Παλατινή Ανθολογία/XIII/19 Σιμωνίδου

Από Βικιθήκη
XIII 19 Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος
Συγγραφέας:
Παλατινή Ανθολογία, XIII (βιβλίο 13ο, Επιγράμματα διαφόρων μέτρων)
Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος, Σιμωνίδου, Βιβλίο 13ο, Επίγραμμα 19 (AP XIII 19)


ΧIIΙ 19 Σιμωνίδου[Επεξεργασία]

Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος, ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποτε, Νικολᾴδας
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ' ἐπ' ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
Ἰσθμῷ δ' ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ - οἶδεν ἑλόντα ἀκτὰ Ποντομέδοντος ἆθλα -
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δ' ἐν Λυκαίῳ
καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ' Ἐπιδαύρῳ καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.