Παλατινή Ανθολογία/XI/57 Αγαθία

Από Βικιθήκη
AP XI 57 Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 57 (AP ΧI 57)


XI 57 Αγαθία[Επεξεργασία]

Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι Οἰνοπίων, ἔμπης δ' οὐκ ἀπέθηκε δέπας·
ἀλλ' ἔτι διψώων ἰδίηι κατεμέμφετο χειρὶ ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένη.
οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ' ἀπ' ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ' ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.