ διότι τὰ μὲν οὐκ ἔχει πνεύμονα τὰ δὲ ἔχει.


Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι͵ καὶ μάλιστ΄ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον͵ αἴτιον τοῦ μὲν ἀναπνεῖν ὁ πνεύμων σομφὸς ὢν καὶ συρίγγων πλήρης. καὶ ἐναιμότατον δὴ μάλιστα τοῦτο τὸ μόριον τῶν καλουμένων σπλάγχνων. ὅσα δὴ ἔχει ἔναιμον αὐτό͵ ταχείας μὲν δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός͵ εἴσω δ΄ εἰσιέναι διὰ παντὸς διὰ τὸ πλῆθος τοῦ αἵματος καὶ τῆς θερμότητος. ταῦτα δ΄ ἀμφότερα ὁ μὲν ἀὴρ δύναται ῥᾳδίως ποιεῖν· διὰ γὰρ τὸ λεπτὴν ἔχειν τὴν φύσιν διὰ παντός τε καὶ ταχέως διαδυόμενος διαψύχει· τὸ δ΄ ὕδωρ τοὐναντίον. καὶ διότι δὴ μάλιστ΄ ἀναπνέουσι τὰ ἔχοντα τὸν πνεύμονα ἔναιμον͵ ἐκ τούτων δῆλον· τό τε γὰρ θερμότερον πλείονος δεῖται τῆς καταψύξεως͵ ἅμα δὲ καὶ πρὸς τὴν ἀρχὴν τῆς θερμότητος τὴν ἐν τῇ καρδίᾳ πορεύεται τὸ πνεῦμα ῥᾳδίως.


Ὃν δὲ τρόπον ἡ καρδία τὴν σύντρησιν ἔχει πρὸς τὸν πνεύμονα͵ δεῖ θεωρεῖν ἔκ τε τῶν ἀνατεμνομένων καὶ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα γεγραμμένων. καταψύξεως μὲν οὖν ὅλως ἡ τῶν ζῴων δεῖται φύσις διὰ τὴν ἐν τῇ καρδίᾳ τῆς ψυχῆς ἐμπύρευσιν. ταύτην δὲ ποιεῖται διὰ τῆς ἀναπνοῆς ὅσα μὴ μόνον ἔχουσι καρδίαν ἀλλὰ καὶ πνεύμονα τῶν ζῴων. τὰ δὲ καρδίαν μὲν ἔχοντα͵ πνεύμονα δὲ μή͵ καθάπερ οἱ ἰχθύες διὰ τὸ ἔνυδρον αὐτῶν τὴν φύσιν εἶναι͵ τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν διὰ τῶν βραγχίων. ὡς δ΄ ἡ θέσις ἔχει τῆς καρδίας πρὸς τὰ βράγχια͵ πρὸς μὲν τὴν ὄψιν ἐκ τῶν [478b] ἀνατομῶν δεῖ θεωρεῖν͵ πρὸς δ΄ ἀκρίβειαν ἐκ τῶν ἱστοριῶν· ὡς δ΄ ἐν κεφαλαίοις εἰπεῖν καὶ νῦν͵ ἔχει τόνδε τὸν τρόπον. δόξειε μὲν γὰρ ἂν οὐχ ὡσαύτως ἔχειν τὴν θέσιν ἡ καρδία τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσιν͵ ἔχει δ΄ ὡσαύτως. ᾗ γὰρ νεύουσι τὰς κεφαλάς͵ ἐνταῦθ΄ ἡ καρδία τὸ ὀξὺ ἔχει. ἐπεὶ δὲ οὐχ ὡσαύτως αἱ κεφαλαὶ νεύουσι τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσι͵ πρὸς τὸ στόμα ἡ καρδία τὸ ὀξὺ ἔχει. τείνει δ΄ ἐξ ἄκρου τῆς καρδίας αὐλὸς φλεβονευρώδης εἰς τὸ μέσον͵ ᾗ συνάπτουσιν ἀλλήλοις πάντα τὰ βράγχια. μέγιστος μὲν οὖν οὗτός ἐστιν͵ ἔνθεν δὲ καὶ ἔνθεν τῆς καρδίας καὶ ἕτεροι τείνουσιν εἰς ἄκρον ἑκάστου τῶν βραγχίων͵ δι΄ ὧν ἡ κατάψυξις γίνεται πρὸς τὴν καρδίαν͵ διαυλωνίζοντος ἀεὶ τοῦ ὕδατος διὰ τῶν βραγχίων. ὡσαύτως δὲ τοῖς ἀναπνέουσιν ὁ θώραξ ἄνω καὶ κάτω κινεῖται πολλάκις δεχομένων τὸ πνεῦμα καὶ ἐξιέντων͵ ὡς τὰ βράγχια τοῖς ἰχθύσιν. καὶ τὰ μὲν ἀναπνέοντα ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ ἀποπνίγονται· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν (θερμαίνει γὰρ ἡ τοῦ αἵματος θίξις ἑκάτερον)͵ θερμὸν δ΄ ὂν [τὸ αἷμα] κωλύει τὴν κατάψυξιν· καὶ μὴ δυναμένων κινεῖν τῶν μὲν ἀναπνεόντων τὸν πνεύμονα τῶν δ΄ ἐνύδρων τὰ βράγχια διὰ πάθος ἢ διὰ γῆρας͵ τότε συμβαίνειν δεῖ τὴν τελευτήν.


