Παλατινή Ανθολογία/XI/365 Αγαθία
Εμφάνιση
< Παλατινή Ανθολογία | XI
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/XI/365)←Βιβλίο 11o, 364 | AP XI 365 Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 366→ |
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 365 (AP ΧI 365) |
XI 365 Αγαθία
[Επεξεργασία]- Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,
- ἤιτεε δ' ἐξερέειν εἴπερ θέρος αἴσιον αὐτῶι ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη·
- ὃς δὲ λαβὼν ψυφῖδας, ὑπὲρ πινακός τε πυκάζων δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·
- «εἴπερ ἐπομβρηθῆι τὸ ἀρούριον ὅσσον ἀπόχρη, μηδέ τιν' ὑλαίην τέξεται ἀνθοσύνην,
- μηδὲ πάγος ῥήξηι τὴν αὔλακα, μηδὲ χαλάζηι ἄκρον ἀποδρυφθῆι δράγματος ὀρνυμένου,
- μηδὲ κεμὰς κείηισι τὰ λήϊα, μηδέ τιν' ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
- ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ' ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.»