Παλατινή Ανθολογία/VII/623 Αιμιλιανού

Από Βικιθήκη
AP VII 623 Εἰς παῖδα τῆς μητρὸς τεθνηκυίας θηλάζοντα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Εἰς παῖδα τῆς μητρὸς τεθνηκυίας θηλάζοντα, Αιμιλιανού, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 623 (AP VII 623)


VII 623 Αιμιλιανού[Επεξεργασία]

Εἰς παῖδα τῆς μητρὸς τεθνηκυίας θηλάζοντα
Ἕλκε, τάλαν, παρὰ μητρὸς ὅν οὐκέτι μαστὸν ἀμέλξεις, ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης·
ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς φίλτρα καὶ εἰν Ἀΐδῃ παιδοκομεῖν ἔμαθεν.