Ἔστι μὲν οὖν πᾶσι τοῖς ζῴοις κοινὸν γένεσις καὶ θάνατος͵ οἱ δὲ τρόποι διαφέρουσι τῷ εἴδει· οὐ γὰρ ἀδιάφορος ἡ φθορά͵ ἀλλ΄ ἔχει τι κοινόν. θάνατος δ΄ ἐστὶν ὁ μὲν βίαιος ὁ δὲ κατὰ φύσιν͵ βίαιος μὲν ὅταν ἡ ἀρχὴ ἔξωθεν ᾖ͵ κατὰ φύσιν δ΄ ὅταν ἐν αὐτῷ͵ καὶ ἡ τοῦ μορίου σύστασις ἐξ ἀρχῆς τοιαύτη͵ ἀλλὰ μὴ ἐπίκτητόν τι πάθος. τοῖς μὲν οὖν φυτοῖς αὔανσις͵ ἐν δὲ τοῖς ζῴοις καλεῖται τοῦτο γῆρας. ἔστι δὲ θά νατος καὶ ἡ φθορὰ πᾶσιν ὁμοίως τοῖς μὴ ἀτελέσιν· τούτοις δὲ παρομοίως μέν͵ ἄλλον δὲ τρόπον. ἀτελῆ δὲ λέγω οἷον τά τε ᾠὰ καὶ τὰ σπέρματα τῶν φυτῶν͵ ὅσα ἄῤῥιζα. πᾶσι μὲν οὖν ἡ φθορὰ γίνεται διὰ θερμοῦ τινος ἔκλειψιν͵ τοῖς δὲ τελείοις͵ ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή. αὕτη δ΄ ἐστίν͵ ὥσπερ εἴρηται πρότερον͵ ἐν ᾧ τό τε ἄνω καὶ τὸ κάτω συνάπτει͵ τοῖς μὲν φυτοῖς μέσον βλαστοῦ καὶ ῥίζης͵ τῶν δὲ ζῴων τοῖς [479a] μὲν ἐναίμοις ἡ καρδία͵ τοῖς δ΄ ἀναίμοις τὸ ἀνάλογον. τούτων δ΄ ἔνια δυνάμει πολλὰς ἀρχὰς ἔχουσιν͵ οὐ μέντοι γε ἐνεργείᾳ. διὸ καὶ τῶν ἐντόμων ἔνια διαιρούμενα ζῶσι͵ καὶ τῶν ἐναίμων ὅσα μὴ ζωτικὰ λίαν εἰσὶ πολὺν χρόνον ζῶσιν ἐξῃρημένης τῆς καρδίας͵ οἷον αἱ χελῶναι͵ καὶ κινοῦνται τοῖς ποσίν͵ ἐπόντων τῶν χελωνίων͵ διὰ τὸ μὴ συγκεῖσθαι τὴν φύσιν αὐτῶν εὖ͵ παραπλησίως δὲ τοῖς ἐντόμοις. ἡ δ΄ ἀρχὴ τῆς ζωῆς ἐκλείπει τοῖς ἔχουσιν ὅταν μὴ καταψύχηται τὸ θερμὸν τὸ κοινωνοῦν αὐτῆς· καθάπερ γὰρ εἴρηται πολλάκις͵ συντήκεται αὐτὸ ὑφ΄ αὑτοῦ. ὅταν οὖν τοῖς μὲν ὁ πνεύμων τοῖς δὲ τὰ βράγχια σκληρύνηται͵ διὰ χρόνου μῆκος ξηραινομένων τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος͵ καὶ γινομένων γεηρῶν͵ οὐ δύναται ταῦτα τὰ μόρια κινεῖν οὐδ΄ αἴρειν καὶ συνάγειν͵ τέλος δὲ γιγνομένης ἐπιτάσεως καταμαραίνεται τὸ πῦρ. διὸ καὶ μικρῶν παθημάτων ἐπιγινομένων ἐν τῷ γήρᾳ ταχέως τελευτῶσιν· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ θερμόν͵ ἅτε τοῦ πλείστου διαπεπνευκότος ἐν τῷ πλήθει τῆς ζωῆς͵ ἥτις ἂν ἐπίτασις γένηται τοῦ μορίου͵ ταχέως ἀποσβέννυται· ὥσπερ γὰρ ἀκαριαίας καὶ μικρᾶς ἐν αὐτῷ φλογὸς ἐνούσης διὰ μικρὰν κίνησιν ἀποσβέννυται. διὸ καὶ ἄλυπός ἐστιν ὁ ἐν τῷ γήρᾳ θάνατος· οὐδενὸς γὰρ βιαίου πάθους αὐτοῖς συμβαίνοντος τελευτῶσιν͵ ἀλλ΄ ἀναίσθητος ἡ τῆς ψυχῆς ἀπόλυσις γίνεται παντελῶς. καὶ τῶν νοσημάτων ὅσα ποιοῦσι τὸν πνεύμονα σκληρὸν ἢ φύμασιν ἢ περιττώμασιν ἢ θερμότητος νοσηματικῆς ὑπερβολῇ͵ καθάπερ ἐν τοῖς πυρετοῖς͵ πυκνὸν τὸ πνεῦμα ποιοῦσι διὰ τὸ μὴ δύνασθαι τὸν πνεύμονα μακρὰν αἴρειν ἄνω καὶ συνίζειν. τέλος δ΄͵ ὅταν μηκέτι δύνωνται κινεῖν͵ τελευτῶσιν ἀποπνεύσαντες.


Γένεσις μὲν οὖν ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ψυχῆς͵ ζωὴ δ΄ ἡ μονὴ ταύτης. νεότης δ΄ ἐστὶν ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις͵ γῆρας δ΄ ἡ τούτου φθίσις͵ ἀκμὴ δὲ τὸ τούτων μέσον. τελευτὴ δὲ καὶ φθορὰ βίαιος μὲν ἡ τοῦ θερμοῦ σβέσις καὶ μάρανσις (φθαρείη γὰρ [479b] ἂν δι΄ ἀμφοτέρας ταύτας τὰς αἰτίας)͵ ἡ δὲ κατὰ φύσιν τοῦ αὐτοῦ τούτου μάρανσις διὰ χρόνου μῆκος γινομένη καὶ τελειότητα· τοῖς μὲν οὖν φυτοῖς αὔανσις͵ ἐν δὲ τοῖς ζῴοις καλεῖται θάνατος. τούτου δ΄ ὁ μὲν ἐν γήρᾳ θάνατος μάρανσις τοῦ μορίου δι΄ ἀδυναμίαν τοῦ καταψύχειν ὑπὸ γήρως. τί μὲν οὖν ἐστι γένεσις καὶ ζωὴ καὶ θάνατος͵ καὶ διὰ τίνας αἰτίας ὑπάρχουσι τοῖς ζῴοις͵ εἴρηται.


Δῆλον δ΄ ἐκ τούτων καὶ διὰ τίν΄ αἰτίαν τοῖς μὲν ἀναπνέουσι τῶν ζῴων ἀποπνίγεσθαι συμβαίνει ἐν τῷ ὑγρῷ͵ τοῖς δ΄ ἰχθύσιν ἐν τῷ ἀέρι· τοῖς μὲν γὰρ διὰ τοῦ ὕδατος ἡ κατάψυξις γίνεται͵ τοῖς δὲ διὰ τοῦ ἀέρος͵ ὧν ἑκάτερα στερίσκεται μεταβάλλοντα τοὺς τόπους. ἡ δ΄ αἰτία τῆς κινήσεως τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος͵ ὧν αἰρομένων καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν͵ ἔτι δ΄ ἡ σύστασις τοῦ ὀργάνου͵ τόνδ΄ ἔχει τὸν τρόπον.


Τρία δ΄ ἐστὶ τὰ συμβαίνοντα περὶ τὴν καρδίαν͵ ἃ δοκεῖ τὴν αὐτὴν φύσιν ἔχειν͵ ἔχει δ΄ οὐ τὴν αὐτήν͵ πήδησις καὶ σφυγμὸς καὶ ἀναπνοή. πήδησις μὲν οὖν ἐστι σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ διὰ κατάψυξιν περιττωματικὴν ἢ συντηκτικήν͵ οἷον ἐν τῇ νόσῳ τῇ καλουμένῃ παλμῷ͵ καὶ ἐν ἄλλαις δὲ νόσοις͵ καὶ ἐν τοῖς φόβοις δέ· καὶ γὰρ οἱ φοβούμενοι καταψύχονται τὰ ἄνω͵ τὸ δὲ θερμὸν ὑποφεῦγον καὶ συστελλόμενον ποιεῖ τὴν πήδησιν͵ εἰς μικρὸν συνωθούμενον οὕτως ὥστ΄ ἐνίοτ΄ ἀποσβέννυσθαι τὰ ζῷα καὶ ἀποθνήσκειν διὰ φόβον καὶ διὰ πάθος νοσηματικόν. ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας͵ ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς͵ ὁμοία φύμασίν ἐστιν͵ ἣν ποιοῦνται κίνησιν μετ΄ ἀλγηδόνος διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν· γίνεται δὲ μέχρις οὗ ἂν πυωθῇ πεφθέν. ἔστι δ΄ ὅμοιον ζέσει τοῦτο τὸ πάθος· ἡ γὰρ ζέσις γίνεται πνευματουμένου τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ· αἴρεται γὰρ διὰ τὸ πλείω γίνεσθαι τὸν ὄγκον. παῦλα δ΄ ἐν μὲν τοῖς φύμασιν͵ ἐὰν μὴ διαπνεύσῃ͵ [480a] παχυτέρου γινομένου τοῦ ὑγροῦ͵ σῆψις͵ τῇ δὲ ζέσει ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων. ἐν δὲ τῇ καρδίᾳ ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις ποιεῖ σφυγμόν͵ αἰρομένη πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας. καὶ τοῦτ΄ ἀεὶ γίνεται συνεχῶς· ἐπιῤῥεῖ γὰρ ἀεὶ τὸ ὑγρὸν συνεχῶς͵ ἐξ οὗ γίνεται ἡ τοῦ αἵματος φύσις. πρῶτον γὰρ ἐν τῇ καρδίᾳ δημιουργεῖται· δῆλον δ΄ ἐν τῇ γενέσει ἐξ ἀρχῆς· οὔπω γὰρ διωρισμένων τῶν φλεβῶν φαίνεται ἔχουσα αἷμα. καὶ διὰ τοῦτο σφύζει μᾶλλον τοῖς νεωτέροις τῶν πρεσβυτέρων· γίνεται γὰρ ἡ ἀναθυμίασις πλείων τοῖς νεωτέροις. καὶ σφύζουσιν αἱ φλέβες πᾶσαι͵ καὶ ἅμα ἀλλήλαις͵ διὰ τὸ ἠρτῆσθαι ἐκ τῆς καρδίας. κινεῖ δ΄ ἀεί· ὥστε κἀκεῖναι ἀεί͵ καὶ ἅμα ἀλλήλαις͵ ὅτε κινεῖ. ἀναπήδησις μὲν οὖν ἐστιν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν͵ σφύξις δ΄ ἡ τοῦ ὑγροῦ θερμαινομένου πνευμάτωσις.


Ἡ δ΄ ἀναπνοὴ γίνεται αὐξανομένου τοῦ θερμοῦ ἐν ᾧ ἡ ἀρχὴ ἡ θρεπτική. καθάπερ γὰρ καὶ τἆλλα δεῖται τροφῆς͵ κἀκεῖνο͵ καὶ τῶν ἄλλων μᾶλλον· καὶ γὰρ τοῖς ἄλλοις ἐκεῖνο τῆς τροφῆς αἴτιόν ἐστιν. ἀνάγκη δὴ πλέον γινόμενον αἴρειν τὸ ὄργανον. δεῖ δ΄ ὑπολαβεῖν τὴν σύστασιν τοῦ ὀργάνου παραπλησίαν μὲν εἶναι ταῖς φύσαις ταῖς ἐν τοῖς χαλκείοις (οὐ πόῤῥω γὰρ οὔθ΄ ὁ πνεύμων οὔθ΄ ἡ καρδία τοῦ προσδέξασθαι σχῆμα τοιοῦτον)͵ διπλοῦν δ΄ εἶναι τὸ τοιοῦτον· δεῖ γὰρ ἐν τῷ μέσῳ τὸ θρεπτικὸν εἶναι τῆς ψυκτικῆς δυνάμεως. αἴρεται μὲν οὖν πλεῖον γενόμενον͵ αἰρομένου δ΄ ἀναγκαῖον αἴρεσθαι καὶ τὸ περιέχον αὐτὸ μόριον. ὅπερ φαίνονται ποιεῖν οἱ ἀναπνέοντες· αἴρουσι γὰρ τὸν θώρακα διὰ τὸ τὴν ἀρχὴν τὴν ἐνοῦσαν αὐτῷ τοῦ τοιούτου μορίου ταὐτὸ τοῦτο ποιεῖν· αἰρομένου δέ͵ καθάπερ εἰς τὰς φύσας͵ ἀναγκαῖον εἰσφρεῖν τὸν ἀέρα τὸν θύραθεν ψυχρὸν ὄντα͵ καὶ καταψύχοντα [480b] σβεννύναι τὴν ὑπεροχὴν τὴν τοῦ πυρός. ὥσπερ δ΄ αὐξανομένου ᾔρετο τοῦτο τὸ μόριον͵ καὶ φθίνοντος ἀναγκαῖον συνίζειν͵ καὶ συνίζοντος ἐξιέναι τὸν ἀέρα τὸν εἰσελθόντα πάλιν͵ εἰσιόντα μὲν ψυχρὸν ἐξιόντα δὲ θερμὸν διὰ τὴν ἁφὴν τοῦ θερμοῦ τοῦ ἐνόντος ἐν τῷ μορίῳ τούτῳ͵ καὶ μάλιστα τοῖς τὸν πνεύμονα ἔναιμον ἔχουσιν· εἰς πολλοὺς γὰρ οἷον αὐλῶνας τὰς σύριγγας ἐμπίπτειν τὰς ἐν τῷ πνεύμονι͵ ὧν παρ΄ ἑκάστην παρατέτανται φλέβες͵ ὥστε δοκεῖν ὅλον εἶναι τὸν πνεύμονα πλήρη αἵματος. καλεῖται δ΄ ἡ μὲν εἴσοδος τοῦ ἀέρος ἀναπνοή͵ ἡ δ΄ ἔξοδος ἐκπνοή. καὶ ἀεὶ δὴ τοῦτο γίνεται συνεχῶς͵ ἕως περ ἂν ζῇ καὶ κινῇ τοῦτο τὸ μόριον συνεχῶς· καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν ἐστι τὸ ζῆν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοῖς ἰχθύσιν ἡ κίνησις γίνεται τῶν βραγχίων. αἰρομένου γὰρ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι διὰ τῶν μορίων αἴρονται καὶ τὰ βράγχια͵ καὶ διιᾶσι τὸ ὕδωρ· κατιόντος δὲ πρὸς τὴν καρδίαν διὰ τῶν πόρων καὶ καταψυχομένου συνίζουσι͵ καὶ ἀφιᾶσι τὸ ὕδωρ. ἀεὶ δ΄ αἰρομένου τοῦ ἐν τῇ καρδίᾳ ἀεὶ δέχεται͵ καὶ ἀφίησι πάλιν καταψυχομένου. διὸ κἀκείνοις τοῦ ζῆν καὶ μὴ ζῆν τὸ τέλος ἐστὶν ἐν τῷ ἀναπνεῖν͵ καὶ τούτοις ἐν τῷ δέχεσθαι τὸ ὑγρόν. περὶ μὲν οὖν ζωῆς καὶ θανάτου καὶ τῶν συγγενῶν ταύτης τῆς σκέψεως σχεδὸν εἴρηται περὶ πάντων. περὶ δὲ ὑγιείας καὶ νόσου οὐ μόνον ἐστὶν ἰατροῦ ἀλλὰ καὶ τοῦ φυσικοῦ μέχρι του τὰς αἰτίας εἰπεῖν. ᾗ δὲ διαφέρουσι καὶ ᾗ διαφέροντα θεωροῦσιν͵ οὐ δεῖ λανθάνειν͵ ἐπεὶ ὅτι γε σύνορος ἡ πραγματεία μέχρι τινός ἐστι͵ μαρτυρεῖ τὸ γινόμενον· τῶν τε γὰρ ἰατρῶν ὅσοι κομψοὶ καὶ περίεργοι λέγουσί τι περὶ φύσεως καὶ τὰς ἀρχὰς ἐκεῖθεν ἀξιοῦσι λαμβάνειν͵ καὶ τῶν περὶ φύσεως πραγματευθέντων οἱ χαριέστατοι σχεδὸν τελευτῶσιν εἰς τὰς ἀρχὰς τὰς ἰατρικάς.